Historia ecclesiastica Photius
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.2.1
Ὅτι Εὐζώϊος, φησί, καὶ οἱ σὺν αὐτῷ τὸν μὲν ὑπὲρ Ἀετίου καὶ τοῦ δόγματος τόμον ἐξέθεσαν, οὐ μήν γε περαίνειν ταῦτα διανέστησαν. διὸ οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον ἐν Κωσταντινουπόλει διατρίβοντες καθ' ἑαυτοὺς ἤδη τῶν πραγμάτων προΐσταντο, τά τε ἄλλα ὡς αὐτοῖς ἐδόκει πρὸς τὸ ἄριστον τιθέμενοι καὶ δὴ καὶ ἐπισκόπους καθίστασαν. ὧν Κάνδιδος μὲν καὶ Ἀρριανὸς ταῖς κατὰ Λυδίαν καὶ Ἰωνίαν ἐκκλησίαις ἐφίστανται, Παλαιστίνης δὲ ὁ ἀπὸ Χαιρατόπων Θεόδουλος ἐπεσκόπησεν. ἐν δὲ Κωνσταντινουπόλει (καὶ γὰρ Εὐδοξίου καί τινων ἄλλων αἱρέσεων ἀπορρυὲν οὐκ ὀλίγον πλῆθος τὴν περὶ Ἀέτιον καὶ Εὐνόμιον μοῖραν ἐπηύξησεν) χειροτονοῦσι πρῶτον τῆς καθ' ἑαυτοὺς ἐκκλησίας Ποιμένιον ὄνομα. ὃ καὶ τὸν Εὐδόξιον, μέχρι τότε τὰς πρὸς αὐτοὺς τῆς ἑνώσεως ἐλπίδας ὑποτρέφοντα, εἰς τὸ βεβαίως ἀντίπαλον μετεστήσατο. Ποιμενίου δὲ μετ' οὐ πολὺν ἀποβιώσαντος χρόνον, ἀντικαθιστῶσι Φλωρέντιον. εἰς δὲ τὴν Λέσβον, τοῦ ταύτης ἀποιχομένου ποιμένος, χειροτονοῦσι Θάλλον. τῇ δὲ πρὸς τῷ Πόντῳ Γαλατίᾳ καὶ Καππαδοκίᾳ Εὐφρόνιον προχειρίζονται· τὴν δὲ Κιλικίαν Ἰουλιανὸς ἐγχειρίζεται. πρὸς δὲ τὴν ἐν τῇ κοίλῃ Συρίᾳ Ἀντιόχειαν μετ' οὐ πολὺν χρόνον ἐθελοντὴς ἀφικνεῖται Θεόφιλος ὁ Ἰνδός, ἐφ' ᾧ τὸν Εὐζώϊον μὲν κατὰ τὸ προηγούμενον ἀναστῆσαι εἰς τέλος ἀγαγεῖν τὰ ὑπὲρ Ἀετίου ἐγνωσμένα· εἰ δὲ μή, αὐτός γε καθηγήσεσθαι τοῦ ἐκεῖσε πλήθους ὅσον τὴν ἐκείνου γνώμην ἠσπάζετο. ἑκατέρας δὲ Λιβύης καὶ ὅσον ἐν τῇ Αἰγύπτῳ τὸ αὐτῶν διέσωζε φρόνημα, τοῖς ἀμφὶ Σέρραν τε καὶ Στέφανον καὶ Ἡλιόδωρον ἔμελεν. Τούτους μὲν οὖν ἅπαντας ὁ Φιλοστόργιος ἐπαίνοις οὐκ ἔχει κόρον διακοσμεῖν, τήν τε δύναμιν τῶν λόγων ἀνυμνῶν καὶ τὸν βίον ἀποθειάζων.
8.3.1
Ὅτι Θεοδόσιόν τινα τῶν ἐπισκόπων θερμὸν ἐραστὴν τῆς αὐτοῦ αἱρέσεως εἰσάγει, καὶ πρὸς τὰς διὰ τῶν γυναικῶν ἡδονὰς ἀποκλῖναι, καὶ ἄλλα τε δυσσεβῆ τῇ ἀρχαίᾳ δόξῃ συνάψαι καὶ δὴ καὶ ὡς ὁ Χριστὸς τρεπτὸς μὲν τῇ γε φύσει τῇ οἰκείᾳ, ἐπιμελείᾳ δὲ τῶν ἀρετῶν ἀνυπερβλήτῳ εἰς τὸ ἄτρεπτον ἀνυψωθῆναι· καὶ ὅτι μηδὲ φθέγγοιτο μηδ' ἀκούοι τὸ θεῖον, ἐπεὶ χεῖρες ἂν αὐτῷ καὶ ἀκοαὶ συμπλασθήσονται· καὶ ἄλλα δὲ τοιουτότροπά φησιν αὐτὸν δυσσεβῆσαι.
8.4.1
Ὅτι Ἀέτιος μὲν πρὸς τὴν Λυδίαν ἀφίκετο τὸν Κάνδιδον καὶ Ἀρριανὸν ταῖς ἐκκλησίαις ἐνιδρῦσαι· ὁ δὲ προειρημένος Θεοδόσιος, τῶν ἀνδρῶν ἐκείνων τὸν βίον ἔλεγχον τοῦ οἰκείου ὑπειδόμενος, δι' ἔχθρας καθίσταται τῷ Ἀετίῳ, καίτοι γε μὴ ἀνασχόμενος πρὶν εἰς τὸν κατ' αὐτοῦ τόμον χειρογραφῆσαι. ἀλλὰ τῷ γε Φόβῳ κοινωσάμενος (εἷς δὲ καὶ οὗτος ἦν τῶν οὐχ ἑλομένων καταψηφίσασθαι Ἀετίου, φίλον δ' αὐτὸν παλαιά τε συνήθεια ἐποίει καὶ τῆς ἐκθέσμου πολιτείας τὸ ἀπαράλλακτον), οὗτοι δὴ καὶ Αὐξιδιανὸν ἑταιρισάμενοι (ἐπίσκοπος δ' ἦν καὶ οὗτος ὥσπερ κἀκεῖνοι), κατὰ δὴ τοῦ Ἀετίου καὶ τῶν περὶ Κάνδιδον συσκευάζονται. καὶ δὴ καὶ ἑτέρους ἓξ τῶν ἐπισκόπων συναγειράμενοι καὶ συνέδριον καθίσαντες, κοινῇ ψήφῳ γράμμα τοῖς περὶ Εὐδόξιον καὶ Μάριν διαπέμπονται. Τὸ δὲ γράμμα τήν τε χειροτονίαν Ἀετίῳ ἐπεκάλει ὡς παρὰ θεσμὸν γεγενημένην μάλιστά γε καὶ ὅτι μετὰ τὴν καθαίρεσιν τῆς διακονίας, τῶν καθελόντων αὐτὸν οὐ λυσαμένων τὴν ψῆφον, ὁ δὲ καθελκόμενος ἐκεῖθεν ὅμως καὶ πρὸς βαθμὸν ἀνεπήδησε μείζονα· καὶ μὴν καὶ τὰς περὶ Κάνδιδον χειροτονίας ἀπεδοκίμαζεν ὡς παρὰ τὴν κοινὴν νεωτερισθείσας γνώμην, ἀλλὰ γὰρ καὶ τὰς ἄλλας ἃς οἱ περὶ Ἀέτιον ἐτελέσαντο. Δεξάμενος δὲ τὴν ἐπιστολὴν ἄσμενος ὁ Εὐδόξιος, τῶν μὲν ὅρκων οὓς Εὐνομίῳ ὀμώμοστο καὶ τῶν πρὸς Εὐζώϊον γραμμάτων καὶ τῶν πολλῶν αὐτοῦ καὶ ποικίλων ὑποσχέσεων, τούτων οὐδὲν ἐπὶ νοῦν ἐλάμβανεν· ἀντιγράφει δὲ πρὸς τοὺς περὶ Θεοδόσιον, ἐποτρύνων αὐτοὺς εἰς τὴν πρᾶξιν, μᾶλλον δ' ὑποτιθέμενος χωρεῖν κατὰ τῶν παρασχόντων ἢ τῶν δεξαμένων τὰς χειροτονίας.
8.5.1
Ὅτι ὁ βασιλεὺς Ἰωβιανὸς εἰς τὸν ἀρχαῖον κόσμον ἀποκαθίστησι τὰς ἐκκλησίας, πάσης αὐτὰς ἀπαλλάξας ἐπηρείας ὅσην αὐταῖς ὁ ἀποστάτης ἐπήνεγκεν. ἀνακαλεῖται δὲ καὶ οὓς ἐκεῖνος τῆς εὐσεβείας οὐ μεθιεμένους ἐφυγάδευσεν· τούτων καὶ Οὐαλεντινιανὸς ἦν, ἀπὸ Θηβῶν τῶν Αἰγυπτίων ἀνακομιζόμενος.
8.6.1
Ὅτι, φησίν, οἱ περὶ Κάνδιδον καὶ Ἀρριανόν, προσγενεῖς ὄντες τῷ βασιλεῖ, πρὸς αὐτὸν ἐν Ἐδέσῃ παραγίνονται καὶ τῷ Ἀθανασίῳ ἐξοικειώσασθαι τὸν βασιλέα σπουδάζοντι ἐμποδὼν ἵστανται· πλὴν ὅ γε βασιλεύς, εἰς δίαιταν κοινὴν τὰ παρ' ἑκατέρου μέρους λεγόμενα ἀναθέμενος, ῥοπὴν οὐδετέροις τέως παρέσχεν ἐπίδηλον.
8.7.1
Ὅτι Εὐδόξιος κατὰ Κανδίδου καὶ Ἀρριανοῦ πρὸς Εὐζώϊον γράφει. ὁ δὲ ἠχθέσθη μέν, συμπαραλαβὼν δὲ καὶ Ἐλπίδιον ἀντιγράφει, μεμφόμενός τε τὴν συμβουλήν, ἀποσχέσθαι δὲ κἀκεῖνον μᾶλλον ἀντιπαραινῶν τῆς τοιαύτης γνώμης· ἐν ταὐτῷ δ' ἠρέμα πως ἐπῃτιᾶτο τὴν μακρὰν ἀναβολὴν τῶν διομολογηθέντων ὑπὲρ Ἀετίου Εὐνομίῳ.
8.8.1
Ὅτι Ἰωβιανὸς ὁ βασιλεὺς πρὸς τὴν Κωνσταντινούπολιν ἀπαίρων καὶ γεγονὼς ἐν Ἀγκύρᾳ θάτερον τῶν ἑαυτοῦ παίδων Οὐαρονιανόν, κομιδῇ νέον ὄντα, ἐπιφανέστατον (ὃ παρὰ Ῥωμαίοις τὸν νωβελλίσιμον δύναται) ἀναγορεύει. ἐκεῖθεν δὲ σφοδροτάτου χειμῶνος ἐπικειμένου σὺν τῷ στρατῷ χωρεῖ ἐπὶ τὰ πρόσω. καὶ πολλοὶ μὲν κατὰ τὴν ὁδὸν διαφθείρονται, αὐτὸς δὲ μετὰ τοὺς ὑπολειφθέντας καταλαμβάνει τὰ Δαδάστανα. ἔν τινι δὲ καταλύσας σταθμῷ καὶ τροφῆς μετασχών, ἐν οἰκήματί τινι ἄρτι κεκονιαμένῳ κατακλίνεται πρὸς ὕπνον. πυρὸς δ' ἀναφθέντος ὥστε ἀλέαν ἐγγενέσθαι τῷ οἰκήματι, νοτὶς μὲν τῶν νεοχρίστων τοίχων ἀνεδίδοτο· ἠρέμα δὲ διὰ τῶν ῥινῶν παραδυομένη καὶ τοὺς ἀναπνευστικοὺς πόρους ἐπιφράττουσα καὶ ἀποπνίγουσα διαφθείρει τὸν βασιλέα, διανύσαντα ἐν τῇ βασιλείᾳ μῆνας ἐγγὺς δέκα. Ἀλλ' ὁ μὲν τούτου νεκρὸς εἰς τὴν Κωνσταντινούπολιν ἄγεται· ὁ δὲ στρατὸς κατὰ Νίκαιαν γεγονώς, ἡμερῶν διαγενομένων δώδεκα, τὸν Οὐαλεντινιανὸν ἀναγορεύει βασιλέα, Δατιανοῦ μὲν τοῦ πατρικίου ἐκ Γαλατίας τὴν βουλὴν γράμμασιν εἰσηγησαμένου (ἐν αὐτῇ γὰρ διά τε γῆρας καὶ τὸ τοῦ χειμῶνος ὑπελέλειπτο μέγεθος), συνεφαψαμένου δὲ τῇ πράξει Σεκούνδου τε τοῦ ἐπάρχου καὶ Ἀρινθαίου τοῦ στρατηγοῦ καὶ Γλαΐφου (τῶν δομεστίκων οὗτος ἡγεῖτο). Τοῦ δὲ στρατοῦ κατ' αὐτὴν τὴν ἀναγόρευσιν ἐπὶ τῆς ἀσπίδος ἐποχούμενον τὸν βασιλέα Προσλαβεῖν κοινωνὸν εἰς τὴν βασιλείαν ἀξιοῦντος, τῇ χειρὶ μὲν σιγᾶν αὐτοὺς ἐπιτρέπει, ἀτρέμα δὲ καὶ βασιλικῷ τῷ φρονήματι ἔφη· «βασιλέα μὲν ἐμὲ ποιεῖν ἐξ ἰδιώτου ἡ ὑμετέρα ψῆφος τὸ κῦρος ἐπεῖχεν· ἐκεῖθεν δὲ τὸ πρακτέον σκοπεῖν καὶ διευθετεῖν οὐχὶ τῶν βασιλευομένων, τοῦ δὲ βασιλεύοντος ἡ κρίσις ὑπάρχει.» Ἐπιβὰς δὲ τῇ Κωνσταντινουπόλει, κοινωνὸν μὲν τῆς βασιλείας τὸ ἀδελφὸν Οὐάλεντα ποιεῖται· συμπαραλαβὼν δ' αὐτὸν μέχρι Σερμίου, ἐπὶ τὴν Ἑσπέραν ἀπαίρει. ἐν δὲ τῷ Σερμίῳ τὰ τῆς βασιλείας πρὸς αὐτὸν διανειμάμενος ὁπόσα εἰς κόσμον καὶ τὴν ἄλλην ἐτέλει θεραπείαν, τὸν μὲν εἰς Κωνσταντινούπολιν ἀποπέμπει, τῆς Ἑῴας μοῖραν ἐγχειρίσας ὅσης ὁ Κωνστάντιος ἐπῆρχεν· αὐτὸς δὲ τὰς λοιπὰς δύο τὰς κατὰ Δύσιν ἀποκληρωσάμενος τῆς Ἑσπέρας ἐβασίλευε πάσης. μετ' οὐ πολὺ δὲ παῖδα Γρατιανὸν ἔτι μειράκιον ἐπιβιβάσας τῇ βασιλείᾳ εἰς τὸν ἑαυτοῦ συνήσκει τρόπον.
8.9.1
Ὅτι οὗτος Ὑπατίαν τὴν Θέωνος θυγατέρα παρὰ μὲν τοῦ πατρὸς ἐξασκῆσαι λέγει τὰ μαθήματα· πολλῷ δὲ κρείττω γενέσθαι τοῦ διδασκάλου, καὶ μάλιστά γε περὶ τὴν ἀστροθεάμονα τέχνην, καὶ καθηγήσασθαι δὲ πολλῶν ἐν τοῖς μαθήμασιν. λέγει δ' ὁ δυσσεβὴς Θεοδοσίου τοῦ νέου βασιλεύοντος διασπασθῆναι τὸ γύναιον ὑπὸ τῶν τὸ ὁμοούσιον πρεσβευόντων.
8.10.1
Ὅτι κατὰ Οὐάλεντα καὶ Οὐαλεντινιανὸν ἱστορεῖ τὸν Φιλοστόργιον γενέσθαι, ὃς ἄριστος ἰατρῶν ὑπῆρχεν, καὶ παῖδας φῦσαι Φιλάγριόν τε καὶ Ποσειδώνιον. θεάσασθαι δὲ τὸν Ποσειδώνιον ἐν ἰατρικῇ διαπρέποντα. λέγειν δ' αὐτὸν ὅμως οὐκ ὀρθῶς οὐχὶ δαιμόνων ἐπιθέσει τοὺς ἀνθρώπους ἐκβακχεύεσθαι, ὑγρῶν δέ τινων κακοχυμίαν τὸ πάθος ἐργάζεσθαι. μηδὲ γὰρ εἶναι τὸ παράπαν ἰσχὺν δαιμόνων ἀνθρώπων φύσιν ἐπηρεάζουσαν. εὐδοκιμεῖν δὲ καὶ Μάγνον ἐν Ἀλεξανδρείᾳ τὴν αὐτὴν τέχνην μεταχειριζόμενον.
8.11.1
Ὅτι καὶ ἄκων ὁ δυσσεβὴς Βασίλειόν τε τὸν μέγαν καὶ τὸν θεολόγον Γρηγόριον ἐπὶ σοφίᾳ θαυμάζει. Ναδιανδὸν δὲ τὴν Ναζιανζὸν ἐξονομάζει. τὸν μέντοι γε Λαοδικείας Ἀπολινάριον, ὅσα γε τὰ εἰς τὴν ἱερὰν μάθησιν, ἑκατέρου προτάττει. φησὶ δὲ ὡς Βασίλειος μὲν Ἀπολιναρίου λαμπρότερος ἦν. τῷ δὲ Γρηγορίῳ καὶ παρ' ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὰς εἶχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος.
8.12.1
Ὅτι οὐ μόνον τὸν μέγαν Βασίλειον, ἀλλὰ καὶ τὸν Ἀπολινάριον λέγει πρὸς τὴν ἀπολογίαν Εὐνομίου ἀντιγράψαι. εἶτα πάλιν Εὐνομίου ἐν πέντε λόγοις συμπλακέντος Βασιλείῳ, ἐντυχεῖν ἐκεῖνον τῷ πρώτῳ καὶ βαρυθυμήσαντα λιπεῖν τὸν βίον· οὕτως αὐτῷ τὸ ψεῦδος ἐπὶ πολλῷ τῆς ἀληθείας τετίμηται.
8.13.1
Ὅτι τῶν εἰρημένων ἁγίων ἀνδρῶν, Βασιλείου καὶ Γρηγορίου, περιφανῶς καὶ ἀναίδην καταψεύδεται· μὴ γὰρ λέγειν αὐτοὺς ἄνθρωπον γεγενῆσθαι τὸν υἱόν, ἀλλ' ἐνοικῆσαι ἀνθρώπῳ, καὶ ταύτῃ διαζυγῆναι τὸν Ἀπολινάριον τῆς μοίρας αὐτῶν. αἰτιᾶται δὲ κἀκεῖνον, οὐκ ἐφ' οἷς τοῖς εὐσεβέσι παρέσχεν αἰτίαν, ἀλλ' εἰς ἑτέραν αὐτὸν κατασύρειν εἰσάγει σπουδήν. λέγει δὲ μετὰ τῶν ἄλλων ὅτι καὶ τὴν τῶν σωμάτων ἀνάστασιν ἀπεκήρυξεν.
8.14.1
Ὅτι, φησίν, Ἀπολινάριος κατὰ Πορφυρίου γράψας ἐπὶ πολὺ κρατεῖ τῶν ἠγωνισμένων Εὐσεβίῳ κατ' αὐτοῦ, ἀλλὰ καὶ τῶν Μεθοδίου κατὰ τῆς αὐτῆς ὑποθέσεως σπουδασμάτων.
8.15.1
Λέγει δ' οὖν, οὐκ οἶδ' ὅθεν λαβών, τὸν Ἀπολινάριον ἐπίσκοπον εἶναι, καὶ τὸν Νουᾶτον ἐκ φυλῆς ὁρμᾶσθαι τῶν Φρυγῶν.
8.16.1
Ὅτι Οὐαλεντινιανὸν καὶ Οὐάλεντα τὴν Κίβαλιν λαχεῖν ἀναγράφει πατρίδα.
8.17.1
Ὅτι τῶν τὸ ὁμοούσιον δοξαζόντων Θεόδωρος μέν, φησίν, ἐκδηλότατος ἐγεγόνει, τῆς ἐν Θρᾴκῃ ἐφορεύων Ἡρακλείας, καὶ Γεώργιος δέ, Ἀλεξανδρεὺς μὲν τὸ γένος καὶ τῶν ἐκ φιλοσοφίας ὁρμωμένων, τῆς δὲ κατὰ Συρίαν Λαοδικείας ἐπιστατῶν. δεύτεροι μετ' αὐτοὺς τῷ χρόνῳ Εὐστάθιος γηραιὸς ἀνὴρ καὶ τῷ πλήθει αἰδοῖός τε καὶ πιθανός, καὶ δὴ καὶ Βασίλειος, ἀλλὰ γὰρ καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ ὁ Κυζίκου ἐπίσκοπος Ἐλεύσιος· μεθ' ὧν Μαραθώνιος καὶ Μαξιμῖνος, τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πρεσβύτεροι.
8.18.1
Ὅτι παραβάλλων τὸν Εὐνόμιον Ἀετίῳ, εἰς μὲν ἰσχὺν ἀποδείξεων καὶ ἑτοιμότητα τῶν πρὸς ἕκαστα ἀπαντήσεων προτάττει Ἀέτιον, ἀτεχνῶς γάρ φησιν ἐπὶ τῆς γλώττης ἄκρας αὐτοῦ ἅπαντα δοκεῖν ἀθρόα κεῖσθαι· σαφηνείᾳ δὲ διδασκαλίας καὶ συμμετρίᾳ καὶ τῷ πρὸς τοὺς μαθησομένους μάλιστα ἁρμοδιωτάτῳ τὸν Εὐνόμιον. 9. τ ΕΚ ΤΗΣ ΕΝΝΑΤΗΣ ΙΣΤΟΡΙΑΣ