Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heroicus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostratus-the-athenian" aria-label="More works by Philostratus the Athenian"> —
⋯
More
Original / primary: Perseus Grc2
751.p259
751.p259
Ἀμπελουργός
751.p259
751.p259
πρόσφορα γὰρ οὐκ ἂν τῇ παρούσῃ σπουδῇ γένοιτο, τὸ δὲ περὶ τὴν νῆσον ἔργον, ὁποῖόν τι αὐταῖς ἐπράχθη καὶ ἐς ὅ τι ἐτελεύτησε, λεγέσθω μᾶλλον, ἐπειδὴ τῶν τοῦ Πρωτεσίλεω λόγων ἐστί· ναῦται γὰρ ἐπὶ νεῶν ποτε πλειόνων καὶ ναυπηγοὶ τῶν ἐς Ἑλλήσποντον ἀπαγόντων ἐκ τοῦ Πόντου ὤνια κατηνέχθησαν ἐς τὴν ἀριστερὰν τοῦ πελάγους ὄχθην, περὶ ἣν αἱ γυναῖκες οἰκεῖν λέγονται, ληφθέντες δὲ ὑπʼ αὐτῶν χρόνον μέν τινα ἐδέδεντο σιτούμενοι πρὸς φάτναις, ἵνα ἀποδῶνται σφᾶς ὑπὲρ τὸν ποταμὸν ἄγουσαι τοῖς ἀνδροφάγοις Σκύθαις· ἐπεὶ δὲ μειράκιον ξὺν αὐτοῖς ληφθὲν μία τῶν Ἀμαζόνων ἐπὶ τῇ ὥρᾳ ἠλέησε καί τις ἔρως ἐκ τούτου ἐγένετο, παραιτεῖται τὴν δυναστεύουσαν ἀδελφὴν οὖσαν μὴ ἀποδόσθαι τοὺς ξένους, λυθέντες δὲ καὶ πρὸς αὐτὰς συγκραθέντες ἐφθέγγοντο ἤδη τὸν ἐκείνων τρόπον, τόν τε χειμῶνα καὶ τὰ ἐν τῇ θαλάττῃ διηγούμενοι παρῆλθον ἐς μνήμην τοῦ ἱεροῦ προσπεπλευκότες οὐ πάλαι τῇ νήσῳ καὶ διῄεσαν τὸν ἐν αὐτῷ πλοῦτον, αἱ δʼ εὕρημα ποιησάμεναι τοὺς ξένους ἐπειδὴ ναῦταί τε ἦσαν καὶ νεῶν τέκτονες οὔσης καὶ ἄλλως ναυπηγησίμου σφίσι τῆς χώρας ποιοῦνται ναῦς τὸν ἱππαγωγῶν τρόπον, ὡς τὸν Ἀχιλλέα σχήσουσαι ταῖς ἵπποις, καταβᾶσαι γὰρ ἵππων Ἀμαζόνες θῆλύ τέ εἰσι γένος καὶ ἀτεχνῶς γυναῖκες. εἰρεσίας μὲν δὴ πρῶτον ἥψαντο καὶ πλεῖν ἐμελέτησαν, ὡς δʼ ἐπιστήμην τοῦ πλεῖν ξυνελέξαντο, ἄρασαι περὶ ἔαρ ἀπὸ τῶν ἐκβολῶν τοῦ Θερμώδοντος ἀφῆκαν ἐς τὸ ἱερὸν σταδίους μάλιστα δισχιλίους ἐπὶ νεῶν, οἶμαι, πεντήκοντα, καὶ προσορμισάμεναι τῇ νήσῳ πρῶτον μὲν ἐκέλευσαν τοὺς Ἑλλησποντίους ξένους ἐκκόπτειν τὰ δένδρα, οἷς κεκόσμηται κύκλῳ τὸ ἱερόν, ἐπεὶ δὲ οἱ πελέκεις ἐς αὐτοὺς ἀνακοπέντες τοῖς μὲν ἐς κεφαλὴν ἐχώρησαν, τοῖς δὲ ἐς αὐχένα πάντες τε πρὸς τοῖς δένδρεσιν ἔπεσον, ἐπεχύθησαν αἱ Ἀμαζόνες τῷ ἱερῷ βοῶσαί τε καὶ τὰς ἵππους ἐλαύνουσαι· ὁ δὲ θερμόν τε καὶ δεινὸν ἐς αὐτὰς ἰδὼν καὶ πηδήσας οἷον ἐπὶ Σκαμάνδρῳ τε καὶ Ἰλίῳ πτοίαν μὲν χαλινοῦ κρείττω ταῖς ἵπποις ἐνέβαλεν,

Intertext edge

Open linked passage

Note