Historia ecclesiastica Photius
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.2.1
Ὅτι τὸν Ἄρειον ἀποπηδήσαντα τῆς ἐκκλησίας φησὶ ᾄσματά τε ναυτικὰ καὶ ἐπιμύλια καὶ ὁδοιπορικὰ γράψαι, καὶ τοιαῦθ' ἕτερα συντιθέντα, εἰς μελῳδίας ἐντεῖναι ἃς ἐνόμιζεν ἑκάστοις ἁρμόζειν, διὰ τῆς ἐν ταῖς μελῳδίαις ἡδονῆς ἐκκλέπτων πρὸς τὴν οἰκείαν ἀσέβειαν τοὺς ἀμαθεστέρους τῶν ἀνθρώπων.
2.3.1
Ὅτι τὸν Ἄρειον ἐν τῷ θεομαχεῖν κατὰ τοῦ υἱοῦ ὑπερθειάζων, ἀτόποις ἐνέχεσθαί φησι διότι ἄγνωστόν τε τὸν θεὸν καὶ ἀκατάληπτον πανταχοῦ καὶ ἀνεννόητον εἰσηγεῖται· καὶ οὐκ ἀνθρώποις μόνοις, ὃ κακὸν μετριώτερον ἴσως, ἀλλὰ καὶ αὐτῷ τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ. καὶ πρὸς ταύτην φησὶ τὴν ἀτοπίαν κατ' ἐκεῖνο καιροῦ μὴ Ἄρειον μόνον, ἀλλὰ καὶ τοὺς πλείους αὐτῶν συναπενεχθῆναι. πλὴν γὰρ Σεκούνδου καὶ Θεωνᾶ, καὶ τῶν Λουκιανοῦ τοῦ μάρτυρος μαθητῶν, Λεοντίου τε καὶ Ἀντωνίου καὶ τοῦ Νικομηδείας Εὐσεβίου, τὸ ἄλλο τῆς ἀσεβείας σύνταγμα πρὸς ταύτην ἀπορρυῆναι τὴν δόξαν.
2.4.1
Ὅτι φησὶ τὸν Κωνσταντῖνον ἀνελεῖν τὸν ἴδιον παῖδα Πρίσκον, διαβολαῖς τῆς μητρυιᾶς συναρπασθέντα· κἀκείνην δὲ πάλιν φωραθεῖσάν τινι τῶν Κουρσώρων μοιχωμένην, τῇ τοῦ λουτροῦ ἀλέᾳ ἐναποπνιγῆναι προστάξαι. καὶ τῷ παιδίῳ τοῦ ξίφους διδοῦντα Κωνσταντῖνον τὴν δίκην μετ' οὐ πολὺν χρόνον ὑπὸ τῶν ἀδελφῶν φαρμάκοις κατὰ τὴν Νικομήδειαν διατρίβοντα ἀναιρεθῆναι.
2.5.1
Ὅτι Οὐρφίλαν φησὶ κατὰ τούτους τοὺς χρόνους ἐκ τῶν πέραν Ἴστρου Σκυθῶν (οὓς οἱ μὲν πάλαι Γέτας, οἱ δὲ νῦν Γότθους καλοῦσι) πολὺν εἰς τὴν Ῥωμαίων διαβιβάσαι λαόν, δι' εὐσέβειαν ἐκ τῶν οἰκείων ἠθῶν ἐλαθέντας. χριστιανίσαι δὲ τὸ ἔθνος τρόπῳ τοιῷδε· βασιλεύοντος Οὐαλλεριανοῦ καὶ Γαλλιήνου, μοῖρα Σκυθῶν βαρεῖα τῶν πέραν τοῦ Ἴστρου διέβησαν εἰς τὴν Ῥωμαίων, καὶ πολλὴν μὲν κατέδραμον τῆς Εὐρώπης· διαβάντες δὲ καὶ εἰς τὴν Ἀσίαν, τήν τε Γαλατίαν καὶ τὴν Καππαδοκίαν ἐπῆλθον, καὶ πολλοὺς ἔλαβον αἰχμαλώτους ἄλλους τε καὶ τῶν κατειλεγμένων τῷ κλήρῳ, καὶ μετὰ πολλῆς λείας ἀπεκομίσθησαν οἴκαδε. ὁ δὲ αἰχμάλωτος καὶ εὐσεβὴς ὅμιλος, συναναστραφέντες τοῖς βαρβάροις, οὐκ ὀλίγους τε αὐτῶν εἰς τὸ εὐσεβὲς μετεποίησαν καὶ τὰ Χριστιανῶν φρονεῖν ἀντὶ τῆς Ἑλληνίδος δόξης παρεσκεύασαν. ταύτης τῆς αἰχμαλωσίας γεγόνεσαν καὶ οἱ Οὐρφίλα πρόγονοι, Καππαδόκαι μὲν γένος, πόλεως δὲ πλησίον Παρνασσοῦ, ἐκ κώμης δὲ Σαδαγολθινὰ καλουμένης. ὁ τοίνυν Οὐρφίλας οὗτος καθηγήσατο τῆς ἐξόδου τῶν εὐσεβῶν, ἐπίσκοπος αὐτῶν πρῶτος καταστάς. κατέστη δὲ ὧδε· παρὰ τοῦ τὴν ἀρχὴν ἔχοντος τοῦ ἔθνους ἐπὶ τῶν Κωνσταντίνου χρόνων εἰς πρεσβείαν σὺν ἄλλοις ἀποσταλείς (καὶ γὰρ καὶ τὰ τῇδε βάρβαρα ἔθνη ὑπεκέκλιτο τῷ βασιλεῖ), ὑπὸ Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ ἐπισκόπων χειροτονεῖται τῶν ἐν τῇ Γετικῇ χριστιανιζόντων· καὶ τά τε ἄλλα αὐτῶν ἐπεμελεῖτο καὶ γραμμάτων αὐτοῖς οἰκείων εὑρετὴς καταστάς, μετέφρασεν εἰς τὴν αὐτῶν φωνὴν τὰς γραφὰς ἁπάσας, πλήν γε δὴ τῶν Βασιλειῶν, ἅτε τῶν μὲν πολέμων ἱστορίαν ἐχουσῶν, τοῦ δὲ ἔθνους ὄντος φιλοπολέμου καὶ δεομένου μᾶλλον χαλινοῦ τῆς ἐπὶ τὰς μάχας ὁρμῆς, ἀλλ' οὐχὶ τοῦ πρὸς ταῦτα παροξύνοντος. ὅπερ ἰσχὺν ἔχει ταῦτα ποιεῖν, σεβάσμιά τε μάλιστα νομιζόμενα καὶ πρὸς τὴν τοῦ θείου θεραπείαν τοὺς πειθομένους καταρυθμίζοντα. ἱδρύσατο δ' ὁ βασιλεὺς τὸν αὐτόμολον τοῦτον λαὸν περὶ τὰ τῆς Μυσίας χωρία, ὡς ἑκάστῳ φίλον ἦν. καὶ τὸν Οὐρφίλαν διὰ πλείστης ἦγε τιμῆς ὡς καὶ πολλάκις «ὁ ἐφ' ἡμῶν Μωσῆς» λέγειν περὶ αὐτοῦ. λίαν δὲ οὗτος τὸν ἄνδρα θειάζει, καὶ τῆς αἱρετικῆς αὐτοῦ δόξης ἐραστὴν αὐτόν τε καὶ τοὺς ὑπ' αὐτὸν ἀναγράφει.
2.6.1
Ὅτι τοὺς ἐνδοτάτω Ἰνδούς, ὅσοι Χριστὸν ἔμαθον τιμᾶν ἐκ τῆς Βαρθολομαίου τοῦ ἀποστόλου διδασκαλίας, τὸ ἑτεροούσιον πρεσβεύειν ὁ δυσσεβής φησι. καὶ τὸν Θεόφιλον εἰσάγει τὸν Ἰνδὸν τὸ τοιοῦτον ἀσπαζόμενον φρόνημα, παραγενέσθαι τε εἰς αὐτοὺς καὶ τὴν αὐτῶν ἐκδιηγεῖσθαι δόξαν. τὸ δὲ τῶν Ἰνδῶν ἔθνος τοῦτο Σάβας μὲν πάλαι ἀπὸ τῆς Σαβᾶ μητροπόλεως, τὰ νῦν δὲ Ὁμηρίτας καλεῖσθαι.
2.7.1
Ὅτι μετὰ τρεῖς ὅλους ἐνιαυτούς φησιν Εὐσέβιον καὶ Μάριν καὶ Θέογνιν ψήφῳ βασιλέως τοῦ Κωνσταντίνου ἐπανόδου τυχόντας, πίστεώς τε σύμβολον αἱρετικῆς ἐκθεῖναι καὶ πανταχόσε διαπέμψαι ἐπ' ἀνατροπῇ τῆς ἐν Νικαίᾳ συνόδου· καὶ τὸν Ἀλεξανδρείας Ἀλέξανδρον καθελεῖν τε καὶ ἀποκηρύξασθαι, ἀνθ' ὧν ἐπὶ τὸ ὁμοούσιον παλιντραπέλως ἐπανέστρεφεν· ἀλλὰ καὶ Εὐστάθιον τὸν Ἀντιοχείας, παιδίσκης μῖξιν καὶ αἰσχρᾶς ἡδονῆς ἀπόλαυσιν αἰτίαν ἐπιγραψαμένους· φυγὴν αὐτῷ βασιλεὺς ἐτιμήσατο εἰς τὴν Ἑσπέραν μεθόριον ποιησάμενος. πεντήκοντα δὲ καὶ διακοσίους φησὶν εἶναι τὸ πλήρωμα τοῦ παρανόμου τούτου συνεδρίου, καὶ τὴν Νικομήδειαν αὐτοῖς τῶν παρανομηθέντων ποιήσασθαι ἐργαστήριον.
2.8.1
Ὅτι περὶ Ἀγαπητοῦ τοῦ συναιρεσιώτου, ὃς καὶ ἐκ καταλόγου στρατιωτικοῦ πρεσβύτερός τε κατέστη παρὰ τῶν ὁμοφρόνων καὶ Συνάδων ἐπίσκοπος ὕστερον· περὶ γοῦν τούτου πολλὰ τερατολογῶν, νεκρούς τε αὐτὸν ἀναστῆσαι λέγει καὶ πολλῶν ἄλλων παθῶν φυγαδευτὴν γενέσθαι καὶ ἐλατῆρα, οὐ μὴν ἀλλὰ καὶ παραδόξων ἄλλων ἔργων δημιουργόν· καὶ πολλοὺς ἐξ Ἑλλήνων εἰς τὸν Χριστιανισμὸν μετατάξασθαι παρασκευάσαι.
2.9.1
Ὅτι Κωνσταντῖνόν φησιν ὀκτὼ καὶ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τὸ Βυζάντιον εἰς Κωνσταντινούπολιν μετασκευάσαι, καὶ τὸν περίβολον ὁριζόμενον βάδην τε περιιέναι, τὸ δόρυ τῇ χειρὶ φέροντα· ἐπεὶ δὲ τοῖς ἑπομένοις ἐδόκει μεῖζον ἢ προσῆκε τὸ μέτρον ἐκτείνειν, προσελθεῖν τε αὐτῷ τινα καὶ διαπυνθάνεσθαι· «ἕως ποῦ, δέσποτα;» τὸν δὲ ἀποκρινάμενον διαρρήδην φάναι· «ἕως ἂν ὁ ἔμπροσθέν μου στῇ», ἐπίδηλον ποιοῦντα ὡς δύναμις αὐτοῦ τις οὐρανία προηγοῖτο, τοῦ πραττομένου διδάσκαλος. ἱδρυσάμενον δὲ τὴν πόλιν Ἄλμα Ῥώμαν ὀνομάσαι, ὃ δηλοῖ τῇ Ῥωμαΐδι γλώττῃτὴν ἔνδοξον· καὶ βουλήν τε σύγκλητον τάξασθαι καὶ σιτηρεσίου δαπάνην αὐταρκεστάτην διανεῖμαι τοῖς οἰκήτορσι, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας πολυτελῶς κόσμον καταστήσασθαι, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ Ῥώμῃ.
2.10.1
Τελευτήσαντος δὲ τοῦ ταύτης τῆς πόλεως ἀρχιερέως Ἀλεξάνδρου, τὸν Νικομηδείας φησὶν Εὐσέβιον εἰς τὸν τῆς νεοκτίστου πόλεως ἀρχιερατικὸν μεταστῆσαι θρόνον.
2.11.1
Ὅτι τὸ δυσσεβὲς οὗτος τοῦ ψεύδους ὄργανον, Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας τελευτήσαντος καὶ ψήφων ἄλλων ἐπ' ἄλλους φερομένων, καὶ χρόνου τινὸς ἐπὶ τοῦτο παρατεινομένου, τὸν θεῖον Ἀθανάσιόν φησι περὶ δείλην ὀψίαν εἰς τὴν Διονυσίου καλουμένην ἐκκλησίαν εἰσπηδήσαντα, καὶ δύο τινὰς τῶν Αἰγυπτίων ἐπισκόπων εὑρόντα τὰς πύλας τε κατὰ ὀχυρώτατον μετὰ τῶν συστασιωτῶν ἐπικλεισάμενον, οὕτω τὴν χειροτονίαν ὑπελθεῖν· τῶν χειροτονούντων πολλὰ μὲν ἀνανευόντων, τῆς δὲ προσαγομένης αὐτοῖς βίας μείζονος τῆς βουλῆς καὶ τῆς δυνάμεως γεγενημένης, τὸ δοκοῦν Ἀθανασίῳ ἐπιτελεσθῆναι. καὶ ὡς ὁ παρὼν τῶν ἐπισκόπων ἄλλος ὅμιλος διὰ τὴν τοιαύτην αἰτίαν τῷ ἀναθέματι τοῦτον παρεπέμψαντο. τὸν δὲ Ἀθανάσιον κρατυνάμενον τὰ καθ' ἑαυτόν, ὡς ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως πρὸς βασιλέα γράψαι τὴν εἰς τὴν ἀρχιερωσύνην ἀνάρρησιν αὐτοῦ. τὸν δὲ νομίσαντα κοινῆς βουλῆς εἶναι τὸ γράμμα, ἐπιψηφίσαι τὴν κατοχὴν τοῦ θρόνου. Ὕστερον δὲ μαθόντα τὰ πεπραγμένα, εἰς Τύρον τῆς Φοινίκης αὐτὸν ἐξαποστεῖλαι, τῷ ἐκεῖσε συνεδρίῳ λόγον ὧν ἔδρασεν δώσοντα. καὶ μόλις μὲν οὖν εἶξαι ταῖς βασιλείοις ἀπειλαῖς τὸν Ἀθανάσιον. εἴξαντα δ' οὖν καὶ παραγενόμενον εἰς Τύρον τὴν μὲν δίκην οὐκ εἰσέρχεσθαι· γύναιον δέ τι μισθωσάμενον ἑταιρικόν, ἤδη τῷ τῆς γαστρὸς ὄγκῳ τὴν ἀκολασίαν στηλιτεῦον, ἐπαφεῖναι διαμηχανᾶσθαι τῷ Εὐσεβίῳ, ὃς τοῦ ἐκεῖσε συνεδρίου κορυφαῖος ἐνομίζετο· τῷ διὰ τὴν συκοφαντίαν, ὡς εἰκός, ἐμπεσόντι θορύβῳ καὶ ταράχῳ τήν τε δίκην ὑπεκκλέψαι καὶ τὴν κρίσιν ἐκφυγεῖν διανοούμενον. Φωραθῆναι δὲ τὴν συσκευὴν ὁ τοῦ ψεύδους φίλος ἀναγράφει δι' ἧς μεθόδου φασὶν οἱ εὐσεβεῖς τὸ κατὰ τοῦ μεγάλου Ἀθανασίου μισθωθὲν παρὰ τῶν δυσσεβῶν πορνίδιον διελεγχθῆναι. τὸν μὲν γὰρ Εὐσέβιον διαπυνθάνεσθαι τῆς ἑταιρίδος εἰ γινώσκει αὐτῆς τὸν φθορέα· τῆς δὲ καὶ μάλα διατεινομένης, προσαναπυθέσθαι εἰ ἄρα γε τοῦτον ὁ παρὼν χορὸς ἔχει. τὴν δὲ φάναι· «εὐφήμει, ὦ δέσποτα· οὐ γὰρ ἔγωγ' ἂν μαινοίμην, ἀνδρῶν τοιούτων αἰσχρᾶς ἡδονῆς δουλείαν ὥστε καταγνῶναι». εἶτ' ἐντεῦθεν ἀρξαμένης παραγυμνοῦσθαι τῆς ἀληθείας, τὴν ὅλην συσκευὴν ἀνακαλυφθῆναι. καὶ τὸν μὲν Εὐσέβιον κρείττω συκοφαντίας πάσης ὀφθῆναι· τὸν δὲ Ἀθανάσιον, ἀντὶ τοῦ φυγεῖν τὴν δίκην, διπλῆς ἔνοχον ἀπελεγχθῆναι, προσλαβούσης τῆς οὐκ εὐαγοῦς χειροτονίας τὴν ἐναγεστάτην συκοφαντίαν. διὸ καὶ τὴν καθαιρετικὴν ψῆφον ὁμόφωνον κατ' αὐτοῦ ἐξενεχθῆναι. ἐκεῖνον μέντοι γε προσαναισχυντεῖν, καὶ λέγειν ἀπεχθείᾳ τὴν καθαίρεσιν τοὺς συνεδρεύσαντας διαπράξασθαι ὥσπερ καὶ τὰς συκοφαντίας, διότι μὴ παρ' αὐτῶν ἀνάσχοιτο τὴν ἀρχιερατικὴν χειροθεσίαν ὑποστῆναι. Διὸ καὶ τὸν βασιλέα ἐπιτρέψαι πάλιν ἑτέρᾳ συνόδῳ τὰ κατὰ τὸν Ἀθανάσιον ἐτασθῆναι. τοὺς δὲ καὶ ἕτερα τῶν ἐγκλημάτων ἐπισυναθροῖσαι· Καλλίνικόν τε γὰρ τὸν ὁμολογητήν, ἐπίσκοπον τοῦ Πηλουσίου, πέδαις σιδηραῖς ἐνδυσάμενον εἱρκτῇ καταθέσθαι, καὶ μὴ διαλιπεῖν προπηλακίζοντα ἕως ἂν αὐτὸν τοῦ ζῆν ἀπελάσοι, προσετίθεσαν ταῖς κατηγορίαις. ναὶ δὴ καὶ ἡ Ἀρσενίου χεὶρ τηνικαῦτα προεκομίσθη, καὶ ὁ Μαρεώτης καὶ ὁ Ἰσχύρας καὶ τὸ μυστικὸν ποτήριον, καὶ τὰ παραπλήσια τούτοις, ἐφ' οἷς αὐτὸν καὶ ἐκκηρῦξαι τὸ συνέδριον καὶ ἀντ' αὐτοῦ προχειρίσασθαι τὸν ἐκ Καππαδοκίας Γρηγόριον. ταῦτα μὲν οὖν ὁ φιλοψευδὴς Κακοστόργιος περὶ τοῦ ἁγίου τερατεύεται Ἀθανασίου.
2.12.1
Ὅτι, φησίν, ἡ τοῦ βασιλέως Κωνσταντίνου μήτηρ Ἑλένη ἐπὶ τῷ στόματι τοῦ τῆς Νικομηδείας κόλπου πόλιν ἐδείματο, Ἑλενόπολιν αὐτὴν ἐπονομάσασα· ἀσπάσασθαι δὲ τὸ χωρίον κατ' ἄλλο μὲν οὐδέν, ὅτι δὲ Λουκιανὸς ὁ μάρτυς ἐκεῖσε τύχοι μετὰ τὸν μαρτυρικὸν θάνατον ὑπὸ δελφῖνος ἐκκομισθείς.
2.13.1
Ὅτι τὸν μάρτυρα Λουκιανόν φησι μέλλοντα τελευτᾶν, καὶ μήτε ναὸν μήτε θυσιαστήριον τῆς τυραννικῆς βίας παρεχούσης, ἀλλὰ μηδὲ αὐτοῦ κινεῖσθαι τῶν δεσμῶν καὶ πληγῶν συγχωρούντων, ἐν τῷ οἰκείῳ στέρνῳ ἀνακείμενον τὴν φρικτὴν θυσίαν τελεσάμενον, οὕτω τε αὐτὸν μετασχεῖν καὶ τοὺς ἄλλους μεταλαβεῖν τοῦ ἀχράντου θύματος ἐπιτρέψαι. ἐτελέσθη δὲ ἡ ἱερουργία ἐν τῇ εἱρκτῇ, τοῦ κυκλώσαντος αὐτὸν ἱεροῦ χοροῦ ὡς ἤδη ἀποβιοῦντα ἐκκλησίας σχῆμα καὶ ἀσφάλειαν τοῦ μὴ καθορᾶσθαι τὰ δρώμενα παρὰ τῶν ἀσεβούντων ἀναπληροῦντος.
2.14.1
Τούτου τοῦ μάρτυρος πολλοὺς μὲν καὶ ἄλλους μαθητὰς ἀναγράφει, οἷς καὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Μάριν τὸν Καλχηδόνος καὶ τὸν Νικαίας Θέογνιν συντάττει καὶ Λεόντιον, τὸν ὕστερον γεγονότα τῆς Ἀντιοχείας ἐπίσκοπον, καὶ Ἀντώνιον, τὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Μηνόφαντον καὶ Νοομίνιον καὶ Εὐδόξιον· οὐ μὴν ἀλλὰ καὶ Ἀλέξανδρον καὶ Ἀστέριον τὸν Καππαδόκην· οὓς καὶ ἑλληνίσαι φησὶν ἐνδόντας τῇ τῶν τυράννων βίᾳ, ὕστερον δὲ ἀνακαλέσασθαι τὴν ἧτταν, συλλαβομένου αὐτοῖς πρὸς τὴν μετάνοιαν τοῦ διδασκάλου.
2.15.1
Ὅτι τῶν εἰρημένων Ἀντώνιον μὲν καὶ Λεόντιον ἀπαράτρωτον τὴν ἀσέβειαν διασώσασθαι λέγει· Εὐσέβιον δὲ καὶ Μάριν καὶ Θέογνιν συναπαχθῆναι μὲν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀνενεχθῆναι δὲ τῆς μεταβολῆς. τὸν δὲ Μάριν ἐκεῖθεν ἀνενεχθέντα, εἰς ἑτέραν αὖθις κατολισθῆσαι ἀτοπίαν, καὶ δὴ καὶ τὸν Θέογνιν· ὃς τὸν θεὸν καὶ πρὸ τοῦ γεννῆσαι τὸν υἱὸν πατέρα οἴεται, ἅτε δὴ τὴν δύναμιν ἔχοντα τοῦ γεννῆσαι. ἀλλὰ δὴ καὶ τὸν Ἀστέριον παρατρέψαι τὸ φρόνημα, ἀπαράλλακτον εἰκόνα τῆς τοῦ πατρὸς οὐσίας εἶναι τὸν υἱὸν ἐν τοῖς αὐτοῦ λόγοις καὶ γράμμασι διαμαρτυρόμενον.
2.16.1
Ὅτι τὸ τριακοστὸν δεύτερον ἔτος ἐπιβαίνοντος τῆς βασιλείας αὐτοῦ Κωνσταντίνου, ἐν Νικομηδείᾳ φαρμάκοις ὑπὸ τῶν ἀδελφῶν τεθνάναι γράφει· ἐγγὺς δὲ τοῦ τέλους γεγονότα καὶ αἰσθόμενον τῆς ἐπιβουλῆς, διαθήκας τε γράψαι τιμωρίαν ἀπαιτούσας τοὺς ἀνελόντας καὶ ταύτην εἰσπράξασθαι τὸν προκαταλαβόντα τῶν παίδων κελεῦσαι, δέει τοῦ μή τι κἀκείνους ὑπ' αὐτῶν ὅμοιον ὑποστῆναι, δοῦναί τε τὰς διαθήκας Εὐσεβίῳ τῷ Νικομηδείας. τὸν δὲ ὑφορώμενον τοὺς τοῦ βασιλέως ἀδελφοὺς μή ποτε ζητήσειαν αὐτὰς καὶ ἀναμαθεῖν τὰ γεγραμμένα βουληθεῖεν, ἐνθεῖναι τῇ χειρὶ τοῦ νεκροῦ τὸ βιβλίον καὶ παραβῦσαι τοῖς ἱματίοις. ἐπιζητησάντων δ' ὡς ὑπενόει, λαβεῖν μὲν φάναι, ἀντιπαραδοῦναι δὲ πάλιν εἰς χεῖρας ὁμολογῆσαι. εἶτα μετὰ ταῦτα ἀνελόμενον, Κωνσταντίῳ τῷ αὐτοῦ παιδὶ ἐγχειρίσαι τὸ γράμμα προφθάσαντι τοὺς ἄλλους· τὸν δὲ μετ' οὐ πολὺ κατὰ τὰ προστάγματα τοῦ πατρὸς διαπράξασθαι.
2.17.1
Οὗτος ὁ θεομάχος καὶ τὴν Κωνσταντίνου εἰκόνα, τὴν ἐπὶ τοῦ πορφυροῦ κίονος ἱσταμένην, θυσίαις τε ἱλάσκεσθαι καὶ λυχνοκαΐαις καὶ θυμιάμασι τιμᾶν, καὶ εὐχὰς προσάγειν ὡς θεῷ καὶ ἀποτροπαίους ἱκετηρίας τῶν δεινῶν ἐπιτελεῖν τοὺς Χριστιανοὺς κατηγορεῖ.
2.18.1
Ὅτι τελευτήσαντος τοῦ μεγάλου Κωνσταντίνου φησὶ καὶ τῶν πανταχόθι μεθορίαις ταλαιπωρουμένων ἄδειαν ἀνακλήσεως εἰληφότων, καὶ Ἀθανάσιόν φησιν ἐκ τῶν Γαλλιῶν εἰς τὴν Ἀλεξάνδρειαν παραγεγονότα, ἐπεὶ Γρηγόριον ἐμεμαθήκει τετελευτηκότα, ὡς εἶχεν εὐθὺς ἀπὸ τῆς νεὼς εἰς τὴν ἐκκλησίαν χωρῆσαι καὶ τὸν θρόνον ἀναλαβεῖν, μηδένα λόγον τῶν ἀποκηρυξάντων αὐτὸν πεποιηκότα. 3. τ ΕΚ ΤΗΣ ΤΡΙΤΗΣ ΙΣΤΟΡΙΑΣ 3. 1 Ὅτι Κωνσταντῖνόν φησι, ὃς ἦν πρεσβύτερος τῶν Κωνσταντίνου παίδων, ἐπιβουλεῦσαι τῷ ἀδελφῷ Κώνσταντι· καὶ μάχῃ τοῖς στρατηγοῖς αὐτοῦ συρραγέντα διαφθαρῆναί τε καὶ τὴν μοῖραν τῆς ὑπ' αὐτὸν ἀρχῆς εἰς τὴν Κώνσταντος ἀνακοινωθῆναι.