Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia ecclesiastica Photius
PhilostrogiusPhot 7 · pg-scrape-grcMore by Philostrogius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.2.1
Ὅτι Γεώργιον τὸν Ἀλεξανδρείας συνεδρίου, φησί, προκαθεζόμενον καὶ τῷ κατὰ Ἀετίου τόμῳ ὑποσημήνασθαι τοὺς ὁμοδόξους βιαζόμενον, εἰσπηδήσαντες τὸ Ἑλληνικὸν καὶ συλλαβόντες αὐτὸν πολλά τε εἰς τὸ σῶμα ἐνυβρίσαντες, εἶτα πυρὶ παρέδοσαν. φησὶ δ' ὁ δυσσεβὴς συγγραφεὺς οὗτος καὶ τὴν Ἀθανασίου γνώμην στρατηγῆσαι τῆς πράξεως. ἀλλὰ γάρ, Γεωργίου διαφθαρέντος, τὸν οἰκεῖον θρόνον ὁ Ἀθανάσιος, τῶν Ἀλεξανδρέων αὐτὸν ἀσμένως ὑποδεξαμένων, ἀναλαμβάνεται.
7.3.1
Ὅτι περὶ τῆς εἰκόνος τοῦ σωτῆρος ἡμῶν, ἣν ἡ τῆς αἱμόρρου πίστις ἀμειβομένη τὸν εὐεργέτην ἀνέστησεν, ἱστορῶν φησιν ἀνεστηλῶσθαι μὲν ταύτην κατὰ τὴν πηγὴν τὴν ἔνδον τῆς πόλεως μετὰ καὶ ἑτέρων ἀγαλμάτων, τερπνότητός τι παρέχειν τοῖς φοιτῶσι θέαμα. τῆς δὲ τοῦ σωτῆρος εἰκόνος βοτάνης κατὰ τοὺς πόδας ἀναφυείσης, νοσημάτων μὲν ἁπάντων, μάλιστα δὲ τῆς φθινάδος ἴαμα, καὶ ζητούντων τὴν αἰτίαν (ἐλελήθει γὰρ τῷ χρόνῳ καὶ οὗτινος ἔφερε μορφὴν καὶ ἡ πρᾶξις δι' ἣν ἀνεστήλωτο· ἐν ὑπαίθρῳ γὰρ καὶ γυμνὸς ἑστώς, ἐπ' οὐκ ὀλίγον συνεχώσθη τοῦ σώματος, γῆς ἐπ' αὐτὸν ἐκ τῶν ὑψηλοτέρων ἀεὶ τόπων ἐν τοῖς τῶν ὄμβρων μάλιστα καιροῖς ἐπιφερομένης, ὑφ' ἧς ἡ τῶν γραμμάτων τῶν ἕκαστα δηλούντων ἠφάνιστο γνῶσις)· τῆς οὖν ζητήσεως ταύτης ἐπιστάσης, ἀνωρύχθη μὲν τὸ συγκεχωσμένον, εὑρέθη δὲ γράμματα τὴν ἱστορίαν πᾶσαν ἀναδιδάσκοντα. καὶ ἡ πόα μὲν οὐκ ἔτι μετ' ἐκεῖνον ὤφθη τὸν χρόνον οὔτε ἐκεῖ οὔτε ἀλλαχόθι· τὸν δὲ ἀνδριάντα μεταστησάμενοι ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ τὰ πρέποντα ἐθεράπευον, σέβοντες μὲν ἢ προσκυνοῦντες οὐδαμῶς (οὐ γὰρ ἦν θέμις χαλκὸν ἢ ἄλλην ὕλην προσκυνεῖν), αὐτῷ δὲ τούτῳ, στάσει τε σεμνοτέρᾳ καὶ τῷ μεθ' ἡδονῆς ἐπιφοιτᾶν τῷ τόπῳ τὸ εἶδος θεασομένους, τὸν περὶ τὸ ἀρχέτυπον πόθον ἐπιδεικνύμενοι. Τοῦτο τὸ ἄγαλμα κατὰ τοὺς Ἰουλιανοῦ χρόνους τὸ Ἑλληνικὸν εἰς ἀσέβειαν ἀναφλεχθέντες, οἱ τὴν Πανεάδα οἰκοῦντες, τῶν βάθρων ἀνασπασάμενοι καὶ τῶν ποδῶν ἐκδησάμενοι, διὰ μέσης ἔσυρον τῆς λεωφόρου· ἐν ᾧ τὸ μὲν ἄλλο σῶμα διασπώμενοι διεσκέδασαν, τὴν δὲ κεφαλήν, ἐν τῷ σύρεσθαι τοῦ αὐχένος διαζυγεῖσαν, τινὲς λαθόντες τῶν ἐπαλγούντων τοῖς δρωμένοις ἀνελάβοντό τε καὶ ὡς ἠδύναντο διεσώσαντο. καί φησι ταύτην καὶ αὐτὸς θεάσασθαι. Ἡ μέντοι γε Πανεὰς Δὰν ἐπωνομάζετο τὸ παλαίτατον, τὴν προσηγορίαν ἀπὸ τοῦ παιδὸς τοῦ Ἰακὼβ Δὰν ἑλκυσαμένη, τοῦ φυλάρχου τῶν ταύτην οἰκούντων τότε· εἶτα δὲ Καισάρεια ἡ Φιλίππου ἐπεκέκλητο. τῶν δὲ Ἑλληνιστῶν Πανὸς ξόανον αὐτῇ καθιδρυσάντων, εἰς τὴν τῆς Πανεάδος ἐπωνυμίαν μετέβαλεν.
7.4.1
Ὅτι, τῶν Ἑλληνιστῶν τὰ ἀτοπώτατα κατὰ τῶν Χριστιανῶν πανταχοῦ παλαμωμένων, καὶ τόδε τοῖς ἀσεβέσι κατὰ Παλαιστίνην δεδραματούργηται. τὰ τοῦ προφήτου Ἐλισσαίου ὀστᾶ καὶ τοῦ βαπτιστοῦ Ἰωάννου (ἐκεῖ γὰρ ἄμφω ἐτέθαπτο) τῶν θηκῶν ἐξελόμενοι καὶ ζῴων ὀστοῖς ἀλόγων συγκαταμίξαντες, ὁμοῦ πρὸς κόνιν κατέκαυσαν καὶ εἰς τὸν ἀέρα διεσπείραντο. καὶ τοὺς Χριστιανίζοντας δὲ συλλαμβάνοντες, ἔστιν ὅτε τοῖς βωμοῖς ἀναπτομένοις ὡς ἱερεῖα ἐπετίθεσαν, καὶ εἰς πολλὴν ἄλλην ἀρρητουργίαν ἐξεβακχεύθησαν. ἅπερ Ἰουλιανὸς ἐπιστάμενος οὐχ ὅπως ἤχθετο, ἀλλὰ καὶ διαφερόντως ἔχαιρεν, ὡς τῆς μὲν ἐπὶ τοῖς δρωμένοις δυσκλείας εἰς ἑτέρους ἀνιούσης, τῆς δ' αὐτοῦ γνώμης τοῖς ἐκείνων ἔργοις περαιουμένης. Συνιδὼν δὲ διὰ τῆς τοσαύτης μανίας οὐδὲν ὧν ἐβούλετο περαινόμενον (μᾶλλον γὰρ τὸ Χριστιανῶν πολιορκούμενον ἐπερρώννυτο φρόνημα), μηχανᾶται τοὺς ἐν αἰτίαις ἐκβεβλημένους τῶν ἐπισκόπων καὶ τοὺς ἀντ' ἐκείνων ἔχοντας τοὺς θρόνους εἰς πόλεμον συρράξαι. καὶ δὴ πάσης ἐξουσίας ἑκατέρᾳ μοίρᾳ μετεδίδου πράττειν ὅσα καὶ δυνατὰ αὐτοῖς εἴη εἰς τὴν οἰκείαν σύστασίν τε καὶ ὠφέλειαν. ἐξ ὧν ἐκεῖνοι πρὸς ἀλλήλους συρρηγνύμενοι πολλὴν ἀσχημοσύνην καὶ μέμψιν, ὅπερ ἦν τῷ ἀποστάτῃ σπούδασμα, προσετρίβοντο τῇ εὐσεβείᾳ. Καὶ ἄλλα δὲ τῆς αὐτῆς κακοτεχνίας συνεπῆγε· τούς τε γὰρ ἐν κλήρῳ κατειλεγμένους εἰς τὴν τῶν βουλευτῶν ἀνέστρεφε λειτουργίαν καὶ τῶν ἐκκλησιῶν τὰ σιτηρέσια τοῖς τῶν δαιμονίων θεραπευταῖς μετεδίδου, καὶ πάντα πράττειν οὐκ ἐνεδίδου ἐξ ὧν τὰ μὲν ἀκμάσῃ τὰ τῶν δαιμόνων, τὰ δὲ τῆς εὐσεβείας, ὡς ἐνόμιζεν, εἰς ἀφανισμὸν συνελαθείη.
7.5.1
Ὅτι, φησί, τῶν πραγμάτων οὕτω φερομένων, εἰς μνήμην Εὐδόξιος ἀνελθὼν τῶν ὅρκων καὶ τῶν ὑποσχέσεων ἃς ὑπὲρ Ἀετίου πρὸς Εὐνόμιον ἀνεδέξατο, σύνοδον ἐπιστέλλει τῷ Ἀντιοχείας Εὐζωΐῳ συναθροῖσαι, δι' ἧς ἔδει τὸν Ἀέτιον τῆς καταδικαζούσης ψήφου ἀπολυθῆναι. ὁ δὲ Εὐζώϊος οὐδὲν πρὸς τὴν ἀξίωσιν ἐπεστράφη, αἰτιασάμενος μάλιστα τὸν Εὐδόξιον, ὅτι μὴ αὐτὸς προκατήρξατο πράττειν ἅπερ ὑποτίθησιν ἑτέροις. ἐπιμένοντος δὲ τοῦ Εὐδοξίου τῇ ἀξιώσει, ὑπισχνεῖται καὶ ὁ Εὐζώϊος τὴν πρᾶξιν.
7.6.1
Ὅτι, ἐν Κωνσταντινουπόλει διατρίβοντος τοῦ Ἀετίου καὶ Εὐνομίου, παραγίνεται Λεόντιος ὁ τῆς Τριπόλεως πρὸς αὐτοὺς καὶ Θεόδουλος ἀπὸ Χαιρατόπων οἵ τε ἀμφὶ τὸν Σέρραν καὶ Θεόφιλον καὶ Ἡλιόδωρον ἐξ ἑκατέρας Λιβύης, καὶ ὅσοις ἄλλοις γε ἡ αὐτὴ συνήρεσκε δόξα, οἳ μήτε τῇ τοῦ Ἀετίου καταδίκῃ μήτε τῷ τόμῳ τῶν Ἑσπερίων ὑπογράψαι ἠνέσχοντο. καὶ συναθροισθέντες χειροτονοῦσι τὸν Ἀέτιον· καὶ ἦν αὐτοῖς αὐτός τε καὶ Εὐνόμιος ἅπαντα. ἐχειροτόνουν δὲ καὶ ἑτέρους ἐπισκόπους, οὐδὲν τέως τοῦ Εὐδοξίου δυσχεραίνοντος, ἀλλὰ καὶ ψήφους πολλάκις ὑπὲρ τῶν μελλόντων χειροτονεῖσθαι τοῖς περὶ Ἀέτιον προκομίζοντος. ἐν τούτῳ δὲ καὶ Εὐζώϊος, εἰς ἐννέα τὸν ἀριθμὸν ἀθροισάμενος σύνοδον, τὰς κατὰ Ἀετίου γεγενημένας πάλαι πράξεις διελύσατο. ἔλυσε δὲ καὶ τὴν τοῦ ἑξαμήνου προθεσμίαν μεθ' ἣν τοῖς περὶ Σέρραν, εἰ μὴ τῇ τοῦ Ἀετίου καθαιρέσει καὶ τῷ ἑσπερίῳ τόμῳ ὑπογράψαιεν, τῆς ἱερωσύνης ἀφαίρεσις ἡ ζημία διωρίζετο. ἑκατέρας δὲ τῶν εἰρημένων προελθούσης πράξεως, τοὺς τόμους ἀποστέλλειν τοῖς περὶ Εὐδόξιον παρεσκευάζοντο. ἀλλ' ὁ κατὰ τῶν Χριστιανῶν ἀνυπόστατος διωγμὸς τὴν ὁρμὴν περιέκοψεν.
7.7.1
Ὅτι τὸν Οὐαλεντινιανὸν ὁ ἀποστάτης, τάγματος ἐπάρχοντα στρατιωτικοῦ (κόμης γὰρ ἐχρημάτιζεν τῶν λεγομένων κουρνούτων), ἐπεὶ πάντα πράττων οὐδαμῶς αὐτὸν ἴσχυσε τῆς εὐσεβείας μεταστῆσαι, παραλύσας τοῦ ἀξιώματος εἰς Θήβας τὰς Αἰγυπτίας φυγαδεύει. τοῦτόν φασι, ἡνίκα Κωνστάντιος ἐβασίλευσεν, ἰδεῖν τινα τῶν λεγομένων σιλεντιαρίων πυρὸς φλόγα τοῦ στόματος ἀφιέντα· ἰδεῖν δὲ κατὰ τὸ δειλινόν, ἡνίκα μετὰ τροφὴν τὸν ὕπνον αἱρούμεθα, καὶ ταῦτα σημῆναι Κωνσταντίῳ. καὶ γὰρ ἐκείνου πέμψαντος αὐτὸν διά τινα χρείαν μετακαλέσασθαι τὸν Οὐαλεντινιανόν, περιτυχεῖν τῷ θεάματι. ὁ δὲ Κωνστάντιος τῇ ἀγγελίᾳ εἰς ὑπόνοιαν μὲν καὶ δέος κατέστη, οὐ μήν γέ τι παρελύπησε τὸν ἄνδρα· παραμυθούμενος δὲ τὸ οἰκεῖον δέος, περὶ τὰ φρούρια τῆς Μεσοποταμίας ἐκπέμπει φύλακα τῶν ἐκεῖσε τόπων ἐσόμενον καὶ τὰς τῶν Περσῶν ἐπιδρομὰς ἀναστέλλοντα.
7.8.1
Ὅτι τὰ περὶ τοῦ μάρτυρος Βαβύλα, ὅσα τε Ἰουλιανὸς εἰς τὸ μαρτυρικὸν ἐκεῖνο σῶμα παρῴνησεν, ὅσα τε εἰπεῖν ἐξεβιάσθη τὰ δαιμόνια, καὶ ὅπως κεραυνῷ τὸ τοῦ Ἀπόλλωνος αὐτῷ καθιδρύματι ἀπετεφρώθη τέμενος, καὶ ὅσα ἄλλα κατὰ ἀνθρώπους τε καὶ ὑπὲρ ἀνθρώπους παρεδοξοποιήθη, οὐκ ἐπὶ μέγα παραλλάττοντα τοῖς ἄλλοις οὗτος ἱστορεῖ. λέγει δὲ μαρτυρῆσαι τὸν ἱερὸν Βαβύλαν σὺν τρισὶ παισὶ κομιδῇ μὲν νέοις, τὸ γένος δ' ἀδελφοῖς· τὸ δὲ μαρτύριον ἀπ' ἀρχῆς τοιαύτης προβῆναι. ἐπίσκοπος ἦν τῆς Ἀντιοχείας ὁ Βαβύλας. Νουμεριανῷ δὲ τῷ Ῥωμαίων βασιλεῖ ἤ, ὡς ἔνιοι, Δεκίῳ φασὶ κατὰ δή τινα δαίμονα γνώμην ἐμπεσεῖν πληθυούσης τῆς ἐκκλησίας εἰσελθεῖν ἐν αὐτῇ. τὸν δέ γε τοῦ θεοῦ ἀρχιερέα κατὰ τὰ προπύλαια στάντα τοῦ νεώ, τὴν εἴσοδον ἀποτειχίζειν, φάσκοντα, ὅσα γε δυνατὸς εἴη, μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ παρεισδυόμενον. καὶ τὸν μὲν αὐτίκα τῆς ὁρμῆς ἀνακρουσθῆναι, εἴτε στάσιν ὑπειδόμενον, εἴτε καὶ ἄλλως μεταβουλευσάμενον· τὸν ἐπίσκοπον πρῶτα μὲν τῆς τόλμης αἰτιᾶσθαι, ἔπειτα δὲ κελεύειν τὸν ὅσιον τοῖς δαίμοσι θύειν, μόνην γὰρ εἶναι τὴν ἐξοσίωσιν ταύτην λύσιν τε τοῦ ἐγκλήματος καὶ τῆς μετὰ ταῦτα τιμῆς τε καὶ δόξης πρόξενον. τὸν δέ, γενναίως πρὸς ἕκαστον τῶν προτεινομένων ἀντιταξάμενον, τὸν μαρτυρικὸν ἀναδήσασθαι στέφανον.
7.9.1
Ὅτι τοὺς τοῦ σωτῆρος χρησμούς, οἳ τὴν Ἱερουσαλὴμ ἀνατετράφθαι λέγουσιν ὥστε μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι, τούτους ὁ ἀποστάτης εἰς ψεῦδος ἐλέγχειν διανοηθείς, οὐ μόνον οὐδὲν ἤνυσεν ὧν ἐσπούδασεν, ἀλλὰ τὸ ἐν τοῖς χρησμοῖς, εἰ καὶ ἄκων, ἐβεβαίωσεν ἀμετάπτωτον. ὁ μὲν γὰρ τοὺς πανταχῆ συναγείρας Ἰουδαίους καὶ οἴκοθεν χρήματα καὶ δύναμιν ἄλλην παρασχών, ἀνακαινίζειν ἐπέτρεπεν τὸ ἱερόν. δείματα δὲ θεήλατα γεγονότα, διήγησιν ὑπερβαίνοντα, οὐ μόνον ἔσβεσαν αὐτῶν τὴν προθυμίαν, ἀλλὰ καὶ αὐτὸν καὶ τοὺς Ἰουδαίους εἰς ἐσχάτην ἀμηχανίαν καὶ αἰσχύνην κατεστρέψαντο. τοῦτο μὲν γὰρ πῦρ ἐπενέμετο τοὺς ἐργάζεσθαι τολμῶντας, τοῦτο δὲ σεισμὸς ἐχώννυεν· καὶ ἄλλους ἄλλα πάθη κατεμερίζετο, καὶ ἡ καταισχύνειν τὰ δεσποτικὰ λόγια μελετήσασα τόλμα τὸ ἐκείνων ἀκαταίσχυντον καὶ σεβασμιώτατον λέληθεν ἑαυτὴν ἀνακηρύττουσα.
7.10.1
Ὅτι πολλοὶ μὲν τῶν εἰς τοὺς Χριστιανοὺς καὶ τὴν εὐσέβειαν ἐκμανέντων δίκας ἔτισαν οὐ μεμπτάς, εἰς τὸ περιφανέστατον δὲ καὶ ἐπιφανεῖς Ἰουλιανός τε ὁ τῆς Ἑῴας ἄρχων, θεῖος ὢν κατὰ τὸ μητρῷον γένος τοῦ ἀποστάτου Ἰουλιανοῦ, καὶ Φίληξ ὁ τοὺς θησαυροὺς ἐπιτετραμμένος καὶ Ἐλπίδιος τῆς βασιλικῆς οἰκίας προεστώς (κόμητας πριουάτων ἡ Ῥωμαίων γλῶττα καλεῖ)· οὗτοι δ' οἱ τρεῖς τῶν ἐξαρνησαμένων τὴν εὐσέβειαν εἰς τὸ βασιλεῖ κεχαρισμένον ἦσαν. Ὁ μὲν οὖν Φίληξ, ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας τῶν ἐν βάθει φλεβῶν μιᾶς τῆς μεγίστης ἀναρραγείσης, αἵματός τε αὐλὸν ἐξέπεμψεν ἐκ τοῦ στόματος καὶ θέαμα τοῖς ὁρῶσι γενόμενος φοβερὸν οὐδὲ δι' ὅλης ἡμέρας ἤρκεσεν, ἀλλὰ περὶ δείλην ὀψίαν τοῦ αἵματος ἐπιλείποντος καὶ τὴν ψυχὴν συναπέβαλε. Ὁ δέ γε Ἰουλιανὸς ἀργαλέᾳ καὶ δυστεκμάρτῳ βληθεὶς νόσῳ ἐπὶ τεσσαράκοντα τὰς ὅλας ἡμέρας ἀποτάδην ἔκειτο, μήτε φθεγγόμενος μήτε τινὰ συναίσθησιν ἔχων· μικρὸν δέ πως ὑπορραΐσας, πολλὰ μὲν κατεγίνωσκεν ἑαυτὸν τῆς ἀθεμίτου τόλμης καὶ τὴν δίκην ἐκεῖθεν αὐτῷ συναίσθησιν ἔλαβεν καταρραγῆναι· καὶ μέχρι τοῦ μάρτυρα αὐτὸν ἑαυτοῦ τῆς ἀνοσιουργίας γενέσθαι ἀνενεγκών, παντοδαποῖς ἕλκεσι τὴν γαστέρα σπασθείς, συνδιερράγη καὶ τὴν ψυχήν. Καὶ ὁ Ἐλπίδιος δέ, εἰ καὶ τῶν ἄλλων βραδύτερον, ἀλλ' οὖν τῇ τοῦ Προκοπίου τυραννίδι συμπράττων φωραθείς, ὃς ἐπανέστη τῷ Οὐάλεντι, τῶν τε χρημάτων γυμνωθεὶς καὶ εἱρκταῖς καταβιούς, ἀκλεῶς καταστρέφει τὸν βίον, ἐπάρατος πᾶσι γεγονὼς καὶ ὁ θύτης Ἐλπίδιος ἐπονομαζόμενος. Ἄλλος δέ τις συνεισελθὼν τοῖς εἰρημένοις ἐν τῇ ἐκκλησίᾳ, ἣν ἐπόρθουν καὶ ἀπεσύλων τὰ ἀναθήματα καὶ τὰ κειμήλια λαφυραγωγοῦντες τὸν ἐν αὐτοῖς θεραπευόμενον ἐξύβριζον, οὗτος δή, προσανασυράμενος τὴν ἐσθῆτα, τῷ θυσιαστηρίῳ ἐνασελγαίνων ἐναπούρησε καὶ παραυτίκα ποινὴν χαλεπὴν καὶ ὀξεῖαν ἀπέτισεν. δι' ὧν γὰρ ὕβρισεν μορίων, ταῦτα μέχρι τῶν ἐντέρων διασαπεὶς καὶ σκωλήκων ἀδιήγητον χρῆμα τεκνώσας, οἰκτρῶς ἄγαν καὶ οὐδ' ἀφηγήσεως ἀξίως καταστρέφει τὸν βίον. καὶ μὲν δὴ καὶ ἕτεροι παραπλήσια τετολμηκότες ἐφαμίλλους τὰς τιμωρίας δεδώκασιν.
7.11.1
Ὅτι Ῥωμαίων ὁ βασιλεὺς Ἀδριανός, ὃς Αἴλιος ἐπωνόμαστο, τὰς Ἱεροσόλυμα Αἰλίαν ἐξ ἑαυτοῦ μετεκαλέσατο, ὡς ἂν παντάπασι τὸ Ἰουδαίων αὐτῆς ἔθνος ἀποστήσῃ καὶ ἀπορρήξῃ καὶ μηδ' ἐκ τῆς κλήσεως ὡς πατρίδος αὐτῆς ἀντιποιεῖσθαι πρόφασιν ἔχωσιν. ἐδεδίει γὰρ αὐτῶν τὸ θερμουργὸν καὶ ῥιψοκίνδυνον μή, συναγειρόμενοι κατὰ πρόφασιν ἐν τῇ πόλει λατρείας, πράγματα Ῥωμαίοις παρέξουσιν.
7.12.1
Ὅτι, φησί, Βαβύλα τοῦ μάρτυρος τῶν λειψάνων μετατεθέντων, τὰ τῶν Ἑλλήνων χρηστήρια, τοῦ κατὰ τὴν Δάφνην ἀρξαμένου, χρησμοὺς ἀνεδίδου καὶ λόγια, τῆς θείας προνοίας φθέγγεσθαι μὲν αὐτοῖς ἐνδιδούσης, τρεπούσης δὲ τὴν εἰς τιμὴν αὐτοῖς ὁρῶσι σπουδὴν εἰς αἰσχύνην ἄφατον. καὶ γὰρ ἐξ ὧν ἐσπούδαζε τὸ Ἑλληνικὸν κιχρᾶν τὰ δαιμόνια, ἵν' ἔχοιεν ἐπὶ μᾶλλον θειάζειν αὐτά, ἐκ τούτων τὸ ἀσθενὲς αὐτῶν καὶ πεπλανημένον διελέγχειν τῇ θείᾳ προνοίᾳ συνηλαύνοντο· ψευδεῖς γὰρ καὶ ἀτέλεστοι κατά γε τὸ περιφανέστατον οἱ ἐκεῖθεν χρησμοὶ ἐγνωρίζοντο. ὅθεν καὶ προθεσπισάντων ἅμα πάντων καθ' ἕκαστον τῶν μαντείων ὡς Ἰουλιανὸς ὁ τοῦ βασιλέως θεῖος νοσῶν οὐ τεθνήξεται, ἐν αὐταῖς ταῖς τῶν χρησμῶν ἀναγνώσεσιν οἰκτρῶς ἐκεῖνος καὶ ἐλεεινῶς τὸν βίον ἀπέρρηξεν.
7.13.1
Ὅτι, φησί, Ἥρωνά τινα ἐκ Θηβῶν τῶν Αἰγυπτίων ὁρμώμενον καὶ εἰς ἐπισκόπους τελέσαντα, εἶτα πρὸς Ἑλληνισμὸν μεταβαλόντα, παραχρῆμα νόσος σηπεδονώδης ἀπέλαβεν καὶ πᾶν αὐτοῦ καταβοσκηθεῖσα τὸ σῶμα βδέλυγμα πᾶσιν ὑπέδειξεν. ὁ δὲ πανταχόθεν ἀπορούμενος ἐν τοῖς ἀμφόδοις κατέκειτο, μηδ' ὅντινα οὖν μηδαμόθεν ἕλκων ἔλεον, τῶν μὲν Χριστιανῶν παντελῶς αὐτὸν ἐκτρεπομένων, τῶν Ἑλλήνων δὲ μέχρι τοῦ καθυποβαλεῖν αὐτὸν τῇ πλάνῃ μόνον αὐτὸν ἐγνωκότων. ἀλλ' ὁ μὲν Ἥρων πικρῶς οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν ἀπορρυείς, πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώς, καὶ δὴ καὶ τοὺς ὀφθαλμοὺς ὑπ' αὐτῶν ἐξορυχθείς, τελευτῶν εἰς μανίαν ἐτράπη καὶ τὴν ἑαυτοῦ γλῶτταν καταφαγὼν ἐκ πικρῶν βασάνων εἰς πολὺ χαλεπώτερα παρεπέμφθη κολαστήρια. καὶ πολλὰ τοιαῦτα τὸ θεῖον ἐτερατούργει, ἀντιρρόπους τὰς ποινὰς παρὰ τῶν ἀναίδην ἀσεβούντων εἰσπραττόμενον.
7.14.1
Ὅτι προστάξας, φησίν, Ἰουλιανὸς τὰ Ἱεροσόλυμα ἀνοικοδομεῖσθαι, ὡς ἂν τὰς περὶ αὐτῶν δεσποτικὰς προρρήσεις ἀκύρους ἐλέγξῃ, τοὐναντίον ἅπαν ὧν ἐσπούδασεν ἐξειργάσατο. ἄλλα τε γὰρ τέρατα ὑπερφυῆ τὸ ἔργον κατασκήψαντα ἐπέσχεν καὶ δὴ καὶ τῶν θεμελίων εὐτρεπιζομένων εἷς τῶν λίθων, τῶν εἰς τὴν ἐσχάτην κρηπῖδα τεταγμένων, κινηθεὶς στόμιον ἄντρου τινὸς παρέδειξεν ἐνειργασμένου τῇ πέτρᾳ. ὡς δ' ἄπορον ἦν διὰ τὸ βάθος ἰδεῖν τὰ ἔνδον, βουλόμενοι γνῶναι τὸ σαφὲς οἱ τοῖς ἔργοις ἐφεστῶτες καθιᾶσί τινα τῶν ἐργατῶν σχοίνου μακρᾶς ἐκδησάμενοι. ὁ δὲ καθιμηθεὶς ὕδωρ μὲν εὗρεν εἰς μέσας κνήμας κατὰ τὸ ἄντρον συνεστηκός· πανταχῆ δὲ περιελθὼν καὶ τῶν τοίχων ἐφαψάμενος, τετράγωνον μὲν τὸ ἄντρον ἔγνω, ἀναστρέφων δὲ καὶ κατὰ τὸ μέσον γεγονώς, ἐντυγχάνει στήλῃ τινὶ βραχὺ διεχούσῃ τοῦ ὕδατος· ᾗ τὴν χεῖρα ἐπιβαλὼν εὑρίσκει βιβλίον αὐτῇ ἐπικείμενον, λεπτοτάτῳ καὶ καθαρωτάτῳ περιειλημένον ἡμιτυβίῳ. ἀνελόμενος δὲ ὡς εὗρεν τὸ βιβλίον, σημαίνει δεῖν αὐτὸν ἀνακομίζειν. Ἀνακομισθεὶς δὲ ἐπιδείκνυσι τὸ βιβλίον καὶ εἰς θάμβος ἅπαντας ἄγει, μάλιστα δ' ὅτι καὶ νεουργὸν καὶ ἀθιγῆ παρεῖχε τὴν θέαν, καὶ ὡς ἐν ἐκείνῳ ἀνευρεθὲν τῷ χωρίῳ. τὸ δὲ ἄρα τὸ βιβλίον (ὃ καὶ πλέον Ἑλληνιστὰς καὶ Ἰουδαίους κατέπληξεν) εὐθὺς κατ' ἀρχὰς ἀναπτυχθὲν μεγάλοις ἔλεγε γράμμασιν· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.» 20 καὶ ἁπλῶς ὁλόκληρον ἡ γραφὴ τὸ εὐαγγέλιον ἐδείκνυ, ὅπερ ἡ θεολόγος τοῦ μαθητοῦ καὶ παρθένου εὐηγγελίσατο γλῶσσα. ἐδήλου δὲ ἄρα μετὰ τῶν ἄλλων παραδόξων ἔργων, ἃ κατ' ἐκεῖνο καιροῦ οὐρανόθεν ἐπεδείχθη, μὴ ἄν ποτε διαπεσεῖν τὴν δεσποτικὴν ἀπόφασιν, ἥτις τὴν εἰς τέλος ἐρήμωσιν20 τοῦ νεὼ προανεῖπεν. καὶ γὰρ θεόν τε ἐθεολόγει τὸ βιβλίον τὸν ταῦτα προτεθεσπικότα καὶ δημιουργὸν ἁπάντων καὶ ἔλεγχος ἦν τοῦ μάτην ἐκείνους περὶ τὴν οἰκοδομὴν πονεῖσθαι, τῆς θείας καὶ ἀμεταθέτου ψήφου τὸν εἰς τέλος τοῦ νεὼ ἀφανισμὸν καταψηφισαμένης. Τὰ μέντοι Ἱεροσόλυμα Ἰεβοὺς πρότερον ἐκαλεῖτο, τῶν τῆς Βενιαμίτιδος φυλῆς ταύτην ἐνοικούντων, πρὶν ἢ Δαυῒδ ὁ βασιλεύς, ὑποσχέσει στρατηγίας ἑλὼν αὐτὴν διὰ τοῦ Ἰωάβου, ἐκείνῳ τε τὴν ὑπόσχεσιν ὡς ὑπεδέξατο δίδωσι καὶ αὐτὸς πόλιν ἐν αὐτῇ δειμάμενος μητρόπολιν τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἀπειργάσατο.
7.15.1
Ὅτι, τοῖς πανταχόθεν χρησμοῖς τῶν Ἑλλήνων ὁ παραβάτης ἀναπεισθεὶς ὡς ἄμαχον ἕξει τὸ κράτος, κατὰ Περσῶν ἐκστρατεύει. γέρων δέ τις τῶν παρὰ Πέρσαις τῆς στρατευόμενον καὶ ἐρημίαις ἐκτόποις καὶ ἀμηχάνοις συγκλείσας ἀπορίαις, ἐν οἷς τὸ πλεῖστον τοῦ λαοῦ διεφθάρη, ἕτοιμον θήραμα τοὺς πολεμίους τοῖς ὁμοφύλοις παρέχεται. Τὸ δὲ Περσικὸν ἐπελαύνει κατ' αὐτῶν, συνεπαγόμενον καὶ τοὺς ὑποσπόνδους κοντοφόρους Σαρακηνούς· ὧν εἷς ἐπὶ τὸν Ἰουλιανὸν τὸ δόρυ ἐκτείνας πλήττει μὲν αὐτὸν ἐν ἰσχύϊ κατὰ τὸ περιτόναιον, ἅμα δὲ τῇ αἰχμῇ ἐξελκομένῃ καὶ κόπρος τις ἐπηκολούθησε συνεπισπωμένη τῷ αἵματι. εἶτα τὸν μὲν βαλόντα Σαρακηνὸν εἷς τῶν δορυφόρων ἐπελθὼν τῆς κεφαλῆς ἀποτέμνει. τρωθέντα δὲ καιρίαν τὸν Ἰουλιανὸν οἱ οἰκεῖοι διὰ τάχους ἀναλαβόντες ἐπ' ἀσπίδος, εἰς τὴν σκηνὴν ἀπεχώρουν. καὶ τοῖς πολλοῖς, διὰ τὸ ἀθρόον καὶ δι' ὀλίγου συμβῆναι τὴν πληγὴν καὶ μηδ' ὅθεν ἰδεῖν ἠνέχθη, παρὰ τῶν οἰκείων ἐνομίσθη τὸ πάθος προελθεῖν. Ἀλλ' ὅ γε δείλαιος Ἰουλιανὸς τοῦ τραύματος ταῖς χερσὶν ὑποδεχόμενος τὸ αἷμα πρὸς τὸν ἥλιον ἀπέρραινεν, διαρρήδην πρὸς αὐτὸν λέγων· «κορέσθητι». ναὶ δὴ καὶ τοὺς ἄλλους θεοὺς κακούς τε καὶ ὀλετῆρας ἐκάλει. Ἰατρῶν μέντοι γε ἄριστος ὁ Λυδὸς Ὀριβάσιος αὐτῷ συνῆν ὁ ἐκ Σάρδεων· ἀλλ' ἡ πληγὴ πᾶσαν χλευάζουσα θεραπείαν διὰ τριῶν ἡμερῶν τὸν Ἰουλιανὸν ἀπαλλάττει τοῦ βίου, ἐν μὲν τῷ τοῦ Καίσαρος σχήματι πέντε ἐνιαυτούς, ἐν δὲ τῷ διαδήματι μετὰ τὸν Κωνσταντίου θάνατον δύο καὶ ἥμισυ διανύσαντα ἔτη. Καὶ οὗτος μὲν εἰς τὸν ἥλιον ἀπορραίνειν τὸ αἷμα καὶ τοὺς αὐτοῦ θεοὺς κακολογεῖν, οἱ δὲ πλεῖστοι τῶν ἱστορούντων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἑκάτερον γράφουσιν ἐναπορρίψαι. 8. τ ΕΚ ΤΗΣ ΟΓΔΟΗΣ ΙΣΤΟΡΙΑΣ 8. 1 Ὅτι τῇ ἐπαύριον τοῦ διαφθαρῆναι τὸν ἀποστάτην ἀνίστησιν ὁ στρατὸς Ἰωβιανὸν βασιλέα. ὁ δὲ (οὐ γὰρ ἦν ἄλλως διασωθῆναι, εἰς δέκατον μέρος τῆς ὅλης στρατιᾶς ἀπολεπτυνθείσης) τριακοντούτεις τίθεται πρὸς τὸν Πέρσην σπονδάς, τῆς τε Νισίβεως αὐτῷ ὑπεκστὰς καὶ τῶν φρουρίων ὅσα Ῥωμαίοις ἐπὶ Πέρσας ἄχρι τῆς Ἀρμενίας οἱονεὶ τεῖχος προὐβέβλητο. Τὸν δὲ νεκρὸν Ἰουλιανοῦ Μεροβαύδης καὶ οἱ σὺν αὐτῷ ἐν Κιλικίᾳ κομίσαντες, οὐ κατὰ πρόνοιαν, κατὰ δέ τινα περιφορὰν ἀντικρὺ τοῦ τάφου ὃς τὰ Μαξιμίνου συνεῖχεν ὀστᾶ κατέθεντο, λεωφόρου μόνης ἀπ' ἀλλήλων τὰς θήκας αὐτῶν διατειχιζούσης.

Intertext edge

Open linked passage

Note