Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
. ἤτοι εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν. ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους. ἢ αὐτουργούς. ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύρια. καὶ λύσαντες δὲ πολλάκις τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν. alpha. 3228 αὐτολόχευτοσ· αὐτογέννητος. ἤ, ὥς τινες, ὁ θεὸς ὁ ἀγέννητος. alpha. 3229 αὐτόλυκοσ· Ἀρεοπαγίτης οὗτος ἦν καὶ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο αὐτοῦ οἱ δικασταί. alpha. 3230 9† αὐτόλυκοι† 9· πένητες, οἷον αὐτοδιάκονοι. alpha. 3231 αὐτόματοσ· καὶ αὐτομάτη Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54, 12). αὐτόματοσ θηλυκῶς Φιλέταιρος (fr. 1 Dem.) καὶ αὐτοματίσαντεσ Ξενοφῶν (Cyr. 4, 5, 21) καὶ αὐτομάτωσ Δημοσθένης. alpha. 3232 αὐτόμαρτυσ· σημαίνει μὲν οἷον αὐτὸς ἑαυτῷ μάρτυς ὤν. ἔστι δὲ παρ' Αἰσχύλῳ (Ag. 989). alpha. 3233 αὐτομήνυτοσ· ὁ αὐτὸς ἑαυτὸν καταμηνύων. alpha. 3234 αὐτομαχεῖν· τὸ δι' αὑτοῦ δικάζεσθαι καὶ μὴ δι' ἑτέρου. alpha. 3235 αὐτομόλωσ· προδοτικῶς. alpha. 3236 αὐτόματοι δ' ἀγαθοί9· παροιμία τριχῶς λεγομένη· αὐτόματοι δ' ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν. ἡ δέ· αὐτόματοι κακοὶ ἀγαθῶν ἐπὶ δαῖτας. Πλάτων ἐν Συμποσίῳ (174β) τῇ πρώτῃ κέχρηται. Κρατῖνος δὲ ἐν Πυλαίᾳ τῇ βʹ (fr. 169 K.)· οἵδ' αὖθ' ἡμεῖς, ὡς ὁ παλαιὸς λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι κομψῶν ἐπὶ δαῖτα θεατῶν. alpha. 3237 αὐτόνομοι· Κρατῖνος (fr. 15 Dem.). καὶ Ξενοφῶν Λακώνων πολιτείᾳ (3, 1)· αὐτονόμους ἀφιᾶσιν. alpha. 3238 αὐτονομούμενα· Δημοσθένης εἴρηκεν (4, 4). alpha. 3239 αὐτονυχί9· αὐτῇ τῇ νυκτί. alpha. 3240 αὐτὸν τὸν βατῆρα ἔκρουσεν· ἐπὶ τῶν τυγχανόντων οὗ ἐφίενται. alpha. 3241 αὐτόπαιδα· αὐτὸν τρόπῳ τινὶ παῖδα ὄντα. οὕτως Σοφοκλῆς (fr. 925 N. 2† 1029 R.). alpha. 3242 αὐτόπεδον· τὸ πεζῇ ὁδεῦον. alpha. 3243 αὐτόποκον· ἱμάτιον τὸ ἐξ αὐτοῦ τοῦ πόκου εἰς κρόκην μεταβληθέν. {ὃ καὶ αὐτοπυρίτην καλοῦσιν. alpha. 3244 αὐτόπρεμνον· αὐτόρριζον. alpha. 3245 αὐτοποίητον· εὐτελές. alpha. 3246 αὐτοπῶλαι· οἱ τῇ τῶν καπήλων ἀντικείμενοι τέχνῃ. τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνης. alpha. 3247 αὐτόρεξον· αὐτόρεκτον, οἷον τὸν ἑαυτὸν ἀποκτείναντα· ῥέξαι γὰρ τὸ θῦσαι. ἢ αὐτὸν ἐφ' ἑαυτὸν ὀρέγοντα τὴν χεῖρα. Ὅμηρος (Δ 307)· ἔγχει ὀρεξάσθω. alpha. 3248 αὐτονομουμένη πόλισ· ἡ τοῖς ἑαυτῆς νόμοις χρωμένη καὶ οὐχ ὑπείκουσα ἑτέροις. alpha. 3249 αὑτόν· Σοφοκλῆς (fr. 924 N. 2† 1147 R.) ἀντὶ τοῦ ἐμαυτόν· καὶ Λυσίας (fr. 133 S.) καὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνον. alpha. 3250 αὐτόσσυτον· αὐτοκέλευστον. Σοφοκλῆς (fr. 515 N. 2† 559 R.). alpha. 3251 αὐτόσιτοσ· ὁ οἰκόσιτος. alpha. 3252 αὐτόσε· ἐκεῖσε. alpha. 3253 9† αὐτοσχέδιον† 9· ἐκ τοῦ σύνεγγυς τόπου, ἐκ χειρός. alpha. 3254 αὐτοσχεδιάζειν· Θουκυδίδης εἶπεν (1, 138, 3). καὶ αὐτοσχεδίασμα Πλάτων (fr. 87 K.), αὐτοσχεδιαστὴσ δὲ Στράττις (fr. 4 Dem.). alpha. 3255 αὐτοσχεδίωσ· αὐτομάτως, συντόμως. alpha. 3256 αὐτοτελὴς δίκη· ἀφ' ἧς οὐκ ἔστιν ἐκκαλέσασθαι ἐφ' ἑτέραν. καὶ αὐτοτελὲσ τὸ κύριον ἁπλῶς. alpha. 3257 αὐτοτελῶσ· σημαίνει μὲν τὸ τελείως. Λυσίας δὲ ἀντὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο ἐν τῷ ὑπὲρ Εὐθύνου (fr. 101 S.)· καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλ' ἀκριβῶς. τοιοῦτόν ἐστι καὶ τὸ παρ' Ὁμήρῳ [...] αὐτόποκον ἱμάτιον. 9 δηλοῖ δὲ τὸ ἐξ αὐτοῦ τοῦ πόκου εὐθὺς εἰς κρόκην ἐργασθέν. alpha. 3258 αὐτοῦ9· ἀντὶ τοῦ αὐτόθι. Ἀριστοφάνης (fr. novum)· αὐτοῦ περὶ τὸ σπήλαιον. alpha. 3259 αὐτουργὸς χείρ· Σοφοκλῆς εἴρηκεν (Ant. 52). alpha. 3260 αὐτόφορτοι· οἱ τὰ κοινὰ φορτιζόμενοι. Κρατῖνος (fr. 248 K.). alpha. 3261 αὐτόφυτον· Ἀντιφῶν εἶπεν (TrGF 55 F 5). alpha. 3262 αὐτοφρόνων· Ἴων εἴρηκεν (TrGF 19 F 53f)· αὐτοφρόνων καὶ ὁμοσπόνδων. alpha. 3263 αὐτόχειρα· οὐ τὸν ἑαυτὸν ἀνελόντα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράξαντος ὁτιοῦν τῇ αὑτοῦ χειρί. οὕτως Θεόπομπος (fr. 86 K.) καὶ Ἀριστοφάνης (An. 1135. Lys. 269) καὶ Πλάτων (Leg. 9, 865b), ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 57)· λαβὼν αὐτοὺς αὐτοχειρίᾳ πρὸς τὸ πωλητήριον ἀπήγαγε τοῦ μετοικίου, ἀντὶ τοῦ τῇ ἰδίᾳ χειρί. alpha. 3264 αὐτόχειρεσ· οἱ ἑαυτοὺς φονεύοντες. alpha. 3265 αὐτοχειρίᾳ9· τὸ τῇ ἑαυτοῦ χειρὶ ποιῆσαί τι. alpha. 3266 αὐτόχθονεσ· οἱ Ἀθηναῖοι· ἢ ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. αὐτόχθονες δὲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι ἐκαλοῦντο. alpha. 3267 αὐτόχθων· τῆς αὐτῆς πόλεως. alpha. 3268 αὐτόχρημα ὅμοιον· παντελῶς ὅμοιον. alpha. 3269 αὔτωσ· ὡς ἔτυχεν. alpha. 3270 αὔχημα· σεμνολόγημα. alpha. 3271 αὐχμηρόν· στυγνὸν ἢ σκοτεινόν. alpha. 3272 αὐχμοί9· ἀνομβρίαι. alpha. 3273 αὐχμώδουσ· ξηροῦ, ῥυπῶντος. alpha. 3274 αὐχμῶντεσ· στυγνοί. alpha. 3275 αὐχοῦντεσ· καυχώμενοι. alpha. 3276 αὐχμηρὰ γῆ9· ἡ μὴ λιπαρὰ μηδὲ εὔγειος μηδὲ ἐπιτηδεία πρὸς καρπῶν φορὰν καὶ φυτῶν. οὕτως Ἀριστοφάνης (fr. novum). alpha. 3277 αὐχένισμα· Μεταγένης (fr. novum)· κραταιὸν αὐχένισμα τοὐμόν. alpha. 3278 αὐχμώδη· Φίλιστος εἴρηκεν (fr. novum). αὐχμηρότατοσ δὲ Πλάτων (Leg. 6, 761b) καὶ αὔχμησισ Θουκυδίδης (6, 16, 5). ὁ αὐτὸς δὲ καὶ αὔχμημα (2, 62, 4), καὶ αὐχμηρόβιοσ Πλάτων εἶπεν (fr. 16 Dem.). alpha. 3279 αὐχενίζειν· τραχηλίζειν, πνίγειν. alpha. 3280 αὐτοῖς ταλάροις ἐσθίεις τὸν τυρόν· σύντροφον Ἀθηναίοις ἄνευ τῆς σύν προθέσεως λέγειν· αὐτοῖς ὅπλοις, αὐτοῖς ταλάροις. alpha. 3281 Ἀφαγνίσαι· ἀποδοῦναι, καθιερῶσαι. λέγεται δὲ καὶ τὸ συλῆσαι. alpha. 3282 Ἀφανίσαι· οὐ τὸ μολῦναι καὶ χρᾶναι δηλοῖ, ἀλλὰ ὅλως τὸ ἀνελεῖν καὶ ἀφανὲς ποιῆσαι. alpha. 3283 Ἀφάκη· ὄσπριόν τι ἐμφερὲς φακῷ. Ἀριστοφάνης (fr. novum). alpha. 3284 Ἀφαιρεθείσ· οὐ μόνον ἀφαιρεθεὶς τὰ χρήματα, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀφελκυσθείς. Λυσίας (23, 12). alpha. 3285 Ἀφαδία· ἡ ἔχθρα. alpha. 3286 Ἀφανὴς οὐσία λέγεται ἡ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἡ ἔγγειος. οὕτως Λυσίας (fr.