Historia ecclesiastica Photius
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.2.1
Τὸ μέντοι γε βάρος τῆς ἀρχῆς ὑπολογιζόμενος ὁ Κωνστάντιος καὶ ὡς οὐχ οἷός τε εἴη μόνος φέρειν, Ἰουλιανὸν τὸν ἀδελφὸν Γάλλου τῆς Ἰωνίας μεταπεμψάμενος χειροτονεῖ Καίσαρα, Ἑλένην αὐτῷ τὴν ἰδίαν ἀδελφὴν εἰς γυναῖκα κατεγγυησάμενος, καὶ τὸν μὲν τὰς Γαλλίας φυλάττειν ἐκπέμπει· καὶ γὰρ λίαν ἐτετάρακτο τὰ τῇδε.
4.3.1
Αὐτὸς δὲ ἐν Σερμίῳ παραγενόμενος διῆγεν.
4.3.2
Ἐν ᾧ καὶ τὸν Ῥώμης ἐπίσκοπον Λιβέριον, ὑπὸ Ῥωμαίων ἐπιζητούμενον σφόδρα, τῆς φυγῆς κατάγει καὶ ἀποδίδωσι τοῖς αἰτησαμένοις. τηνικαῦτα δὲ οὗτός φησι καὶ Λιβέριον κατὰ τοῦ ὁμοουσίου καὶ μὴν καὶ κατά γε τοῦ Ἀθανασίου ὑπογράψαι, ὁμοίως δὲ καὶ τὸν ἐπίσκοπον Ὅσιον, συνόδου τινὸς ἐνταῦθα συστάσης καὶ εἰς ὁμοφωνίαν αὐτοὺς ὑποσπασαμένης· ἐπεὶ δὲ ὑπέγραψαν, τὸν μὲν Ὅσιον εἰς τὴν ἑαυτοῦ παροικίαν τὴν Κουδρούβην τῆς Ἰσπανίας ἐπανελθεῖν καὶ τοῦ θρόνου ἄρχειν, Λιβέριον δὲ τῆς Ῥωμαίων ἐκκλησίας. Φίληξ δέ, ὁ ἐν τῷ μεταξὺ χρόνῳ τῆς Ῥώμης ἐπίσκοπος καταστάς, εἰς ἑαυτὸν ἀπῄει, τὸ μὲν ἀξίωμα τῆς ἐπισκοπῆς φέρων, οὐ μήν γέ τινος ἐκκλησίας προϊστάμενος.
4.4.1
Ὅτι, Λεοντίου τοῦ Ἀντιοχείας ἐπισκόπου τελευτήσαντος, Εὐδόξιον, φησίν, ἐκ Γερμανικείας μεταστησάμενοι οἱ ὁμόδοξοι ἐπιβιβάζουσι τῷ θρόνῳ. ὁ δὲ τῆς Ἀρειανῆς μὲν δόξης ἦν, πλὴν ἐκ τῶν Ἀστερίου γραμμάτων εἰς τὸ κατ' οὐσίαν ὅμοιον ὑπενήνεκτο. οἱ δὲ συναιρεσιῶται τοῦτον ἀναφέροντες πρὸς τὸ ἑτεροούσιον ἀνῆγον. ἐπιεικῆ δὲ τὸν Εὐδόξιον ὁ Φιλοστόργιος καὶ κόσμιον τὰ ἤθη καὶ τὰ ἄλλα δεξιὸν ἀναγράφων, εἰς δειλίαν ἐκτόπως διαβάλλει· καὶ Ἀραβισσὸν μὲν τῆς μικρᾶς Ἀρμενίας πόλιν πατρίδα λαχεῖν τὸν αὐτοῦ πατέρα (Καισάριος ὄνομα αὐτῷ), μαρτυρικὸν δέ, καίτοι τῶν εἰς γυναῖκας ἡττώμενον ἡδονῶν, ὅμως θάνατον διαθλῆσαι, καθάρσιόν τε τῶν μολυσμάτων καὶ πρός γε στεφάνους ἀθλητικοὺς ἐπιφέροντα.
4.5.1
Ὅτι Εὐδόξιος μέν, φησίν, εἰς διακονίαν Εὐνόμιον προχειρίζεται· ὁ δέ, πρὶν εἰς τὸ ἀκριβέστατον ἐκεῖνον τῆς δόξης ἀνελθεῖν, τὴν λειτουργίαν οὐ δέχεται.
4.6.1
Ὅτι, φησίν, Εὐδοξίου τὴν Ἀντιόχειαν ἐγχειρισθέντος, ὁ Ἀγκύρας Βασίλειος ἐδυσχέραινεν· αὐτὸς γὰρ ἐπ' εἶχεν τὸ βλέμμα τῇ γνώμῃ στηριζόμενον.
4.7.1
Ὅτι, φησί, τῆς Κωνσταντίου γυναικὸς τῷ τῆς μητρομανίας ἁλούσης πάθει, ἐξεκρέματο δὲ τοῖς ἱμέροις αὐτῆς ὁ Κωνστάντιος, εἰς ἀνάγκην ἧκε τὸν Θεόφιλον τῆς ὑπερορίας ἀνακαλέσασθαι· ἐφημίζετο γὰρ οὗτος παθῶν εἶναι θείᾳ δυνάμει θεραπευτής. παραγεγονότα δέ, καὶ συγγνώμην οἷς εἰς αὐτὸν ἥμαρτεν αἰτῆσαι καὶ πρὸς τὴν τῆς γυναικὸς θεραπείαν ἐκλιπαρῆσαι, καὶ μὴ διαμαρτεῖν, ὡς οὗτος λέγει, τῆς αἰτήσεως. ἐπιθέντος γὰρ τὰς ἱλαστηρίους χεῖρας τοῦ Θεοφίλου, ἀπαλλαγῆναι τοῦ πάθους τὸ γύναιον.
4.8.1
Ὅτι, φησί, Βασίλειος, συλλαβὼν μεθ' ἑαυτοῦ τόν τε τῆς Σεβαστείας Εὐστάθιον καὶ ἑτέρους ἐκκλησιῶν προεστῶτας, τόν τε Ἀέτιον μάλιστα εἶτα δὲ καὶ τὸν Εὐδόξιον πρὸς τὸν βασιλέα διασύρει, ἄλλα τε πλάττων περὶ αὐτῶν καὶ ὡς εἴησαν μύσται καὶ κοινωνοὶ τῆς κατὰ Γάλλον ἐπαναστάσεως, συμπεριλαβὼν ταῖς κατ' ἐκείνων διαβολαῖς καὶ τὸν Θεόφιλον. ὁ δὲ πεισθείς, μάλιστα δὲ διὰ τῶν γυναικῶν (ταύτας γὰρ οἱ περὶ Βασίλειον πρὸς τὴν ἑαυτοῦ γνώμην προκατειργάσαντο), τῷ μὲν Θεοφίλῳ ζημίαν ἐπιβάλλει τὴν ἐν τῷ Πόντῳ Ἡράκλειαν οἰκεῖν ὑπερόριον, τὸν δὲ Εὐδόξιον τῆς Ἀντιοχείαςἀποστάντα διαμένειν οἴκοι, Ἀέτιον δὲ καὶ ἑτέρους τινὰς τῶν σὺν αὐτοῖς εἰς τὴν τῶν διαβαλλόντων δίδωσιν ἐξουσίαν. ἐτύγχανον δὲ οἱ περὶ Βασίλειον καὶ κατὰ πρόσωπον τοῦ βασιλέως περὶ τῆς πίστεως διειλεγμένοι, ἐν οἷς τὸ μὲν ὅμοιον τῷ πατρὶ λέγειν κατὰ πάντα τὸν υἱὸν διετρανοῦτο, οὐσίας δὲ ὅλως οὐδὲ ὀνόματι μνήμη τοῖς ἄλλοις λόγοις συνεισήγετο. ταύτην δὲ τὴν δόξαν καὶ συνόδου κρίσει καὶ ὑπογραφαῖς βεβαιῶσαι διεσπούδασαν. μετ' οὐ πολὺ δὲ καὶ Εὐνόμιος, τῆς φήμης τῶν ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἐψηφισμένα, ἁλίσκεται κατὰ τὴν ὁδὸν ὑπὸ τῶν ἀμφὶ Βασίλειον καὶ εἰς Μιδάειον φυγαδεύεται, πόλιν τῆς Φρυγίας· τὸν δὲ Ἀέτιον, ὑπὸ τὴν ἐξουσίαν πεσόντα τῶν ἀμφὶ τὸν Βασίλειον, ὑπερόριον ἡ Πέπουζα τῆς Φρυγίας εἶχεν· Εὐδόξιος δὲ εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπεχώρησεν τὴν Ἀρμενίαν. ἀλλὰ καὶ ἕτεροι ταῖς ὑπερορίαις ἐδόθησαν, ταῖς περὶ τὸν Βασίλειον ὑπαγόμενοι ψήφοις, ὧν ὁ ἀριθμὸς εἰς ἑβδομήκοντα σύμπας ἐκεφαλαιοῦτο.
4.9.1
Ὅτι οἱ ἀμφὶ Βασίλειον ταῦτα διαπραξάμενοι πάντα, πανταχοῦ φοιτῶντες, τὸ ὁμοούσιον συνεκρότουν· καὶ πολλῶν πειθομένων καὶ τὸν Κωνσταντινουπόλεως Μακεδόνιον, καίτοι τοῖς περὶ Εὐνόμιον προαποκεκλιμένον, εἰς τὴν ἑαυτῶν ὅμως ἐπεσπάσαντο δόξαν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους τῶν ἐπισκόπων, τοὺς μὲν ὑπάγοντες λόγοις, τοὺς δὲ τῇ πειθῷ συνεπικεραννύντες τὴν βίαν.
4.10.1
Ὅτι Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Νάρκισσον τὸν Εἰρηνουπόλεως καὶ ἑτέρους σὺν αὐτοῖς, ἐν Σιγγηδόνι τῆς Μυσίας παραγενομένους, τὸν Κωνστάντιόν φησιν ἀναδιδάξαι τὰ παρὰ τοῦ Βασιλείου δεδραματουργημένα· καὶ τὸν καταπλαγέντα καὶ ὑπεραλγήσαντα τῶν μὲν μεθορίων τοὺς κατεψηφισμένους ἀνεῖναι, συνόδους δὲ γενέσθαι προστάξαι δύο, τὴν μὲν ἐν Ἀριμήνῳ τοὺς ἀπὸ Δύσεως συναλίζουσαν, τὴν δὲ τοὺς ἐξ Ἑῴας καὶ Λιβύης καὶ Θρᾴκης ἐν Νικομηδείᾳ, αἳ τὰ παρ' ἑκατέρου μέρους λεγόμενα δοκιμασίαις ἔμελλον παραβάλλειν. ἀλλὰ τὴν μὲν ἐν Νικομηδείᾳ, ὡς οὗτος ὁ δυσσεβὴς δυσφημεῖ, τῶν πλειόνων πρὸς τὸ ὁμοούσιον νενευκότων, σεισμὸς ἀναστέλλει, ὃς τοῖς προκαταλαβοῦσιν, εἰς δεκαπέντε τὸν ἀριθμὸν ἀνηνεγμένοις, ἅμα τοῦ ταύτης ἐπισκόπου Κεκροπίου ἐπικατασείσας τὸν ναὸν ἐν ᾧ συνεδρίαζον διαφθείρει. ἡ δὲ ἐν Ἀριμήνῳ εἰς τριακοσίους ἄνδρας συνελθοῦσα τὸ μὲν τῆς οὐσίας ὄνομα εἰς τὸ παντελὲς διώσατο, ὅμοιον δὲ τὸν υἱὸν τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνακηρύξασα ὑπογραφαῖς ἰδίαις κατησφαλίσαντο.
4.11.1
Ὅτι, τῆς Νικομηδείας σεισμῷ καὶ πυρὶ καὶ θαλάσσης ἐπικλύσει κατερειπωθείσης, ὡς οὗτος λέγει, καὶ πολλῶν ἀνθρώπων διαφθαρέντων, ἡ σύνοδος ἐν Σελευκείᾳ τὴν σύστασιν λαμβάνει· τῶν μὲν περὶ Βασίλειον τὴν Νίκαιαν παραιτησαμένων, τῶν δὲ ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀέτιον τὴν Ταρσὸν οὐ προσηκαμένων. οἱ δὲ περὶ Βασίλειον, μηχαναῖς τὴν σύνοδον διαστήσαντες καὶ καθ' ἑαυτοὺς συνεδριάσαντες, κυροῦσι μὲν τὸ κατ' οὐσίαν ὅμοιον, τοὺς δ' ἀντιφερομένους καθαιροῦσιν, ἀποκηρύξαντες τὸ ἑτεροούσιον, καὶ χειροτονοῦσιν αὐτοὶ καθ' ἑαυτοὺς ἐπίσκοπον τῆς Ἀντιοχείας Ἀνιανόν· πλήν γε καὶ οἱ περὶ Εὐδόξιον καὶ Ἀέτιον, τὸ ἑτεροούσιον ἐγγράφως κρατυνάμενοι, πανταχοῦ τὸν τόμον διαπέμπουσιν.
4.12.1
Ὁ δὲ βασιλεὺς ταῦτα μαθὼν προσέταξεν ἅπαντας εἰς τὴν Κωνσταντινούπολιν ἀπαντᾶν, καὶ δὴ συναθροίζονται ἔκ τε τῶν Ἑσπερίων καὶ τῆς Ἑῴας καὶ Λιβύης μικροῦ σύμπαντες. προειστήκεισαν δὲ τῶν μὲν κατ' οὐσίαν ὅμοιον πρεσβευόντων Βασίλειός τε καὶ Εὐστάθιος· οἷς ἄλλοι τε καὶ Βασίλειος ἕτερος παρῆν συνασπίζων, διακόνων ἔτι τάξιν ἔχων, δυνάμει μὲν τοῦ λέγειν πολλῶν προφέρων, τῷ δὲ τῆς γνώμης ἀθαρσεῖ πρὸς τοὺς κοινοὺς ὑποστελλόμενος ἀγῶνας. τῶν δὲ τὸ ἑτεροούσιον Ἀέτιος μὲν καὶ Εὐνόμιος ὑπῆρχον, οἱ τὴν δύναμιν ἄκροι, διακόνων ἑκάτερος βαθμὸν ἀνέχων· ἐπίσκοποι δὲ δευτεραγωνιστῶν χορὸν ἐκπληροῦντες Μάρις τε καὶ Εὐδόξιος, ὁ τότε τῆς Ἀντιοχείας ἐπισκοπήσας, ὕστερον δὲ καὶ τὸν Κωνσταντινουπόλεως ὑπελθὼν θρόνον, καὶ δὴ καὶ Ἀκάκιος ὁ τῆς Παλαιστίνων Καισαρείας, τὴν πρὸς ἐκείνους ὑποκρινόμενος ὁμοδοξίαν ἐφ' ᾧ τοὺς περὶ Βασίλειον ἀντιλυπῆσαι, διότι κἀκεῖνοι Κύριλλον, τῶν Ἱεροσολύμων ὑπ' αὐτοῦ παυθέντα τοῦ ἱερᾶσθαι, διὰ τιμῆς ἔφερον. ἦν δὲ ὁ Ἀκάκιος μὲν θαρσαλέος μὲν ἐν τοῖς ἀγῶσι, διανοηθῆναί τε πράγματος φύσιν ὀξὺς καὶ λόγῳ δηλῶσαι τὸ γνωσθὲν ἱκανός. ἐξ οὗ καὶ τὰ ταύτης τῆς συνόδου γράμματα (πολλὰ δέ ἐστιν) οὗτος ἦν μόνος ὁ διατιθέμενος. Εἰς ἅμιλλαν οὖν δογμάτων ἑκατέρας μοίρας καταστάσης, ὁ μὲν Βασίλειος τῶν τὸ ὁμοούσιον δοξαζόντων προηγόρει, οἱ δὲ τοῦ ἑτεροουσίου ὑπὲρ ἁπάντων λέγειν τὸν Ἀέτιον προὔστησαν, συνασπίζοντος αὐτῷ καὶ Εὐνομίου. ὡς δὲ εἶδον οἱ ἀμφὶ τὸν Βασίλειον προβεβλημένον αὐτοῖς εἰς ἀντιλογίαν τὸν Ἀέτιον, δείσαντες αὐτοῦ τὴν δύναμιν τῶν λόγων, οὐκ ἔφασαν δεῖν ἐπισκόπους ὄντας διακόνῳ περὶ δογμάτων εἰς λόγους καθίστασθαι. ἀντειπόντων δὲ τῶν διαφερομένων ὡς οὐκ ἀξίας νῦν ἐστι κρίσις, ἀλλ' ἀληθείας ἐπιζήτησις, δέχονται μὲν καὶ ἄκοντες οἱ περὶ Βασίλειον τὸν ἀγῶνα· καί, ὡς οὗτος λέγει, κατὰ κράτος τῇ τοῦ Ἀετίου γλώσσῃ ἡττήθησαν, ὡς μὴ μόνον ὁμολογῆσαι παρηλλάχθαι τὴν τοῦ γεννηθέντος οὐσίαν πρὸς τὴν τοῦ γειναμένου καὶ κατὰ μηδὲν κοινωνεῖν, ἀλλὰ καὶ χειρὶ οἰκείᾳ τὴν ὁμολογίαν, Ἀετίου τοῦτο προσαπαιτήσαντος, βεβαιώσασθαι. Μαθόντα δὲ ταῦτα τὸν βασιλέα καὶ ἣν πάλαι Βασίλειος κατὰ Ἀετίου διαβολὴν συνεσκευάκει κατὰ μέσης τῆς καρδίας ἀκμάζουσαν φέροντα, τὸ συνενεχθὲν ἁρπάσαι πρὸς τὴν τῆς ὀργῆς ἐκπλήρωσιν. διόπερ ἄμφω μὲν εἰς θέαν παρίστησι, διαπυνθάνεται δὲ τοῦ Βασιλείου τίνα ἂν εἴη οἷς ἐπαιτιᾶται τὸν Ἀέτιον. ὁ δέ· «ὡς ἀνόμοιον», ἔφη, «τῷ πατρὶ τὸν υἱὸν εἰσηγεῖται». ἀμείψασθαι δὲ πρὸς ταῦτα τὸν Ἀέτιον τοσοῦτον ἐνδεῖν τῷ πατρὶ τὸν υἱὸν ἀνόμοιον εἰπεῖν ἢ δοξάσαι, ὥστε καὶ ἀπαραλλάκτως ὅμοιον αὐτὸν κηρύττειν. τῆς δὲ τοῦ ἀπαραλλάκτου φωνῆς ὑποδραξάμενος ὁ Κωνστάντιος, καὶ μηδ' ἀνασχόμενος ὅλως ἔτι καταμαθεῖν καθ' ὃν ἐκεῖνος τρόπον ἀνεφθέγξατο τὸ ἀπαράλλακτον, ἐκβληθῆναι μὲν κελεύει τῶν βασιλείων τὸν Ἀέτιον· ὕστερον δὲ τῇ συνδρομῇ Ἀκακίου καὶ καθαιρέσεως ὑποβληθῆναι ψήφοις, οὐ τῶν ὀρθοδοξούντων μόνων ὑποσημηναμένων τῇ καθαιρέσει, ἀλλὰ καὶ αὐτῶν τῶν εἰς τὰ μάλιστα τῷ φρονήματι κοινωνούντων, τῶν μὲν καὶ τὴν γνώμην μεταβληθέντων, τῶν δὲ τὴν ἀκούσιον πρᾶξιν οἰκονομίας ῥήματι κατασχηματιζόντων. ὁ δὲ Κωνστάντιος, τὸν τῶν Ἑσπερίων τόμον προκομισάμενος, τούτῳ καὶ τῶν παρόντων τοὺς ἄλλους ὑποσημήνασθαι χειρὶ οἰκείᾳ διεκελεύσατο. περιείχετο δὲ τῷ τόμῳ ὅμοιον τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνομολογεῖν τὸν υἱόν. καὶ πάλιν ἐνταῦθα συνδρομῇ τοῦ Ἀκακίου, ὃς ἕτερος μὲν ἦν τὴν δόξαν, ἕτερος δὲ τὴν γλῶτταν, ὑπογράφουσι πάντες ὅσοι παρῆσαν, καὶ ὅσοι πρὶν ἐπρέσβευον τὸ ἑτεροούσιον. 5. τ ΕΚ ΤΗΣ ΠΕΜΠΤΗΣ ΙΣΤΟΡΙΑΣ 5. 1 Ὅτι, φησί, μετὰ ταῦτα Ἀκάκιος τοὺς περὶ Βασίλειον καὶ Εὐστάθιον, βασιλέα πείσας καὶ αἰτίαις ἄλλους ἄλλαις ὑποβαλών, καθαιρεῖ τῶν θρόνων. καθαιρεῖ δὲ καὶ Μακεδόνιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον. παυθέντος δὲ τοῦ Μακεδονίου, Εὐδόξιος ἐξ Ἀντιοχείας Κωνσταντίου γνώμῃ ἀντικαθιδρύεται τῷ θρόνῳ. ὑπερορίζονται δὲ καὶ οἱ καθαιρεθέντες, Βασίλειος μὲν εἰς Ἰλλυριούς, οἱ δὲ λοιποὶ ἄλλος ἀλλαχόσε· οἳ πρὸς τὴν ὑπερορίαν στελλόμενοι ἀθετοῦσι μὲν τὰς οἰκείας ὑπογραφάς, αἷς τὴν ἐν Ἀριμήνῳ πίστιν ὑπεσημήναντο· ἀνακηρύττουσι δὲ πάλιν οἱ μὲν τὸ ὁμοούσιον, οἱ δὲ τὸ ὁμοιοούσιον. καὶ ὁ Ἀέτιος δέ, καθαιρεθεὶς διότι τὸ ἀπαράλλακτον εἰσηγήσατο, ὅπερ αὐτοῦ ταῖς ἄλλαις ὁμιλίαις καὶ συγγραφαῖς διαρρήδην ἀπεμάχετο, ὑπερόριος εἰς Μοψουεστίαν τῆς Κιλικίας ἐκπέμπεται, ὑπογραψάντων κατ' αὐτοῦ, οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τῆς πίστεως ἣν ἐκήρυττεν, μικροῦ πάντων αὐτοῦ τῶν ἐραστῶν καὶ ὁμοφρόνων, τῶν μὲν ἐκ μεταβολῆς τῶν πάλαι δεδογμένων, τῶν δὲ τοῖς καιροῖς ἐνδόντων καὶ τὴν τοῦ βασιλέως γνώμην κρείττω τῆς παρὰ σφίσιν ἀληθείας ποιησαμένων. ὁ δὲ Ἀκάκιος, τοὺς περὶ Βασίλειον δι' ἰδίαν ἔχθραν καὶ τὸν Ἀέτιον διὰ τὸ ἑτεροδοξεῖν καθελὼν καὶ ὑπερορίους ποιησάμενος, ἀνατρέχων ἐπὶ τὴν Καισάρειαν ταῖς χηρευούσαις ἐκκλησίαις ἀρχιερεῖς καθίστη τὸ ὁμοούσιον θρησκεύοντας. καὶ καθίστησι μὲν ἐν Νικομηδείᾳ ἀντὶ Κεκροπίου Ὀνήσιμον, ἀντὶ δὲ Βασιλείου τῇ Ἀγκύρᾳ Ἀθανάσιον, Ἀκάκιον δὲ ἕτερον ἀντὶ Σιλβανοῦ τῇ Ταρσῷ. ἐν δὲ τῇ Ἀντιοχείᾳ, ὅσοι μέν ποτε τῶν ἐν τῷ κλήρῳ συνέπραξαν Βασιλείῳ ἐν τοῖς κατὰ τοῦ Εὐδοξίου καὶ Ἀετίου τολμηθεῖσιν ἐρήμην ἠλαύνοντο· Μελέτιον δὲ τῆς Σεβαστείας τῶν Ἀρμενίων μεταπεμψάμενος ἀντὶ Εὐδοξίου τῷ θρόνῳ ἐγκαθιδρύει, ἤδη γὰρ Εὐδόξιος Κωνσταντινουπόλεως ἐπέβαινεν. ὁ δὲ Μελέτιος τὰ μὲν πρῶτα τῇ τοῦ βασιλέως ῥοπῇ θεραπεύων τὸ ἑτεροούσιον ὑπεκρίνετο καὶ τῷ τόμῳ τῶν Ἑσπερίων ὑπέγραψεν· τοῦ δὲ τῆς Ἀντιοχείας ἐπάρξας θρόνου, θερμὸς ἦν τοῦ ὁμοουσίου ὑπέρμαχος. χειροτονεῖ δὲ καὶ Πελάγιον ὁ Ἀκάκιος ἐν Λαοδικείᾳ· καὶ ἁπλῶς, ἔνθα ἂν ἡ δύναμις εἵπετο, τὴν βουλὴν ἐδίδου κατὰ τὸ κράτιστον ἀντὶ τῶν ἐξελασθέντων τοὺς τὸ ὁμοούσιον εἰς τὸ ἀπροφάσιστον τιμῶντας ἐγκαθιστάναι.