Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
139.1.1
J.). alpha. 3170 αὔληρον· ἱμὰς ἢ σχοινίον, ὅπερ οἱ Ἴωνες εὔληρον. alpha. 3171 αὐλεία θύρα· πυλών. ἡ καὶ αὔλειος. alpha. 3172 αὔλια· ἀντὶ τοῦ ἐπαύλεις. ἢ ἀντὶ τοῦ τὰς μικρὰς αὐλάς. οὕτως Λυσίας (fr. 85 S.) καὶ Αἰσχίνης (3, 119). alpha. 3173 αὐλίζεται· κοιμᾶται, φυλάττει, παρεμβάλλει. οὕτως Εὔπολις (fr. 322 K.). alpha. 3174 αὐλίζεσθαι· τὸ ἐπὶ τῆς αὐλῆς διανυκτερεύειν καὶ κατάγεσθαι καὶ ἐπαυλίζεσθαι καὶ ἐπιμένειν. alpha. 3175 αὐλίκουροι· φύλακες. alpha. 3176 αὔλειοσ· ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας. alpha. 3177 αὐλείους θύρασ· καὶ ἑνικῶς αὔλειον λέγουσιν ὡς ἡμεῖς. Ἀριστοφάνης. alpha. 3178 αὐλιζόμενοι· Ἀντιφῶν (87 B 68 D.. K) ἀντὶ τοῦ κοιμώμενοι. alpha. 3179 αὐλόσ· μουσικόν τι ὄργανον. καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος καὶ περόνης τι μέτρον. λέγεται δὲ αὐλὸς καὶ τὸ στάδιον. καὶ τῶν βασιλικῶν ἵππων τὸ ἔμπλεγμα. alpha. 3180 αὐλὸς χορευτήσ· Σοφοκλῆς (fr. 828f R.)· παπαῖ χορευτὴς αὐλὸς οὐκέτι ψοφεῖ. alpha. 3181 αὐλών· ἔστι μὲν τόπος ἐπιμήκης καὶ στενός, ἀγκάλαις οἷον περιεχόμενος. λέγεται δὲ ἰδίως καὶ τόπος τῆς Ἀττικῆς καὶ αὐτὸς ἐπιμήκης ὢν καὶ στενός. alpha. 3182 αὐλῶνεσ· φάραγγες ἢ τόποι πλατεῖς περὶ τὰ ὄρη. alpha. 3183 αὐλωνίζουσα·† ἐναύλως† διάγουσα. alpha. 3184 αὐξανόμενοσ· Φερεκράτης εἴρηκεν (fr. novum). alpha. 3185 αὐξάνεσθαι· Πλάτων Θεαιτήτῳ (163ξ). καὶ αὐξήσεσθαι ὁ αὐτόσ (Reip. 6, 497a), αὔξιμον δὲ Εὐριπίδης (fr. 1098α Snell). alpha. 3186 αὔξησισ· Πλάτων ιαʹ (10, 897a)· ἄγονται πάντα εἰς αὔξησιν καὶ φθίσιν. alpha. 3187 αὔξην καὶ ἄνθην καὶ βλάστην· παροξυτονεῖν ἀξιοῦσι πάντα τὰ τοιαῦτα. ἔστι καὶ παρὰ τοῖς κωμικοῖς (com. adesp. fr. novum) καὶ παρὰ Πλάτωνι. Ἐπίκουρος δὲ (fr. novum) πλεονάζει ἐν αὐτοῖς καὶ διὰ τοῦτο προσίσταται, ὥσπερ ἀττικίζων. alpha. 3188 αὐξίσ· εἶδος θυννίδος, ἥν τινες κορδύλην. Φρύνιχος. alpha. 3189 αὔραν· πνοήν. alpha. 3190 Ἀυπνίαν· Σοφοκλῆς (fr. 1027a R.), υπνεῖν δὲ Ἀριστοφάνης (fr. novum). καὶ ύπνωσ Σαννυρίων (fr. 2 Dem.). καὶ υπνεῖσθαι λέγουσιν. alpha. 3191 αὐρίβατον· τὸ αὖρι τιθέασιν ἐπὶ τοῦ ταχέως καὶ τάχα, οὐκ ἀπὸ τῆς αὔρας, ἀλλὰ κατά τινα βαρβαρικὴν λέξιν. τάχα δὲ καὶ ἀπὸ τοῦ αὔριον. alpha. 3192 Ἀῧσαι (ι 65)· βοῆσαι. καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ἔνιοι δὲ ἀντὶ τοῦ κορέσαι. alpha. 3193 Ἀϋσάντων (B 334)· βοησάντων, κηρυξάντων, φωνησάντων. alpha. 3194 αὐσονίων· Ἰταλῶν. alpha. 3195 αὐτὰ ταῦτα· ἀντὶ τοῦ δι' αὐτὰ ταῦτα. alpha. 3196 αὑταιΐ9· οὐ μόνον ἐπὶ ἑνικῶν ἡ προσθήκη τοῦ ι παρὰ Ἀττικοῖς, ἀλλὰ καὶ ἐπὶ πληθυντικῶν. alpha. 3197 αὐτάγγελτοσ· ἀντὶ τοῦ αὐτεπάγγελτος. Σοφοκλῆς εἴρηκεν (fr. 1027b R.). alpha. 3198 Ἀϋτήν· βοήν, μάχην. alpha. 3199 αὐτὴ κάμινοσ· ἐπὶ τῶν τὰ παραπλήσια ποιούντων. alpha. 3200 αὐτὴ νῦν ἡ σοφία ζῇ9· ἐπί τινος εὐδοκιμοῦντος. alpha. 3201 αὖτε· μετὰ ταῦτα. alpha. 3202 αὐτερέται· οἱ ἐλαύνοντες καὶ μαχόμενοι. οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται. alpha. 3203 αὐτήκοοι· οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντες. alpha. 3204 αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν (αρ. τηεσμ. 928)· λεγόμενόν τι ἐπὶ τῶν ἀποτυγχανόντων. alpha. 3205 αὐτῆμαρ· αὐτῇ τῇ ἡμέρᾳ. alpha. 3206 αὐτίκα· εὐθέως, παραχρῆμα, συντόμως, πρὸς ὀλίγον, μικρὸν ὕστερον. τὸ δὲ αὐτίκα μάλα ἀντὶ τοῦ εὐθύς. alpha. 3207 αὐτοδάξ· τὸ παραχρῆμα ἀποδεδώκασιν. οἱ δὲ τὸ ἐκ τῶν χειρῶν ἀποδάκνειν. alpha. 3208 αὐτὸ δείξει· παροιμία· ἐλλείπει τὸ ἔργον. alpha. 3209 αὐτοβοεί9· τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ τοὺς πολεμίους νικῶντες. οὕτως Θουκυδίδης (2, 81, 4). παρὰ Θεοπόμπῳ δὲ (FGrHist 115 F 309) ἀντὶ τοῦ κατὰ κράτος. alpha. 3210 αὐτογνώμων ἄνθρωποσ· ὁ τῇ αὑτοῦ γνώμῃ ἅπαντα πράττων καὶ μὴ πειθόμενος ἑτέρῳ. alpha. 3211 αὐτογνωμονήσαντεσ· Ξενοφῶν (HG. 7, 3, 6). alpha. 3212 αὐτογεωργοί9· οἱ αὐτοὶ δι' ἑαυτῶν γεωργοῦντες καὶ οὐ δι' ἄλλων. alpha. 3213 αὐτοβοᾷς ὅμοιος ὢν τῷδε· Ἀττικῶς πάνυ συμπέπλεκται. σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε. alpha. 3214 αὐτοδοκεῖ9· Δείναρχος (fr. 66, 2 C.) ἀντὶ τοῦ ἑαυτῷ τὰ δίκαια ὁρίζει. alpha. 3215 αὐτοδίκη· ὅταν αὐτὸς δι' ἑαυτοῦ τις δικάζηται καὶ αὐτομαχῇ. alpha. 3216 αὐτοκακὸν ἔοικε τῷδε· ἄκρως καὶ καθ' ὑπερβολὴν ἔοικε τῷδε. alpha. 3217 αὐτοκέρασ· αὐτόκρατον. Κρατῖνος Νόμοις (fr. novum). καὶ αὐτοκέρησ ὁ αὐτόκρατος. alpha. 3218 αὐτόκρανον λόγον· τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπιφέροντα. οὕτως Αἰσχύλος (fr. 295 N. 2† 760 M.). alpha. 3219 αὐτοκράτορα· πάντα τὸν ἀνυπεύθυνον. alpha. 3220 αὐτογένεθλον· αὐτογέννητον. alpha. 3221 αὐτοετέσ· ἐν αὐτῷ τῷ ἔτει. alpha. 3222 αὐτόθεν· ἐκεῖθεν. alpha. 3223 αὐτόθι· ἀντὶ τοῦ† αὐτός†. alpha. 3224 αὐτοκλείδησ Κηδωνίδης καὶ Θέρσανδρος ὡς παιδερασταὶ σφοδροὶ διεσύροντο. alpha. 3225 αὐτοκέλευστοσ· ὁ ἑκών τι πράττων καὶ μὴ ὑπ' ἄλλου κελευόμενος. alpha. 3226 αὐτοκῆρυξ· ὁ μὴ δι' ἑτέρων ἐπικηρυκεύων, ἀλλὰ δι' αὑτοῦ. ἔστι δὲ ὅμοιον τῷ αὐτουργός, αὐτεπάγγελτος. οὕτως Αἰσχύλος εἴρηκεν (fr. novum). alpha. 3227 αὐτολήκυθοι· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54,