Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia ecclesiastica Photius
PhilostrogiusPhot 12 · pg-scrape-grcMore by Philostrogius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.2.1
Ὅτι κατὰ τοὺς προειρημένους χρόνους Ἀλλάριχος Γότθος τὸ γένος, περὶ τὰ τῆς Θρᾴκης ἄνω μέρη δύναμιν ἀθροίσας, ἐπῆλθεν τῇ Ἑλλάδι καὶ τὰς Ἀθήνας εἷλεν καὶ Μακεδόνας καὶ τοὺς προσεχεῖς Δαλμάτας ἐληΐσατο. ἐπῆλθε δὲ καὶ τὴν Ἰλλυρίδα, καὶ τὰς Ἄλπειςδιαβὰς ταῖς Ἰταλίαις ἐνέβαλεν. Στελίχωνι δ', ὡς οὗτος λέγει, ζῶντι μετάπεμπτος ἦν, ὃς αὐτῷ καὶ τὰς τῶν Ἄλπεων πύλας διήνοιξεν. καὶ γὰρ ἐπιβουλὰς πάσας τὸν Στελίχωνα κατὰ βασιλέως παλαμᾶσθαι, καὶ μηδ' ὅτι γαμβρὸν αὐτὸν εἶχεν ἐπὶ θυγατρὶ δυσωπεῖσθαι, ἀλλὰ καὶ φάρμακον αὐτῷ ἀγονίας ἐγκεράσασθαι. ἐλελήθει δὲ ἄρα ἑαυτόν, ἐν τῷ σπουδάζειν τὸν υἱὸν Εὐχέριον ἀνακηρύξειν παρανόμως βασιλέα, τὸν ἀπόγονον τῆς κατὰ διαδοχὴν καὶ θεσμὸν βασιλείας προεκθερίζων καὶ ζημιούμενος. οὕτω δὲ κατάφωρον καὶ ἀδεᾶ τὴν τυραννίδα προενεγκεῖν τὸν Στελίχωνα λέγει, ὡς καὶ νόμισμα, μορφῆς λειπούσης μόνης, κόψασθαι.
12.3.1
Ὅτι, Στελίχωνος ἀνῃρημένου, οἱ συνόντες βάρβαροι τὸν ἐκείνου παῖδα λαβόντες τὴν ταχίστην ᾤχοντο. καὶ τῇ Ῥώμῃ πλησιάσαντες, τὸν μὲν ἐφεῖσαν εἴς τι τῶν ἀσύλων ἱερὸν καταφυγεῖν, οἱ δὲ τὰ τῆς πόλεως πέριξ ἐπόρθουν, τὸ μὲν τῷ Στελίχωνι τιμωροῦντες, τὸ δὲ λιμῷ πιεζόμενοι. ἐπεὶ δὲ παρὰ Ὀνωρίου γράμμα κρεῖττον τῆς ἀσυλίας γενόμενον ἀναιρεῖ τὸν Εὐχέριον, διὰ ταῦτα συμμίξαντες οἱ βάρβαροι Ἀλλαρίχῳ εἰς τὸν πρὸς Ῥωμαίους αὐτὸν ἐξορμῶσι πόλεμον. Ὁ δὲ θᾶττον καταλαμβάνει τὸν Πόρτον. μέγιστον δὴ οὗτος νεώριον Ῥώμης, λιμέσι τρισὶ περιγραφόμενον καὶ εἰς πόλεως μικρᾶς παρατεινόμενον μέγεθος· ἐν τούτῳ δὲ καὶ ὁ δημόσιος ἅπας σῖτος κατὰ παλαιὸν ἔθος ἐταμιεύετο. ἑλὼν δὲ ῥᾷον τὸν Πόρτον, καὶ τῇ σιτοδείᾳ ἢ ταῖς ἄλλαις μηχαναῖς πολιορκήσας τὴν Ῥώμην κατὰ κράτος αἱρεῖ· καὶ ψηφισαμένων τῶν Ῥωμαίων (τοῦτο γὰρ αὐτοῖς Ἀλλάριχος ἐνεδίδου), Ἄτταλον αὐτοῖς ἀναγορεύει βασιλέα. οὗτος δὲ Ἴων μὲν ἦν τὸ γένος, Ἕλλην δὲ τὴν δόξαν, τῆς αὐτῆς δὲ πόλεως ἔπαρχος. Οὗτος δὲ λοιπὸν μετὰ τὴν ἀναγόρευσιν τὸ λείψανον τῶν Ῥωμαίων, ὅπερ ὁ λιμὸς αὐτὸς καὶ ἡ ἀλληλοφαγία ὑπελείπετο, τροφὴν αὐτοῖς κομίζειν ἀπὸ τοῦ Πόρτου ἐφίησιν. εἶτα τὸν Ἄτταλον λαβὼν καὶ στρατηγοῦ σχῆμα πληρῶν αὐτῷ, ἐπὶ τὴν Ῥάβενναν κατὰ Ὀνωρίου στρατεύει. καὶ κελεύει Ἄτταλος τὸν Ὀνώριον τὸν ἰδιώτην ἀνθελέσθαι βίον, καὶ τῶν τοῦ σώματος ἀκρωτηριῶν τῇ περιτομῇ τὴν τοῦ ὅλου σωτηρίαν ὠνήσασθαι. Σάρος δέ, ὃς μετὰ Στελίχωνα τὴν στρατηγικὴν ἀρχὴν Ὀνωρίου δεδωκότος εἶχεν, συμβαλὼν Ἀλλαρίχῳ, κρατεῖ τῇ μάχῃ καὶ τῆς Ῥαβέννης ἀποδιώκει. ὁ δὲ τὸν Πόρτον καταλαβών, ἀποδύει μὲν τῆς βασιλείας τὸν Ἄτταλον, οἱ μέν φασιν μὴ εὔνουν εἶναι διαβληθέντα, οἱ δὲ διότι σπονδὰς διενοεῖτο πρὸς Ὀνώριον θέσθαι, καὶ τὸ δοκοῦν ἐμποδὼν ἑστάναι δέον ἡγεῖτο προαποσκευάσασθαι. μετὰ τοῦτο πρὸς Ῥάβενναν ὁ Ἀλλάριχος ἐπανελθὼν καὶ σπονδὰς προτείνων, ὑπὸ τοῦ προειρημένου διεκρούσθη Σάρου, φαμένου τὸν δίκας ὀφείλοντα τῶν τολμηθέντων μὴ ἂν ἄξιον εἶναι φίλοις συντάττεσθαι. Ἐκεῖθεν Ἀλλάριχος ὀργισθεὶς μετὰ ἐνιαυτὸν τῆς προτέρας ἐπὶ τὸν Πόρτον ἐφόδου ὡς πολέμιος ἐπελαύνει τῇ Ῥώμῃ. καὶ τὸ ἐντεῦθεν τῆς τοσαύτης δόξης τὸ μέγεθος καὶ τὸ τῆς δυνάμεως περιώνυμον ἀλλόφυλον πῦρ καὶ ξίφος πολέμιον καὶ αἰχμαλωσία κατεμερίζετο βάρβαρος. ἐν ἐρειπίοις δὲ τῆς πόλεως κειμένης, Ἀλλάριχος τὰ κατὰ Καμπανίαν ἐληΐζετο, κἀκεῖ νόσῳ φθείρεται.
12.4.1
Ὁ δὲ τῆς αὐτοῦ γυναικὸς ἀδελφὸς...................................................................................................................................................... βαρβαρικοῦ γὰρ γένους τοῦ Σαυρομάτων χρηματίζειν αὐτούς, καὶ συναφθῆναι τότε τῷ ὀστρακίνῳ20 γένει τὸν ἐκ σιδήρου20 τὴν γένεσιν ἕλκοντα. οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡνίκα πάλιν Ἀδαοῦλφος γαμικαῖς ὁμιλίαις τῇ Πλακιδίᾳ συνήπτετο· τὴν γὰρ ὀστρακίνην20 φύσιν.................................................................................................................................................................................... ἐλπίδας τρέφων, ὡς αὐτὸς καταπολεμήσας Ἀδαοῦλφον τὴν Πλακιδίαν νυμφεύσαιτο. οὐ πολὺ δὲ τὸ μέσον καὶ πολλὰ δραματουργήσας, ἐξ ὀργῆς Ἀδαοῦλφος ὑπό τινος τῶν οἰκείων ἀποσφάττεται. ἐκ τούτου τὸ βάρβαρον πρὸς Ὀνώριον σπένδεται· καὶ τὴν οἰκείαν ἀδελφὴν καὶ τὸν Ἄτταλον τῷ βασιλεῖ παρατίθενται αὐτοί, σιτήσεσί τε δεξιωθέντες καὶ μοῖράν τινα τῆς τῶν Γαλατῶν χώρας εἰς γεωργίαν ἀποκληρωσάμενοι.
12.5.1
Μετὰ ταῦτα δὲ καὶ ἡ Ῥώμη τῶν πολλῶν κακῶν ἀνασχοῦσα συνοικίζεται· καὶ ὁ βασιλεὺς αὐτῇ παραγεγονώς, χειρὶ καὶ γλώττῃ τὸν συνοικισμὸν ἐπεκρότει. ὑπὲρ δὲ βήματος ἀναβάς, ὃ τὴν πρώτην αὐτῷ βαθμίδα τὸν Ἄτταλον διαβαίνειν ἐπετίθει........................................................................... δεξιᾶς χειρὸς ἀπέτεμεν τοὺς βʹ δακτύλους, ὧν ὁ μὲν............ ὁ δὲ λιχανὸς ἔχει τὴν κλῆσιν· καὶ εἰς Λίπαρα τὴν νῆσον τούτους φυγαδεύει, μηδενὸς ἄλλου κακοῦ πρὸς πεῖραν καταστήσας, ἀλλὰ καὶ τὰς εἰς τὸν βίον χρείας παρασχόμενος..............
12.6.1
Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἰωβιανός τε ἐπανέστη............. εἰς φθορὰν ἀπέσβη, καὶ Σεβαστιανὸς ὁ ἀδελφὸς αὐτοῦ τοῖς ἴσοις ἐποφθαλμήσας, τὴν ἴσην ἔδωκε δίκην. ὁ δ' Ἡρακλειανὸς μιμησάμενος τούτους καὶ πλέον τῷ τῆς τύχης γέλῳ ἐπιβάς, εὐκλεεστέραν ἔσχεν τὴν καταστροφήν, τῆς θείας ἐμφανῶς ἐπικηρυττούσης.... οὐδὲ ἀκόσμητον ἐᾷ, οὐδὲ χαίρει τοῖς τυραννοῦσιν, ἀλλ' οἷς ὁ κατὰ θεσμὸν βασιλεὺς ἁρμόζει, τούτῳ καὶ αὐτὴ συμπαρατάττεται.
12.7.1
Ὅτι, τελευτήσαντος Ἀρκαδίου, διάδοχος τῆς ἑῴας ἀρχῆς κομιδῇ νέος ὢν Θεοδόσιος ὁ παῖς ἀναδείκνυται. συνῆν δ' αὐτῷ καὶ Πουλχερία ἡ ἀδελφὴ τὰς βασιλικὰς σημειώσεις ὑπηρετουμένη καὶ διευθύνουσα.
12.8.1
Ὅτι, Θεοδοσίου τῆς τῶν μειρακίων ἡλικίας ἐπιβεβηκότος, καὶ τοῦ μηνὸς Ἰουλίου εἰς ἐννέα ἐπὶ δεκάτῃ διαβαίνοντος, περὶ ὀγδόην τῆς ἡμέρας ὥραν ὁ ἥλιος οὕτως βαθέως ἐκλείπει, ὡς καὶ ἀστέρας ἀναλάμψαι· καὶ αὐχμὸς οὕτω τῷ πάθει συνείπετο, ὡς πολλῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων ἀσυνήθη φθορὰν πανταχοῦ φέρεσθαι. Ἐκλείποντι δὲ τῷ ἡλίῳ φέγγος τι κατὰ τὸν οὐρανὸν συνανεφάνη, κώνου σχῆμα παραδυόμενον, ὅ τινες ἐξ ἀμαθίας ἀστέρα κομήτην ἐκάλουν. καὶ γὰρ ὧν ἐκεῖνος ἐδείκνυ οὐδὲν ἦν κομήτου παράσημον· οὔτε γὰρ τὸ φέγγος εἰς κόμην ἀπέβαινεν οὔτε ἀστέρι ὅλως ἐῴκει, ἀλλ' οἷον λύχνου τις μεγάλη φλὸξ ὑπῆρχεν καθ' ἑαυτὴν ὁρωμένη, μηδενὸς ἀστέρος θρυαλλίδος αὐτῷ τινος μορφὴν ὑποτρέχοντος· ἀλλὰ γὰρ καὶ τῇ κινήσει παρήλλαττεν. καὶ γὰρ κινηθεὶς ὅθεν ὁ ἥλιος κατὰ ἰσημερίαν ἀνίσχει, ἐκεῖθεν τὸν κατὰ τῆς οὐρᾶς ἄρκτου τεταγμένον ἔσχατον ἀστέρα ὑπερενεγκὼν ἠρέμα προὔβαινεν πορευόμενος ἐπὶ δυσμάς. ἐπεὶ δὲ διεμέτρει τὸν οὐρανόν, ἀφανὴς ἦν, πλείους τεσσάρων μηνῶν ἐξανυσθείσης αὐτῷ τῆς πορείας. ἡ δὲ κορυφὴ τοῦ φέγγους νῦν μὲν εἰς μῆκος μέγα ὠξύνετο ὡς ἐκβαίνειν τοὺς τοῦ κώνου λόγους, νῦν δὲ πρὸς τὸ ἐκείνου μέτρον συνεστέλλετο. καὶ ἄλλα δὲ παρεῖχεν τερατώδη θεάματα δι' ὧν τῆς τῶν συνήθων φασμάτων ἐξηλλάττετο φύσεως. ἤρξατο δὲ ἀπὸ μέσου θέρους σχεδόν τι μέχρι τῆς τοῦ μετοπώρου τελευτῆς. Γέγονεν δὲ ἄρα καὶ τοῦτο τὸ σημεῖον πολέμων μεγάλων καὶ φθορᾶς ἀνθρώπων οὐ ῥητῆς. τῷ δὲ ἑξῆς ἔτει ἤρξαντο σεισμοὶ οὐ ῥᾴους ὄντες τοῖς προλαβοῦσι παραβαλεῖν, τοῖς δὲ σεισμοῖς καὶ πῦρ οὐρανόθεν συγκαταρρηγνύμενον πάσας ἐλπίδας σωτηρίας περιέκοπτεν· πλήν γε φθορὰν ἀνθρώπων οὐκ ἐνειργάσατο, ἀλλ' ἡ θεία εὐμένεια πνεῦμα σφοδρὸν καθιεῖσα καὶ τὸ πῦρ πανταχόθεν περιελάσασα κατὰ τῆς θαλάσσης ἀπέρριψεν. καὶ ἦν ἰδεῖν ξένην θέαν, τῶν κυμάτων ἐπὶ πλεῖστον ὥσπερ τινῶν λασίων χωρίων τῷ πυρὶ καταφλεγομένων, ἄχρι τελείως τὸ φλέγον ἐναπέσβη τῷ πελάγει.
12.9.1
Ὅτι κατὰ πολλοὺς τόπους τῶν σεισμῶν γενομένων ὤφθησαν ὀροφαὶ οἰκιῶν ἀπ' ἀλλήλων μετὰ μεγάλων πατάγων καὶ ἀραγμῶν διαστᾶσαι, ὡς καὶ τοὺς ἔνδον παρατυχόντας καθαρῶς τῇ ὄψει τὸν οὐρανὸν ὑποβάλλειν· καὶ μετὰ τὴν τοσαύτην διάστασιν οὕτως πάλιν ἁρμοσθεῖσαί τε καὶ συναφθεῖσαι, ὡς μηδεμίαν αἴσθησιν τοῦ νεωτερισθέντος μηδενὶ παρασχεῖν. τὸ αὐτὸ δὲ τοῦτο πάθος καὶ περὶ τὰ ἐδάφη πολλαχοῦ συνηνέχθη. καὶ γὰρ σιτοβολῶνες τοὺς κάτωθεν οἰκοῦντας ἀπέπνιξαν, τὸν σῖτον αὐτοῖς ἀθρόον ἐπιχεάμενοι διὰ τῶν πάτων· καὶ πάλιν οὕτως παρέσχον τὸ ἔδαφος ἡρμοσμένον, ὡς ἐξαπορεῖν ἅπαντας πόθεν ὁ φονεὺς ἐπερρύη σῖτος. Καὶ ἄλλα δὲ τοιουτότροπα πάθη τηνικαῦτα ἐνεοχμώθη, δεικνύντα μὴ φυσικῇ τινι ταῦτα προελθεῖν ἀκολουθίᾳ, ὡς Ἑλλήνων παῖδες ληροῦσιν, ἀλλὰ θείας ἀγανακτήσεως μάστιγας ἐπαφεθῆναι.
12.10.1
Ὅτι διαφόροις ἐπιχειρήμασι κατασκευάζειν πειρᾶται τοὺς σεισμοὺς μήτε διὰ πλημμύραν ὑδάτων συνίστασθαι μήτε πνευμάτων ἐναπολαμβανομένων τοῖς κόλποις τῆς γῆς, ἀλλὰ μηδὲ γῆς τινος ὅλως παρεγκλίσει, μόνῃ δὲ τῇ θείᾳ γνώμῃ πρὸς ἐπιστροφὴν καὶ διόρθωσιν τῶν ἁμαρτανομένων. καὶ ταῦτά φησιν ἰσχυριζόμενον λέγειν, διότι τὰ τηλικαῦτα πάθη μὴ δύναται μηδέτερον τῶν εἰρημένων στοιχείων κατὰ φυσικὴν ἀποτελεῖν δύναμιν. ἐπεὶ θεοῦ γε βουληθέντος καὶ ψεκὰς ἂν ἡ σμικροτάτη προσπεσοῦσα καὶ νιφὰς ἡ κουφοτάτη τὸν Ὄλυμπον τῆς Μακεδονίας ἤ τι ἄλλο τῶν μεγίστων ὀρῶν κινήσειεν ἂν ῥᾳδίως. ἐπεὶ καὶ φαίνεται πολλάκις τὸ θεῖον ἐπὶ παιδείᾳ τῶν ἀνθρώπων τούτοις χρώμενον. τήν τε γὰρ Ἐρυθρὰν θάλασσαν, ῥᾷον ὂν ἀθρόον διαστῆσαι, νότῳ βιαίῳ20 πρότερον μαστιγώσας καὶ συνωθήσας οὕτω διέστησεν, τῇ τοῦ νότου φύσει μηδεμιᾶς δυνάμεως τοιαύτης ἐγκαθιδρυμένης, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς ὑπερφυῶς αὐτῷ χρησαμένης πρὸς τὸ οἰκεῖον βούλημα· καὶ ῥάβδος20 δὲ πηγὰς ἐκ πέτρας20 ναμάτων πλήττουσα προχέει, καὶ Ἰορδάνου ῥεῖθρα καθαίρουσι λέπραν, οὐ τῆς φύσεως αὐτῶν ταῦτα δρᾶν ἐνδυναμούσης, τοῦ δὲ πλάστου μεταπλάττειν ἕκαστον τῶν δημιουργημάτων πρὸς ἣν ἂν ἐθέλῃ χρείαν πολλὴν καὶ ἀκώλυτον ἔχοντος τὴν ἐξουσίαν.
12.11.1
Ὅτι μετὰ θάνατον Εὐδοξίου, ὃς τῆς ἐν Κωνσταντινουπόλει Εὐνομιανῆς συναγωγῆς ἐπῆρχεν, Λουκιανὸς ἀντικαθίσταται, παῖς ὢν ἀδελφῆς Εὐνομίου. τοῦτον δή φασιν, εἰς φιλαργυρίαν τε καὶ τὰ συγγενῆ κατολισθήσαντα πάθη καὶ τὴν ἐπ' αὐτοῖς ὑφορώμενον δίκην, ἀποσχίσαι μὲν τῆς ἄλλης Εὐνομιανῶν μοίρας, ἰδίας δὲ συμμορίας ἀρχηγὸν ἑαυτὸν ἀναδεῖξαι, καὶ συντάγματος οὐκ εὐκαταφρονήτου ἄρξαι, πάντων τῶν ἐπιρρήτων τε καὶ ποικίλοις πάθεσι καθωπλισμένων πρὸς αὐτὸν ἀπερρυηκότων.
12.12.1
Ὅτι Ὀνώριος ὁ βασιλεὺς Κωνστάντιον τὸν στρατηγὸν κατὰ τιμὴν τοῦ κήδους εἰς τὸ τῆς βασιλείας προσλαμβάνεται σκῆπτρον, ἤδη καὶ παῖδα Οὐαλεντινιανὸν τῆς Πλακιδίας αὐτῷ γειναμένης· ᾧ καὶ τὴν τοῦ ἐπιφανεστάτου περιῆψεν ὁ Ὀνώριος ἀξίαν. αἱ δὲ τοῦ Κωνσταντίου εἰκόνες, ὡς ἔθος ἦν τοῖς ἄρτι παρελθοῦσιν εἰς βασιλείαν πράττειν, ἀναπέμπονται πρὸς τὴν Ἑῴαν· ἀλλ' ὅ γε Θεοδόσιος, οὐκ ἀρεσκόμενος τῇ ἀναρρήσει, οὐ προσίετο ταύτας. καὶ δὴ Κωνσταντίῳ, παρασκευαζομένῳ διὰ τὴν ὕβριν ἐπὶ πόλεμον, καὶ τῆς ζωῆς καὶ τῶν φροντίδων ἐπιστὰς ὁ θάνατος τὴν ἀπαλλαγὴν παρέχει, βασιλεύσαντι μῆνας ἕξ.
12.13.1
Ὅτι ἐν ὑπατείᾳ τοῦ βασιλέως Θεοδοσίου τὸ δέκατον καὶ Ὀνωρίου τὸ τρισκαιδέκατον αὐτὸς Ὀνώριος ὑδέρῳ τελευτᾷ καὶ Ἰωάννης τυραννίδι ἐπιθέμενος διαπρεσβεύεται πρὸς Θεοδόσιον. ἀπράκτου δὲ τῆς πρεσβείας γεγενημένης, καὶ οἱ πρέσβεις ὑβρισθέντες ἄλλος ἀλλαχῆ κατὰ τὴν Προποντίδα φυγῇ προσετιμήθησαν. τὴν μέντοι Πλακιδίαν καὶ τὸν τρίτον Οὐαλεντινιανὸν (μετὰ γὰρ Κωνσταντίου θάνατον πρὸς τὸ Βυζάντιον ἀνεκομίσθησαν) ἀποστέλλει πρὸς τὴν Θεσσαλονίκην Θεοδόσιος, κἀκεῖ τὴν τοῦ Καίσαρος ἀξίαν τῷ ἀνεψιῷ παρατίθησιν, Ἀρδαβουρίῳ τῷ στρατηγῷ καὶ τῷ τούτου υἱῷ Ἄσπαρι τὴν κατὰ τοῦ τυράννου στρατηγίαν ἐγχειρίσας. Οἳ δὴ καὶ συνεπαγόμενοι Πλακιδίαν τε καὶ Οὐαλεντινιανὸν καὶ τούς τε Παίονας καὶ τοὺς Ἰλλυριοὺς διελάσαντες, τὰς Σάλωνας, πόλιν τῆς Δαλματίας, ἀναιροῦσι κατὰ κράτος. ἐντεῦθεν ὁ μὲν Ἀρδαβούριος νηΐτῃ στόλῳ κατὰ τοῦ τυράννου χωρεῖ. ὁ δὲ Ἄσπαρ τὴν ἱππικὴν δύναμιν συναναλαβὼν καὶ τῷ τάχει τῆς ἐφόδου κλέψας τὰς αἰσθήσεις, τῆς Ἀκυληΐας μεγάλης πόλεως ἐγκρατὴς γίνεται, συνόντων αὐτῷ Οὐαλεντινιανοῦ τε καὶ Πλακιδίας. Ἀλλ' ὁ μὲν οὕτω τὴν μεγάλην ἀταλαιπώρως παρεστήσατο, τὸν δὲ Ἀρδαβούριον βίαιον ἀπολαβὸν πνεῦμα σὺν δυσὶν ἑτέραις τριήρεσιν εἰς χεῖρας ἄγει τοῦ τυράννου. ὁ δὲ πρὸς σπονδὰς ἀφορῶν φιλανθρώπως ἐκέχρητο τῷ Ἀρδαβουρίῳ. καὶ πολλῆς οὗτος ἀπολαύων τῆς ἀδείας, τοὺς ἀποστρατήγους τοῦ τυράννου, ἤδη καὶ αὐτοὺς ὑποκεκινημένους, τὴν ἐπιβουλὴν κρατύνει τὴν κατὰ τοῦ τυράννου· καὶ σημαίνει Ἄσπαρι τῷ παιδὶ παραγενέσθαι, ὡς ἐφ' ἑτοίμῳ τῷ κατορθώματι. τοῦ δὲ θᾶττον σὺν τῷ ἱππότῃ στρατῷ παραγεγονότος καὶ μάχης τινὸς συρραγείσης, συλλαμβάνεται ὁ Ἰωάννης τῇ τῶν ἀμφ' αὐτὸν προδοσίᾳ καὶ πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν εἰς Ἀκυληΐαν ἐκπέμπεται· κἀκεῖ τὴν χεῖρα προδιατμηθείς, εἶτα καὶ τῆς κεφαλῆς ἀποτέμνεται, ἕνα τυραννήσας ἐπὶ τῷ ἡμίσει ἐνιαυτόν. τότε καὶ βασιλέα ὁ Θεοδόσιος τὸν Οὐαλεντινιανὸν ἀποστείλας ἀναγορεύει.
12.14.1
Ὅτι Ἀέτιος ὁ ὑποστράτηγος Ἰωάννου τοῦ τυράννου μετὰ τρεῖς ἡμέρας τῆς ἐκείνου τελευτῆς βαρβάρους ἄγων μισθωτοὺς εἰς ξʹ χιλιάδας παραγίνεται· καὶ συμπλοκῆς αὐτοῦ τε καὶ τῶν περὶ τὸν Ἄσπαρα γεγενημένης, φόνος ἑκατέρωθεν ἐρρύη πολύς. ἔπειτα σπονδὰς ὁ Ἀέτιος τίθεται πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν καὶ τὴν τοῦ κόμητος ἀξίαν λαμβάνει· καὶ οἱ βάρβαροι χρυσίῳ καταθέμενοι τὴν ὀργὴν καὶ τὰ ὅπλα, ὁμήρους τε δόντες καὶ τὰ πιστὰ λαβόντες, εἰς τὰ οἰκεῖα ἤθη ἀπεχώρησαν.

Intertext edge

Open linked passage

Note