Historia ecclesiastica Photius
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius">
—
⋯
Original / primary: Pg Scrape Grc
11.2.1
Ὅτι Ἀρβαγάστης τὸν Οὐαλεντινιανὸν ἀνελών, ἐπεὶ τὸ γένος 11. 2 αὐτὸν τῆς βασιλείας ἀπεκώλυσεν (βάρβαρος γὰρ ἦν αὐτὸν ὁ φυσάμενος), Εὐγένιόν τινα, μάγιστρον τὴν ἀξίαν, Ἕλληνα δὲ τὸ σέβας, βασιλέα Ῥωμαίων καθίστησι. μαθὼν δὲ ταῦτα Θεοδόσιος θατέρῳ μὲν τῶν παίδων Ὀνωρίῳ τὸν βασίλειον παρατίθησι στέφανον, ἐν ὅλῳ δὲ τῷ χειμῶνι τὰ πρὸς τὸν πόλεμον αὐτὸς ἐξαρτύεται. ἦρος δὲ ὑποφαίνοντος, ἐκστρατεύει κατὰ τοῦ τυράννου· καὶ ταῖς Ἄλπεσι προσβαλὼν ἐκράτησεν αὐτῶν προδοσίᾳ. συμπλακέντος δὲ τῷ τυράννῳ κατὰ τὸν ποταμόν (Ψυχρὸν ὕδωρ αὐτῷ τὴν ἐπωνυμίαν ποιοῦνται), καὶ μάχης καρτερᾶς γενομένης καὶ πολλῶν ἑκατέρωθεν ἀπολλυμένων, ὅμως ἡ νίκη τὸν τύραννον μυσαχθεῖσα τὴν ἔννομον βασιλείαν συνδιεκόσμει. συλλαμβάνεται τοίνυν ὁ τύραννος καὶ τῆς κεφαλῆς ἀποτέμνεται. ὁ μέντοι Ἀρβαγάστης τῆς σωτηρίας ἀπογνούς, ἐπιπεσὼν ἀναιρεῖ ἑαυτὸν τῷ ξίφει. μετὰ δὲ ταῦτα παραγεγονὼς ὁ βασιλεὺς ἐν Μεδιολάνῳ μεταπέμπεται τὸν ἑαυτοῦ παῖδα Ὀνώριον καὶ τὴν Ἑσπέρανἐγχειρίζει πᾶσαν. μετὰ δὲ τὴν κατὰ τοῦ τυράννου νίκην τῇ τοῦ ὑδέρου νόσῳ κρατηθεὶς τελευτᾷ τὸν βίον, βασιλεύσας δέκα καὶ ἓξ ἔτη, ἐν ὅλοις δὴ βασιλεύων εἰς ὑψηλοὺς τοῦ βίου καταλήξας τέρμονας· «ἐπί τε γὰρ νίκαις λαμπραῖς καὶ μοναρχήσας Ῥωμαίων καὶ δυοῖν βασιλέων πατέρα ἑαυτὸν ἐπιδὼν καὶ τούτοις ἀστασίαστον παραπέμψας τὴν βασιλείαν, κἀπὶ τῆς ἑαυτοῦ κλίνης εὐδαιμονέστατα προλείπει τὸν βίον, τοῦ θερμοῦ μοι δοκῶ κατὰ τῶν εἰδώλων ζήλου τοῦτο γέρας ἐξενεγκών.» Ταῦτα λέγων ὁ δυσσεβὴς περὶ τοῦ εὐσεβεστάτου Θεοδοσίου, οὐκ αἰσχύνεται κωμῳδεῖν αὐτὸν ἐπ' ἀκρασίᾳ βίου καὶ τρυφῆς ἀμετρίᾳ, δι' ἣν αὐτὸν ἁλῶναι γράφει καὶ τῷ τοῦ ὑδέρου νοσήματι.
11.3.1
Ὅτι Ἀρκαδίῳ μὲν ἐπ' Ἀνατολῆς Ῥουφῖνος παρεδυνάστευενκατὰ δὲ τὴν Δύσιν τῷ Ὀνωρίῳ τὴν αὐτὴν ὁ Στελίχων τάξιν διέσωζεν. ἑκάτερος γὰρ αὐτῶν ἑκατέρῳ τῶν Θεοδοσίου παίδων τὸ τῆς βασιλείας σχῆμα καὶ τὸ ὄνομα νέμειν οὐ παραιτούμενος, τὸ κράτος τῆς ἀρχῆς διὰ χειρὸς καὶ γλώσσης εἶχεν, ἐν ὑπάρχου προσηγορίᾳ βασιλεύων τοῦ βασιλεύοντος. οὐδέτερος δ' αὐτῶν οἷς ὑπῆρχεν τῶν βασιλέων ἔστεργεν· ὁ μὲν γὰρ Ῥουφῖνος καὶ τὸ τῆς βασιλείας ὄνομα εἰς ἑαυτὸν μεθέλκειν ἐτέχναζεν, ὁ Στελίχων δὲ τῷ ἑαυτοῦ παιδὶ Εὐχερίῳ περιάπτειν ἠγωνίζετο. ἀλλὰ τὸν μὲν Ῥουφῖνον ὁ ἀπὸ Ῥώμης ἀνακομισθεὶς στρατός, οἳ τῷ Θεοδοσίῳ κατὰ τοῦ τυράννου συνεστρατεύσαντο, ἐν τῷ λεγομένῳ τριβουναλίῳ πρὸς αὐτοῖς τοῖς τοῦ βασιλέως ποσὶ ταῖς μαχαίραις κατεκόψατο, τοῦτο μὲν ἔχοντες ἐντολὰς παρὰ Στελίχωνος ἐξεργάσασθαι, τοῦτο δὲ καὶ διότι μυκτηρίζων αὐτοὺς ἐπεφώρατο. καὶ κατ' ἐκείνην ἀπερράγη τὴν ἡμέραν τῆς ζωῆς καθ' ἣν οἱ στρατολόγοι μονονουχὶ τὴν ἀλουργίδα αὐτῷ περιεβάλοντο. Εὐμήκης δέ, φησίν, ὁ Ῥουφῖνος ἦν καὶ ἀνδρώδης· καὶ τὴν σύνεσιν αἵ τε τῶν ὀφθαλμῶν κινήσεις ἐδήλουν καὶ τῶν λόγων ἡ ἑτοιμότης. ὁ δὲ Ἀρκάδιος βραχὺς τῷ μεγέθει καὶ λεπτὸς τὴν ἕξιν καὶ ἀδρανὴς τὴν ἰσχὺν καὶ τὸ χρῶμα μέλας· καὶ τὴν τῆς ψυχῆς νωθείαν οἵ τε λόγοι διήγγελλον καὶ τῶν ὀφθαλμῶν ἡ φύσις, ὑπνηλῶς τε καὶ δυσαναφόρως αὐτοὺς δεικνῦσα καθελκομένους. ἃ καὶ τὸν Ῥουφῖνον ἠπάτα, ὡς ἐξ αὐτῆς μόνης τῆς ὄψεως ὁ στρατὸς αὐτὸν μὲν αἱρήσεται χαίρων βασιλέα, ἀποσκευάσεται δὲ τὸν Ἀρκάδιον. Τὴν μέντοι κεφαλὴν Ῥουφίνου τεμόντες τῷ στόματι λίθον ἐνέθεσαν, ἐπὶ καμάκου δ' ἀναρτήσαντος πανταχοῦ περιέθεον. καὶ τὴν δεξιὰν ὡσαύτως τεμόντες ἐν τοῖς ἐργαστηρίοις τῆς πόλεως περιῆγον «δότε τῷ ἀπλήστῳ» λέγοντες. καὶ πολὺ χρυσίον ἡ αἴτησις ἠρανίσατο· οἷα γὰρ ἐπὶ καταθυμίῳ θεάματι προθύμως τὸ χρυσίον οἱ ὁρῶντες ἀντεδίδοσαν. Ἀλλ' ὁ μὲν Ῥουφίνου τῆς βασιλείας ἔρως εἰς τοῦτο περιέκοψεν. καὶ τὸν Στελίχωνα δέ, ὡς οὗτος λέγει, ἐπιβουλὴν κατὰ τοῦ Ὀνωρίου συστησάμενον αὐτόν τε καὶ τοὺς συστασιώτας ὁ τὸ σύνθημα παρὰ τοῦ βασιλέως δεξάμενος στρατὸς ἀποσφάττουσιν.
11.4.1
Ὅτι Εὐτρόπιος, φησί, μετὰ Ῥουφῖνον ἐκ δούλων εὐνοῦχος εἰς τὰ βασίλεια παραδὺς καὶ τὴν τοῦ πραιποσίτου τιμὴν ἀναβάς, τοῖς παροῦσιν οὐκ ἠγάπησεν. ἀλλ' ἐπειδήπερ αὐτὸν ἡ ἐκτομὴ τῆς ἀλουργίδος ἀπεστέρει, πείθει βασιλέα πατρίκιόν τε αὐτὸν καὶ ὕπατον ἀναγράφειν. καὶ ἦν λοιπὸν πατὴρ ὁ εὐνοῦχος βασιλέως, ὁ μηδὲ τὸν τυχόντα παῖδα φῦναι δυνάμενος.
11.5.1
Ὅτι, φησί, Εὐτρόπιος προστάττει Καισαρίῳ τὴν Ῥουφίνου διαδεξαμένῳ ἀρχὴν Εὐνόμιον ἐκ τῶν Δακοροηνῶν ἐπὶ Τύανα μεταστῆσαι, ὑπὸ τῶν ἐκεῖ μοναστῶν τηρησόμενον. βασκαίνων γὰρ αὐτῷ τοῦ κλέους, οὐδὲ τὸν νεκρὸν αὐτοῦ ταφῆς τυχεῖν τῆς μετὰ τοῦ διδασκάλου συνεχώρει, καίτοι πολλὰ πολλῶν δεηθέντων· ἀλλὰ καὶ τὰς βίβλους αὐτοῦ δημοσίοις γράμμασιν ἀφανίζεσθαι διετάξατο.
11.6.1
Ὅτι, φησίν, Ἀρκάδιος ὁ βασιλεὺς μετὰ θάνατον τοῦ πατρὸς θυγατέρα Βαύδωνος ἄγεται γυναῖκα· ὁ δὲ βάρβαρος μὲν ἦν τὸ γένος, στρατηγίᾳ δὲ κατὰ τὴν Ἑσπερίαν διαπρέψας. τὸ δὲ γύναιον οὐ κατὰ τὴν τοῦ ἀνδρὸς διέκειτο νωθείαν, ἀλλ' ἐνῆν αὐτῇ τοῦ βαρβαρικοῦ θράσους οὐκ ὀλίγον. αὕτη δὲ θυγατέρας ἤδη τῷ Ἀρκαδίῳ δύο Πουλχερίαν καὶ Ἀρκαδίαν ἐγείνατο, ὕστερον δὲ καὶ Μαρῖναν καὶ υἱὸν ἐπέτεκε Θεοδόσιον. τότε δ' οὖν τῶν δύο παίδων μήτηρ οὖσα, παρὰ Εὐτροπίου περιυβρισθεῖσα ὡς καὶ ἀπειλὴν αὐτῇ ἐπενεγκεῖν τῶν βασιλείων θᾶττον ἀποπέμψασθαι, ὡς εἶχεν ἀγκαλισαμένη τὰ παιδία διὰ χειρὸς ἑκατέρας προσέρχεται τῷ ἀνδρί· καὶ κωκύουσά τε ἅμα καὶ τὰ βρέφη προτεινομένη, δακρύων ἠφίει λιβάδας, καὶ τἆλλα ἐποίει ὅσα γυνὴ φλεγμαίνουσα γυναικείᾳ τέχνῃ πρὸς τὸ παθητικώτερον ἐφελκύσαιτο τὸν ἄνδρα. Τῷ δὲ Ἀρκαδίῳ οἶκτός τε τῶν παίδων εἰσῄει, ἐκ τῆς πρὸς τὴν μητέρα συμπαθείας βραυκανομένων, καὶ ὀργὴ ἀνήφθη. καὶ δὴ τότε τοῖς τε θυμοῖς καὶ τῇ δι' αὐτῶν ἐμβριθείᾳ τῶν λόγων ὁ Ἀρκάδιος βασιλεὺς ἦν. ὅθεν αὐτίκα τὸν Εὐτρόπιον τιμῆς τε ἁπάσης περιδύει καὶ τὸν πλοῦτον ἀφαιρεῖται καὶ εἰς Κύπρον τὴν νῆσον φυγαδεύει. Μετ' οὐ πολὺ δέ τινων ἀπενεγκάντων κατ' αὐτοῦ γραφήν, ὡς ὁπόταν ὕπατος ἐγεγόνει κοσμήμασιν ἀπεχρήσατο, οἷς οὐδενὶ τῶν ἄλλων ἐξῆν μὴ ὅτι γε μόνῳ βασιλεῖ, μετάπεμπτος ἀπὸ Κύπρου γίνεται. καὶ συνεδρίου κατὰ τὸ καλούμενον Παντιχῖον καθεσθέντος (Αὐριλιανὸς δ' ὁ ὕπαρχος καὶ ἕτεροι τῶν ἐν ταῖς ἀρχαῖς ἐπιφανῶν ἀρχόντων διεσκόπουν τὰ κατηγορούμενα), αἰτίαις ὁ Εὐτρόπιος ἁλοὺς τὴν κεφαλὴν ἀφαιρεῖται. Ἀλλ' ὁ μὲν Φιλοστόργιος ταῦτα περὶ Εὐτροπίου λέγει· ἕτεροι δὲ ἄλλας αἰτίας καὶ τοῦ παραλυθῆναι τῆς ἀρχῆς καὶ τῆς ὑπερορίας καὶ δὴ καὶ τοῦ θανάτου ἀνιστοροῦσιν.
11.7.1
«Ὅτι, φησίν, κατὰ τοὺς ἐπ' ἐμὲ γεγενημένους χρόνους τοσαύτη φθορὰ γέγονεν ἀνθρώπων, ὅση οὐδεὶς χρόνος ἐξ αἰῶνος ἔγνω,» καὶ ταύτην ἄρα καὶ τὸν ξιφίαν σημαίνειν ἀστέρα. οὐ γὰρ μόνον τὸ μάχιμον ὥσπερ πάλαι κατὰ τοὺς ἔμπροσθεν πολέμους ἀπανηλώθη, οὐδ' ἐν μέρει γῆς τὰ πάθη συνέστη· ἀλλὰ πάντα μὲν διεφθείρετο γένη, πᾶσα δ' ἀπόλωλεν ἡ Εὐρώπη, καὶ τῆς Ἀσίας οὐκ ὀλίγη μοῖρα συνδιεφθάρη, ἀλλὰ καὶ τῆς Λιβύης ἡ πολλὴ καὶ μάλιστά γε ὅση Ῥωμαίοις ὑποτελεῖ. βαρβαρικὴ μὲν γὰρ τὸ τῆς φθορᾶς πλῆθος εἰργάζετο μάχαιρα, λιμοὶ δὲ καὶ λοιμοὶ καὶ θηρίων ἀγρίων ἀγέλαι συνεπετίθεντο, σεισμοί τε ἐξαίσιοι πόλεις καὶ οἰκίας ἀνασπῶντες ἐκ βάθρων εἰς τὸ ἀφυκτότατον τὸν ὄλεθρον ἐναφίεσαν. καὶ χάσματα δὲ γῆς ἐνιαχόθι τοῖς οἰκήτορσιν ὑπορρηγνυμένης τάφος ἦν αὐτοσχέδιος, ἐπικλυσμοί τε τῶν ἐξ ἀέρος ὑδάτων καὶ κατ' ἄλλους αὐχμοὶ φλογώδεις, πρηστῆρές τε ἔστιν οἷς ἐμβαλλόμενοι ποικίλον τε τὸ δεινὸν ἐποίουν καὶ ἀφόρητον. ναὶ δὴ καὶ χάλαζα μείζων ἢ κατὰ χερμάδα πολλαχοῦ γῆς κατεφέρετο· ἄχρι γὰρ καὶ ὀκτὼ τῶν λεγομένων λιτρῶν ἕλκουσα βάρος ὤφθη κατασκήψασα. χιόνος δὲ πλῆθος καὶ κρυμῶν ὑπερβολαί, οὓς ἄλλη πληγὴ οὐ προανήρπασεν, τούτους καταλαμβάνουσαι τοῦ βίου ἐξήλαυνον, καὶ σαφῶς τὴν θείαν ἀνεκήρυττον ἀγανάκτησιν. οὗ καθ' ἕκαστον ἐπεξελθεῖν ὑπὲρ πᾶσαν ἀνθρωπίνην ἂν εἴη δύναμιν.
11.8.1
Ὅτι τῶν Οὔννων, φησίν, οἱ μὲν τῆς ἐντὸς Ἴστρου Σκυθίας τὴν πολλὴν χειρωσάμενοι καὶ διαφθείραντες πρότερον, ἔπειτα παγέντα τὸν ποταμὸν διαβάντες, ἀθρόως εἰς τὴν Ῥώμην εἰσήλασαν, καὶ κατὰ πᾶσαν ἀναχθέντες τὴν Θρᾴκην, ὅλην τὴν Εὐρώπην ἐληΐσαντο· οἱ δὲ πρὸς ἥλιον ἀνίσχοντα τὸν Τάναϊν ποταμὸν διαβάντες καὶ τῇ Ἑῴᾳ ἐπεισρυέντες, δι' Ἀρμενίας τῆς μεγάλης εἰς τὴν καλουμένην Μελιτινὴν κατερράγησαν. ἐκ ταύτης δὲ Εὐφρατησίαν τε ἐπέθεσαν καὶ μέχρι τῆς κοίλης Συρίας ἤλασαν, καὶ τὴν Κιλικίαν καταδραμόντες φόνον ἀνθρώπων εἰργάσαντο ἀνιστόρητον. Οὐ μόνον δὲ ἀλλὰ καὶ Μάζικες καὶ Αὐξωριανοὶ (μεταξὺ δὲ Λιβύης καὶ Ἄφρων οὗτοι νέμονται) κατὰ μὲν τὸ ἑωθινὸν αὐτῶν κλίμα τὴν Λιβύην ἐξηρήμωσαν, καὶ τῆς Αἰγύπτου μοῖραν οὐκ ἐλαχίστην συνδιώλεσαν, Ἄφροις τε ἐμβαλόντες κατὰ δυόμενον ἥλιον τὰ παραπλήσια ἔδρασαν. Ἀλλ' ἐπὶ τούτοις πᾶσι καὶ Τριγίβιλδος, ἀνὴρ Σκύθης μὲν γένος τῶν νῦν ἐπικαλουμένων Γότθων (πλεῖστα γὰρ καὶ διάφορα τούτων ἐστὶν τῶν Σκυθῶν γένη), οὗτος δὴ δύναμιν βαρβαρικὴν ἔχων καὶ τῆς Φρυγίας ἐν τῇ Νακωλείᾳ καθεζόμενος καὶ κόμητος ἔχων τιμήν, ἐκ φιλίας εἰς ἔχθραν Ῥωμαίων ἀπορραγείς, ἀπ' αὐτῆς Νακωλείας ἀρξάμενος, πλείστας τε πόλεις τῆς Φρυγίας εἷλεν καὶ πολὺν φόνον ἀνθρώπων εἰργάσατο. ἐφ' ὃν Γαϊνᾶς ὁ στρατηγὸς ἐκπεμφθεὶς (βάρβαρος δ' ἦν καὶ αὐτὸς) προὔδωκε τὴν νίκην, τὰ ἴσα καὶ αὐτὸς Ῥωμαίοις δρᾶσαι διανοούμενος. ἐκεῖθεν ὁ Τριγίβιλδος, ὡς δῆθεν τὸν Γαϊνᾶν διαφυγών, τήν τε Πισιδίαν καὶ τὴν Παμφυλίαν ἐπιὼν κατελυμήνατο· εἶτα πολλαῖς καὶ αὐτὸς πρότερον δυσχωρίαις τε καὶ Ἰσαυρικαῖς μάχαις περιθραυσθεὶς τὴν ἰσχὺν ἐπὶ τὸν Ἑλλήσποντον διασώζεται· καὶ περαιωθεὶς ἐπὶ τὴν Θρᾴκην οὐ μετὰ πολὺ διαφθείρεται. Γαϊνᾶς δὲ μετὰ τὴν προδοσίαν ἐν τῷ τοῦ στρατηγοῦ σχήματι πρὸς τὴν Κωνσταντινούπολιν ἐπανελθών, εἰς μελέτην ἧκεν ταύτην παραστήσασθαι. οὐρανία δέ τις ἔνοπλος ἐπιφανεῖσα δύναμις καὶ τοὺς ἐπιβαλεῖν ὁρμηθέντας τῇ πράξει δειματώσασα, τὴν μὲν πόλιν τῆς ἁλώσεως ῥύεται, ἐκείνους δὲ φωραθέντας ταῖς ἀνθρωπίναις δίκαις ἐκδίδωσι. καὶ φόνος αὐτῶν ἐρρύη πολύς· ὁ δὲ Γαϊνᾶς εἰς τοσοῦτον κατέστη δέους, ὡς αὐτίκα νυκτὸς ἐπεχούσης μεθ' ὅσων ἠδύνατο, τοὺς ἐπὶ τῶν πυλῶν βιασάμενος, ἐξελαύνει τῆς πόλεως. ἐπεὶ δὲ ἡ Θρᾴκη ἐξηρήμωτο, καὶ οὔτε παρέχειν τι τῶν ἐπιτηδείων ἦν δυνατὴ οὔτε φθορὰν ἄλλην ἐνεγκεῖν, ἐπὶ Χερρόνησον ὁ Γαϊνᾶς στέλλεται, σχεδίαις διανοούμενος ἐπὶ τὴν Ἀσίαν διαπεραιοῦσθαι. Διαγνωσθείσης δὲ τῷ βασιλεῖ τῆς αὐτοῦ διανοίας, πέμπεται στρατηγὸς κατ' αὐτοῦ Φραυΐτας, Γότθος μὲν τὸ γένος, Ἕλλην δὲ τὴν δόξαν, πιστὸς δ' οὖν Ῥωμαίοις καὶ τὰ πολέμια κράτιστος. οὗτος, ἐν ᾧ Γαϊνᾶς προέπεμπεν τὸν ὑπ' αὐτῷ στρατὸν ταῖς σχεδίαις διαπεραιοῦσθαι, νηΐτῃ στόλῳ συμπλέκεται ταύταις, καὶ ἐκ τοῦ ῥᾴστου πάντας τοὺς συμπλέοντας ταῖς σχεδίαις διαφθείρει. ἐξ οὗ Γαϊνᾶς τὰ καθ' ἑαυτὸν ἀπογνοὺς εἰς τὰ τῆς Θρᾴκης ἀνωτέρω φεύγει. καί τινες τῶν Οὔννων οὐ πολλοῦ διαρρυέντος χρόνου ἐπελθόντες αὐτὸν ἀναιροῦσι, καὶ ἡ κεφαλὴ ταριχευθεῖσα εἰς Κωνσταντινούπολιν ἐκομίσθη. Χωρὶς δὲ τῶν εἰρημένων κακῶν καὶ τὸ Ἰσαύρων γένος παντοδαποὺς ἐπήνεγκεν ὀλέθρους. πρὸς μὲν γὰρ ἥλιον ἀνίσχοντα τήν τε Κιλικίαν κατέδραμον καὶ τὴν ὅμορον Συρίαν, οὐ τὴν κοίλην μόνον, ἀλλὰ καὶ τὴν ἄλλην, μέχρι Περσῶν αὐτῶν ἀφικόμενοι. κατὰ δὲ ἰάπυγα ἄνεμον καὶ θρασκίαν Παμφυλίαν τε ἐπῆλθον καὶ Λυκίους διέφθειρον. Κύπρον τε τὴν νῆσον καταστρεψάμενοι, Λυκάονάς τε καὶ Πισίδας ᾐχμαλώτισαν. καὶ Καππαδοκίας τὸ πλεῖστον ἀναστήσαντες, ἄχρι καὶ ἐπὶ τὸν Πόντον διεκινδύνευσαν· καὶ τῶν ἄλλων βαρβάρων τὰ χείριστα τοὺς ἁλισκομένους οὗτοι διέθεντο. 12. τ ΕΚ ΤΗΣ ΔΩΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ 12. 1 Ὅτι Φιλοστόργιος, καὶ ἐν ἄλλοις πολλοῖς Στελίχωνος κατατρέχων, καὶ τυραννίδος ἔνοχον γράφει· καὶ ὡς Ὀλύμπιός τις τῶν μαγίστρων, φερόμενον κατὰ τοῦ βασιλέως ἐν τῷ παλατίῳ τὸ ξίφος ἀντιλαβὼν τῇ χειρί, ἑαυτὸν μὲν ἐλυμήνατο, τὸν βασιλέα δὲ διέσωσεν, καὶ συνεργὸς αὐτῷ κατέστη πρὸς τὴν ἀναίρεσιν Στελίχωνος κατὰ τὴν Ῥάβενναν διατρίβοντος. Ἄλλοι δὲ οὐκ Ὀλύμπιον, ἀλλ' Ὀλυμπιόδωρόν φασιν· οὐδ' ἐπαμῦναι τῷ βασιλεῖ, ἀλλ' ἐπιβουλεῦσαι τῷ εὐεργέτῃ Στελίχωνι καὶ εἰς τυραννίδα συκοφαντῆσαι αὐτόν. καὶ οὐδὲ μάγιστρον τηνικαῦτα εἶναι, ἀλλ' ὕστερον, μετὰ τὸν ἄδικον τοῦ Στελίχωνος φόνον, ἔπαθλον τὴν ἀξίαν λαβεῖν. ἀλλ' οὐκ εἰς μακρὰν καὶ αὐτὸν ῥοπάλοις ἀναιρεθέντα τῆς μιαιφονίας τὴν δίκην ἀποτῖσαι τῷ Στελίχωνι.