Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia ecclesiastica Photius
PhilostrogiusPhot 10 · pg-scrape-grcMore by Philostrogius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.2.1
Ὅτι τὸν ἀρχηγὸν αὐτῶν τῆς ἀσεβείας Ἄρειον ὁ συγγραφεὺς διαβάλλει, ὡς πολυμερῆ καὶ πολυσύνθετον λέγοντα τὸν θεὸν τῶν ὅλων· οὐ γὰρ ὅσον ἐστὶ ὁ θεὸς καταλαμβάνεσθαι κηρύσσειν, ἀλλ' ὅσον ἡ ἑκάστου δύναμις πρὸς κατάληψιν ἔρρωται. καὶ μήτε δὲ οὐσίαν αὐτὸν εἶναι δογματίζειν μήτε ὑπόστασιν μήτε ἄλλο μηδὲν ὧν ὀνομάζεται. καὶ τὴν ἐν Ἀριμήνῳ δὲ σύνοδον καὶ τὴν ἐν Κωνσταντινουπόλει τὰ αὐτὰ δοξάζειν, ἥτις τὴν τοῦ μονογενοῦς γέννησιν ἀγνωστοτάτην πᾶσιν ἀπέφηνεν, τῶν γινομένων μόνον τὴν γνῶσιν αὐτῆς περιστείλασα. αὕτη δ' ἦν ἡ καταδικασαμένη καὶ τὸν Ἀέτιον.
10.3.1
Ὅτι οἱ ἐξ Ἀρείου τὴν πρὸς τὸν πατέρα τοῦ μονογενοῦς ὁμοιότητα εἰς πολλὰς αἱρέσεις διεσχίσαντο. οἱ μὲν γὰρ κατὰ τὸ προγινώσκειν ἑκάτερον ἔφασαν, οἱ δὲ κατὰ τὴν φύσιν, θεόν· ἄλλοι δὲ διότι ἐκ μὴ ὄντων ἑκάτερος αὐτῶν πέφυκε δημιουργεῖν. ἀλλὰ ταῦτα, φησί, κἂν διαφέρειν δοκῇ, εἰς ἓν καταλήγει τὸ δοξάζειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρί. τούτους δέ φησι μετὰ τὸ κατατμηθῆναι ταῖς δόξαις καὶ εἰς πολλὴν ἄλλην ἀσχημοσύνην ἐκδιαιτηθῆναί φησι, χρημάτων τε τὰς ἱερωσύνας καὶ διδόντας καὶ λαμβάνοντας, καὶ τὰς ὑπευθύνους καὶ σωματικὰς ἡδονὰς μεταδιώκοντας.
10.4.1
Ὅτι, φησίν, οἱ περὶ Εὐνόμιον τοσοῦτον τῶν εἰρημένων αἱρέσεων ἀπεκρίθησαν, ὡς μήτε βάπτισμα αὐτῶν μήτε χειροτονίαν προσίεσθαι. ἐβάπτιζον δὲ οἱ περὶ Εὐνόμιον οὐκ εἰς τρεῖς καταδύσεις, ἀλλ' εἰς μίαν, εἰς τὸν θάνατον20, ὡς ἔφασκον, τοῦ κυρίου βαπτίζοντες, ὃν ἅπαξ μὲν ἀλλ' οὐχὶ δὶς ἢ τρὶς ὑπὲρ ἡμῶν ἀνεδέξατο.
10.5.1
Ὅτι, φησίν, ὁ βασιλεὺς Θεοδόσιος Ἀρκάδιον τὸν υἱὸν νέον ὄντα κομιδῇ τὸ τῆς βασιλείας ἀξίωμα παρατίθεται. καὶ μετ' οὐ πολὺ Γρατιανὸς ὁ βασιλεὺς περὶ τὰς ἄνω Γαλατίας τῇ τοῦ τυράννου Μαξίμου συσκευῇ ἀναιρεῖται. πολλὰς δὲ καὶ διαβολὰς ὁ συγγραφεὺς κατὰ Γρατιανοῦ ἀναπλάττει, ὡς καὶ τῷ Νέρωνι παρεικάζειν αὐτόν· οὐ γὰρ ἤρκεσεν αὐτῷ, ὡς ἔοικεν, τῆς ἐκείνου πίστεως τὸ ὀρθόδοξον.
10.6.1
Ὅτι Θεοδόσιος ὁ βασιλεύς, εὑρών τινας τῶν ἐν τῷ κοιτῶνι αὐτοῦ τὰ Εὐνομίου στέργοντας, τούτους μὲν τοῦ παλατίου ἐλαύνει, τὸν δὲ Εὐνόμιον ἐκ τῆς Καλχηδόνος τὴν ταχίστην τοὺς ἁρπασομένους ἐκπέμπει, καὶ πρὸς τὴν Ἁλμυρίδα φυγάδα ποιεῖν ἐγκελεύεται. τὸ δὲ χωρίον τῆς ἐν Εὐρώπῃ Μυσίας ἐστὶν ἐν χώρᾳ τοῦ Ἴστρου διακείμενον. ἀλλ' ἡ μὲν Ἁλμυρίς, κρυσταλλωθέντος τοῦ Ἴστρου, ὑπὸ τῶν διαβάντων αὐτὸν βαρβάρων ἁλίσκεται· ὁ δὲ Εὐνόμιος ἐκεῖθεν εἰς Καισάρειαν τῆς Καππαδοκίας ὑπερορίζεται, μισητὸς ὢν τοῖς ἐκεῖσε διότι λόγους κατὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνετάξατο. ἐκεῖθεν δὲ εἰς τοὺς ἑαυτοῦ διάγειν ἀγροὺς ἀφείθη· Δακοροηνοὶ δὲ τοῖς ἀγροῖς τὸ ὄνομα. ἐνταῦθα δὲ αὐτόν φησι καὶ Φιλοστόργιος, εἰκοστὸν ἔτος ἄγων ἐν Κωνσταντινουπόλει παραγεγονώς, θεάσασθαι. ὑπερθειάζει τὸν Εὐνόμιον τήν τε σύνεσιν λέγων αὐτὸν εἶναι καὶ τὴν ἀρετὴν ἀπαράβλητον. ἀλλὰ καὶ τοῦ προσώπου τὸ σχῆμα καὶ τὰ μέρη εἰς τὸ εὐπρεπέστατον τοῖς λόγοις ἐξωραΐζει. καὶ τοὺς ἐκ τοῦ στόματος λόγους μαργαρίσιν ἐοικέναι· καίτοι προϊὼν τραυλὴν αὐτοῦ τὴν γλῶτταν καὶ μὴ θέλων συνομολογεῖ, οὐδὲ τὴν τραυλότητα ἐπαισχυνθεὶς εἰς πολλὴν ἀποσεμνύνειν γλαφυρότητα. ἀλλὰ καὶ τοὺς ἀλφούς, οἳ τὸ πρόσωπον αὐτοῦ κατεμάστιζόν τε καὶ κατέστιζον, κόσμον ἐμποιεῖν τῷ σώματι διατείνεται. τοὺς δὲ λόγους αὐτοῦ πάντας ἀποθειάζων. διαφέρειν τῶν ἄλλων ἐπὶ μᾶλλον λέγει τὰς ἐπιστολάς.
10.7.1
Ὅτι, Πλακιδίας ἀποβιούσης, ὁ βασιλεὺς Θεοδόσιος ὁ ταύτης ἀνὴρ Γάλλαν ἄγεται γυναῖκα, ἀδελφὴν μὲν τοῦ νεωτέρου Οὐαλεντινιανοῦ τοῦ βασιλέως, θυγατέρα δὲ τοῦ μεγάλου, ἣν αὐτῷ Ἰουστῖνα ἐγείνατο. αὕτη δὲ τὰ Ἀρείου ἔστεργεν. ἐξ αὐτῆς δὲ τῷ Θεοδοσίῳ καὶ ἡ θυγάτηρ Πλακιδία τίκτεται.
10.8.1
Ὅτι Θεοδόσιος κατὰ Θεσσαλονίκην τῷ Οὐαλεντινιανῷ συναφθεὶς στρατεύει κατὰ Μαξίμου τοῦ τυράννου. καὶ γὰρ ὁ τύραννος, τὴν Γρατιανοῦ κατέχων ἀρχήν, διενοεῖτο προσλαβεῖν καὶ τὴν Οὐαλεντινιανοῦ. ἐκπέμπουσι δὲ οἱ βασιλεῖς κατ' αὐτοῦ Τιμάσιον καὶ Ῥοχόμηριν καὶ Πρόμοτον καὶ Ἀρβαγάστην τοὺς στρατηγούς. οἱ δὲ παραστάντες αὐτὸν ἐξαπιναίως τοῦ τε θρόνου κατασπῶσι καὶ τῶν τῆς βασιλείας ἐπισήμων ἀποδύουσι καὶ τοῖς βασιλεῦσι κατὰ ἰδιώτην προσάγουσι· κἀνταῦθα Μάξιμος τῆς κεφαλῆς ἀποτέμνεται, τυραννήσας πέντε τὰ σύμπαντα ἔτη.
10.9.1
Ὅτι μετὰ τὴν κατὰ Μαξίμου νίκην καὶ τὴν ἐπὶ Ῥώμην ἐπάνοδον, ἐξελαύνειν αὐτῆς μέλλοντος τοῦ βασιλέως, ἀστὴρ κατὰ τὸν οὐρανὸν ὤφθη παράδοξος καὶ ἀήθης· μεγάλων δ' ἄρα κακῶν ἄγγελος τῇ οἰκουμένῃ γενήσεσθαι ἔμελλεν. ἐξέλαμψεν δὲ πρῶτον κατὰ μέσας νύκτας πλησίον τοῦ Ἑωσφόρου κατ' αὐτὸν δὴ τὸν καλούμενον ζῳδιακὸν κύκλον, μέγας δὲ καὶ ἐκφεγγὴς ταῖς μαρμαρυγαῖς οὐ πολλῷ τοῦ Ἑωσφόρου λειπόμενος. Ἔπειτα συνδρομὴ πανταχόθεν ἀστέρων ἐπ' αὐτὸν ἀθροιζομένων ἐγίνετο (εἰκάσαις ἂν σμήνῃ μελιττῶν περὶ τὸν ἡγούμενον σφαιρουμένων τὸ θέαμα). κἀντεῦθεν, οἱονεὶ τῆς πρὸς ἀλλήλους συνθλίψεως βιασαμένης, τὸ τῶν ἁπάντων φῶς εἰς μίαν τινὰ συγκραθὲν ἀνέλαμπεν φλόγα· καὶ μαχαίρας ἄντικρυς ἀμφήκους μεγάλης καὶ φοβερᾶς ἀπετέλεσεν εἶδος πληκτικῶς ἐξαυγαζομένης, τῶν μὲν ἄλλων ἁπάντων ἀστέρων εἰς τοῦτο μεταπεσόντων τῆς θέας, ἑνὸς δὲ καὶ μόνου τοῦ πρώτου θεωρηθέντος ἐν τάξει ῥίζης τινὸς ἢ λαβῆς τῷ παντὶ σχήματι ὑποφαινομένου καὶ οἷον τὸ πᾶν τοῦ δειχθέντος ἀστέρος ἀποτίκτοντος σέλας, ὡς ἂν ἐκ λύχνου τινὸς θρυαλλίδος τῆς φλογὸς πρὸς ὕψος ἐξαιρομένης. τὸ μὲν φανὲν οὕτω παράδοξον παρεῖχεν τὴν θέαν. Καὶ ἡ κίνησις δὲ πρὸς πάντα παρήλλαττεν ἀστέρος δρόμον· τὴν γὰρ ἀρχὴν ὅθεν εἴρηται φανῆναι καὶ τῆς κινήσεως ποιησάμενος, συνανίσχετο μὲν τὰ πρῶτα τῷ Ἑωσφόρῳ καὶ συγκατεδύετο· ἔπειτα δὲ κατ' ὀλίγον διιστάμενος ἐπὶ τὰς ἄρκτους ἀνῄει σχολῇ τε καὶ βάδην κινούμενος, καὶ ἐγκαρσίως ὡς ἐπ' ἀριστερᾶς πρὸς τοὺς θεωμένους εἰπεῖν τὴν ἰδίαν πορείαν ποιούμενος. τὴν μέντοι γε κοινὴν περίοδον τὴν αὐτὴν εἶχεν τοῖς ἄλλοις καθ' οὓς ἂν γίνοιτο πορευόμενος. ἐπὶ τεσσαράκοντα δὲ ἡμέρας τῆς ἰδίας αὐτοῦ πορείας ἐπιτελουμένης, εἰς μέσην τὴν μεγάλην ἄρκτον ἐνέβαλεν, κἀν τῷ μεσαιτάτῳ αὐτῆς τὰ τελευταῖα φανεὶς αὐτοῦ που ἀπέσβη. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ παράδοξα περὶ τοῦ ξιφοειδοῦς τούτου δίεισιν ἀστέρος.
10.10.1
Ὅτι κατὰ Πορφυρίου φησὶ καὶ οὗτος ὁ συγγραφεὺς ὑπὲρ Χριστιανῶν ἀγῶνας καταθέσθαι.
10.11.1
Ὅτι καθ' οὓς χρόνους ὁ μαχαιροφόρος ἀστὴρ ἐφάνη, καὶ σώματα ἀνθρώπων ὤφθη δύο, ἓν μὲν ἐν τῇ Συρίᾳ τὴν ἀνθρωπίνην φύσιν εἰς μέγεθος ἐκβαῖνον, θάτερον δὲ ἐν Αἰγύπτῳ εἰς ἄπιστον βραχύτητα καταλῆγον. ὁ μὲν οὖν Σύρος πενταπήχης ἦν τὸ μέγεθος καὶ σπιθαμὴν ἔφερεν προσθήκην, καίτοι τῶν ποδῶν αὐτοῦ πρὸς τὸ ἄλλο τοῦ σώματος μὴ συνομολογούντων τὸ ὕψος, ἀλλ' εἴσω καὶ πρὸς τὸ βλαισὸν ὑποκαμπτομένων· Ἀντώνιος ἦν τῷ ἀνθρώπῳ τὸ ὄνομα. ὁ δὲ Αἰγύπτιος οὕτω κατεβραχύνετο, ὥστε μηδ' ἀχαρίστως τοὺς ἐν τοῖς κλουβοῖς πέρδικας ἐκμιμεῖσθαι, καὶ συναθύρειν αὐτῷ πρὸς ἔριν ἐκείνους. τὸ δὲ παραδοξότερον ὅτι καὶ φρόνησις ἐνῆν τῷ ἀνθρώπῳ, οὐδὲν ὑπὸ τῆς βραχύτητος καταβλαπτομένη· καὶ γὰρ καὶ τὸ φθέγμα οὐκ ἄμουσος ἦν καὶ οἱ λόγοι τοῦ νοῦ παρεῖχον ὁρᾶσθαι τὴν γενναιότητα. ἑκάτερος δὲ τῶν εἰρημένων τοῖς τοῦ συγγραφέως χρόνοις ἐνήκμασαν, καὶ οὐ θᾶττον μετῆλθον τὸν βίον. ὁ μὲν γὰρ μέγιστος τὰ εἰκοσιπέντε διεξιὼν ἔτη ἀπεβίω, ὁ δ' ἐλάχιστος οὐκ ὀλίγῳ καὶ τούτων λειπόμενος. Πολλὰ δὲ καὶ ἕτερα τέρατα, τὰ μὲν τοῖς εἰρημένοις ὁμόχρονα, τὰ δὲ καὶ προγεγενημένα, ταῖς ἱστορίαις αὐτοῦ καταστρώννυσιν.
10.12.1
Ὅτι τῆς τετράδος καὶ παρασκευῆς τὴν νηστείαν ὁ Φιλοστόργιός φησι οὐκ ἐν μόνῃ τῇ τῶν κρεῶν ἀποχῇ περιορίζεσθαι, ἀλλὰ καὶ τὸ μηδὲ τροφῆς ὅλως ἅπτεσθαι μέχρι τῆς ἑσπέρας κανονίζεσθαι. λέγει γὰρ περί τινος Εὐδοξίου, συναιρεσιώτου μέν, πρεσβυτέρου δὲ τὴν τάξιν, ἐψιλωμένου δὲ τῶν δι' ὧν ἡ διαδοχὴ τοῦ γένους, τοιάδε· «Νηστευτικός τε οὗτος ἦν, ὡς καὶ παρ' ὅλον μὲν τὸν χρόνον μὴ μόνον τὰς κατὰ διάταξιν τὴν μνήμην τοῦ κυριακοῦ πάθους φερούσας...» 11. τ ΕΚ ΤΗΣ ΕΝΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ 11. 1... ἄρκτων καὶ λεόντων χρήσασθαι, αὐτοῦ τε τοῦ ζῆν καὶ τῆς ἀρχῆς καὶ τῶν ἐπὶ τοῖς θηρίοις ἄθλων, εἰκοστὸν ἀπὸ γενέσεως διανύων ἔτος, ἀπεφθάρη. ἦν δὲ καὶ τὸν θυμὸν ἀκράτωρ, ὃ καὶ μάλιστα τοῦ ζῆν αὐτὸν ἐξεδίσκευσεν. διαλεγόμενος γάρ ποτε κατὰ τὸ παλάτιον τῷ Ἀρβαγάστῃ, ἐπείπερ αὐτὸν οἱ λόγοι πρὸς ὀργὴν ἀνέσειον, ξίφος ὥρμησε κατὰ τοῦ στρατηγοῦ σπάσασθαι· κωλυθεὶς δέ (ὁ γὰρ δορυφόρος ἐπέσχεν, οὗ τὸ ξίφος ἕλκειν ἐπεβάλλετο), κατὰ τὸ παρὸν λόγοις μὲν ἐπειρᾶτο τῆς ὑπονοίας τὸν Ἀρβαγάστην ἀπάγειν. ὁ δὲ διὰ τῶν λόγων τὴν ὑπόνοιαν αὐτοῦ μᾶλλον εὗρεν εἰς ἀκρίβειαν μεθισταμένην γνώσεως. καὶ γὰρ ἐπερωτήσαντι τῆς τοσαύτης ὁρμῆς τὴν αἰτίαν ἑαυτὸν διαχρήσασθαι Οὐαλεντινιανὸς ὑπεκρίνατο, διότι βασιλεύων οὐδὲν ὧν ἂν βούλοιτο πράττει. ὁ δὲ Ἀρβαγάστης, οὐδὲν πλέον τότε πολυπραγμονήσας, ὕστερον ἐν Βιέννῃ τῆς Γαλλίας ἠριστηκότα τὸν βασιλέα καὶ μεσούσης ἡμέρας κατὰ τὰ ἔρημα τῶν βασιλείων† ἐπὶ τὸν ποταμὸν τὸ χεῖλος οἷς ἐματαιοσπούδει καλινδούμενον θεασάμενος, πέμπει τινὰς κατ' αὐτοῦ τῶν ὑπασπιστῶν. οἱ δὲ τὸν δείλαιον χειρῶν ἰσχύϊ καὶ γνώμης ἀποπνίγουσιν ἀγριότησιν, οὐδὲ τῶν ὑπηρετουμένων τῷ βασιλεῖ τινος παρόντος. ὁ γὰρ καιρὸς αὐτοὺς ἀριστᾶν μετεπέμπετο. οἱ μέντοι γε τοῦτον ἀποπνίξαντες, ἵνα μὴ τὸ παραυτίκα πρὸς ζήτησίν τινες χωρήσωσι τῶν ἐργασαμένων, τὸ ἡμιτύβιον αὐτοῦ τῷ τραχήλῳ βρόχου τρόπον περιελίξαντες ἀναρτῶσιν, ὡς δι' αὐτοῦ γε τῇ οἰκείᾳ γνώμῃ ἀπαγξαμένου.

Intertext edge

Open linked passage

Note