Historia ecclesiastica Photius
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/philostrogius" aria-label="More works by Philostrogius">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Ὅτι τῷ Φιλοστοργίῳ ὁ ἔννατος λόγος Ἀετίου χειρῶν ὑπερφυῆ ἔργα Εὐνομίου τε καὶ Λεοντίου διαπλάττει· καὶ δὴ καὶ Κανδίδου καὶ Εὐαγρίου καὶ Ἀρριανοῦ καὶ Φλωρεντίου καὶ μάλιστά γε Θεοφίλου τοῦ Ἰνδοῦ, καί τινων ἄλλων οὓς ἡ αὐτὴ τῆς ἀσεβείας λύσσα θερμοτέρους ἐπεδείκνυ. καὶ ταῦτα κατὰ τὸ ἀπιθανώτατον ἀναπλάττοντι οὐδεμία παρῆν αἴσθησις τῆς ἀτοπίας ἀνακουφίζουσα.
9.2.1
Ὅτι Μωσῆς, φησίν, τοὺς περὶ Ἰαννὴν καὶ Ἰαμβρὴν ἐν ἕλκεσικολασάμενος, καὶ τὴν θατέρου τούτων μητέρα τῷ θανάτῳ παρεπέμψατο.
9.3.1
Ὅτι Οὐάλης, φησίν, ἐκ τῶν Ἰλλυριῶν ἐπὶ τὴν Κωνσταντινούπολιν ἀφικόμενος, διὰ τιμῆς εἶχεν Εὐδόξιον. καὶ δυνάμενος μάλιστα ταῖς πρὸς Εὐνόμιον ὑποσχέσεσι πέρας ἐπιθεῖναι, τὴν γνώμην οὐκ εἶχεν συντρέχουσαν ὁ Εὐδόξιος. ἀλλὰ καὶ Εὐζωΐῳ παρῆν ὁ αὐτὸς καιρὸς ἄδειαν διδοὺς πράττειν ἅπερ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῶν αὐτῶν συνοδικῶς διεπράξατο. τοσοῦτον δὲ αὐτῶν ἑκάτερος ἐδέησεν μνήμην ἔχειν ἐκείνων, ὥστε ὁ μὲν Εὐζώϊος εἰς τὸ κακολογεῖν τοὺς ἄνδρας ὧν ὑπερήσπιζεν ἀπετρέπετο, οὐρανοβάτας ἐπ' ἐκκλησίας εἰρωνευόμενος τοὺς ἀμφὶ τὸν Ἀέτιον, Αἰθιόπιόν τε τὸν Θεόφιλον ἐξυβρίζων, ὥσπερ οὐκ εὐσεβείας καὶ πίστεως τῶν ἀγώνων ὄντων, ἀλλὰ χρωμάτων ἐκλογῆς καὶ γένους. ὁ δὲ Εὐδόξιος ἄλλα τε κατ' αὐτῶν ἀπερρίπτει καὶ ἐπ' ἐκκλησίας· «ἀσεβεῖς μὲν αὐτούς, φησίν, οὐ λέγων, ὅπερ θέλουσιν ἀκούειν, ἵνα μὴ δόξῃ εὐπρόσωπος αὐτῶν ἡ ἀπόστασις εἶναι, λοιμοὺς μέντοι αὐτοὺς λέγω.» 9. 4 Ὅτι κατὰ τὸ καρτερὸν οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον τῶν περὶ Εὐδόξιον διαστάντες καὶ Εὐζώϊον, τὴν μὲν Κωνσταντινούπολιν Φλωρεντίῳ ἐφεῖσαν. αὐτῶν δὲ ὁ μὲν Ἀέτιος ἐπὶ τὴν Λέσβον ἀποπλεῖ, κἀκεῖ περὶ Μιτυλήνην ἐν ἀγρῷ τινι διέτριβεν, τοὺς ἀφικνουμένους λόγοις δεξιούμενος· δῶρον δ' ἦν ὁ ἀγρὸς Ἰουλιανοῦ τοῦ βασιλέως τῆς πρὸς αὐτὸν διαθέσεως σύμβολον. ὁ δὲ Εὐνόμιος ἐπὶ τὴν Καλχηδόνα διάρας, ἐν αὐτῇ κατά τινα κῆπον, οἰκεῖον κτῆμα πλησιάζον τοῖς ἐπιθαλαττίοις τείχεσιν, ἐποιεῖτο τὴν δίαιταν, οὐδ' αὐτὸς τῶν προσιόντων ἐλάττω συνεισάγων τὴν πρόνοιαν. οὐδέτερος δ' αὐτῶν ἐκκλησίας ἦρχεν ἀποτεταγμένως, ἀλλὰ κοινοὺς αὐτοὺς οἱ ὁμόδοξοι πατέρας ἦγον καὶ ἡγεμόνας. ὁ δέ γε Εὐνόμιος οὐδὲ ἱερουργίας ἐξ οὗ τῆς Κυζίκου μετέστη οὔμενουν εἰς ὅσον ἐνεβίω χρόνον ἥψατο· καίτοι τῶν ὁμοδόξων ἐπισκόπων οὐδεὶς ἦν ὃς τῆς ἐκείνου γνώμης χωρὶς οὐδὲν τῶν ἐκκλησιαστικῶν διεπράττετο.
9.5.1
Ὅτι τρίτου τῆς βασιλείας ἔτους Οὐάλης ἐπιβάς, ἐπὶ Πέρσας ἐστράτευσε, καθ' ὃν καιρὸν καὶ Προκόπιος τὴν τυραννίδα κατὰ Κωνσταντινούπολιν ἐσκευάσατο. ὁ δὲ Προκόπιος οὗτος εἰς τὸ τοῦ Ἰουλιανοῦ γένος ἀνεφέρετο· καὶ πολλοὶ ἀνεκινοῦντο λογισμοὶ τὴν βασιλείαν αὐτῷ περιάπτοντες, καὶ τοὺς λογισμοὺς καὶ λόγοι διέφερον. διὰ τοῦτο, Ἰωβιανοῦ βασιλεύσαντος, τῆς Μεσοποταμίας οὗτος ἀποδρὰς καὶ πολλοὺς ἐν ταλαιπωρίᾳ τόπους ἀμείψας, φεύγων τε μετὰ τῆς γυναικὸς καὶ κρυπτόμενος, ὡς ἀπείρηκε πλανώμενος, τὸν ἔσχατον, φησί, ἀναρρίπτει κύβον. καὶ τὴν Καλχηδόνα καταλαβών, ἐν τῷ τοῦ Εὐνομίου ἀγρῷ, τῆς πόλεως ἔξωθεν διακειμένῳ, οὐδ' ἐπιδημοῦντος τοῦ δεσπότου, ἑαυτὸν κατακρύπτει· ἐκεῖθεν δὲ εἰς τὴν πόλιν διάρας, ἐγκρατὴς ἀναιμωτὶ τῆς βασιλείας γίνεται. εἶτα μετ' οὐ πολὺν χρόνον πολέμῳ συρραγεὶς Οὐάλεντι, προδοσίᾳ τῶν αὐτοῦ στρατηγῶν Γομαρίου καὶ Ἀγελίου ἡττᾶται· καὶ φεύγων καταλαμβάνει τὴν Νίκαιαν. τῇ δὲ ἐπαύριον διανοηθεὶς ἐκεῖθεν ἀπαίρειν, ὑπὸ Φλωρεντίου, ὃς φρούραρχος ὑπ' αὐτοῦ τῆς πόλεως κατέστη, συλλαμβάνεται, καὶ δεσμώτην αὐτὸν ὁ συλλαβὼν πρὸς Οὐάλην ἄγει. καὶ Προκόπιος μὲν τῆς κεφαλῆς ἀποτέμνεται, ἐπὶ μῆνας ἓξ μετεωρισθεὶς τῇ τυραννίδι· Φλωρεντίῳ δὲ οὐδὲ ἤρκεσεν εἰς σωτηρίαν ἡ προδοσία, ἀλλὰ πυρὶ διδόασιν αὐτὸν ὁ στρατὸς κατ' ὀργὴν παλαιάν, διότι φρουρῶν ἐκεῖνος ὑπὸ Προκοπίου τὴν Νίκαιαν πολλοὺς αὐτῶν ἐκάκωσεν αἱρουμένους τὰ Οὐάλεντος.
9.6.1
Ὅτι Προκοπίῳ ἔτι τῆς τυραννίδος ἐποχουμένῳ Εὐνόμιος πρὸς αὐτὸν ἐν Κυζίκῳ διάγοντα παραγίνεται. ἡ δὲ ἄφιξις λύσιν ἔπραττεν τῶν ἐν δεσμοῖς ὑπ' αὐτοῦ κατεχομένων· ὁ δεσμὸς δὲ τούτους ἐπίεζεν, ὅτιπερ ἔστεργον τὰ Οὐάλεντος, καὶ οἱ τῶν δεσμίων συγγενεῖς ἐξεβιάσαντο τὸν Εὐνόμιον τὴν πρεσβείαν ὑπελθεῖν. ὁ δὲ ὑπελθὼν καὶ τοὺς ἄνδρας λύσας, θᾶττον ἐπανῆκεν. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Ἀέτιον ὁ τῆς νήσου παρὰ τοῦ Προκοπίου σταλεὶς ἄρχειν, διαβληθέντα παρὰ τῶν ἐπιχωρίων τὰ Οὐάλεντος αἱρεῖσθαι, εἰς κρίσιν εἷλκεν· καὶ θάνατος ἂν βίαιος διεδέξατο τὴν διαβολήν, εἰ μή τις ἀφικόμενος κατ' ἐκεῖνο καιροῦ τῶν παραδυναστευόντων Προκοπίῳ, τὸν Ἀέτιον τοῦ ξίφους ἁρπάζει. καὶ γὰρ πρὸς γένους ὢν ὁ καταπεμφθεὶς ἐκ Προκοπίου Ἐρρενιανοῦ καὶ Γερρεσιανοῦ (ἀδελφοὶ δὲ ἤστην οὗτοι, καὶ τῷ Εὐνομίῳ συνῆσάν τε καὶ συνδιεβέβληντο), οὕτως δὲ οὗτος κατὰ πολλὴν ἐξουσίαν καὶ τὸν καταδικασάμενον αὐτοὺς ἀπειλήσας καὶ τὴν ἐπ' αὐτοὺς θανατηφόρον ἀνασωσάμενος ψῆφον, καθαροὺς ἀπολύει τῶν ἐπικληθέντων. Ὁ δὲ Ἀέτιος τοὺς μεθ' ἑαυτοῦ συναναλαβὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπαίρει, κἀκεῖ συνῆν Εὐνομίῳ τε καὶ Φλωρεντίῳ. καὶ μετ' οὐ πολὺ χρόνον τελευτᾷ, Εὐνομίου τό τε στόμα συνελόντος καὶ τοὺς ὀφθαλμοὺς τοῖς δακτύλοις περιστείλαντος, καί γε καὶ τὴν ἄλλην κηδείαν μετὰ τῶν ὁμοφρόνων τελεσαμένου πρὸς τὸ λαμπρότατον.
9.7.1
Ὅτι κατὰ Μαρκιανούπολιν Εὐδοξίου συνδιατρίβοντος τῷ Οὐάλεντι, ὁ ἐν Κωνσταντινουπόλει κλῆρος ψηφίζονται ταύτης ἀπελαύνεσθαι τὸν Ἀέτιον. ὁ δὲ τὴν Καλχηδόνα καταλαβών, γράφει τὸ συνενεχθὲν Εὐδοξίῳ. ὁ δὲ οὐ μόνον οὐκ ἀπεστράφη τοῖς γεγραμμένοις, ἀλλ' ὅτι μὴ καὶ μείζω πάθοι δυσχεραίνων ἐπεδείκνυτο.
9.8.1
Ὅτι συκοφαντοῦσι, φησίν, Εὐνόμιον ἐν τῷ οἰκείῳ ἀγρῷ κατακρύψαι τὸν Προκόπιον τὴν τυραννίδα παλαμώμενον. καὶ μόλις αὐτὸς τὰς διαβολὰς καὶ τὸν ἐκεῖθεν διεκρούσατο θάνατον. ὑπερόριος δ' οὖν εἰς τὴν Μαυρουσίδα γῆν ἐκπέμπεται, Αὐξονίου τοῦ τῶν πραιτωρίων ἐπάρχου τὴν φυγὴν αὐτῷ ἐπιβαλόντος. ἀλλ' ὁ μὲν χειμῶνος ὄντος ἐπήγετο· κατὰ Μοῦρσαν δὲ τῆς Ἰλλυρίδος φθάσας, ἧς ἐπίσκοπος ἐτύγχανέ τις Οὐάλης, δεξιώσεώς τε πολλῆς ἀπολαύει καὶ τῆς ὑπερορίας ἀνακομίζεται, πρὸς τὸν βασιλέα παραγεγονότος τοῦ Οὐάλεντος σὺ Δομνίνῳ (τῆς Μαρκιανουπόλεως δὲ ἐπίσκοπος οὗτος ἦν) καὶ τὰ κατ' αὐτὸν δεινοπαθῶς ἀναδιδαξάντων. Ὥρμησε δὲ ὁ βασιλεὺς εἰς ὄψιν μετὰ τὴν ἀνάκλησιν Εὐνομίῳ ἐλθεῖν, ἀλλ' ὁ Εὐδόξιος τέχναις τὴν θέαν ἐπέχει. μετὰ τοῦτο δὲ εἰς Νίκαιαν ἀφικόμενος ἐπίσκοπον αὐτῇ καθιδρῦσαι (ἐτεθνήκει γὰρ Εὐγένιος ὁ ταύτην ἐφορεύων), πρὶν ἢ πέρας ἐπιθεῖναι τῇ βουλῇ τὸν βίον ἐκλείπει. καὶ μετάγεται Δημόφιλος ἀπὸ Βερροίας ἐν Κωνσταντινουπόλει, Οὐάλεντος τοῦ βασιλέως συνοδικὴν ὑποκριναμένου ψῆφον.
9.9.1
Ὅτι, φησίν, ἐν Βορισσῷ (κώμη δὲ τῆς δευτέρας Καππαδοκίας τὸ χωρίον) πρεσβύτερος Ἀνύσιος ᾤκει, υἱοὺς μὲν τέσσαρας ἔχων, θυγατέρα δὲ μίαν, ἧς Εὐλάμπιος μὲν ἡ ὀνομασία, Φιλοστόργιον δὲ ἐγείνατο τὸν ταῦτα γεγραφότα. ὁ δὲ ταύτης ἀνήρ, Καρτέριος ὄνομα, τὴν Εὐνομίου δόξαν ἐτίμα. καὶ πείθει τὴν γυναῖκα πρὸς τὴν αὐτοῦ μετατάξασθαι γνώμην· καὶ γὰρ ἐκ πατρὸς καὶ μητρὸς αὕτη τὸ ὁμοούσιον ἔστεργεν. ἡ δὲ πεισθεῖσα τοὺς ἀδελφοὺς συνεφέλκεται, εἶτα κατὰ μέρος καὶ τὸν πατέρα καὶ τοὺς ἄλλους οἰκείους.
9.10.1
Ὅτι Δημόφιλος, φησί, ἐγκαθίσταται τῇ Κωνσταντινουπόλει ὑπὸ Θεοδώρου μάλιστα τοῦ Ἡρακλείας ἐπισκόπου. ἐδόκει γὰρ τὸ προνόμιον οὗτος ἔχειν τῆς τοιαύτης ἱερουργικῆς ἐνεργείας. πολλοὶ δὲ τοῦ παρόντος ὄχλου ἐν τῇ τοῦ Δημοφίλου καθιδρύσει ἀντὶ τοῦ «ἄξιος» ἀνεβόων τὸ «ἀνάξιος».
9.11.1
Ὅτι μετὰ Αὐξόνιον Μόδεστος ἔπαρχος καταστάς, καὶ ἀπεχθῶς, φησίν, ἔχων πρὸς Εὐνόμιον, ἐρήμην αὐτοῦ κατεδικάσατο, ὡς τὰς ἐκκλησίας καὶ τὰς πόλεις ἐκταράσσοντος· καὶ εἰς Ναοξίαν αὐτὸν φυγαδεύει τὴν νῆσον.
9.12.1
Ὅτι Μάζακα τὸ πρῶτον ἐκαλεῖτο ἡ Καισάρεια, ἀπὸ Μοσὸχ τοῦ Καππαδοκῶν γενάρχου ἑλκυσαμένη τὸ ὄνομα· τοῦ χρόνου δὲ πορευομένου κατὰ παρέγκλισιν ἤδη Μάζακα προσωνόμασται.
9.13.1
Ὅτιπερ Εὐνομίου, φησί, λιπόντος τὴν Κύζικον οὐδεὶς τέως ἀντικατέστη ἐπίσκοπος. Δημόφιλος δὲ σὺν Δωροθέῳ καί τισιν ἄλλοις ἀφικόμενος ἐγκαταστῆσαι, οὐδὲν περαίνειν ἠδύνατο διὰ τὸ τοὺς ἐν αὐτῇ τὸ κατ' οὐσίαν ὅμοιον ἐκ τῶν Ἐλευσίου διδαγμάτων τὴν δόξαν κρατύνοντας πρεσβεύειν εἰς τὸ ἀμετάθετον. Δημοφίλου δὲ καὶ τῶν σὺν αὐτῷ τὴν τῶν Κυζικηνῶν ἀναδεξαμένων πρόκλησιν καὶ τὸν Ἀέτιον καὶ Εὐνόμιον ἀναθεματισάντων (τοῦτο γὰρ ἦν ἡ πρόκλησις) Ἀνόμοιόν τε τὸν Εὐνόμιον δημοσίοις καὶ λόγοις καὶ γράμμασιν ἀνακηρυξάντων, καὶ τὴν πίστιν αὐτῶν καὶ δὴ καὶ τοὺς παραδεχομένους αὐτῶν τὰ μαθήματα ὑπὸ τὴν αὐτὴν ἀρὰν ποιησαμένων, ὑφίστανται τὴν χειροτονίαν, οὐχ ἕτερόν τινα ταύτην ὑπελθεῖν ἀνασχόμενοι, ἀλλ' ὃν αὐτῶν αἱ ψῆφοι προσέταττον. ὁ δέ γε χειροτονηθεὶς εὐθὺς λαμπρῶς ἐκήρυττε τὸ ὁμοούσιον.
9.14.1
Ὅτι, τελευτήσαντος Εὐζωΐου τοῦ Ἀντιοχείας, ὁ Δωρόθεος ἐξ Ἡρακλείας τῆς Θρᾴκης πρὸς τὸν ἐκείνου μεθίσταται θρόνον. διασύρει δὲ τόν τε Δημόφιλον καὶ Δωρόθεον ὁ συγγραφεύς, τὸν μὲν ἀλαζονέστατον λέγων, τὸν δὲ Δημόφιλον φύρειν τε πάντα καὶ συγχεῖν ἀκρατέστατον, καὶ μάλιστά γε τὰ ἐκκλησιαστικὰ δόγματα· ὥστε ποτὲ καὶ κατὰ Κωνσταντινούπολιν ἐκκλησιάζοντα φάναι τὸ σῶμα τοῦ κυρίου, ἀνακραθὲν τῇ θεότητι, εἰς τὸ ἀδηλότατον κεχωρηκέναι, ὃν τρόπον καὶ γάλακτος ξέστης τῷ παντὶ τῆς θαλάσσης ἐπιβληθεὶς συστήματι. Πατρὶς δ' ἦν ἡ Θεσσαλονίκη τῷ Δημοφίλῳ, καὶ τὸ ἄλλο γένος οὐκ ἄσημον. κατὰ δὲ τῶν λεγομένων Εὐνομιανῶν πολὺς ἔρρει ταῖς κακώσεσιν ὁ Δημόφιλος.
9.15.1
Ὅτι κατὰ τοὺς Οὐάλεντος χρόνους τῶν Ἑλληνικῶν ρίων τοῖς προσιοῦσιν ἀνεδίδοντο ψῆφοι κατάστικτοι γράμμασι, ἃ συντιθέμενα τοῖς μὲν τὸν Θεοδόσιον ἐδόκει δηλοῦν, τοῖς δὲ τὸν Θεόδουλον, ἢ τὸν Θεόδωρον, ἤ τινα ἄλλον παραπλήσιον, μέχρι γὰρ τοῦ δέλτα τῶν γραμμάτων οἱ τύποι προήγοντο, λοξὰς τῶν δαιμόνων, ὡς εἰώθασιν, ἐπ' ὀλέθρῳ τῶν πειθομένων καὶ ἀναχωρήσει τῆς ἀποτυχίας τὰς ἀναρρήσεις ποιουμένων. διὸ καὶ Θεόδωρός τις, παρασυρεὶς τῇ ἀπάτῃ καὶ τυραννίδος ἐπιβαίνειν ἀρξάμενος, θᾶττον σὺν τοῖς ἑπομένοις ἀπώλετο· μεθ' ὧν καὶ τῶν ἀναιτίων οὐκ ὀλίγους δίκας Οὐάλης ἀπῄτησεν, ὅτιπερ αὐτοῖς ἡ ἀρχὴ τοῦ ὀνόματος δι' ἐκείνων τῶν γραμμάτων ἀνεγινώσκετο.
9.16.1
Ὅτι Οὐαλεντινιανὸς τελευτᾷ, βασιλεύσας ἔτη δυοκαίδεκα, καὶ κληρονόμον τῆς ἀρχῆς Γρατιανὸν τὸν παῖδα καταλείπει. κατέλιπεν δὲ καὶ ἑτέρους δύο παῖδας, Γάλλαν τε θυγατέρα καὶ Οὐαλεντινιανόν, τέτταρά που γεγονότα ἔτη· ὃν αὐτίκα ἥ τε μήτηρ Ἰουστῖνα καὶ ὁ κατὰ Παιονίαν στρατὸς βασιλέα ποιεῖ. Γρατιανὸς μέντοι γε τὴν ἀναγόρευσιν μαθών, ὅτι μὴ διὰ γνώμης αὐτοῦ γέγονεν, οὐκ ἐπῄνεσεν· ἀλλὰ καί τινας τῶν αὐτοῦ νεωτερισάντων ἐκολάσατο. ὅμως ἔστερξε τὸν ἀδελφὸν ἔχειν βασιλεύοντα, καὶ πατρὸς αὐτῷ τάξιν ἀποπληροῦν.
9.17.1
Ὅτι οἱ πέραν τοῦ Ἴστρου Σκύθαι, τῶν Οὔννων αὐτοῖς ἐπιστρατευσάντων, ἀνάστατοι γεγόνασι, καὶ πρὸς τὴν Ῥωμαίων γῆν πρὸς φιλίαν ἐπεραιώθησαν. εἶεν δ' ἂ οἱ Οὖννοι οὓς οἱ παλαιοὶ Νεβροὺς ἐπωνόμαζον, καὶ παρὰ τὰ Ῥιπαῖα κατῳκημένοι ὄρη, ἐξ ὧν ὁ Τάναϊς εἰς τὴν Μαιώτιδα λίμνην κατασυρόμενος τὸ ῥεῖθρον ἐκδίδωσιν. Οἱ δέ γε Σκύθαι, μεταναστάντες, ἀπὸ τοῦ μέτριοι τὰ πρῶτα εἶναι τοῖς Ῥωμαίοις εἰς τὸ λῃστεύειν ἐτράποντο· εἶτα καὶ πόλεμον ἀκήρυκτον εἵλοντο. Οὐάλης δὲ ταῦτα πεπυσμένος ἐξ Ἀντιοχείας ἀπαίρει, καὶ κατὰ Κωνσταντινούπολιν γεγονὼς ἐπὶ Θρᾴκην ἐλαύνει. καὶ μάχῃ συμπλακεὶς τοῖς βαρβάροις καὶ πολλοὺς ἀποβαλὼν ἀνὰ κράτος φεύγει. καὶ πάσῃ συσχεθεὶς ἀμηχανίᾳ καὶ ἀπορίᾳ, ἔν τινι τῶν κατὰ ἀγροὺς οἰκημάτων χόρτον φέροντι σὺν ὀλίγοις τοῖς ἑπομένοις κατακρύπτει ἑαυτόν. οἱ δὲ βάρβαροι καταδιώκοντες, ὥσπερ τὰ ἄλλα τῶν ἐν ποσίν, οὕτω καὶ τὸ οἴκημα πυρὸς δαπάνην ἐτίθεντο, οὐδεμίαν περὶ τοῦ βασιλέως λαβόντες ὑπόνοιαν. Ἀλλ' ὁ μὲν οὕτως ἠφάνισται, τὸ πλεῖστόν τε καὶ κράτιστον τῆς Ῥωμαϊκῆς ἀρχῆς συναποκειράμενος· οἱ δὲ βάρβαροι πᾶσαν ἀδεῶς τὴν Θρᾴκην ἐληΐζοντο, Φριτιγέρνους αὐτοὺς ἄγοντος. ὁ δὲ Γρατιανὸς ἐκόψατο μὲν τὸν θεῖον, ἐθρήνησεν δὲ τὴν Ῥωμαίων συμφοράν· Θεοδόσιον δὲ βασιλέα χειροτονήσας εἰς τὴν τοῦ θείου βασιλείαν ἀναπέμπει. Ὁ δὲ Θεοδόσιος τὰς Ἰσπανίας μὲν εἶχεν πατρίδας, ἃς νῦν Ἰβηρίας καλοῦσι, τοῦ δι' αὐτῶν ῥέοντος Ἴβηρος ποταμοῦ τὴν προτέραν ἐκνικήσαντος ὀνομασίαν.
9.18.1
Ὅτι, τελευτήσαντος Θεοδούλου τοῦ ἀπὸ Χαιρατόπων (τῆς Παλαιστίνης δ' οὗτος ἐπεσκόπει), οἱ ἀμφὶ τὸν Εὐνόμιον Καρτέριον ἀντ' αὐτοῦ χειροτονοῦσι. τοῦ δὲ θᾶττον τελειωθέντος, Ἰωάννην ἀντικαθιστῶσιν· καὶ σὺν αὐτῷ ἀπὸ Κωνσταντινουπόλεως αὐτός τε Εὐνόμιος καὶ Ἀρριανὸς καὶ Εὐφρόνιος ἐπὶ τὴν Ἑῴαν ἀφικνοῦνται, ὡς ἐκεῖσε τόν τε Ἰουλιανὸν ἐκ τῆς Κιλικίας ἄξοντες καὶ Θεόφιλον τὸν Ἰνδὸν ἐν τῇ Ἀντιοχείᾳ καταληψόμενοι καὶ τὰ τῆς ἄλλης Ἑῴαςκαταστησόμενοι.
9.19.1
Ὅτι Θεοδόσιος ὁ βασιλεὺς κατὰ τὸ Σέρμιον τοῖς βαρβάροις συμβαλὼν (ἐκεῖ γὰρ αὐτίκα τοῦ λαβεῖν τὴν ἀρχὴν τῆς χρείας ἀπαιτούσης παρεγένετο) καὶ νικήσας μάχῃ, ἐκεῖθεν λαμπρῶς ἐπὶ τὴν Κωνσταντινούπολιν ἄνεισιν. καὶ τοῖς μὲν τὸ ὁμοούσιον φρονοῦσι τῶν ἐκκλησιῶν ἐπιτρέπει τὴν ἐπιμέλειαν, Ἀρειανοὺς δὲ καὶ Εὐνομιανοὺς ἀπελαύνει τῆς πόλεως. ὧν εἷς ἦν καὶ ὁ Δημόφιλος· ἀπελαθεὶς δὲ τὴν ἑαυτοῦ πόλιν καταλαμβάνει τὴν Βέρροιαν. καὶ Ὑπάτιος δὲ τῆς Νικαίας ἀποδιωχθεὶς πρὸς τὴν γεννησαμένην Κύρον τὴν ἐν Συρίᾳ παραγίνεται. ἀλλὰ καὶ Δωρόθεος τῆς Ἀντιοχείας ἀπελαθεὶς τὴν Θρᾴκην ὅθεν ἐγεγόνει κατέλαβεν. καὶ ἄλλοι δὲ ἀλλαχόθι διεσπάρησαν. 10. τ ΕΚ ΤΗΣ ΔΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ 10. 1 Ὅτι Δωρόθεος μέν, ὡς ἐρρέθη, τῆς Ἀντιοχείας ἠλάθη· οἱ δὲ ταύτης πρεσβύτεροι Ἀστέριός τε καὶ Κρισπῖνος καὶ τὸ ἄλλο πλήρωμα συνεδριάσαντες, συμπαρόντων αὐτοῖς καί τινων τῶν πέριξ πόλεων ἐπισκόπων, πέμπουσι πρὸς τοὺς ἀμφὶ τὸν Εὐνόμιον, τὴν κοινωνίαν αὐτῶν ἐπιζητοῦντες. οἱ δὲ ἀντεπιστέλλουσι μὴ ἄλλως αὐτοὺς παραδέξασθαι, εἰ μὴ τὴν ἐπ' Ἀετίῳ καὶ τοῖς αὐτοῦ συγγράμμασι καταχειροτονίαν ἀποψηφίσονται· ἔτι δὲ καὶ διακάθαρσιν ἀπῄτουν τοῦ βίου. συνεφύροντο γὰρ καί τισιν οὐ καθαροῖς διαιτήμασιν. οἱ δὲ τότε μὲν τὴν πρόκλησιν οὐ προσήκαντο· χρόνῳ δ' ὕστερον καὶ εἰς τὸ κακίζειν ἐπ' ἐκκλησίας τόν τε Εὐνόμιον καὶ τοὺς σὺν αὐτῷ προεληλύθεισαν, μετεωρολέσχας αὐτοὺς καλοῦντες καὶ πλήρεις ἀπονοίας καὶ σκαιότητος, ἀνθ' ὧν αὐτοῖς τοιαῦτα προτείνειν ἔγνωσαν.