⋯
Original: Pg Scrape Grc
Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1. 7a Vita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν̓ Αρείου καὶ τῶν ἀμφ' αὐτὸν κύκλῳ διά τε Παλαιστίνης ἰόντων καὶ Φοινίκης καὶ τῆς α λλης Συρίας καὶ Κιλικίας καὶ τῶν ἐφεξῆς ἐθνῶν ὁπόσα προποδὼν η ν σφίσιν ἐπὶ τὴν Βιθυνίαν καὶ τὸν βασιλέα πορευομένοις (τοῦτον γὰρ ε σπευδον ἀφικόμενοι διδάξαι τε περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρτυρίας ἐπενεγκάμενοι), τούτους ου ν αὐτῶν πάντας ἐπιπαριέναι κύκλῳ προαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ̓ Αλέξανδρος α ρας ἀπὸ τῆς̓ Αλεξανδρείας ε πλει τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ε νθα παραγενόμενος καὶ τοῖς περὶ τὸν Οσιον Κουδρούβης εἰς λόγους καταστάς, πείθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος.̓ Ανεδίδασκεν δὲ καὶ τὴν̓ Αρείου βλασφημίαν τε καὶ κακόνοιαν, τοιαῦτα λέγων πρὸς α παντας· «δεινόν, ω φίλοι, δεινὸν καὶ μεγάλης φυλακῆς α ξιον τὴν γνώμην ἁπλῶς α πασαν ἀνεῖσθαι τοῖς πέλας, κα ν α λλως τινὲς τῶν ἐπιτηδειοτάτων ει ναι δοκῶσιν. αἱ γάρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς ευ νοιαν α ρα τῶν τιμώντων ἐπάγονται μᾶλλον η πρὸς τὸ κατ' αὐτῶν ἐγείρουσι θράσος. καὶ ταῦτα μὲν ε τι, καίπερ ο ντα τοιαῦτα καὶ οι α μὴ φέρειν, φέρειν ο μως ἐγίγνωσκον. τὸ γὰρ α κρως ο ντα πονηρὸν Αρειον ε τι δοκεῖν ὑπολείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς α ν μήπω γε αὐτῷ πρὸς α παν τὸ οἰκεῖον α κρον τῆς πονηρίας ἀφικομένης. ἀλλ' ου τι καταπροΐξεται, ι στω τοῦτό γε σαφῶς, οὐδὲ χαιρήσει ταῦτα κατ' ἐμοῦ θρασυνόμενος Αρειος. ει σεται γὰρ ο τι καὶ γέροντες ε χουσι νεῦρον εἰς ε κπραξιν δίκης. τοιγαροῦν ἐκκεκηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτρόπαιον αὐτός τε Αρειος καὶ πάντες καὶ ο σους ὁ κοινὸς δαίμων συναπέστησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.» Τῶν ου ν ἐπισκόπων τότε πρὸς πολλὰς διαμεριζομένων δόξας, ε δοξεν τῷ Κωνσταντίνῳ βασιλεῖ σύνοδον ἐν Νικαίᾳ πάντων τῶν ἐπισκόπων ποιῆσαι καὶ τὸν πρὸς ἀλλήλους διαπληκτισμὸν καταπαῦσαι. 1. 9a zu Z. 6 ff Vita Constantini Cod. Angelic. A f. 17r unmittelbar nach καταπαῦσαι oben 7a Ende:̓ Επεὶ δὲ ἡ κυρία τε η κεν ἡμέρα καὶ αὐτοὶ συνῆλθον τὴν ἑαυτῶν ε καστος ἀποφαινόμενοι γνώμην, βασιλεὺς μὲν ἐν μέσοις η ν, περιμένων δὲ ο μως ο τι τὸ κοινὸν ἐπικρίνειεν. οἱ δὲ περὶ τὸν Οσιον Κουδρούβης καὶ̓ Αλέξανδρον παρεσκεύασαν ε τοιμον ει ναι τὸ βιβλίον ο πάντας ἐχρῆν ὑπογράφειν. Εστιν δὲ αὐτοῦ ἡ σύνταξις ἐπ' αὐτῶν λέξων η δε· «̓ Εν Νικαίᾳ μητροπόλει Βιθυνίας ε δοξε τῷ καλλινίκῳ Κωνσταντίνῳ τῷ Αὐγούστῳ σύνοδον ποιήσασθαι τῶν ἁγίων ἐπισκόπων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Πιστεύομεν εἰς ε να θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων» καὶ τὰ ἑξῆς. «τοὺς δὲ λέγοντας· η ν ποτε ο τε οὐκ η ν, καὶ πρὶν γεννηθῆναι οὐκ η ν, καὶ ο τι ἐξ οὐκ ο ντων ἐγένετο, η ἐξ ἑτέρας ὑποστάσεως η οὐσίας φάσκοντας ει ναι, η κτιστὸν η τρεπτὸν η ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.» Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν ε καστον δι' ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸν Αρειον παρῆσαν μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέξαντο πίστιν. ο θεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς α παντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, ει τε πρεσβύτεροί τινες ει εν, ει τε διάκονοι, ει τε καὶ ει τινες α λλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ η ν ὁ ταῦτα πρὸς ε ργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως ε χων η ν καλεῖν εἰώθασἱ Ρωμαῖοι μάγιστρον. ου τος ου ν τῷ̓ Αρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βιβλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, ει τε