Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
148.1.1
S.). alpha. 2790 Ἀργυροκοπεῖον· ἐν ᾧ κόπτεται νόμισμα, ὃ νῦν τινες† ἠμαντήριον† καλοῦσιν. alpha. 2791 Ἀργυροσκόποσ· τὸ μὲν ἀργυρογνώμων καὶ ἀργυραμοιβὸς τέτριπται παρὰ τοῖς Ἀττικισταῖς, τὸ δὲ ἀργυροσκόπος οὐκέτι. εἴρηται δὲ παρὰ τὸ σκοπεῖν τὸ ἀργύριον καὶ διακρίνειν ἀπὸ τοῦ ἀδοκίμου τὸ δόκιμον. alpha. 2792 Ἀργυρῖται· οἱ ἀργυρίου εὐποροῦντες. alpha. 2793 Ἀργυρογνώμων· δοκιμαστὴς ἀργύρου. alpha. 2794 Ἀργυροδίνησ· ὁ καλὰς δίνας ἔχων. δῖναι δὲ αἱ τῶν ὑδάτων συστροφαί. alpha. 2795 9Ἄρδηττοσ· τόπος ἐστὶν Ἀθήνησιν, ἐν ᾧ πάντες Ἀθηναῖοιδημοσίᾳ ὤμνυον τὸν ὅρκον τὸν Ἡλιαστικόν. alpha. 2796 9Ἄρδα καὶ ἄρδαλοσ· τὸ μόλυσμα. καὶ ρδαλῶσαι τὸ μολῦναι ἀσχημόνως. alpha. 2797 Ἀρδάνιον· τὸ ἀπὸ τοῦ πυθμένος τοῦ κεραμίου ἕως τῆς γαστρός, ἐν ᾧ ἔπινε τὰ θρέμματα. alpha. 2798 Ἀρδεύειν· παρ' Ἀντιφάνει μόνον (fr. 314 K.). ἐκ τοῦ ἐναντίου δὲ ἦρσεν καὶ ἄρσῃ Ἡρόδοτος (5, 12, 4 et 2, 14, 2). alpha. 2799 9Ἄρδειν, οὐκ ἀρδεύειν λέγουσιν. alpha. 2800 9Ἄρδηττοσ· τόπος Ἀθήνησιν ἀπὸ Ἀρδήττου ἥρωος. alpha. 2801 Ἀρεστήρ· εἶδος ποπάνου. alpha. 2802 Ἀρετή9· εὐδοξία. οὕτως Ἀνδοκίδης (fr. 6 Blass) καὶ Θουκυδίδης (1, 33, 2). alpha. 2803 9Ἄρειος πάγοσ· δικαστήριον Ἀθήνησιν. ἦσαν οὖν Ἀθήνησι βουλαὶ δύο, ἡ μὲν τῶν φʹ καθ' ἕκαστον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰς μῆνα τῶν Ἀρεοπαγιτῶν. ἐδίκαζε δὲ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ διῴκει σεμνῶς. ἐκλήθη δὲ Ἄρειος πάγος, ἤτοι ὅτι ἐν πάγῳ ἔστη καὶ ἐν ὕψει τὸ δικαστήριον· Ἄρειος δέ, ἐπεὶ τὰ φονικὰ δικάζει. ὁ δὲ Ἄρης ἐπὶ τῶν φόνων· ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ Ἄρης ἐν τῇ πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός, ὥς φησιν Ἑλλάνικος αʹ (FGrHist 4 F 38 et 323a F 1). alpha. 2804 Ἀρήν, οὐχὶ ἄρης· ὁ τοῦ κριοῦ. ἀρνειὸς δὲ ὁ τέλειος. alpha. 2805 Ἀρὴν ἡ ὀρθή9, ἡ δὲ γενικὴ ἀρνός· ἀπὸ ταύτης συνεκόπη. alpha. 2806 9Ἄρης τύραννοσ· κομμάτιον ἐκ τῶν Τιμοθέου Περσῶν (fr. 15 Wil.), ὃ διὰ τὴν ἐπὶ τῆς ᾠδῆς εὐημερίαν Ἀθήνησιν ἐπιπολάσαν εἰς παροιμίαν ἐχώρησεν. alpha. 2807 Ἀρίδακρυσ καὶ λίδακρυσ· ὁ ἐπίφορος εἰς τὸ δακρύειν. οὕτως Θεόπομπος (fr. novum). alpha. 2808 Ἀριστῆσαι· Ἀραρὼς Καμπυλίωνι (fr. 11 K.) καὶ Φιλιππίδης (fr. novum) καὶ ἕτεροι. alpha. 2809 9Ἄριστα χωλὸς οἰφεῖ9· καταφερεῖς γὰρ οἱ χωλοὶ πρὸς συνουσίαν. Δοῦρις δὲ ἐν ζʹ τῶν Φιλιππικῶν ἱστορεῖ (fr. novum) τὰς Ἀμαζόνας χωλοῦν τὴν ἄρρενα γενεάν. alpha. 2810 Ἀριστεροστάτησ· ἐν τῷ κωμικῷ καλεῖται χορῷ, ἐν δὲ τῷ τραγικῷ μέσος ἀριστεροῦ. Κρατῖνος Σεριφίοις (fr.

Intertext edge

Open linked passage

Note