Historia ecclesiastica Photius
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Historia ecclesiastica (fragmenta ap. Photium) ΕΚ ΤΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΦΙΛΟΣΤΟΡΓΙΟΥ ΕΠΙΤΟΜΗ ΑΠΟ ΦΩΝΗΣ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ Ὅτι ἐν δώδεκα λόγοις αὐτοῦ ἡ ἱστορία περαίνεται, ἀπαρτιζόντων αὐτοῦ τοὔνομα τῶν κατὰ τοὺς λόγους ἀρχομένων γραμμάτων ἐν τάξει συντιθεμένων. ἄρχεται μὲν ἀπὸ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον, ὡς οὗτος λέγει, «ἔριδος»· ἣν καὶ τῆς αἱρέσεως αἰτίανἀναγράφει· κάτεισι δὲ μέχρι τῆς Οὐαλεντινιανοῦ (ὃς ἦν παῖς Πλακιδίας καὶ Κωνσταντίου) εἰς βασιλέα ἀναρρήσεως καὶ τῆς Ἰωάννου τοῦ τυράννου ἀναιρέσεως. Ἡ δὲ ἱστορία τῶν αἱρετιζόντων ἐστὶν ἐγκώμιον αὐτῷ ὥσπερ καὶ τῶν ὀρθοδόξων διαβολὴ καὶ ψόγος μᾶλλον ἢ ἱστορία.
1.1.1
Ὅτι τῶν Μακκαβαϊκῶν φησι τὸν συγγραφέα ὅστις ποτέ ἐστιν ἀγνοεῖν. πλὴν τὸ μὲν πρῶτον βιβλίον ἀποδοχῆς ἀξιοῖ, συνᾴδοντα διηγούμενον ταῖς τοῦ Δανιὴλ προφητείαις, καὶ ὅτι λίαν προμηθῶς διέξεισιν ὅπως τε ἀνδρῶν μοχθηρία τὰ Ἰουδαίων ἤλασεν ἐπ' ἔσχατον κακῶν, ὅπως τε πάλιν ἀνδρῶν ἀνήνεγκεν ἀρετή, καὶ τότε κατὰ τῶν πολεμίων ἐπανείλοντο κράτος καὶ ὁ νεὼς τῶν Ἑλληνικῶν ἀνεκαθάρθη μολυσμάτων. τὸ δεύτερον δὲ μὴ τὸν αὐτὸν μέν φησι ἐνδείκνυσθαι συγγραφέα· σύνοψιν δὲ εἶναι τῶν ὑπὸ Ἰάσονος τοῦ Κυρηναίου ἐν πέντε λόγοις ἀναγεγραμμένων, ἃ τὸν πόλεμον ἀπαγγέλλει ὃν Ἰούδας ὁ Μακκαβαῖος πρὸς Ἀντίοχόν τε τὸν Ἐπιφανῆ καὶ τὸναὐτοῦ παῖδα τὸν ἐπίκλην Εὐπάτορα διεπολέμησεν. τὸ δὲ τρίτον ἀποδοκιμάζει, τερατῶδες καλῶν καὶ οὐδὲν ὅμοιον τῷ πρώτῳ διεξερχόμενον. τὸ μέντοι γε τέταρτον ὑπὸ Ἰωσήπου γεγράφθαι καὶ αὐτὸς συνομολογῶν, οὐχ ἱστορίαν μᾶλλον ἢ ἐγκώμιον εἶναί φησι, τὰ περὶ τὸν Ἐλεάζαρον καὶ τοὺς ἑπτὰ παῖδας τοὺς Μακκαβαίους διηγούμενον 1. 2 Ὅτι τά τε ἄλλα καὶ ὅσα πρὸς ἱστορίας ἥκει λόγον ὁ Φιλοστόργιος τὸν Παμφίλου Εὐσέβιον ἐπαινῶν, περὶ τὴν εὐσέβειαν διαμαρτάνειν φησί. καὶ τὸ ἁμάρτημα ὁ δυσσεβὴς διηγούμενος, διότι ἄγνωστον τὸ θεῖον καὶ ἀκατάληπτον ἡγοῖτο, ἀλλὰ καὶ ἄλλα τοιαῦτά φησιν αὐτὸν πλημμελεῖν. καταπαῦσαι δὲ αὐτὸν τὰς οἰκείας τῆς ἱστορίας μνήμας μέχρι τῆς τῶν παίδων διαδοχῆς τοῦ μεγάλου Κωνσταντίνου συνεπιμαρτύρεται.
1.3.1
Ὅτι οὗτος ὁ δυσσεβής φησι τὰς ψήφους τῆς ἀρχιερωσύνης ἐπ' Ἄρειον φερομένας αὐτὸν μᾶλλον Ἀλέξανδρον προτιμήσαντα ἑαυτοῦ, περιελθεῖν αὐτῷ ταύτας καταπράξασθαι.
1.4.1
Ὅτι Ἀλέξανδρόν τινα πρεσβύτερον Βαύκαλιν ἐπονομαζόμενον, διὰ τὸ σαρκὸς ὑπερτραφοῦς ὄγκον ὑπὸ τῶν μεταφρένων αὐτοῦ σεσωρευμένον ἄγγους ὀστρακίνου ἐκμιμεῖσθαι σχῆμα, ἅπερ οὖν βαυκάλας ἐπιχωρίως Ἀλεξανδρεῖς εἰώθασιν ὀνομάζειν, τοῦτόν φησιν τὴν δευτέραν τάξιν μετ' Ἄρειον ἔχοντα ἄρξαι τῆς αἰτίας ἐξ ἧς ἡ διαφορὰ Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ καὶ Ἀρείῳ συνερράγη, καὶ τὴν τοῦ ὁμοουσίου ἀνακήρυξιν ἐκεῖθεν ἐπιτεχνασθῆναι.
1.5.1
Ὅτι, φησί, Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, κατ' ἀνδραγαθίαν τῶν ἄνω Γαλατιῶν, ἐν αἷς καὶ αἱ καλούμεναι Ἄλπεις, βασιλεὺς ἀπεδείχθη. δυσέμβολα δὲ τὰ χωρία ταῦτα καὶ δυσπρόσοδα· τὰς δὲ Γαλατίας οἱ νῦν Γαλλίας ἐπονομάζουσιν. ἡ δὲ τελευτὴ Κωνσταντίου κατὰ Βρετανίαν γέγονεν, τὴν Ἀλουΐωνος καλουμένην. ἐν ᾗ καὶ νοσοῦντα καταλαβὼν αὐτὸν Κωνσταντῖνος ὁ παῖς, φυγὼν παραδόξως τὴν ἐπιβουλὴν Διοκλητιανοῦ, τελευτῶντα ἐκήδευσε, καὶ τῆς βασιλείας κατέστη διάδοχος.
1.6.1
Ὅτι τὴν τοῦ μεγάλου Κωνσταντίνου μεταβολὴν ἐκ τῆς Ἑλληνίδος θρησκείας εἰς τὸν Χριστιανισμὸν καὶ οὗτος τοῖς ἄλλοις συμφθεγγόμενος αἰτίαν γενέσθαι ἀναγράφει τὴν κατὰ Μαξεντίου νίκην· καθ' ἣν καὶ τὸ τοῦ σταυροῦ σημεῖον κατὰ ἀνατολὰς ἐπὶ μήκιστον ὤφθη διῆκον, αἴγλης αὐτὸν καταπληττούσης διατυπουμένης, καὶ ἀστέρων αὐτὸν κύκλῳ περιθεόντων ἴριδος τρόπῳ καὶ πρὸς γραμμάτων χαρακτῆρα ῥυθμιζομένων· τὰ δὲ ἄρα Ῥωμαίων ἔλεγε φωνῇ· «ἐν τούτῳ νίκα».
1.7.1
Ὅτι καὶ πρὸ τῆς ἐν Νικαίᾳ συνόδου οὗτος τὸν Ἀλεξανδρείας φησὶν Ἀλέξανδρον καταλαβόντα τὴν Νικομήδειαν καὶ Ὁσίῳ τε τῷ Κουδρούβης ἐντυχόντα καὶ τοῖς σὺν αὐτῷ ἐπισκόποις, συνοδικαῖς ψήφοις ἀνομολογῆσαι παρασκευάσαι ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν, καὶ τὸν Ἄρειον ἀποκηρύξασθαι.
1.8.1
Μετ' οὐ πολὺν δὲ χρόνον καὶ τὴν ἐν Νικαίᾳ συστῆναι σύνοδον ἐν ᾗ μετὰ τῶν ἄλλων ἀρχιερέων θεοῦ καὶ Βασιλέα τὸν Ἀμασείας ἐπίσκοπον παρεῖναι καὶ Μελέτιον τὸν Σεβαστουπόλεως.
1.9.1
Ὅτι καὶ αὐτὸς συνομολογεῖ πάντας ὁμοφρονῆσαι τῷ ἐν Νικαίᾳ τῆς πίστεως ὅρῳ, πλὴν Σεκούνδου τοῦ Πτολεμαΐδος, ᾧ καὶ Θεωνᾶς ὁ τῆς Μαρμαρικῆς ἠκολούθησεν. τὸ δὲ ἄλλο στῖφος τῶν Ἀρειανῶν ἐφόρων, Εὐσέβιός τε, φημί, ὁ Νικομηδείας ὃν οὗτος ἀποθειάζει μέγαν καὶ Θέογνις ὁ Νικαίας, καὶ Μάρις ὁ Καλχηδόνος, καὶ ἡ ἄλλη φάλαγξ πρὸς τὴν σύνοδον μετετάξατο· ἐν δόλῳ μέν, καὶ οὗτός φησι, καὶ τὸ ὁμοιούσιον ἐν τῇ τοῦ ὁμοουσίου φωνῇ ὑποκλέψαντες· πλήν γε συμφρονεῖν τοῖς συνοδικοῖς ψηφίσμασιν ἀναδεξάμενοι, Κωνσταντίνας τῆς τοῦ Κωνσταντίνου βασιλέως ἀδελφῆς εἰσηγησαμένης αὐτοῖς τὴν εἰς τοῦτο παραίνεσιν.
1.10.1
Λέγει δὲ καὶ Σεκοῦνδον ὑπεροριζόμενον εἰπεῖν πρὸς Εὐσέβιον· «Εὐσέβιε, ὑπέγραψας ἵνα μὴ ἐξορισθῇς. πιστεύω τῷ θεῷ, δι' ἐμοῦ σε δεῖ ἀχθήσεσθαι ἀπαγόμενον». καὶ γεγονέναι τῷ Εὐσεβίῳ τὸν ἐξοστρακισμὸν μετὰ μῆνας ἀπὸ τῆς συνόδου τρεῖς, καθὰ καὶ Σεκοῦνδος προεῖπεν, πρὸς τὴν ἰδίαν κατὰ τὸ προφανὲς ἀσέβειαν ἀναστρέψαντι. 2. τ ΕΚ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΙΣΤΟΡΙΑΣ 2. 1 Ὅτι ὁ φιλοψευδὴς οὗτος Κακοστόργιος, μετὰ τὴν οἰκουμενικὴν σύνοδον καὶ τὴν ἐκ προδήλου τῶν περὶ τὸν Εὐσέβιον πρὸς τὴν ἀσέβειαν παλινῳδίαν, τὸν βασιλέα φησὶ Κωνσταντῖνον τούτους μὲν δίκην εἰσπράξασθαι ἀνθ' ὧν ἄλλα φρονοῦντες τῷ ὁμοουσίῳ ὑπεσημήναντο· τοὺς δὲ περὶ Σεκοῦνδον ἀνακαλέσασθαι· καὶ γράμματα πανταχοῦ διαπέμψαι τὸ μὲν ὁμοούσιον διασύροντα, κρατύνοντα δὲ τὸ ἑτεροούσιον. οἷς γράμμασι καὶ τὸν Ἀλεξανδρείας Ἀλέξανδρον ὑπογράψαι, καὶ διὰ τοῦτο συνελθεῖν αὐτῷ καὶ τοὺς περὶ Ἄρειον· τοῦ δὲ ἐκ βασιλέως ἠρεμήσαντος φόβου, τὸν μὲν Ἀλέξανδρον ἐπὶ τὴν οἰκείαν ἀναδραμεῖν γνώμην, τὸν δὲ Ἄρειον πάλιν αὐτοῦ τε καὶ τῆς ἐκκλησίας σὺν τοῖς ὁμόφροσιν ἀποστῆναι.