Historia ecclesiastica Fragmenta e vita Constantini
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius">
—
⋯
Original / primary: Pg Scrape Grc
q.1
Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1. 7a Vita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν̓ Αρείου καὶ τῶν ἀμφ' αὐτὸν κύκλῳ διά τε Παλαιστίνης ἰόντων καὶ Φοινίκης καὶ τῆς α λλης Συρίας καὶ Κιλικίας καὶ τῶν ἐφεξῆς ἐθνῶν ὁπόσα προποδὼν η ν σφίσιν ἐπὶ τὴν Βιθυνίαν καὶ τὸν βασιλέα πορευομένοις (τοῦτον γὰρ ε σπευδον ἀφικόμενοι διδάξαι τε περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρτυρίας ἐπενεγκάμενοι), τούτους ου ν αὐτῶν πάντας ἐπιπαριέναι κύκλῳ προαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ̓ Αλέξανδρος α ρας ἀπὸ τῆς̓ Αλεξανδρείας ε πλει τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ε νθα παραγενόμενος καὶ τοῖς περὶ τὸν Οσιον Κουδρούβης εἰς λόγους καταστάς, πείθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος.̓ Ανεδίδασκεν δὲ καὶ τὴν̓ Αρείου βλασφημίαν τε καὶ κακόνοιαν, τοιαῦτα λέγων πρὸς α παντας· «δεινόν, ω φίλοι, δεινὸν καὶ μεγάλης φυλακῆς α ξιον τὴν γνώμην ἁπλῶς α πασαν ἀνεῖσθαι τοῖς πέλας, κα ν α λλως τινὲς τῶν ἐπιτηδειοτάτων ει ναι δοκῶσιν. αἱ γάρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς ευ νοιαν α ρα τῶν τιμώντων ἐπάγονται μᾶλλον η πρὸς τὸ κατ' αὐτῶν ἐγείρουσι θράσος. καὶ ταῦτα μὲν ε τι, καίπερ ο ντα τοιαῦτα καὶ οι α μὴ φέρειν, φέρειν ο μως ἐγίγνωσκον. τὸ γὰρ α κρως ο ντα πονηρὸν Αρειον ε τι δοκεῖν ὑπολείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς α ν μήπω γε αὐτῷ πρὸς α παν τὸ οἰκεῖον α κρον τῆς πονηρίας ἀφικομένης. ἀλλ' ου τι καταπροΐξεται, ι στω τοῦτό γε σαφῶς, οὐδὲ χαιρήσει ταῦτα κατ' ἐμοῦ θρασυνόμενος Αρειος. ει σεται γὰρ ο τι καὶ γέροντες ε χουσι νεῦρον εἰς ε κπραξιν δίκης. τοιγαροῦν ἐκκεκηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτρόπαιον αὐτός τε Αρειος καὶ πάντες καὶ ο σους ὁ κοινὸς δαίμων συναπέστησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.» Τῶν ου ν ἐπισκόπων τότε πρὸς πολλὰς διαμεριζομένων δόξας, ε δοξεν τῷ Κωνσταντίνῳ βασιλεῖ σύνοδον ἐν Νικαίᾳ πάντων τῶν ἐπισκόπων ποιῆσαι καὶ τὸν πρὸς ἀλλήλους διαπληκτισμὸν καταπαῦσαι. 1. 9a zu Z. 6 ff Vita Constantini Cod. Angelic. A f. 17r unmittelbar nach καταπαῦσαι oben 7a Ende:̓ Επεὶ δὲ ἡ κυρία τε η κεν ἡμέρα καὶ αὐτοὶ συνῆλθον τὴν ἑαυτῶν ε καστος ἀποφαινόμενοι γνώμην, βασιλεὺς μὲν ἐν μέσοις η ν, περιμένων δὲ ο μως ο τι τὸ κοινὸν ἐπικρίνειεν. οἱ δὲ περὶ τὸν Οσιον Κουδρούβης καὶ̓ Αλέξανδρον παρεσκεύασαν ε τοιμον ει ναι τὸ βιβλίον ο πάντας ἐχρῆν ὑπογράφειν. Εστιν δὲ αὐτοῦ ἡ σύνταξις ἐπ' αὐτῶν λέξων η δε· «̓ Εν Νικαίᾳ μητροπόλει Βιθυνίας ε δοξε τῷ καλλινίκῳ Κωνσταντίνῳ τῷ Αὐγούστῳ σύνοδον ποιήσασθαι τῶν ἁγίων ἐπισκόπων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Πιστεύομεν εἰς ε να θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων» καὶ τὰ ἑξῆς. «τοὺς δὲ λέγοντας· η ν ποτε ο τε οὐκ η ν, καὶ πρὶν γεννηθῆναι οὐκ η ν, καὶ ο τι ἐξ οὐκ ο ντων ἐγένετο, η ἐξ ἑτέρας ὑποστάσεως η οὐσίας φάσκοντας ει ναι, η κτιστὸν η τρεπτὸν η ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.» Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν ε καστον δι' ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸν Αρειον παρῆσαν μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέξαντο πίστιν. ο θεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς α παντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, ει τε πρεσβύτεροί τινες ει εν, ει τε διάκονοι, ει τε καὶ ει τινες α λλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ η ν ὁ ταῦτα πρὸς ε ργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως ε χων η ν καλεῖν εἰώθασἱ Ρωμαῖοι μάγιστρον. ου τος ου ν τῷ̓ Αρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βιβλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, ει τε
q.2
ὑπογράψαντες α δειαν ε χειν, ει τε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ω σπερ η ν αὐτοῖς α ξιον, καταδύεσθαι. 2. 1a zu S. 12® 13 Vita Constantini Cod. Angelic. A f. 22r Franchi de' Can. 94: Εὐσέβιος δὲ ὁ τῆς Νικομηδείας ἐπίσκοπος, τῇ τῶν ἑτεροουσιαστῶν αἱρέσει πάνυ κατισχυμένος, εἰς Χαλκηδόνα παραγενόμενος μετὰ καὶ Θεόγνιδος κοινῇ συνῆλθον περὶ τῶν πρακτέων βουλεύσασθαι· οι καὶ συγγίνονται τῷ Μάριδι. καὶ οἱ τρεῖς η δη σὺν ἀλλήλοις ε ν τινι τῆς ἐκκλησίας παστάδι συγκαθεζόμενοι λόγους ἐποιοῦντο περὶ τῶν προκειμένων, καὶ τὰ περὶ τῆς αὐτῶν κατεφληνάφουν αἱρέσεως. τῆς ου ν γνώμης αὐτῶν μεριζομένης, ἐξαπιναίως σεισμός τε γίνεται μέγας περὶ αὐτοὺς καὶ μόνον· καὶ ζόφος ἐπέσχε βαθὺς περὶ τρίτην που τῆς ἡμέρας ω ραν· καὶ ε κπληξις ἀμήχανος η ν.̓ Αλλ' οὐδὲ ου τως συναίσθησιν οἱ τρισαλιτήριοι λαβεῖν ἠθέλησαν, οὐδὲ διανέστησαν, ὡς α ρα τὸ θεῖον, ἐφ' οι ς κακῶς καὶ ἀθέως μετεβουλεύοντο χαλεπαῖνον καὶ ἀπαρεσκόμενον, τὴν α ψυχον ἐμάστιζε γῆν, τῇ περὶ ταύτην πληγῇ τὴν ἐκείνων, εἰ καὶ μηδὲ ου τως ᾑρετίσαντο σωφρονεῖν, διελέγχων καὶ καταστρέφων τόλμαν τε καὶ ἀπόνοιαν. τὸ γὰρ περὶ μηδένα μὲν τῶν α λλων τὸ πάθος γενέσθαι, αὐτοὺς δὲ μόνους ου ς ει χεν ἡ τῆς δυσφημίας μελέτη περιλαβεῖν, πῶς οὐ φανερὸν τὸν ε λεγχον οὐ παρέχεται τῆς κατ' αὐτῶν ἀνακινηθείσης θείας ὀργῆς; βαβαὶ τῆς τοῦ Σατανᾶ πωρώσεως ῃ συνεσχέθη τὸ τῶν αἱρετικῶν α παν α θροισμα. 2. 2a ebd. Folge̔ Ο δὲ Αρειος ἐξεληλυθὼς τοῦ εὐσεβεστάτου συλλόγου καὶ πανταχόθεν παρὰ τῶν ὀρθοδόξων ἀποκλειόμενος καὶ οὐκ ε χων ο πως ε τι τοῖς πλήθεσιν ὁμιλοίη καὶ διδάσκοι περὶ τῶν προκειμένων, ἐπὶ τὸ γράφειν ἐχώρει ψαλμούς τέ τινας ο πως ἠδύνατο συντιθεὶς καὶ ᾳ σματα ναυτικά τε καὶ ἐπιμύλια καὶ οι οις οἱ ἐν ταῖς ὁδοιπορίαις οἱ τοὺς ο νους ἐλαύνοντες εἰώθασιν χρῆσθαι.̓ Αλλὰ χάριν μὲν ου τος τῶν βλασφημιῶν ἐν καιρῷ τῷ προσήκοντι τιμωρίαν τὴν πρέπουσαν ἐπισπάσεται· Κρίσπος δὲ usw.† unt. 4a 2. 4a Vita Constantini Cod. Angelic. A f. 23 Franchi de' Cav. 95; 6s. ob. S. 13, 31: Κρίσπος δὲ ὁ πρεσβύτατος τῶν Κωνσταντίνου υἱῶν ἐκ τῆς Μαξεντίου γενόμενος αὐτῷ θυγατρός, ὑποβασιλεύων τε τῷ πατρὶ (τὴν γὰρ τοῦ Καίσαρος ει χε τιμὴν) καὶ λαμπρὰ κατὰ τοὺς πολεμίους ε ργα ἀποδεικνύμενος, ὑπ' αὐτῷ τῷ τῆς ω ρας α νθει, τῷ ἑξῆς ἐνιαυτῷ μετὰ τὴν γενομένην ἐν τῇ Νικαίᾳ σύνοδον ἀθρόως εἰπεῖν ἐτελεύτησεν. οἱ δὲ τῆς αἱρέσεως καὶ δυσσεβείας ἀνάμεστοι παρὰ τοῦ πατρὸς αὐτὸν τὸ τοῦ βίου τέλος εὑρεῖν φασιν, ω ν καὶ τοὺς λόγους, ὡς λίαν ο ντας ψευδεῖς, δίκαιον η ν τῷ ο ντι παραλιπεῖν· ἀλλ' ἐπεὶ πάσας τὰς τῶν πάλαι φημιζομένας δόξας ἀναγράφειν διὰ πάσης ἐθέμην σπουδῆς, καλὸν καὶ ταύτην τῷ μετὰ χεῖρας λόγῳ συνθεῖναι, οὐχὶ πρὸς πίστωσιν μᾶλλον ο σον πρὸς ε λεγχον τῶν τὰ ψευδῆ λέγειν προαιρουμένων. φασὶν γὰρ τῷ Κρίσπῳ τὴν μητρυιὰν Φαῦσταν τὴν αἰτίαν τοῦ φόνου διὰ μανίας ἐρωτικῆς παρασχεῖν. εἰς ε ρωτα γὰρ αυ τη τοῦ νέου πεσοῦσα καὶ η δη νικωμένη τῷ πάθει, πρῶτα μὲν ποικίλοις αὐτὸν ἐξεκώτιλλε λόγοις εἰς τὴν ὁμιλίαν ὑπαγομένη· ἐπεὶ δ' ἐκεῖνος ἀποστρόφως τε παντάπασιν ει χεν μηδὲ πρὸς μόνην καρτερῶν τὴν μνήμην, καὶ δῆλος η ν οὐδαμῶς πεισθησόμενος, ἐνταῦθα η δη πυρπολουμένη τοῖς πόθοις ἡ γυνὴ καὶ οὐκ ε χουσα η τις γένηται, πρὸς ἐπιβουλὴν ἐχώρει τοῦ ποθουμένου, τρέψασα τὸ φίλτρον εἰς μῖσος. τῷ γὰρ ἀνεκπράκτῳ τῆς ἐπιθυμίας ὀργιζομένη, θεραπείαν ἐποιεῖτο τοῦ πάθους τὴν τοῦ μὴ ποθουμένου σφαγήν, φόνῳ προθυμουμένη κορέσαι τὸν πόθον. καὶ πείθει δὲ τὸν ἑαυτῆς α νδρα κτεῖναι τὸν ἑαυτοῦ παῖδα, τὴν ἑαυτῆς νόσον ἐκείνου ποιησαμένη, καὶ παντοδαποὺς αὐτοῦ καὶ ψευδεῖς καταφορήσασα λόγους. ὁ δ' ἐφ' οι ς η κουσεν τῆς ἑαυτοῦ γυναικὸς φθασθεὶς τὸν λογισμὸν τῇ ὀργῇ καὶ μηδὲν εἰς ἐξέτασιν ἀναβαλέσθαι τοῦ πράγματος ἐθελήσας, Θησεὺς γίνεται τῷ παιδί, καὶ ο νπερ ἐκεῖνος τρόπον τῇ διαβολῇ τῆς Φαίδρας ἀνεῖλε τὸν̔ Ιππόλυτον τὸν ἐξ̔ Ιππολύτης αὐτῷ τῆς̓ Αμαζόνος γενόμενον, τοῦτον καὶ ου τος τὸν τρόπον ἀπέσφαξεν τὸν Κρίσπον τῇ συκοφαντίᾳ τῆς ἑαυτοῦ
q.3
γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς.̓ Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυιὰν τιμωρία προσήκουσα. ἡ μὲν γὰρ εἰς ἐπιθυμίαν αυ θίς τινος τῶν τοῦ βασιλέως προδρόμων, ου ς κούρσωρας εἰώθασιν οἱ̔ Ρωμαῖοι καλεῖν, ἀφικομένη καὶ ἁλοῦσα τῇ πράξει, διαφθείρεται πρὸς τοῦ αὐτῆς ἀνδρός, ἐντειλαμένου τοῖς αὐτῆς εὐνούχοις ἐκ τἀφανοῦς, ἐπειδὰν εἰς βαλανεῖον ἀφίκηται, περὶ δὴ τὴν θεραπείαν αὐτῆς καὶ ἀναινομένης ε νδον πλείω διελκύσαι χρόνον, κατὰ διαδοχὴν ἀλλήλους διαναπαύοντας, ε στ' α ν ὑπὸ τοῦ πνίγους λιποθυμήσειεν ἡ γυνή· κα πειτ' ἐξαγαγεῖν αὐτὴν η δη τὰς ἐσχάτας ε λκουσαν ἀναπνοάς, κοπτομένους δῆθεν ὡς οὐ κατ' ἐπιβουλὴν μᾶλλον η κατὰ τὴν τοῦ λουτροῦ περιπέτειαν ἐκλίποι τὸ ζῆν· ι να τό τε ε ργον ἐκπραχθείη τῆς τιμωρίας καὶ τὴν ἐπὶ τῇ αἰτίᾳ δύσκλειαν ἀφανίσειεν ὁ τρόπος.̔ Η μὲν ου ν τοῦτο τῆς περὶ τὸν νέον ἀδικίας ἐξήνεγκε τέλος· οὐκ οι δα δὲ εἰ ἀληθῆ ταῦτα ει ρηκεν Φιλοστόργιος ὁ φιλοψευδέστατος κατὰ Κωνσταντίνου τοῦ καλλινίκου καὶ εὐσεβοῦς ου περ οὐκ ε στιν ῥᾳδίως εἰπεῖν ὁπόσαι τοῦ σώματός τε καὶ τῆς ψυχῆς διέλαμπον ἀρεταί· ὁ γὰρ ἀνὴρ οὐ μόνον τὴν ἐκ τῶν πολεμικῶν ε ργων δόξαν ει χεν, ἀλλὰ καὶ τῶν τῆς ψυχῆς ἐκοσμεῖτο καλῶν. ου τος ὁ Κ. usw.† unt. 9a S. 20, 19 2. 9a Vita Constantini Cod. Angelic. A f. 25r Franchi de' Cav. 97, s. ob. S. 17, 33: Ου τος ὁ Κωνσταντῖνος η δη πέμπτου καὶ εἰκοστοῦ τῆς αὐτοῦ βασιλείας ἐπιβὰς ε τους, ὑπατευόντων ἐκεῖνον τὸν ἐνιαυτὸν Γαλλικανοῦ καὶ Συμμάχου, πόλιν ἠβουλήθη κτίσασθαι μεγάλην, μνημεῖον τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τοῖς ἐπιγινομένοις folgt Exc. Tripart.† Polyd. 268, 5® 11. Theophan. 23, 22® 27. Bios di Costantino ed. Guidi Rendic. Accad. Lincei 1907 S. 336, 15® 19. Ebd. f. 25v: Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μάλιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς α ριστα γῆς τε καὶ θαλάττης ε χοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβολὴν μοῖραν ει ναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ε νθα γὰρ νῦν ὁ πορφυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων, ἐντεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν α παν ἐπί τε ἑκατέραν θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ δυνάμεως ἐξήνυσεν ε ργον.̓ Ακήκοα δὲ ε γωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ' ου μέτρου τὸν περίβολον ε δει τὴν ἐργασίαν λαβεῖν, ῃ ει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύτερον ῃ ει, καὶ τοῦτον ὑπερελθὼν ε τι τὸ πρόσω πρου βαινε μείζον μῆκος διαμετρούμενος η τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως ε χειν, προσελθών τις ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων η ρετο· «ε ως ποῦ, δέσποτα;» ὁ δὲ διαρρήδην ἀποκρινάμενος· «ε ως α ν, ε φη, ὁ ε μπροσθέν μου στῇ», ὡς γενέσθαι σαφὲς ο τι ἀγγέλων τις ἐῴκει προπορεύεσθαι τὰ μέτρα παραδώσαν, ὡς πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ ε λαττον η τὸ πάλαι τῆς̔ Ιερουσαλήμ· καὶ γὰρ καὶ η μελλε κἀνταῦθα κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. ε ως γοῦν ο ποι τὸ φαινόμενον ει δος χωροῦν ε πειτα ε στη καὶ διαλυθὲν η ν ἀφανές, ἐκεῖ καὶ ὁ Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπήξατο καὶ ε φη διαρρήδην· «ε ως ἐνταῦθα», ε νθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως. Τὴν δὲ πόλιν κτίσας ε νδοξον αὐτὴν ἐκάλεσἑ Ρώμην, ου τω κατὰ τὴν τῶν̓ Ιταλῶν γλῶτταν « Αλμἁ Ρώμα» τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου δαπάνην πολυτελεστάτην τοῖς οἰκήτορσι κατένειμε, καὶ τὸν α λλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾁ Ρώμῃ. 2. 11a zu Z. 7® 10 Vita Constantini Cod. Angelic. A f. 36v: Τοῦ δὲ μεγάλοὐ Αθανασίου
q.4
χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς η σθη τε καὶ γράφει τοῖς̓ Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην· «̓ Εντυχὼν τῷ πεμφθέντι παρ' ὑμῶν ψηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαγωγῆς, καὶ μαθὼν ὡς καθ' ἡδονὴν ὑμῖν α πασιν τὸ πρᾶγμα κεχώρηκε καὶ ου τω πρὸς ἁπάντων ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, η δομαί τε καὶ αὐτὸς (τί γὰρ οὐ μέλλω;) καὶ κρίνω ταῦτα κύρια καὶ βέβαια μένειν, α περ αὐτοὶ κοινῶς ει λεσθε ψηφισάμενοι.» 2. 12a Vita Constantini Cod. Angelic. A f. 39v Franchi de' Cav. 104: Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἠξίου τιμῆς ὡς καὶ πόλιν αὐτῇ κτίσαι ἐπώνυμον, η τις ἐστὶν ἐν δεξιᾷ τοῦ τῆς Νικομηδείας κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασαμένης κατ' α λλο μὲν οὐδέν, διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα. 2. 16b zu 16a Z. 15 Vita Constantini Cod. Angelic. f. 47v:̔ Ο δὲ Κωνσταντῖνος τῷ ὀγδόῳ καὶ εἰκοστῷ τῆς ἑαυτοῦ βασιλείας ε τει τὸν νεώτατον τῶν αὐτοῦ υἱέων Κώνσταν Καίσαρα ἀποδείξας ἐν μέσῳ τοῖν δυοῖν ἀδελφοῖν τέθεικε τὰς̓ Ιταλίας αὐτῷ δούς. τὸν μὲν γὰρ πρεσβύτατον ἑαυτοῦ παῖδα Κωνσταντῖνον τῷ δωδεκάτῳ ε τει τῆς αὐτοῦ βασιλείας τῷ τοῦ Καίσαρος σχήματι κοσμήσας, ἐπὶ τῶν α νω Γαλατιῶν ε ταξεν· τῷ δὲ Κωνσταντίῳ καὶ αὐτῷ κατὰ τὸ ἐννεακαιδέκατον ε τος τῆς αὐτοῦ βασιλείας τὴν τοῦ Καίσαρος τιμὴν περιθείς, τῆς̔ Εῴας ἐπέτρεψεν τὴν ἀρχὴν ε χειν.