Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
. alpha. 1793 Ἀνεζωπυρήθη· διεθερμάνθη. alpha. 1794 Ἀνεζεύγνυον· Ξενοφῶν εἴρηκε Παιδείας ηʹ (5, 28). alpha. 1795 Ἀνέζεσεν αἷμα· ἐπὶ ὀργιζομένου σφόδρα θείης ἂν τὴν φωνήν. Φερεκράτης (fr. 18 Dem.). alpha. 1796 Ἀνέθει· ἀνέτρεχεν. alpha. 1797 Ἀνεκάσ· ψιλῶς, τὸ ἄνω λέγουσι, καὶ νέκαθεν τὸ ἄνωθεν. Εὔπολις Αὐτολύκῳ (fr. 50 K.) καὶ Κράτης Ἥρωσι (fr. 10 κ.) καὶ Κρατῖνος Ὥραις (fr. 12 Dem.). alpha. 1798 Ἀνελήμων καὶ νελεήμων φασί. Νικοχάρης δὲ ἀνελεήμων λέγει (fr. 20 K.). alpha. 1799 Ἀνεθέλητον· ἀντὶ τοῦ ἐθελητόν. Ἡρόδοτος ζʹ (88, 1 et 133, 2). alpha. 1800 Ἀνεμοτρεφέσ· τὸ ὑπὸ ἀνέμου τυπτόμενον καὶ κινούμενον καὶ ηὐξημένον. ἢ στερρὸν καὶ εὔτονον· τοιαῦτα γὰρ τὰ ὑπὸ ἀνέμου δονούμενα τῶν δένδρων. alpha. 1801 9Ἄνεμος καὶ ὄλεθρος ἄνθρωποσ· πάνυ καινῶς εἴρηται καὶ ἐναργῶς. ἔστι δὲ Εὐπόλιδος (fr. 376 K.)· τὸ μὲν γὰρ ἄνεμος δηλοῖ τὸ πανταχοῦ φερόμενον ἀνέμου δίκην καὶ ἀλώμενον καὶ ἀβέβαιον, τὸ δὲ ὄλεθρος ὀλέθρου ἄξιον καὶ ἀπωλείας. χρήσῃ δὲ τῷ λόγῳ, ὥς φησι Φρύνιχος (Praep. soph. 21, 12. 25), ἐν συνουσίαις. alpha. 1802 Ἀνεμιαῖα· τὰ ὑπηνέμια τῶν ᾠῶν. κατὰ μεταφορὰν δὲ καὶ οἱ ἄχρηστοι καὶ μάταιοι τῶν λόγων. alpha. 1803 Ἀνεικάσασθε· ἀνασκώψατε. Κρατῖνος Δραπέτισι (fr.