Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
124.1.1
F 17) καὶ οὕτω δεῖ μᾶλλον λέγεσθαι. alpha. 1422 Ἀναγαγγανεύουσιν· ἀναβοῶσιν. alpha. 1423 Ἀναγκαία· ἡ ἀνάγκη. alpha. 1424 Ἀναγκαῖοι πολεμισταί9 (ω 499)· κατὰ ἀνάγκην πολεμικοὶ γεγονότες γέροντες ὄντες, ὅ τε Λαέρτης καὶ ὁ Δολίος. alpha. 1425 Ἀναγκαῖοι· οἱ προσήκοντες κατὰ γένος. Μένανδρος Θυρωρῷ (fr. 208 K.. TH)· οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα οὐδὲ ἑώρακε τὸ σύνολον, θεῖον οὐδ' ἀκήκοεν. εὐτύχημα δ' ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν. alpha. 1426 Ἀνάγκη· ἡ δικαστικὴ κλεψύδρα. alpha. 1427 Ἀνάγκης ἄτρακτον (Pl. Reip. 10, 616c)· τὸν ἄξονα λέγει. alpha. 1428 Ἀνάγραπτον· τὸ ἀναγεγραμμένον. ἢ τὸ φανερῶς γεγραμμένον. ἢ τὸ πᾶσιν ἐγνωσμένον. alpha. 1429 Ἀναγκόδακρυσ· ὁ πρὸς ἀνάγκην δακρύων καὶ μὴ ἐκ πάθους τινὸς ἢ συμφορᾶς. Αἰσχύλος Ξαντρίαις (fr. 413 N. 2† 372 M.). alpha. 1430 Ἀναγυράσιον· τὴν τρίτην ἐκτείνουσι καὶ τὴν τετάρτην βραχύνουσιν. Ἀριστοφάνης Ἀναγύρῳ (fr. 6 Dem.)· χαίρειν μὲν Ἄλον τὸν Φθιώτην, χαίρειν δ' ἀτεχνῶς Ἀναγυρασίους. alpha. 1431 Ἀναγυροῦσ· δῆμος Αἰαντίδος. καὶ ναγυράσιοσ δῆμος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν δυσῶδες φύεται. alpha. 1432 Ἀναγυράσιος δαίμων· ἐπεὶ τὸν παροικοῦντα πρεσβύτην καὶ ἐκτέμνοντα τὸ ἄλσος ἐτιμωρήσατο Ἀνάγυρος ἥρως. Ἀναγυράσιοι δὲ δῆμος τῆς Ἀττικῆς. τούτου δέ τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβαλεν ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ Περὶ τραγῳδιοποιῶν (fr. 32 Wehrli) ἀπεικάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα p. 621 N. 2). ὅταν οὖν ἐπὶ οἰκείοις κακοῖς πράσσῃ τις, λέγεται κινήσεις τὸν Ἀνάγυρον. alpha. 1433 Ἀνάγυρον κινεῖν· τὸ φυτὸν τὸν ὀνόγυρον κινεῖν. ἔστι δὲ ἀλεξίκακον καὶ δυσῶδες. καὶ ναγυράσιος δαίμων καὶ τέμενος Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυρασίων. alpha. 1434 Ἀναγρύζειν· Κράτης Γείτοσι (fr. 1 Dem.)· σὲ δὲ χρὴ σιγᾶν μηδ' ἀναγρύζειν. καὶ Ξενοφῶν (οεξ. 2, 11)· οὐδ' ἀναγρύζειν μοι ἐξουσίαν ἐποίησας. alpha. 1435 Ἀνάγνωσισ· ἀναγνώρισις. ἢ ἀνάπεισις. alpha. 1436 Ἀναγνῶναι· ἐπιγνῶναι. alpha. 1437 Ἀναγχίππουσ· τοὺς ἀναγκαστικοὺς ἱππέας. Εὔπολις Πόλεσι (fr. 16 Dem.). καὶ ναγχιππεῖν τὸ μετ' ἀνάγκης ἱππεύειν. alpha. 1438 Ἀναγωγή9· ἡ τῶν πραθέντων ἀνδραπόδων ἀνάδοσις ἐχόντων αἰτίαν τινά. alpha. 1439 Ἀνάγωγοσ· ὁ μὴ τυχὼν τῆς δεούσης† ἀναγωγῆς†. alpha. 1440 Ἀναγωγότερον· ἁμαρτητικώτερον, ἀτακτότερον. alpha. 1441 Ἀναγώγῳ9· φιληδόνῳ, ἐκλελυμένῳ. alpha. 1442 Ἀναγώνιστοσ· ὁ μὴ ἀγωνισάμενος. Ξενοφῶν (Cyr. 1, 5, 10). alpha. 1443 Ἀναγωγή9· ἐπὶ πλοῦ. Κρατῖνος Ὥραις (fr. 11 Dem.). alpha. 1444 Ἀνάδαστα καὶ ναδασμόσ· τὸ κοινῇ ἀναμερίσασθαι πάντα. καὶ ναδάσασθαι· τὸ ἀναμερίσασθαι. alpha. 1445 Ἀναδέσμην· ὅμοιόν τι διαδήματι. ἢ μίτραν κεφαλῆς. alpha. 1446 Ἀναδεῖ9· ἀναπλέκει, στέφει. alpha. 1447 Ἀναδαιμονίζειν· τὸ ἐκ δευτέρου κληροῦσθαι. alpha. 1448 Ἀναδήσασθαι· στεφανώσασθαι. καὶ ναδήσοντεσ· στέψοντες. καὶ ναδῆσαι· ταινιῶσαι. alpha. 1449 Ἀναδέχομαι· ἀντὶ τοῦ ἀναλαμβάνω. alpha. 1450 Ἀναδιδοῦσαν· ἀντὶ τοῦ ἀναδιδομένην. alpha. 1451 Ἀναγνῶσαι· τὸ ἀναπεῖσαι. Ἀττικοὶ καὶ Ἴωνες. alpha. 1452 Ἀναδιδάξαι· ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὴ γάρ ἐστι νῦν ἡ ἀνά. alpha. 1453 Ἀναδικάσασθαι· τὸ ἄνωθεν δικάσασθαι. οὕτως Ἰσαῖος (fr. 145 S.). ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κρίσεις, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. alpha. 1454 Ἀναδενδρᾷσ· ἀξιοῖ περισπᾶν Σέλευκος (fr. novum)· ἔλεγον γάρ φησι σὺν τῷ ι· ἐβλάστουν ἀναδενδρᾷδες (incerti auctoris). alpha. 1455 Ἀνάδικοι κρίσεισ· αἱ ἐξ ἀρχῆς ἀνακρινόμεναι. ἐγίνετο δὲ τοῦτο, ἐπειδὰν τῶν μαρτυρούντων ἢ πάντες ἑάλωσαν ψευδομαρτυριῶν ἢ ὑπὲρ ἡμίσεις. οὐ μὴν ἐπὶ πάντων τῶν ἀγώνων άδικοι ἐγίνοντο αἱ κρίσεις, ἀλλ' ἐπὶ τριῶν τούτων, ξενίας, ψευδομαρτυριῶν καὶ κλήρων. alpha. 1456 Ἀνάδοχοσ καὶ ναδέχεσθαι· Δημοσθένης (19, 36, al.). καὶ ἀνάδοχον τῶν χρημάτων Μένανδρος (fr. 449 K.. TH). alpha. 1457 Ἀναδούμενοσ· στέφανον περιτιθέμενος. alpha. 1458 Ἀναδοιδυκίζειν· ἀναταράσσειν, ἀνατρίβειν. alpha. 1459 Ἀναδῦναι· ἀναχωρῆσαι. alpha. 1460 Ἀναδεύειν· φυρᾶν. alpha. 1461 Ἀναδρύψει·† ἀναξηράνει†. alpha. 1462 9† Ἀναδρύματα† 9· θύματα. alpha. 1463 Ἀναδρομαί9· ἀναβάσεις. alpha. 1464 Ἀναδῦναι· ἐκκλῖναι. ἢ ἀναφυγεῖν. ἢ ἀνανήξασθαι καὶ ἀναπνεῦσαι. alpha. 1465 Ἀναδύεσθαι· ἀρνεῖσθαι. alpha. 1466 Ἀναδυόμενοσ· φεύγων, ἀναβαλλόμενος. alpha. 1467 Ἀναζεύξασ· ἀναστὰς καὶ ἀναστήσας. Θουκυδίδης ηʹ (108, 3)· ἀναζεύξας ἤλαυνεν ἐπὶ τῆς Ἰωνίας. alpha. 1468 Ἀναζυγαῖσ (Exod. 40, 38)· ἀναστροφαῖς, στρατοπεδείαις. alpha. 1469 Ἀναζυγῶσαι· τὸ τὰς θύρας ἀναπετάσαι. alpha. 1470 Ἀναζωπυρῆσαι· ἀνανεῶσαι, ἀνεγεῖραι, ζωῶσαι. alpha. 1471 9Ἄνθησ (Pl. Phaedr. 230b)· ἀνθήσεως. alpha. 1472 Ἀναθέσθαι· Ἀντιφῶν ἐν τῷ Περὶ προνοίας φησίν (87 B 52 D.. K)· ἀναθέσθαι ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν, ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. alpha. 1473 Ἀναθερμαίνειν τὰς φρένας, τὴν γνώμην, τὸν νοῦν· οἷον ἀνακινεῖν, ἀνιᾶν, ἀναταράττειν. Σοφοκλῆς (fr. 822 R.). alpha. 1474 Ἀναθέντασ· ἀντὶ τοῦ ἐπιθέντας. Ξενοφῶν (An. 3, 1, 30). alpha. 1475 Ἀναθεῖναι καὶ 9ἐπαναθεῖναι τὸ αὐτό. Ἀραρὼς ἔφη (fr. 17 K.). alpha. 1476 Ἀναθηλήσει (A 236)· ἀναβλαστήσει. alpha. 1477 Ἀνάθημα καὶ πάντα τὰ τοιαῦτα διὰ τοῦ η Ἀττικοί. alpha. 1478 Ἀναθολῶσαι· ἀναταράξαι. Νόμων ζʹ Πλάτων (824b)· ὅπως ἀναθολώσῃ. κυρίως δὲ ἐπὶ τῆς σηπίας, τὸ μέλαν θολὸς καλεῖται. alpha. 1479 Ἀναθρεῖ9 (Pl. Crat. 399c)·. alpha. 1480 9 9 (Pl. Tim. 60c)· ἀνατρέχει. alpha. 1481 Ἀναθρούμενα (Thuc. 4, 87, 1)· ἀνασκοπούμενα. alpha. 1482 Ἀναθρώσκει· ἀναπηδᾷ. alpha. 1483 Ἀναθυᾶν· ἀνασκιρτᾶν. καὶ αὖθις ἐξ ἀρχῆς ἀνανεάζειν. alpha. 1484 Ἀναθύοντεσ· ἀναιροῦντες, παραβαίνοντες. alpha. 1485 Ἀναθύειν· τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερεκράτης (fr. 35 K.)· πάλιν αὖθις ἀναθύωσιν αἱ γεραίτεραι. alpha. 1486 9Ἄναια· οἱ ἄλλοι οὐδετέρως τὰ Ἄναια. Θουκυδίδης ηʹ (19, 1) τὴν Ἀναίαν. alpha. 1487 Ἀναιδεία καὶ γνοία καὶ πάντα τὰ τοιαῦτα ἐκτείνοντες alpha. 1487 προφέρονται τὴν τελευταίαν οἱ παλαιοὶ Ἀττικοὶ καὶ Ἴωνες, μεταβάλλουσι δ' οἱ Ἴωνες τὸ τελευταῖον α ἀναιδείη καὶ ἀγνοίη· σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος (Π 498). καὶ Ἀνακρέων (PMG 404 παγε)· νεότης τε καὶ ὑγιείη. καὶ ἀναρροίη δὲ καὶ εὐπλοΐη καὶ τὰ ὅμοια ἅπαντα παρὰ τοῖς Ἴωσιν ἐκ μακροῦ τοῦ α μετείληπται εἰς τὸ η. alpha. 1488 Ἀναιδὲς καὶ θρασὺ βλέπειν· ἀναιδὴς μὲν καὶ θρασὺς καθωμίληται. τὸ δὲ ἀναιδὲς καὶ θρασὺ βλέπειν καινῶς εἴρηκε Κρατῖνος (fr. 24 Dem.). ἡ λέξις Φρυνίχου (Praep. soph. 14, 6. 20). alpha. 1489 Ἀναίδην· ἀθρόως, σφοδρῶς, ἀπηρυθριασμένως. alpha. 1490 Ἀναίμονεσ (E 342)· ἀναίματοι. alpha. 1491 Ἀναιμωτί9· ἄνευ αἵματος. alpha. 1492 Ἀναίνομαι· ἀπαρνοῦμαι, προΐεμαι. alpha. 1493 Ἀναίνεσθαι· κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τοῦ κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια. alpha. 1494 Ἀναιρεθείσ· ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφείς. οὕτως Ἰσοκράτης (5, 66). alpha. 1495 Ἀναιρεῖν· τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀνατρέφειν, καὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν, καὶ ἔτι τὸ ἀπολλύναι καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. καὶ τὸ κυΐσκειν, καὶ τὸ ἀμέλγεσθαι. alpha. 1496 Ἀναισιμοῦν· δαπανᾶν, ἀναλίσκειν. καὶ ναισιμώματα· ἀναλώματα. alpha. 1497 Ἀναίτιος εἶναι ἀφροσύνησ (Xen. Cyr. 1, 5, 10)· ἀντὶ τοῦ ἀνέγκλητος ἐπὶ ἀφροσύνῃ. alpha. 1498 Ἀνακάθαρσισ· ἐπίλυσις, διευκρίνησις. alpha. 1499 Ἀνακούσ· τοὺς Διοσκούρους λέγουσιν, ὡς Αἰακούς. καὶ κατεύχονται οὕτως· καὶ Ἀνακοῖν Διοσκούροιν περισπῶντες. alpha. 1500 Ἀνακαίασιν· δῆμος φυλῆς Ἱπποθοωντίδος. alpha. 1501 Ἀνακάθισαι· ὡς ἐν τῇ συνηθείᾳ λέγομεν τῶν πρὸς ὀλίγον διεγειρομένων. Πλάτων ἔφη (Phaed. 60b). alpha. 1502 Ἀνακαλυπτήρια· δῶρα διδόμενα ταῖς νύμφαις παρά τε τοῦ ἀνδρὸς καὶ τῶν οἰκείων φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται ἀνδράσιν ὁραθῆναι. ἔστι δὲ ταῦτα καὶ ἐπαύλαια. alpha. 1503 Ἀνακέσ· τὸ ἀνίατον. Εὔπολις (fr. 21 K.). οἱ δὲ βαρέως, οἷον ἀνωφελές. alpha. 1504 Ἀνάκεια· ἑορτὴ Διοσκούρων. alpha. 1505 Ἀνακῶν· τῶν Διοσκούρων περισπωμένως ἀπὸ τῆς Ἀνακοὶ εὐθείας. alpha. 1506 Ἀνακεφαλαιοῦται· ἀναπληροῦται, ἀνακτίζει. alpha. 1507 Ἀνακῶσ· ἀντὶ τοῦ ἐπιμελῶς, φυλακτικῶς, πεφροντισμένως. Πλάτων Φάωνι (fr. 202 K.). alpha. 1508 Ἀνακορεῖν καὶ κορεῖν· Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 5 Dem.)· ῥαίνειν, νακορεῖν ἀγοράς. alpha. 1509 Ἀναιτίατοσ· Ἴων Ἀργείοις (TrGF 19 F 8a)· οὐδεὶς ἀναιτίατος ἀγγέλλων κακά. alpha. 1510 Ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωποσ· ἐπὶ τῶν ἀπηρυθριακότων καὶ μηδεμίαν μεταβολὴν τρόπου ποιουμένων. alpha. 1511 Ἀνακαλλύνειν· τὸ σαίρειν, ὅπερ καὶ ἀνακορεῖν λέγουσι, καὶ εἰκότως· κάλλυντρον γὰρ καὶ κόρημα καλοῦσι τὸ σάρον. Φρύνιχος Ποαστρίαις (fr. 2 Dem.)· σὺ δ' εἰσιοῦσα δουλικῶς ἐνσκεύασαι καὶ τἄνδον ἀνακάλλυνον. alpha. 1512 Ἀνάκειται σκώμμασιν, ἀνάκειται λοιδορίαις, ἀνάκειται πόρνοις, κύβοις, συμποσίοισ· σημαίνει δὲ τὸ οἷον πρόσκειται ἰσχυρῶς. alpha. 1513 Ἀνακεχυμένη· ἀνετή. alpha. 1514 Ἀνακαλπάζει· τινὲς μὲν ὡς οὐ δόκιμον ἐφυλάξαντο τὴν φωνήν, Αἰσχύλος δὲ ἐχρήσατο Μυσοῖς ὡς δόκιμον· λέγει γάρ (fr. 414 M.)· εἶδον καλπάζοντας ἐν αἰχμαῖς. ὁμοίως Σοφοκλῆς (fr. 1007 R.) καὶ Ἀριστοφάνης (fr. 48 Dem. cf. Thesm. 1174) καὶ Πλάτων (fr. 25 Dem.) καὶ ἕτεροι. alpha. 1515 Ἀνακηρυχθῆναι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (60)· μὴ ἀνακηρυχθῆναι αὐτῶν τὴν βδελυρίαν. alpha. 1516† Ἀνακηκεῖ†· ἀναπηδᾷ. alpha. 1517 Ἀνάκλητοσ· ὁ μετακληθείς. Σοφοκλῆς ἔφη (fr. 1008 R.). alpha. 1518 Ἀνακλῖναι·† ἀνάξαι†. Ὅμηρος (e 751). οὕτως† Ἡρωδιανός†. alpha. 1519 Ἀνακομιδή9· ἀναγωγή, ἐπάνοδος. alpha. 1520 Ἀνακογχυλιάσαι· ἀναγαργαρίσασθαι. alpha. 1521 Ἀνακωχή9· ἀνάπαυσις. alpha. 1522 Ἀνακῶσ· βασιλικῶς. alpha. 1523 Ἀνακοινώσασθαι καὶ νακοινῶσαι· ἄμφω λέγουσι. Ξενοφῶν δὲ καὶ νεξυνοῦτο εἴρηκεν ἐν ταῖς Ἑλληνικαῖς (1, 1, 30). alpha. 1524 Ἀνακραγγάνειν λέγουσιν, οὐκ ἀνακραυγάζειν, καὶ νέκραγε. καὶ παρὰ Μενάνδρῳ (fr. 728 K.. TH)· ἤκουσα τῶν ἐκκραγγανομένων. alpha. 1525 Ἀνάκρισισ· ἐξέτασις ὑφ' ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή. alpha. 1526 Ἀνακρουόμεθα· οἷον ἀναπροοιμιαζόμεθα. alpha. 1527 9Ἄνακτεσ καὶ ἄνασσαι· Ἀριστοτέλης ἐν τῇ Κυπρίων πολιτείᾳ (fr. 526 Rose)· καλοῦνται δὲ οἱ μὲν υἱοὶ καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι. alpha. 1528 Ἀνακτορία· δεσποτεία. alpha. 1529 Ἀνακτόριον· ἱερόν. alpha. 1530 Ἀνακτόρων· ἱερατειῶν. alpha. 1531 Ἀνακωχεύειν· τὸ ἐν πελάγει χειμῶνος ὄντος στήσαντας τὰ ὀθόνια σαλεύειν. μεταφορικῶς δὲ ἐπὶ τοῦ ἅρματος εἴρηκε Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (732). alpha. 1532 Ανακτᾶσθαι· Θουκυδίδης (6, 92, 4) ἀντὶ τοῦ θεραπεύειν. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαβεῖν. alpha. 1533 Ἀνακωχῆσ· ἀναπαύσεως, ἐνδόσεως, τῆς πρὸς μικρὸν ἐν πολέμῳ εἰρήνης. ἀνακωχὴ δὲ εἴρηται παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. alpha. 1534 Αναλγήτωσ· ἀναισθήτως, ἀπόνως. καὶ ἀναισθησία ἡ Ἀναλγησία. alpha. 1535Ἀναλδέσ· ἀναυξές, ἄτροφον. alpha. 1536 Ἀνάλημμα· ὕψωμα, στήριγμα. alpha. 1537Ἀναλέγειν· τὸ συλλέγειν χαμόθεν καὶ ἀνοικοδομεῖν. alpha. 1538Ἀναλαβεῖν· ως φασὶν ἐπὶ τῶν νενοσηκότων. Πλάτων ἐν Σοφισταῖς (fr. 10 Dem.). alpha. 153Ἀναλεῖ9· ἀνειλεῖ τὸ βιβλίον. alpha. 1540 Ἀναλθέσ· ἀνίατον, ἀνυγίαστον, ἀναίσθητον. alpha. 1541 Ἀναλκήσ· ἄνανδρος, ἀσθενής. alpha. 1542 9Ἄναλτοσ· ἀπλήρωτος, παρὰ τὴν ἅλσιν καὶ τὴν ἐκ τῆς αὐξήσεως τελειότητα, παρ' ὃ καὶ ἄλση τὰ κατάφυτα χωρία· πλήρωσις γάρ τις ἡ θεραπεία τοῦ πεπονθότος καὶ λείποντος, ὅθεν καὶ τὸ θεραπεύεσθαι ἄλθεσθαι λέγουσιν. alpha. 1543 9Ἄναλτοσ· βραχεῖα ἡ μέση. alpha. 1544 Ἀναλίσκειν καὶ ἀναλοῦν ἑκατέρως. καὶ ἀναλῶν Ἀριστοφάνης Πλούτῳ (248). ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η, οἷον ἀνήλισκον, καὶ ἀνάλισκον καὶ ἀνάλουν. alpha. 1545 Ἀναλοῦντεσ· ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης (4, 48, 3). καὶ ναλῶν καὶ ναλοῦν· τὸ ἀναιρεῖν (2, 24, 1). καὶ νάλωμα ὁ αὐτός (1, 99, 3). alpha. 1546 Ἀναλύειν· τὸ ἑτέροις φαρμάκοις καθαίρειν τὸν πεφαρμαγμένον. alpha. 1547 Ἀναλύζειν· σημαίνει τὸ μετὰ βίας καὶ οἷον λύττων κλαίειν τοῦ πνεύματος ἐνιεμένου πολλοῦ ταῖς ἀρτηρίαις. alpha. 1548 Ἀναλυθῆναι· τὸ καθαρμῷ τινι χρήσασθαι φαρμάκων. Μένανδρος Ἥρῳ (fr. 4 K.. TH)· ἐπεφαρμακεύσω γλυκύτατ' ἀναλυθεὶς μόλις. alpha. 1549 Ἀναλῦσαι· τὸ δι' ἐπῳδῆς τινα τῆς βλάβης ἀπαλλάξαι. alpha. 1550 Ἀναλογισμοὶ9 καὶ ναλογίζεσθαι καὶ τὰ ἐξ αὐτοῦ Πλάτων εἴρηκεν (Prot. 332d)· ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. καὶ Θουκυδίδης (5, 7, 2)· ἀναλογιζόμενοι πρὸς οἵαν ἐμπειρίαν. καὶ νελογίζοντο ὁ αὐτός (8, 83, 3). alpha. 1551 Ἀναλώματα νόμιμα· ὁ Δημοσθένης εἴρηκεν. alpha. 1552 Ἀναλφάβητοσ· ἐδόκει μὲν εἶναι εὐτελές. Νικοχάρης δὲ αὐτὸ ἐποίησεν ἀρχαῖον χρησάμενος ἐν τῇ Γαλατείᾳ οὕτως (fr. 2 Dem.)· τὸν ἀναλφάβητον, τὸν ἄπονον. ταῦτα ὁ Φρύνιχος (Praep. soph. fr. 19). alpha. 1553 Ἀνάλφιτον· Φιλύλλιος Αἰγεῖ (fr. 1 Dem.). alpha. 1554 Ἀναμφίδοξον· ἀναμφίβολον. alpha. 1555 Ἀναμάθω· ἐξ ἀρχῆς μάθω. alpha. 1556 Ἀναμάττεσθαι· ἀναφυρᾶν. alpha. 1557 Ἀναμέλποντεσ· ἀνυμνοῦντες. alpha. 1558 Ἀναμετρήσαιμι (μ 428)·† διεμπεράσαιμι†. alpha. 1559 Ἀνὰ μέροσ· ἀντὶ τοῦ ἐν μέρει. alpha. 1560 Ἀναμηρύσασθαι· ἀνατεῖναι. alpha. 1561 Ἀναμίλλητον· ἀφιλόνεικον. alpha. 1562 Ἀναμύειν· ἀναβλέπειν. alpha. 1563 Ἀναμιλώσαιμι· ἀναγλύψαιμι. alpha. 1564 Ἀνανεοῦσθαι· ἀναμιμνήσκεσθαι. πεποίηται δὲ ἀπὸ τῶν τοῖς alpha. 1564 πέντε δακτύλοις τῆς χειρὸς συνεχὲς ἀριθμούντων καὶ ἐπαναλαμβανόντων, οἱονεὶ κατὰ πεντάδα ἀριθμούντων. alpha. 1565 Ἀνανεοῦσθαι· ὡς ἡμεῖς Θουκυδίδης εʹ (18, 9) καὶ Πλούτοις Κρατῖνος (fr. 167 K.). alpha. 1566 9Ἄναντα (116)· ἄνω, ἀνωφερῆ, δυσχερῆ. alpha. 1567 9Ἄνανδροσ· Ἰσοκράτης Εὐαγόρᾳ (66) καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (24, 53)· τὸ μὲν γὰρ χρηστῶν, τὸ δὲ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστί. καὶ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους (p. 24 J.). alpha. 1568 9Ἄναντα· ἀντὶ τοῦ ἀνωφερῆ, ὑψηλά. τινὲς τὰ μὴ βεβρεγμένα, Σοφοκλῆς δὲ Ἰνάχῳ (fr. 272 N. 2† 294 R.) τὰ μὴ ἐκκεκομμένα, παρὰ τὸ αἵνειν, ὅ ἐστι κατακόπτοντα πτίσσειν. Ἀρίσταρχος δὲ (fr. novum) ἐνταῦθα γράφει† ἑνικῶς† ἄνατα, ἀντὶ τοῦ ἄνευ βλάβης. alpha. 1569 Ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται· Θουκυδίδης βʹ (45, 1). alpha. 1570 Ἀνάνιοσ· ὑπερήφανος, ἄλυπος. alpha. 1571 9Ἄναντεσ· ἀνωφερές. alpha. 1572 9Ἄναξ· θηλυκῶς. οὕτως Αἰσχύλος (fr. 342 ν. 2† 689 M.). alpha. 1573 Ἀναξαγόρασ· σοφιστής, Ἡγησιβούλου υἱός, Κλαζομένιος. Νοῦς δὲ ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον εἰπὼν μύδρον διάπυρον. alpha. 1574 Ἀναξίβιοσ· Λακεδαιμονίων στρατηγός. alpha. 1575 Ἀναξίαν· βασιλείαν. Αἰσχύλος (fr.

Intertext edge

Open linked passage

Note