Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
S.). alpha. 667 Αἶσχοσ· ἀτιμία. alpha. 668 Αἰσχίω· χείρω. alpha. 669 Αἰσχροεπεῖν· αἰσχρολογεῖν. alpha. 670 Αἰσχυνόμενος περιπλέκει τὴν συμφοράν (com. adesp. fr.
12.1.2
· ἀχρήστου. alpha. 1890 Ἀνεύθυνοσ· ὁ καθαρὸς αἰτίας καὶ κρείττων τοῦ εὐθύνεσθαι. alpha. 1891 Ἀνέφικτον· ἀκατάληπτον. alpha. 1892 Ἀνευφήμησεν· ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων (Phaed. 60a). alpha. 1893 Ἀνεφθάρη· ἀντὶ τοῦ μετὰ φθορᾶς ἀνέστη. Κρατῖνος Ὥραις (fr. 13 Dem.). alpha. 1894 Ἀνεφόρησαν· ἀντὶ τοῦ ἀνήνεγκαν. Θουκυδίδης δʹ (115, 2). alpha. 1895 Ἀνεφυσῶντο· ἀντὶ τοῦ ἐμετεωρίζοντο. alpha. 1896 Ἀνέφυ9· ἀνέζησεν. alpha. 1897 Ἀνέφαπτον· ἧς οὐδεὶς ἐφάπτεται. Θουκυδίδης. alpha. 1898 Ἀνεχαίτισεν· ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν. alpha. 1899 Ἀνέχειν· τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέγεται ἀνέχειν καὶ τὸ ἐξέχειν καὶ προέχειν. Θουκυδίδης δʹ (53, 3). λέγεται ἀνέχειν καὶ τὸ κωλύειν, ὡς ὁ αὐτὸς ἐν ʹ (86, 4). καὶ ἀνέχειν τὸ διαβαστάζειν καὶ φέρειν, ὃ καὶ ἀνέχεσθαι καὶ ἐπανέχειν λέγεται. alpha. 1900 Ἀνέχει· σῴζει. οὐχ ὥς τινες ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης (1, 141, 5)· αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν, ἀντὶ τοῦ σῴζουσιν. alpha. 1901 Ἀνέχεσθαι τοῦτον, οὐχὶ τούτου. Εὔπολις Βάπταις (fr. 6 Dem.)· οὐκ ἀνέχομαι αὐτόν· ἀντιπράττει παρὰ μέλος. οὕτως Μένανδρος (ξφ. fr. 26 K.. TH) καὶ Δημοσθένης (18,
12.1.3
Dem.)· ὦ Χάριτες, ἀφροδίσιόν τις ὑμέναιον ὑμνεῖ γαμικόν. alpha. 3398 Ἀφροδίσιος κῆποσ· Ἄρχιππος (fr. 2 Dem.)· ὦ μάκαρ, ὃς ἐπὶ χλανιδοτρόφοις κόραισι τὸν ἀφροδίσιον κῆπον ἀποδρέπεις. alpha. 3399 Ἀφροδίσιος λόγοσ· Πλάτων εἶπε Διῒ κακουμένῳ (fr. 2 δεμ.). καὶ φροδιταρίδιον ὁ αὐτὸς ὑποκοριστικῶς (fr. 3 Dem.)· οἴμοι τάλας, ἀπολεῖς με. Ἀφροδιταρίδιον γλυκύτατον, ἱκετεύω σε, μή με περιίδῃς. φροδιτίδιον δὲ Ἀριστοφάνης (fr. novum). καὶ Ἀφροδίτης γάλα τὸν οἶνον ὁ αὐτὸς εἴρηκεν (fr. 596 K.). alpha. 3400 Ἀφροδίτην φεύγειν. 9 alpha. 3401 Ἀφροδίτην θηρᾶν· ἐπὶ τῶν κατὰ συνουσίαν ἐρωτικῶν. Εὐριπίδης (Bacch. 459). alpha. 3402 Ἀφροδίτησ· ἀντὶ τοῦ ἀφροδισίων. Ἀντιφῶν (87 B 17 D. K.). alpha. 3403 Ἀφροδίτη ψίθυροσ· Κρατῖνος (fr. νοῃυμ). ἔστι δὲ ὄντως ἐν Ἀθήναις ἱερὸν Ἀφροδίτης ψιθύρου ἀπὸ τοῦ τὰς εὐχομένας πρὸς τὸ οὖς αὐτῆς εὔχεσθαι. alpha. 3404 Ἀφρόδιτοσ· ὁ Ἑρμαφρόδιτος. παραπλήσιοι δὲ τούτῳ καὶ ἄλλοι δαίμονες· Ὀρθάνης, Πρίαπος, Αἰακός, Γενετυλλίς, Τύχων, Γίγων, Κονίσαλος, Κύννειος καὶ ἕτεροι, ὧν καὶ Ἀριστοφάνης μέμνηται Ἥρωσιν (fr. novum† 702 K.). Ἀπολλοφάνης Κρησίν (fr. 1 Dem.)· Ἀσκληπιός, Κύννειος, Ἀφρόδιτος, Τύχων. Φερεκράτης (fr. 13 Dem.)· οὐδ' εἰς Ἑταίρας οὐδ' Ἀφροδίτου πώποτε. alpha. 3405 Ἀφρόνη· ἡ ἀφροσύνη. alpha. 3406 Ἀφύασ· ὀνόματα ἑταιρῶν ἀδελφῶν δύο παρ' Ὑπερείδῃ (fr. 24 J.). alpha. 3407 Ἀφύασ πληθυντικῶς λέγουσι, σπανιώτατα δὲ ἀφύην. alpha. 3408 Ἀφύα ἐς πῦρ· ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει. alpha. 3409 Ἀφύη καὶ φύα· ἔστι μὲν τὸ ἰχθύδιον φαῦλον καὶ λυπρόν, ἀργυρίζον τῇ χροιᾷ. καὶ χρῶμα δὲ φυῶδεσ καλεῖ† Ἱππασίων†. ἐκλήθη δέ τις καὶ ἑταίρα οὕτως, ἴσως ὅτι καὶ αὐτὴ τοιαύτη ἦν. alpha. 3410 9Ἄφυκτον· ὃ οὐκ ἔστιν ἐκφυγεῖν. alpha. 3411 9Ἄφυκτον λαβήν· ὁ λόγος ἐναργής· τροπικῶς ἀπὸ τῶν παλαιστῶν. Νικοχάρης (fr. 3 Dem.)· ἀλλ' εἰλήμμεθα λαβὴν ἄφυκτον. alpha. 3412 Ἀφυβρίσαι· μάλιστα τὸ ἀκολάστως δηλοῖ ὑβρίσαι εἰς κόρον καὶ ὥστε ἀποπληρωθῆναι. οὕτως Μένανδρος Παλλακῇ (fr. 319 κ. τη.)·. alpha. 3413 Ἀφυπνισθῆναι· τὸ ἐξ ὕπνου ἐγερθῆναι Φερεκράτης εἴρηκεν (fr. 191 K.). alpha. 3414 Ἀφυσμόσ· ἀργία ἢ ἄντλησις. alpha. 3415 Ἀφύσσων· ἀπαντλῶν, ἀρυόμενος. alpha. 3416 Ἀφωπλίζοντο (Y 26)· ἀπετίθεντο τὰ ὅπλα. alpha. 3417 9Ἄφωνον κακόν· ὡς ἄφατον. Πλάτων (fr. novum† com. adesp. fr. 8 Dem.)· ἐκ Δελφῶν δ' ἔχων ἥκει τι κακὸν ἄφωνον. alpha. 3418 Ἀφωρισμένον· Πλάτων Τιμαίῳ (24α)· τὸ τῶν ἱερέων γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον. alpha. 3419 Ἀχαία· ἐπίθετον Δήμητρος. βραχεῖα ἡ πρώτη· ἀπὸ τοῦ ἄχους μᾶλλον ἢ ἀπὸ τοῦ ἤχου. Ἀριστοφάνης Ἀχαρνεῦσιν (709)· οὐδ' ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο. alpha. 3420 Ἀχαιοί9· οἱ Ἕλληνες. οὕτως καλεῖ ὁ ποιητὴς πάντας τοὺς Ἕλληνας. εἰσὶ δὲ κυρίως Ἀχαιοὶ οἱ κατοικοῦντες μέρος τι τῆς Πελοποννήσου τὴν καλουμένην Ἀχαΐαν. καὶ οἱ τὴν Φθιώτιδα Ἀχαΐαν κατοικοῦντες ὑπὸ Ἀχιλλεῖ τεταγμένοι, ἀφ' ὧν πάντες οἱ Μυρμιδόνες Ἀχαιοὶ καλοῦνται ὑπὸ Ὁμήρου. alpha. 3421 Ἀχάνη· μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοφάνης (Ach. 108). alpha. 3422 Ἀχανήσ· ὁ μὴ κεχηνώς, ὁ ἄφωνος, ὁ ἐνεός, ὁ ἐκπεπληγμένος σιωπῇ. alpha. 3423 Ἀχανεῖσ· ἀφανεῖς, ἀφεγγεῖς. alpha. 3424 9Ἄχαρισ· ᾗτινι μὴ μέτεστι χάρις. alpha. 3425 Ἀχαρίστουσ· τοὺς μὴ ἀνταποδιδόντας χάριτας. Ἰσοκράτης (1, 31)· μηδὲ τὰς χάριτας ἀχαρίστοις χαριζόμενος. καὶ ὁ τοὺς εὐεργέτας κακοῖς ἀμειβόμενος. alpha. 3426 9† Ἄχαρτον† 9· [...] {ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ ἥψατο. alpha. 3427 Ἀχαριστία· ἡ κατὰ στέρησιν τῆς χάριτος. alpha. 3428 Ἀχαριστεῖν· μὴ χαρίζεσθαι. alpha. 3429 Ἀχαριστῆσαι· τὸ μὴ χαρίσασθαι μηδ' ὑπουργῆσαι. alpha. 3430 Ἀχείρωτον· ἄμωμον, οὗ χεὶρ οὐχ ἥψατο. alpha. 3431 Ἀχέρων· ποταμὸς ἐν Ἅιδου μεμυθευμένος παρὰ τὸ ἄχος. alpha. 3432 Ἀχηνία· ἀπορία, πενία. Ἀριστοφάνης Ἀμφιαράῳ (fr. 1Dem.)· ἐμβαλὼν ἀχηνίαν. εἴρηται δὲ κατὰ στέρησιν τοῦ ἔχειν. γίνεται ἀεχὴν καὶ ἀχὴν καὶ ἀχηνία. οἱ δέ φασιν ἀπὸ τοῦ κενὰ ἠχεῖν. λέγονται δὲ καὶ οἱ πένητες ἀχῆνες. alpha. 3433 9Ἄχθεται· λυπεῖται. alpha. 3434 Ἀχθηδών· λύπη. alpha. 3435 9Ἄχθοσ· βάρος, λύπη. alpha. 3436 Ἀχθοφόρον· βαστάζοντα. alpha. 3437 9Ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ9· ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ· τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. οὕτω γοῦν† ὑποκονδύλους† λέγουσι τοὺς τοιούτους. alpha. 3438 Ἀχιλλέοσ καὶ πηλέοσ· οἱ ἄλλοι Ἕλληνες χωρὶς Ἀττικῶνδιὰ τοῦ ο, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ ω. οἱ δὲ Ἴωνες καὶ τῇ τοῦ ε εἰς τὸ η μεταβολῇ χρῶνται Πηλῆος καὶ Ἀχιλλῆος λέγοντες. καὶ διὰ τοῦ ε Ὅμηρος (B 23)· εὕδεις Ἀτρέος υἱέ. λέγουσι δὲ καὶ διὰ τοῦ ως τὰς γενικὰς ἐνίοτε, οἷον καὶ Ἑκαταῖος (fr. novum) Κρηθέως καὶ Ἀτρέως ποτὲ λέγει παραπλησίως τοῖς Ἀττικοῖς. καὶ τὰ ἄλλα δὲ διὰ τοῦ ο Ἰακά, οἷον φύσιος, λέξιος, πόλιος. alpha. 3439 Ἀχίλλειοι κριθαί9· αἱ εὐτελεῖς. alpha. 3440 Ἀχιλλεία· ἡ μᾶζα. χίλλεια δὲ τὰ ἐν αὐτῇ ἄλφιτα. alpha. 3441 Ἀχίλλειοι· οὕτως κριθαί τινες ἐκαλοῦντο Ἀθήνησιν, ἁδραί alpha. 3441 τε καὶ ἀδιάφοροι οὖσαι. καὶ τῶν σπόγγων δὲ τοὺς πολυτελεῖς Ἀχιλλείους ἐκάλουν. alpha. 3442 Ἀχιλλείων ἀλφίτων· τῶν γεγονότων ἐκ τῶν Ἀχιλλείων κριθῶν. ἔνιοι δὲ λευκῶν. alpha. 3443 Ἀχλύσ· ζόφος, ὀμίχλη, σκότος, ἀμβλυωπία. alpha. 3444 9Ἄχναι· λεπτὰ ἄχυρα. ἢ ἀκαθαρσία. alpha. 3445 9Ἄχνη· τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς τῆς θαλάσσης. alpha. 3446 9Ἄχνη πυρόσ· ὁ καπνός. καὶ ἄχνη ὕπνου. 9 ὁ δὲ Ἱπποκράτης (Mochl. 2† 4, 346, 1 L.) καὶ ἄχνη† λιμοῦ†. 9 δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. alpha. 3447 Ἀχνυμένη σκυτάλη· Κρατῖνος (fr. νοῃυμ) τὴν ἄχθεσθαι ποιοῦσαν εἶπεν. alpha. 3448 9Ἄχορα· ἀρσενικῶς τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα. Ἀριστοφάνης Ὁλκάσιν (fr. 410 K.)· ἀδαχεῖ γὰρ αὐτοῦ ἄχορα ἐκλέγετ' ἀεὶ ἐκ τοῦ γενείου τὰς πολιὰς τοῦ Διός. alpha. 3449 Ἀχόρευτοσ· ὁ ἀπεσπασμένος δι' ἀπαιδευσίαν τοῦ χοροῦ. alpha. 3450 9Ἄχοσ· λύπη σιωπὴν ἐπιφέρουσα. παρὰ τοῦτο καὶ ἀχνύμενος. alpha. 3451 9Ἄχραντον· ἀμόλυντον, ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ ἥψατο. alpha. 3452 Ἀχράσ· ὁ καρπὸς τῆς ἀχέρδου. Ἀριστοφάνης Ἐκκλησιαζούσαις (355)· ἀχράς τις ἐγκλείσασα ἔχει τὰ σιτία. alpha. 3453 Ἀχράδασ· τὰς ἀχέρδους λέγουσιν. Εὔπολις Ἀστρατεύτοισιν (fr. 33 K.)· οἳ πεπείρους ἀχράδας ἐσθίουσιν. ἴσως δ' ὁ μὲν καρπὸς ἀχράς, τὸ δένδρον δὲ ἄχερδος. Φερεκράτης (fr. 164 K.)· ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτης. Μένανδρος Ἥρῳ (fr. 1 Sandbach)· νῦν δὲ τοῖς ἐξ ἄστεως κυνηγέταις ἥκουσι περιηγήσομαι τὰς ἀχράδας. alpha. 3454 Ἀχρειόγελως ἄνθρωποσ· ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων. alpha. 3455 9Ἄχρειον· τῷ τόνῳ ὡς ἄμεινον. alpha. 3456 9Ἄχρηστοσ· ὁ ἀνωφελής· καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτως Πλάτων (Reip. 1, 332e, al.). alpha. 3457 9Ἄχρι, ἄχρισ· ἀντὶ μέχρις, ἕως. alpha. 3458 9Ἄχρι κόρου9· παροιμία ἦν· ὅτι ἐκεῖνος ἄχρι κόρου ἀναίσθητός ἐστιν. καὶ οὗτος ἄχρι κόρου ἐφενάκισεν. alpha. 3459 Ἀχρήμων· ὁ μὴ ἔχων χρήματα, ὁ πένης. καὶ χρήματοι καὶ Ἀχρηματωτέρων. 9 καὶ χρηματία Θουκυδίδης εἴρηκεν (1, 11, 1. 2). alpha. 3460 Ἀχρήστουσ· ἀντὶ τοῦ ἀχρησίμους, οὐκ ὠφελίμους. Ἀντιφῶν (fr. novum). alpha. 3461 9Ἄχρηστον· ἀντὶ τοῦ ἀχρησμῴδητον. Πλάτων (fr. novum). αἰσχύνομαί σε, ὦ ξένε, μακρὰν ὁδὸν ἀνύσαντα ἄχρηστον ἀπολῦσαι. alpha. 3462 9Ἄχρυσοι· Πλάτων Νόμων γʹ (67β)· πλούσιοι δὲ οὐκ ἄν ποτε γένοιντο ἄχρυσοί τε καὶ ἀνάργυροι. alpha. 3463 9Ἄχρυσοι· οἱ μὴ ἔχοντες χρυσόν. alpha. 3464 Ἀχρώματοσ· ἀναιδής. alpha. 3465 Ἀχυρμιαί9· οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποφέρεται λικμώμενα. alpha. 3466 9Ἄχυρον· τὸν ἀχυρῶνα. Ἀριστοφάνης Δαιταλεῦσι (fr. 10 Dem.)· καὶ τὴν Ἑκάβην ὀτοτύζουσαν καὶ καιόμενον τὸν ἄχυρον. alpha. 3467 Ἀχυροπώλησ· Νικοχάρης (fr. novum) ἀντὶ τοῦ χοιροπώλης γένῃ. alpha. 3468 Ἀχυνώ9· πόα τις οὕτω καλεῖται. alpha. 3469 Ἀχυρόσ· ὁ ἀχυρών. λέγεται δὲ καὶ ἀχυρεών. alpha. 3470 Ἀχυρόσ· ὡς ἀοιδὸς τῷ τόνῳ· καὶ ἐκτεινομένης τῆς μέσης συλλαβῆς. αὐτὸς ἀχυροβολών. alpha. 3471 9Ἄχυρα· καὶ τὰ πίτυρα. Ἀριστοφάνης Ἀχαρνεῦσιν (507/ 8). αὐτοὶ γάρ ἐσμεν νῦν τε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. alpha. 3472 Ἀχών· ἄμπελος. alpha. 3473 9Ἁψαμένη· ἐξαρτήσασα. alpha. 3474 Ἀψάλλακτον· ἀψηλάφητον. alpha. 3475 Ἀψαύστωσ· ἀνεπάφως. alpha. 3476 9Ἄψαυστον· ἄθικτον. alpha. 3477 Ἀψευδία· ἡ ἀλήθεια. λέγεται δὲ καὶ ψευδεῖν καὶ ψευδές. 9 alpha. 3478 Ἀψευδέστατος μάντισ· Κρατῖνος (fr. 29 Dem.)· τὸν θεὸν δ' ἐμοῦ κλύων σέβε, ὡς ὄντα μάντιν ἀψευδέστατον. alpha. 3479 Ἀψευδόμαντισ· Νικοχάρης Ἀγαμέμνονι (fr. 1a Edmonds)· οἶδα δ' ὡς ἀψευδόμαντις ἥδε καὶ τελεσφόρος. [...] γνώσῃ δὲ τέχνην τὴν ἐμὴν ἐτητύμως ἀψευδόμαντιν οὖσαν (trag. adesp. fr. 287a Snell). alpha. 3480 Ἀψευδοῦσα· ἡ ἀληθεύουσα καὶ μὴ ἁμαρτάνουσα ἐν τῷ λέγειν. alpha. 3481 Ἀψήφιστοσ· ἀντὶ τοῦ μὴ ψηφισάμενος. Ἀριστοφάνης εἴρηκεν (Vesp. 752). alpha. 3482 9Ἄψηστοσ· ἀκατάμακτος. Πλάτων (fr. 17 Dem)· ὦ τᾶν, ταχὺ τρέχων ἀπωλόμην. alpha. 3483 9Ἁψίμαχος ἄνθρωποσ· οἷον ὁ πάντα τρόπον ἁπτόμενος μάχης τῆς διὰ χειρῶν. οὕτως Θεόπομπος (fr. novum). alpha. 3484 9Ἁψιμαχία· συνάφεια μάχης. alpha. 3485 9† Ἁψιμεσία† 9· πρὸς ὀλίγον διαφορά. alpha. 3486 9Ἄψορροι· ὀπισθόρμητοι. alpha. 3487 Ἀψοφητί9· ἠρέμα. alpha. 3488 9Ἄψ· πάλιν. alpha. 3489 9Ἁψίσ· οὕτως ἐκάλουν τὸν ξύλινον κύκλον τοῦ τροχοῦ, τὸ δὲ ἐπ' αὐτοῦ ἐπίσωτρον. Ὅμηρος δὲ τὸν μὲν τροχὸν κύκλον ὀνομάζει (ψ 340), τὴν δὲ ἁψῖδα ἴτυν (D 486). alpha. 3490 9Ἁψῖδεσ· καμάραι. alpha. 3491 Ἀψυχεῖν· τὸ ἐναντίον τοῦ εὐψυχεῖν. σημαίνει δὲ τὸ ἀποδειλιᾶν. alpha. 3492 Ἀωρί, ἀωρία· Φερεκράτης Κραπατάλοις (fr. 6 Dem.)· ἐβάδιζον δὲ ἀπὸ δείπνου· κνέφας δ' ἦν ἄρτι κοὐκ ἀωρία. λέγουσι δὲ {καὶ ἀωρίαν καὶ τὴν ὥραν. Ἀριστοφάνης Ἀχαρνεῦσιν (23/ 4)· εἶτ' ἀωρίαν ἥκοντες, εἶτα δ' ὠστιοῦνται πῶς δοκεῖς. alpha. 3493 Ἀωρί, ἀωρία· τὸ παρὰ τὸν προσήκοντα καιρὸν καὶ τὴν ὥραν. λέγουσι δὲ ἀωρὶ τῶν νυκτῶν καὶ ἀωρὶ νύκτωρ. Ἀριστοφάνης δὲ ἔφη (fr. 663 K.) καὶ ἀωροθάνατος ἀπέθανεν, τουτέστι πρὸ τῆς προσηκούσης ὥρας. alpha. 3494 9Ἄωροι πόδεσ· ἐμπρόσθιοι· τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι (μ 89). καὶ Φιλήμων (fr. 145 K.)· οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους. alpha. 3495 9Ἄωροι· οἱ πρὸ ὥρας ἀποθνῄσκοντες. σύνηθες δὲ τὸ ὄνομα πολλοῖς καὶ μάλιστα Ἀλεξανδρεῦσιν. ἔστι δὲ Ἀττικόν. Ἀριστοφάνης (fr. novum)· ἔθανον κἄλλοισιν ἄωροι παῖδες. alpha. 3496 9Ἄωρον· ἀπρεπές, ἀχαρές. alpha. 3497 Ἀωρόλειοσ· ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος. alpha. 3498 9Ἄωτον· ἄνθος, κόσμος, στέφανος. alpha. 3499 9† Ἀωτέβειν† 9· ὑφαίνειν. alpha. post 3499t Τέλος τοῦ Α στοιχείου Ἀρχὴ σὺν θεῷ τῆς Βῆτα beta. 1 βαβάζειν· τὸ διηρθρωμένα λέγειν. ἔνιοι βοᾶν. beta. 2 βαβράζων· κεκραγὼς συντόνως. beta. 3 βαβαί9· θαυμαστικὴ ἡ φωνή. beta. 4 βαίτων καὶ βαιτάσ· ἀντὶ τοῦ μωρὸς ἢ μωρά. οὕτω Φιλήμων (fr. νοῃυμ). beta. 5 βάβακα· τὸν† γάμον†. beta. 6 βαβάκτησ· ὁ μανιώδης καὶ ἀκρατής, καὶ ἰδιαίτερον ὁ Πάν. beta. 7 βάβαλον· αἰδοῖον. beta. 8 βαβάκτησ· ὀρχηστής, ὑμνῳδός, μανιώδης, κραύγασος· ὅθεν καὶ Βάκχος. beta. 9 βαβοῦσ· ὄνομα κύριον. beta. 10 βαβύασ· πηλός, βάθρον, βῆμα. beta. 11 9† βάβικες† 9· τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα. beta. 12 {βαβάκκαρισ· μύρον τι. Ῥοδίαν γυναῖκα. beta. 13 βαγεύει· πλανητεύει. beta. 14 βάγιον· μέγα. beta. 15 βάδην· περιπάτῳ ἐρχόμενος. beta. 16 βαδίζου9· ἀντὶ τοῦ βάδιζε. οὕτως Κρατῖνος (fr. 391 K.). beta. 17 9† βάδιστοι† 9· βραδύτατοι. beta. 18 βάδιοσ· υἱός. beta. 19 βαθεῖαν αὔλακα (Aeschyl. Sept. 593)· ὅπερ ἐστὶ† στιχὶς† γῆς ὑπὸ ἀρότρου. μεταφορικῶς δὲ ἀπὸ τούτου βαθείας φρένας τὰς κεκρυμμένας σημαίνει. beta. 20 βάθρον· θεμέλιον. καὶ 9† βάραθρα† 9· ἀγάλματα. beta. 21 βαθύγλωσσοι· ἐλλόγιμοι, εὔγλωττοι. beta. 22 βαθυδίνησ· ἐν βάθει ἔχων τὰ ῥεύματα. beta. 23 βαθυλήϊον· σιτοφόρον πεδίον. beta. 24 βαθυπέπλων· μεγάλων, ἐκ† τῶν παρακολουθούντων†. beta. 25 βαθύσχοινον (Δ 383)· ὑψηλὰς σχοίνους φέροντα. beta. 26 βαθύσ· ἀντὶ τοῦ πονηρός. οὕτω Μένανδρος (fr. 830 K.. TH). beta. 27 9 βακκάριδι μεμιγμένην. οὕτως Αὐτολύκῳ (fr. novum). beta. 28 βακάντιβοσ· σχολαστής, μὴ παραμένων τῷ πράγματι αὐτοῦ. beta. 29 βάκηλοσ· μέγας μέν, ἀνόητος δὲ καὶ γυναικώδης. beta. 30 βακτηρεύειν· beta. 31 βακτηρία καὶ σύμβολον· οἱ λαχόντες δικάζειν ἐλάμβανον παρὰ τῶν δημοσίων ὑπηρετῶν σύμβολον καὶ βακτηρίαν, καὶ οὕτως ἐδίκαζον. τὴν χρόαν ὁμοίαν εἶχε τῇ βακτηρίᾳ τὸ δικαστήριον. τὸ μέντοι γε σύμβολον τὴν κρίσιν ἀποδιδοῦντες ἐκομίζοντο τριώβολον, ὅπερ καὶ δικαστικὸν ἔλεγον. beta. 32 βακτηρία καὶ σύμβολον· πολλῶν Ἀθήνησι δικαστηρίων ὄντων πολλάκις οἱ κληρωθέντες δικάζειν ἐνταῦθα ἀπῄεσαν ἀλλαχοῦ. ἵνα οὖν μηκέτι τοῦτο γένηται, ὁμόχρωμοι τοῖς δικαστηρίοις ἐδίδοντο βακτηρίαι. beta. 33† βακάνιον· ἐπικαμίνιον†. Ἀριστοφάνης (fr. 592, 2 K.). beta. 34 βάκχουσ· τοὺς κλάδους. οὕτως Θεόπομπος (fr. novum). beta. 35 βακχεύων· μαινόμενος. beta. 36 βαλανάγρα· ἡ κλείς, παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. beta. 37 βαλάντιον· μάρσιππος. beta. 38 βαλανειομφάλουσ· τὰς φιάλας οἱ κωμικοὶ (Cratin. fr. 50 K.) καλοῦσιν. beta. 39 βαλανεύειν· λαμπροφωνεύεσθαι. οὕτως Ἀριστοφάνης (fr. novum). beta. 40 βαλβίσ· ἡ ἄφεσις τῶν δρομέων. ἔστι δὲ ξύλα δύο, ἀφ' ὧν σχοινίον διατείνεται· ἀφ' ἧς βαλβῖδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. beta. 41 βαλβῖσιν· ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγα γινομένη γραμμὴ διὰ τὸ ἐπ' αὐτῆς βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται. {ὕσπληξ δὲ φραγγέλιον, ἀφετηρία. beta. 42 βαλβίσ· βάσις ταπεινή, ἢ ἀφετηρία καὶ καμπτός. beta. 43 βαλαντιοτόμοσ· κλέπτης. beta. 44 βαλανεύσασθαι· ἀντὶ τοῦ βαλανείῳ χρήσασθαι. beta. 45 βαλμόσ· στῆθος. beta. 46 βαλίαν· κατάστικτον. beta. 47 βάλλ' ἐς Μακαρίαν· οἷον εἰς Ἅιδου· Μακαρία γὰρ ἡ Ἡρακλέους, ὁπηνίκα ἐπεστράτευσεν ὁ Εὐρυσθεὺς ταῖς Ἀθήναις, ἑαυτὴν ἐπέδωκε σφάγιον ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας. τὸ δ' αὐτὸ τοῦτο καὶ οὕτω λέγουσιν· ἐς Μακαρίαν καὶ εἰς Μακαρίαν. beta. 48 βάμμα Κυζικηνόν· τὴν ἀκάθαρτον ἀσχημοσύνην Ἀττικοὶ λέγουσιν. beta. 49 βαμβαίνει· διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώττῃ ἀσήμως φθέγγεται. beta. 50 βάμβαλον· ἱμάτιον Βαβυλώνιον. οὕτως Ἀριστοφάνης (fr. novum). beta. 51 βαμβακεύτριαι· αἱ μαγγανεύουσαι καὶ ἐπᾴδουσαι. beta. 52 βάβαξ· μάταιος, λάλος, φλύαρος, ἐνθουσιῶν, ἀναιδής. beta. 53 βαβάξαι· ὀρχήσασθαι Λύδιον. beta. 54 βαμβαλύζειν· τρέμειν ὑπὸ ψύχους. beta. 55 βαμβαίνοντεσ· τοῖς χείλεσιν ἠχοῦντες. beta. 56 βάναυσοσ· πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος· βαῦνος γὰρ ἡ κάμινος. beta. 57 βάραθρον· τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται. beta. 58 βάραθρον· ὄρυγμά ἐστιν, εἰς ὃ ὁ τῆς Ἱπποθοωντίδος δῆμος τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλον. ἐν δὲ τοῖς Φιλιππικοῖς ὁ Δημοσθένης (8, 45 et 10, 16) τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ' ἐκ μεταφορᾶς, ἐν τῷ ὀλέθρῳ. beta. 59 βάραθρον· ἔστι μὲν† πᾶσα γῆ† τὰ μὲν ἄνω ἔχουσα ἰσχυρά, ὑπόχαυνα δὲ τὰ κάτω, ὥστε καταδῦναι τὸν ἐπιβάντα. Ἀθήνησι δὲ ἦν καὶ ὄρυγμα, εἰς ὃ τοὺς ἐπὶ θανάτῳ καταγνωσθέντας ἐνέβαλον, ὥσπερ εἰς τὸν Καιάδαν Λακεδαιμόνιοι. beta. 60 βαρυγέτασ· σεμνὸς μὲν καὶ βάρος ἔχων, δοῦλος δὲ καὶ Γέτας. οὕτως Εὔπολις (fr. novum). beta. 61 βάραθρον· τόπος ἦν κοῖλος Ἀθήνησιν ὄρυγμα καὶ βάραθρον καλούμενος, εἰς ὃ τοὺς κακούργους ἐνέβαλον. οὗτος ὕστερον ἐχώσθη, ὁπότε τὸν Φρύγα τῆς μητρὸς τῶν θεῶν ὄργια δεικνύντα ἐμβαλόντες ἀπέκτειναν καὶ ἡ θεὸς ἐμήνισεν, κατὰ χρησμὸν δὲ καὶ τέμενος τῆς θεοῦ ἱδρύσαντο. Ἀριστοφάνης δὲ (fr. 320,

Intertext edge

Open linked passage

Note