Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
138.1.1
R.). alpha. 3332 9Ἁφή9· μία τῶν εʹ αἰσθήσεων. ἀπὸ τοῦ ἁφῶ ῥήματος βʹ συζυγίας τῶν περισπωμένων, ἐξ οὗ παράγωγον γέγονε τὸ ἀφάσσω. ἡ δὲ ἁφὴ δύναται καὶ ἀπὸ τοῦ ἁφῶ περισπωμένου γεγονέναι καὶ ἀπὸ τοῦ ἅφω βαρυτόνου. alpha. 3333 9Ἁφή9· χροιὰ λέπρας. λέγεται δὲ καὶ ἡ ψηλάφησις. καὶ αὐτὴ ἡ αἴσθησις. alpha. 3334 Ἀφηβηκότι· γηράσαντι, ὑπερβεβηκότι τὴν ἥβην, τουτέστι τὴν νεότητα. alpha. 3335 Ἀφήκειν (Pl. Reip. 7, 530e)· ἀντὶ τοῦ ἀφικνεῖσθαι. alpha. 3336 Ἀφήκοντοσ· ἀντὶ τοῦ διήκοντος. Ἀντιφῶν (87 B 16 D.. K). alpha. 3337 Ἀφηγεῖσθαι· τὸ διηγεῖσθαι. Πλάτων Νόμοις (8, 845e). alpha. 3338 Ἀφήλικεσ· οὐδετέρως εἶπε Σοφοκλῆς Πριάμῳ (fr. 528a R.)· ἀφήλικες θέαμα. alpha. 3339 Ἀφηλικέστερον ἄνδρα· Ἡρόδοτος εἶπεν (3, 14, 7). alpha. 3340 Ἀφήλικα· τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδός, ὅπερ δεῖ φυλάττεσθαι· ἐπὶ γὰρ τοῦ πρεσβυτέρου λέγεται. alpha. 3341 Ἀφηνιαστήσ· ἀνυπότακτος, ὑπερήφανος. alpha. 3342 9Ἄφθα· καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γινόμενον ἑλκύδριον, ὡς κίχλα καὶ κίχλη καὶ πεῖνα καὶ πείνη καὶ πολλὰ ὅμοια. alpha. 3343 Ἀφῖγμαι· παραγέγονα. alpha. 3344 9Ἄφθαρτον καὶ ἄφθιτον· ἄφθορον, ἀΐδιον, οὐ φθειρόμενον. alpha. 3345 Ἀφθίτουσ· ἀμεταστρέπτους καὶ μὴ διεφθαρμένας ἔχοντας γνώμας. Σοφοκλῆς (fr. 381 N. 2† 414 R.). alpha. 3346 9Ἄφθονος ἄγρα· Σοφοκλῆς (fr. 737α N. 2† 806 R.)· λαβόντες ἄφθονον ἄγραν πρὸς οἴκους εὐτυχοῦντες ἄξομεν. alpha. 3347 9Ἄφθονον· τὸν μὴ φθονοῦντα. Ἡρόδοτος (3, 80, 4). alpha. 3348 9Ἄφθονοι· οἱ ἐν τοῖς ἕλεσι κατοικοῦντες τῆς Αἰγύπτου. alpha. 3349 Ἀφθονεστέραν εἶπεν Αἰσχύλος (fr. 72 N. 2† 106 M.), Ἀφθονώτεροσ καὶ φθόνωσ Δημοσθένης (18, 89 et Epist. 2, 25), Ἀφθόνητοσ δὲ Πίνδαρος (Ol. 11, 7 et 13, 25). alpha. 3350 9Ἄφθογγοσ· ὁ μὴ φωνὴν προϊείς. καὶ ἄφθογγα γράμματα τὰ λεγόμενα ἄφωνα. alpha. 3351 9Ἄφθονα· πολλά. alpha. 3352 9Ἄφθοσ· θεὸς παρ' Αἰγυπτίοις, ὥσπερ ἡ Ἶσις καὶ ὁ Τυφῶν. Ἑκαταῖος Περιηγήσει Αἰγύπτου (fr. novum). alpha. 3353 Ἀφίδρωσον· ἐν Συμμαχίᾳ ὡς ἐπὶ ἀσκητικοῦ τιθεὶς ἀλληγορικῶς Πλάτων (fr. novum† com. adesp. fr. 3 Dem.)· ἄγε δὴ [...] κἀνδρείως ὥσπερ πύκτης ἀφίδρωσον καὶ πιτύλευσον τὴν ῥῆσιν ὅλην καὶ κίνησον τὸ θέατρον. alpha. 3354 Ἀφ' ἱερᾶσ· παροιμία κινήσω τὸν ἀφ' ἱερᾶς. ἐλλείπει δὲ ἡ παροιμία· τὸ γὰρ ἐντελές· κινήσω τὸν ἀφ' ἱερᾶς πεττόν. τάττεται δὲ μετενηνεγμένον ἀπὸ τῶν πεττῶν ἐπὶ τῶν παραβαλλομένων τινὶ πράγματι. λέγεται δέ τις παρὰ τοῖς πεσσεύουσιν ἱερὰ γραμμή. οὕτως Ἐπίχαρμος (fr. 225 Kaibel). alpha. 3355 Ἀφίει (A 25)· ἀπέπεμπεν. alpha. 3356 Ἀφίκετο· ἐλήλυθεν, ἦλθεν. alpha. 3357 Ἀφῖκται· παραγέγονεν. alpha. 3358 Ἀφίημι καὶ φίεμι· ἑκατέρως προφέρονται καὶ συστέλλοντες καὶ ἐκτείνοντες τὴν δευτέραν συλλαβήν. alpha. 3359 9† Ἀφιοῖτο† 9· τὸ εὐκτικὸν περισπῶντες λέγουσιν. καὶ Ἀφεῖεν. 9 καὶ τὸ φιῶσι περισπᾶται. alpha. 3360 9Ἄφιμος ἵπποσ· ἀχαλίνωτος. alpha. 3361 9Ἄφιμον· ἀχαλίνωτον. alpha. 3362 9† Ἀφείκατο† 9· Ἀττικόν. τὸ δὲ φέωκα Δώριον. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. alpha. 3363 9† Ἀφίκετο† 9 καὶ 9† ἀφείκετο†. ἀφεῖσαν μᾶλλον ἢ φῆκαν λέγουσιν. καὶ φεῖσο {ὁ τὸ ἴσθι ἀφειμένος. alpha. 3364 Ἀφιλασαμένη (Pl. Leg. 9, 873a)· ἐξιλασαμένη. alpha. 3365 Ἀφίλητοσ (σοπη. OC 1702)· ὁ μὴ φιλούμενος. alpha. 3366 Ἀφιλία· τὸ μὴ ἔχειν φίλον. alpha. 3367 Ἀφιλότιμοσ· ταπεινός. παρὰ τὸ μὴ φιλεῖν τὴν τιμήν. ἢ ὁ πρὸς μηδὲν ἀξιόλογον ἐπεστραμμένος. καὶ ὁ φειδωλὸς παρ' ἐνίοις. alpha. 3368 Ἀφιματῶσαι· ἀποδῦσαι. alpha. 3369 9Ἄφλαστα· τὰ ἀκροστόλια Ἀπολλόδωρος (FGrHist 244 F 240). ὁ δὲ Δίδυμος (p. 79 et 181 Schmidt) τὸ ἐπὶ τῆς πρύμνης ἀνατεταμένον εἰς ὕψος ἐκ κανονίων πλατέων ἐπικεκαμμένων. alpha. 3370 Ἀφλοισμόσ (ο 607)· ἀφρός. alpha. 3371 Ἀφνειόσ· ὁ πλούσιος. alpha. 3372 9Ἄφνω· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 41) καὶ Μένανδρος Ἀσπίδι (49 et 335) καὶ ἐν ἄλλοις (Epitr. 275. Cith. 16). alpha. 3373 9Ἄφιπποσ· καὶ ὁ ἀνὴρ ὁ ἄπειρος ἱππικῆς καὶ ἡ χώρα ἡ μὴ ἱππάσιμος. alpha. 3374 Ἀφοδεῦσαι· Πλάτων Ἀδώνιδι (fr. 5 κ.). σημαίνει τὸ ἀποπατῆσαι. alpha. 3375 9Ἄφοδον· ἀναχώρησιν, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν. λέγεται δὲ ἄφοδος καὶ ὁ ἀπόπατος. alpha. 3376 Ἀφοριζόμενος τὸν λόγον· ὅταν τὸ μὲν πρότερον ἱκανῶς εἰρῆσθαι λέγῃ, μεταβαίνῃ δὲ ἐφ' ἕτερα. alpha. 3377 Ἀφορμήν· τὴν πάροδον λέγουσιν, ἣν οἱ πολλοὶ προχρείαν καὶ ἐνθήκην καὶ αἰτίαν. alpha. 3378 Ἀφορμή9· ἰδίως παρὰ τοῖς Ἀττικοῖς, ὅταν τις ἀργύριον δώσῃ ἐνθήκην, ἀφορμὴ καλεῖται. alpha. 3379 Ἀφόρητον· ἀβάστακτον. alpha. 3380 Ἀφοσιούμεθα· τὸ ὅσιον προσποιούμεθα δῆθεν. alpha. 3381 Ἀφοσιούμενοσ· πληροφορῶν, ποιήσας τὴν ὁσίαν. alpha. 3382 Ἀφοσιῶ9· ἀντὶ τοῦ ἀποκαθαίρω,† ἀφανίζω†. Αἰσχίνης (3, 120). τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ' οἷον ἀπάρξασθαι ἢ σχηματίσασθαι Ἰσαῖος λέγει (fr. 54 S.). alpha. 3383 9† Ἀφωσιωμένοι† 9· τιμῶντες ἢ ἀπαρχόμενοι. alpha. 3384 Ἀφοσιώσασ· κατάρξας ἢ ξενώσας. ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. alpha. 3385 Ἀφοσιώσεται· ἀπάρξεται. alpha. 3386 Ἀφοσίωσισ· ἀνάθεσις. καὶ φοσιωσάμενοι δικαιωσάμενοι. alpha. 3387 Ἀφοῦ9· οἷον ἀπαλλάγηθι καὶ μὴ ἔχου. τῷ τόνῳ ὡς γενοῦ. Σοφοκλῆς Οἰδίποδι (1521). alpha. 3388 Ἀφ' 9 οὗ· τὸ χρονικὸν παρ' Ὑπερείδῃ (fr. novum)· οὐ γὰρ διωρίσαντο τὸν χρόνον, ἀφ' οὗ ἐκαθέζετο ὁ ἄνθρωπος. alpha. 3389 Ἀφ' οὗ γεγόνασιν ἄνθρωποι· ὁ μὲν πολὺς καὶ ἐξ ὁδοῦ ἄνθρωπος ἢ καὶ ποιητικὸς οὕτως ἂν εἴποι· ἀφ' οὗ γόνος ἐστὶν ἀνθρώπων. Δημοσθένης δὲ ἐν τῷ Περὶ παραπρεσβείας (19, 215)· ἴστε γὰρ δήπου τοῦθ', ὅτι ἀφ' οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίνονται καὶ τὰ ἑξῆς. alpha. 3390 Ἀφραδέωσ· ἀνοήτως, ἀπείρως. alpha. 3391 Ἀφραίνει· παρανομεῖ, μωραίνει, παραφρονεῖ. alpha. 3392 Ἀφράσμων· ἀσύνετος. Σοφοκλῆς (fr. 556 N. 2† 613 R.). alpha. 3393 Ἀφροδίσιον· ἔργον Ἀφροδίτης. λαμβάνεται δὲ ἐπὶ τῶν λάγνων, τῶν ἐρωτικῶς περὶ τὴν συνουσίαν καὶ σφοδρῶς διακειμένων. καὶ φροδίσιον ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. alpha. 3394 Ἀφροδίσιος ὅρκοσ· παροιμία· ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος. ἢ ἀφροδίσιος ὅρκος οὐ δάκνει. alpha. 3395 Ἀφροδισία ἄγρα (Soph. fr. 169 N. 2† 166 R.)· οἱ πέρδικες, διὰ τὸ τοὺς θηρῶντας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς. alpha. 3396 Ἀφροδίσιον ἄθυρμα· Κράτης Λαμίᾳ (fr. 2 δεμ.)· καὶ μάλιστ' ἀφροδισίοις ἀθύρμασιν. [...] ἡδὺ γὰρ κἀκεῖνο δρᾶν ἐστι, λέγεσθαι δὲ οὐ καλόν. alpha. 3397 Ἀφροδίσιον ὑμέναιον· Φερεκράτης (fr.

Intertext edge

Open linked passage

Note