Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
151.1.1
J.). alpha. 1682 Ἀνασύνταξισ· τὰ διαγεγραμμένα τιμήματα ταῖς συμμορίαις ὅταν δόξῃ τῷ δήμῳ χρῄζειν προσθήκης ἢ ἀφαιρέσεως, καὶ ἕλωνται τοὺς τοῦτο πράξοντας, τοῦτο ἀνασύνταξιν καλοῦσιν. alpha. 1683 Ἀναστοιχειοῖ· ἀναπλάττει, ὡς μεταστοιχειοῖ μεταπλάττει. alpha. 1684 Ἀναστροφὴ δίκησ· ὅταν ὁ ἐγκαλούμενος τῷ ἠδικημένῳ ἐγκαλῇ. alpha. 1685 Ἀναστῦψαι· ἢ τὸ αἰδοῖον ἐπᾶραι, ἢ στυγνάσαι. Σοφοκλῆς (fr. 388 N. 2† 421 R.). alpha. 1686 Ἀνασῦραι· ἀποκαλύψαι, περιποιῆσαι. alpha. 1687 Ἀνασύρειν καὶ ἀνασεσυρμένην· εἰώθαμεν χρῆσθαι τῷ ὀνόματι ἐπὶ τῶν φορτικῶν ἢ ἀναισχυντούντων. Ἀνακρέων ἐν† αἰ† (PMG 350 Page). alpha. 1688 Ἀνασφήλασ· ἀνανήψας, ἑαυτὸν ἀναστήσας ἢ ἀναλαβών. alpha. 1689 Ἀνασχοῦσα· ἀναδοῦσα. alpha. 1690 Ἀνασχών· ἀνατείνας. alpha. 1691 Ἀνατί· ἀβλαβῶς καὶ ἄνευ τίσεως καὶ τιμωρίας καὶ ἄτης. alpha. 1692 Ἀνατεθυμένοσ· ἀναπεπεισμένος. οἱ δὲ ἀνακεκαυμένος. alpha. 1693 Ἀνασχετόσ· Δημοσθένης καὶ Θουκυδίδης (1, 118, 2). καὶ Ἀνάσχωμαι Φερεκράτης (fr. 15 Dem.), νασχήσομαι δὲ Ἀριστοφάνης (Ach. 299). alpha. 1694 Ἀνατίθεμαι· ἀθετῶ. alpha. 1695 Ἀνατίθεμαι τὰ πράγματα τούτῳ9· οἷον τὴν ἐξουσίαν πᾶσαν τῶν πραγμάτων τόνδε ἔχειν βούλομαι. alpha. 1696 Ἀνατεῖλαι· ἀνθῆσαι, ἐκ μεταφορᾶς τῶν βοτανῶν. alpha. 1697 Ἀνατλάντεσ· ὑπομείναντες. alpha. 1698 Ἀνατείνας τὴν ψυχήν· ἐπὶ τὰ ἄνω τρέψας καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν. alpha. 1699 9Ἄνατοσ· ὁ ἀβλαβής. alpha. 1700 Ἀνατάξασθαι (Ev. Luc. 1, 1)· εὐτρεπίσασθαι. alpha. 1701 Ἀνάτλημα· ὑπομονή. καὶ νατλῆναι· ὑπομεῖναι. alpha. 1702 Ἀνατύπωσισ· διανόησις. alpha. 1703 9† Ἀνατυπῶσαι† 9· ἀντὶ τοῦ ἀνατρέψαι. Ἀντίμαχος (fr. 115 Wyss). alpha. 1704 9Ἄναυδοσ· ἄφωνος. alpha. 1705 Ἀνατρέχω· ἀντὶ τοῦ ἀναλύω. Μένανδρος (fr. 680, 2 K.. TH). alpha. 1706 Ἀνατεθυμιαμένοσ· ἀναπεπεισμένος. ἢ ἀνακεκαυμένος. alpha. 1707 Ἀνατρέπειν· ἀναστρέφειν. alpha. 1708 Ἀνάτριπτα ἱμάτια· ἐγνωρίζετο παρὰ τοῖς ἀρχαίοις καὶ αὕτη ἡ χρῆσις τῶν ἱματίων. ἔστι δὲ ἀνάτριπτα τὰ ἀνατριβόμενα ἐν τῷ κνάπτεσθαι καὶ τὴν κροκύδα ἀνιέντα πυκνὴν καὶ λεπτήν. alpha. 1709 Ἀναφαίνεισ· φανερὰ ποιεῖς. alpha. 1710 Ἀναφαιρέτουσ· μὴ ἀφαιρουμένους. alpha. 1711 Ἀναφανδόν· φανερῶς. alpha. 1712 Ἀναφῆναι· ἐκφῆναι. alpha. 1713 Ἀναφοιτῆσαι· ἀνελθεῖν. alpha. 1714 Ἀναφορεῖσ· οἱ ἀνέχοντες ἢ ἀναβαστάζοντες. alpha. 1715 Ἀναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουσιν. καὶ νάσιλλον τὸ αὐτό. alpha. 1716 Ἀναφλασμόν· τὰ ἀφροδίσια. Εὔπολις Αὐτολύκῳ (fr. 61 K.). καὶ ἀναφλᾶν τὸ μαλάττειν τὸ αἰδοῖον. alpha. 1717 Ἀναφλύστιοι· δῆμος φυλῆς Ἀντιοχίδος. ἔνιοι μέντοι τῶν ἱστορικῶν ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν. alpha. 1718 Ἀναφοράν· τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ' ἄλλους. Δημοσθένης κατὰ Κτησιφῶντος (18, 219). alpha. 1719 Ἀναφοιβάσασ· ἀνακαθάρας. alpha. 1720 Ἀναφράξαντεσ· ἀναπτύξαντες, ἀναπετάσαντες. alpha. 1721 Ἀναφρονέων· ἀναλογιζόμενος. alpha. 1722 9† Ἀναχάσκειν† 9· ὃ ἡμεῖς ἀνέχασκεν. alpha. 1723 Ἀναχαιτίζει· ἀναποδίζει, ἀνακόπτει. alpha. 1724 Ἀναχαιτίζειν· τὸ ἀπειθεῖν καὶ ἀντιτείνειν. Σοφοκλῆς (fr. 180 N. 2† 179 R.). alpha. 1725 Ἀνὰ χθόνα· ἐπὶ τὴν γῆν. alpha. 1726 Ἀνάχυσιν· βλακείαν, ἔκλυσιν. καὶ ἐπίτασίν τινος ἢ πλεονασμόν. alpha. 1727 Ἀναχωρίζει· ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. Ξενοφῶν (An 5, 2, 10). καὶ ἀναχωρεῖ τὸ παθητικόν. alpha. 1728 Ἀνάψαι· ἀναθεῖναι, κοσμῆσαι. alpha. 1729 Ἀναψύχουσα· ξηραίνουσα, ῥιπίζουσα. alpha. 1730 Ἀναψύχοντα· ἀναπνέοντα πρὸς τὴν τοῦ ἀνέμου πνοήν. alpha. 1731 Ἀναψυχῆναι· ἀναπαύσασθαι. ἢ ἀναψύξαι. Ἀμειψίας Μοιχοῖς (fr. 13 K.). alpha. 1732 Ἀναψῦχον· ἀντὶ τοῦ ἀναπνοὴν διδοῦν. alpha. 1733 Ἀναψηφίσασθαι· τὸ μεταψηφίσασθαι. Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 47 K.)· κἀναψηφίσασθ' ἀποδοῦναι πάλιν τὰ χρυσία. alpha. 1734 Ἀναψυχομένη· ἀντὶ τοῦ ἀναπαυομένη. alpha. 1735 9Ἁνδάνει· ἀρέσκει. alpha. 1736 9Ἄνδηρα· τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. Ὑπερείδης δὲ (fr. 113 J.) τὰ ἀναχώματα λέγει διὰ τὸ ὑπεράνω εἶναι τῶν διερῶν. alpha. 1737 Ἀνδοκίδου Ἑρμῆσ· Δοῦρις μὲν (FGrHist 76 F 68) αὐτοσχεδιάζει, ὡς ἔοικεν, Ἀνδοκίδου εἶναι λέγων τὸν Ἑρμῆν ἀνάθημα, Αἰσχίνης δὲ (1, 125) καὶ αὐτὸς Ἀνδοκίδης (1, 62) τῆς Αἰγηΐδος φυλῆς μαρτυροῦσιν εἶναι ἀνάθημα. alpha. 1738 Ἀνδράγρια· σκῦλα ἐξ ἀνδρῶν. alpha. 1739 Ἀνδράχλη· διὰ τοῦ λ Ἀττικοὶ ἀντὶ τοῦ ν. Σοφοκλῆς (fr. 823 R.)· χλωροῖσι κορμοῖς ἀνδράχλης ἀναίθεται. alpha. 1740 Ἀνδραγαθία· Ὑπερείδης (2, 16 J.)· ἐστεφάνωμαι δὲ ὑπό τε τῶν ἱππέων ἁπάντων ἀνδραγαθίας ἕνεκα. λέγεται δὲ καὶ νδραγαθίζεται (Thuc. 2, 63, 2) καὶ ἀνδραγαθίζεσθαι (Thuc. 3, 40, 4). 9 alpha. 1741 Ἀνδράποδον· καὶ ἐπὶ θηλείας εἴρηκε Φερεκράτης (fr. 16 Dem.). alpha. 1742 Ἀνδραποδοκλόποσ· Σοφοκλῆς (fr. 1011 R.), νδραποδοκλέπτησ δὲ Μένανδρος (fr. 822 K.. TH). alpha. 1743 Ἀνδράριον· Ἀριστοφάνης (αξη. 517). alpha. 1744 Ἀνδρεία φύσισ· Ἄρχιππος (fr. 6 Dem.)· Πειθοῦς γὰρ οὐκ ἦν οὔτε βωμὸς οὔτε πῦρ οὔτ' ἐν γυναιξὶν οὔτ' ἐν ἀνδρείᾳ φύσει. alpha. 1745 Ἀνδραποδισμόσ· αἰχμαλωσία. alpha. 1746 Ἀνδραποδοκάπηλοσ· μεταβολεὺς ἀνδραπόδων. καὶ νδραποδοκάπηλοσ· ὁ σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ὅ ἐστι πιπράσκειν. alpha. 1747 Ἀνδραποδώδεισ· δουλοπρεπεῖς, δουλογνώμονας. alpha. 1748 Ἀνδρακάσ· τὸ κατ' ἄνδρα† χωρίσαι†. Κρατῖνος ἐν Βουκόalpha. 1748 λοις (fr. 19 K.). {Θουκυδίδης δὲ ἀντὶ τοῦ ἴσον καὶ ἀντικείμενον. alpha. 1749 Ἀνδραποδιστήσ· οὐ μόνον ὁ τοὺς ἐλευθέρους δουλούμενος, ἀλλὰ καὶ ὁ τῶν δεσποτῶν τοὺς δούλους ὑποσπῶν εἰς ἑαυτόν. alpha. 1750 Ἀνδραπόδητοι· οἱ σὺν ἀνδραπόδοις ἀποδημήσαντες. alpha. 1751 Ἀνδραφάσσειν· κατ' ἄνδρα ἐφάπτεσθαι. alpha. 1752 9Ἄνδραγχοσ· δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων. alpha. 1753 9† Ἀνδραφόνων† 9· οὕτως Σόλων ἐν τοῖς Ἄξοσιν (fr. 3 R.) τῶν ἀνδροφόνων ἀεί φησιν. alpha. 1754 Ἀνδρεία· ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας (87 B 67a D.. K). alpha. 1755 Ἀνδρείκελον· ὅμοιον. σημαίνει δὲ καὶ τὸ μίγμα τῶν ζωγράφων, ὃ καλεῖται χρωμάτων κρᾶσις. alpha. 1756 Ἀνδραποδώδη τρίχα (Pl. Alc. 1, 120b)· τὴν τῶν ἀνδραπόδων ἰδίαν κουράν, ἣν ἀπελευθερωθέντες ἤλλασσον Ἀθήνησιν αἱ δοῦλαί τε καὶ οἱ δοῦλοι. alpha. 1757 Ἀνδρεῖος πρὸς δωροδοκίαν· ὁ Ῥήτωρ· πρὸς μὲν τὴν τῶν πραγμάτων κίνησιν, ὡς ἔοικε, δειλὸς τυγχάνεις, πρὸς δὲ τὴν δωροδοκίαν ἀνδρεῖος. alpha. 1758 Ἀνδρικήν· τὴν ἰσχυράν. Πλάτων Νόμων ζʹ (814ε). alpha. 1759 Ἀνδριστὶ μιμεῖσθαι φωνήν· ὡς ἀνήρ. Κράτης Λαμίᾳ (fr. 3 Dem.). alpha. 1760 Ἀνδρίον· τὸ ὑποκοριστικόν. Εὐριπίδης Αὐτολύκῳ (fr. 282a Snell)· μηδὲν τῷ πατρὶ μέμφεσθ' ἄωρον ἀποκαλοῦντες ἀνδρίον. alpha. 1761 Ἀνδρικὸς καὶ ἀνδρικώτατοσ· Πλάτων (Phaedr. 273b) καὶ Ἀριστοφάνης (Equ. 81), νδρικώτεροσ δὲ Ἀναξανδρίδης (fr. 1 Dem.) καὶ νδρωδῶσ Ἰσοκράτης Παναθηναϊκῷ (12, 31). alpha. 1762 Ἀνδρηλατεῖν· ἄνδρας ἐλαύνειν. καὶ νδρηλατεῖσθαι· ἐλαύνεσθαι. καὶ πολλὴ τῆς τοιαύτης φωνῆς παρὰ τοῖς ἀρχαίοις ἡ χρῆσις. alpha. 1763 Ἀνδρογύνων· ἀσθενῶν, γυναικῶν καρδίας ἐχόντων. alpha. 1764 Ἀνδρογύνων ἄθυρμα· Εὔπολις ἐν Ἀστρατεύτοις (fr. 3 Dem.). ἀνδρογύνους δὲ ἔλεγον τοὺς ἄνδρας μὲν τὸ σῶμα φύντας, εἰς γυναῖκας δὲ σφᾶς αὐτοὺς ἀφέντας καὶ τὰς τούτων ἐπιτηδεύσεις ἐπιτηδεύοντας. alpha. 1765 Ἀνδροκόβαλοσ· κακοῦργος, πανοῦργος. alpha. 1766 Ἀνδροκτασιάων· ἀνδροφονιῶν. alpha. 1767 Ἀνδροληψία· τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία, καὶ οὐδετέρως Ἀνδρολήψιον. 9 alpha. 1768 Ἀνδριάσ· ὡς ἐν τῇ συνηθείᾳ λέγουσιν αἱ μητέρες περὶ τῶν υἱῶν ὁ καλὸς ἀνδριάς μου, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 129)· τὸν καλὸν ἀνδριάντα† γράφοντα†. λέγεται δὲ ἀνδριὰς καὶ τὸ ἄγαλμα καὶ ὁ ἐκ χαλκοῦ καὶ ξύλου καὶ χρυσίου καὶ τῆς ἄλλης ὕλης, ὅση δύναται δέξασθαι καὶ κατέχειν εἶδος. λέγεται δὲ τούτων ἕκαστον καὶ κατὰ συνθήκην τῆς ὕλης, ὁ χαλκοῦς ἀνδριὰς καὶ ὁ ξύλινος ἀνδριὰς καὶ τὰ ὅμοια. λέγεται μέντοι καὶ ἐπὶ τῶν ἄλλων ζῴων καταχρηστικῶς ἀνδριάς. alpha. 1769 Ἀνδρόπαισ· ὁ ἤδη ἀνδρούμενος παῖς. alpha. 1770 Ἀνδροσάθων· ὁ μέγα ἔχων τὸ αἰδοῖον. alpha. 1771 Ἀνδροκάπραινα· Φερεκράτης (fr. 17 Dem.)· ἀνδροκάπραινα καὶ μεθύση καὶ φαρμακίς. alpha. 1772 Ἀνδροσάθησ· ἀνδρὸς αἰδοῖον ἔχων· τὸ γὰρ αἰδοῖον σάθη, ἀπὸ τοῦ σάττειν. alpha. 1773 Ἀνδρομέοιο· ἀνθρωπίνου. alpha. 1774 Ἀνδρωθεῖσα· ἀνδρὶ συνοικήσασα, διακορηθεῖσα. alpha. 1775 Ἀνδρώσασθαι· συγγενέσθαι. alpha. 1776 Ἀνδρῶνα· οἶκον, ἔνθα ἄνδρες ἀθροίζονται. alpha. 1777 Ἀνεβάλλοντο· ἀντὶ τοῦ ἐσχηματίζοντο. alpha. 1778 Ἀνέβαλλεν· ἀναβολὴν ἐδίδου. alpha. 1779 Ἀνεβάλλετο· ἀνεκρούετο· ναβολὰσ γὰρ καὶ τὰς ἀνακρούσεις καὶ τὰς ἀρχάς. ὅθεν καὶ τὸ ἤρχετο καὶ ἀπήρχετο. σημαίνει δὲ καὶ τὸ ὑπερετίθετο. alpha. 1780 Ἀνεβίω· ἀνέζησεν. alpha. 1781 Ἀνεβίωσα καὶ νεβίωσε καὶ νεβίω, καὶ ναβιώσκεται καὶ ναβιώσκει μᾶλλον ἢ ἀναβιοῖ. λέγουσι δὲ καὶ ἀναζῆν. alpha. 1782 Ἀνέβησεν· ἀντὶ τοῦ ἀνεβίβασεν. Ἡρόδοτος (1, 80, 2). alpha. 1783 Ἀνεβιωσάμην· ἀντὶ τοῦ ἀναβιῶναι ἐποίησα. Κράτης (fr. 45 K.). alpha. 1784 Ἀνεγείρει καὶ ῥιπίζει τὸν ὄχλον ἢ τὴν πόλιν· ἐναργὴς ἡ συμπλοκὴ τοῦ λόγου, καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζει ἀπὸ τῆς τοῦ πυρὸς ῥιπίσεως εἴρηται. alpha. 1785 Ἀνεγνάμφθη· ἀνεκάμφθη. alpha. 1786 Ἀνέγρετον· ἀνυπόστροφον. alpha. 1787 Ἀνέγγυοι γάμοι· οἱ μὴ γάμῳ ἡνωμένοι. Εὐριπίδης Ἐρεχθεῖ (fr. 369a Snell). alpha. 1788 Ἀνέγκλητον· Δημοσθένης ἐν τῷ πρὸς Ἀλέξανδρον (Epist. 2, 14), νεγκλητὶ9 δὲ Πλάτων Μενελάῳ (fr. 231 K.), νεγκλήτωσ δὲ Ξενοφῶν. alpha. 1789 Ἀνέγνωκασ· καὶ ταύτῃ τῇ κλίσει κέχρηνται, καὶ οὐ μόνον ἀνέγνως. Πλάτων Θεαιτήτῳ (152a) καὶ Δημοσθένης (50, 57). alpha. 1790 Ἀνεδείματο·† ἀνῆλθεν†. alpha. 1791 Ἀνέδραμεν· ἀντὶ τοῦ ηὐξήθη. Ἡρόδοτος (1, 66, 1). alpha. 1792 Ἀνέδην· ἀνειμένως. δύναται δὲ καὶ ἀπὸ τῶν ἵππων μετάγεσθαι, οἷς ἂν αἱ ἡνίαι ἀνεθῶσι. Πλάτων Νόμων ιαʹ (91ξ)· εὑρεῖν μηχανὴν, ὅπως ἤθη μὴ ἀνέδην. οὕτως καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (18,