Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
. σημαίνει δὲ [...]. alpha. 629 Αἱμωδεῖν· καὶ τούτῳ προσεκτέον τὸν νοῦν· οἱ γὰρ πολλοὶ αἱμωδιᾶν λέγουσιν, ὥσπερ κυλοιδιᾶν, τοῦ Κρατίνου ἐν Διονυσαλε ξάνδρῳ (fr. 3 Dem.) ἀπὸ τοῦ αἱμωδῶ κλίνοντος· εὐθὺς γὰρ ᾑμώδεις ἀκούων τῶν ἐπῶν τοὺς προσθίους ὀδόντας. αἱμωδεῖν δὲ οἱ Ἀττικοὶ τὸ τοὺς ὀδόντας μετὰ κνησμοῦ τινος ἀλγεῖν. alpha. 630 Αἷμον· τὸ ὄρος οὐδετέρως Ἑκαταῖος (FGrHist 1 F 167) διὰ παντός. καὶ Διονύσιος (FGrHist 687 F‚ 3) καὶ Ἑλλάνικος ἐν αʹ Ἀτθίδος (FGrHist 4 F 41† 323a F
15.1.2
K.. TH)· ὡς δὲ τὴν ἄκραν κάμπτοντες ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ ἀνηγάγοντο. alpha. 1908 Ἀνηβητηρίαν (Eur. Andr. 552)· πᾶν ἀνελὼν νεότητος. alpha. 1909 9Ἄνηβοσ· ὁ μήπω τὴν ὀφειλομένην ἡλικίαν ἐπιφθάσας· ἥβη γὰρ ἡ ἀκμή. alpha. 1910 Ἀνηβῶν· ἀνανεάζων. alpha. 1911 Ἀνήγρετο ἐξ ὕπνου9· Ἀττικῶς ἄγαν τοῦτό ἐστι παρὰ Σοφοκλεῖ (fr. 824 R.). alpha. 1912 Ἀνηγμένοσ· ηὐξημένος. alpha. 1913 Ἀνήδομαι ἐφ' οἷς ἥσθην ποτέ9· οὐκέτι ἥδομαι, ἀλλ' ἐκβάλλω τὴν ἡδονήν. καινὴ ἡ φωνὴ καὶ πολιτικώτερόν τι ἔχουσα. Ἕρμιππος Θεοῖς (fr. 77 K.). alpha. 1914 Ἀνῆκεν· ἀφῆκεν. alpha. 1915 Ἀνήκεστον· ἀθεράπευτον. alpha. 1916 Ἀνηκούστησεν· οὐκ εἰσήκουσεν. alpha. 1917 Ἀνήκει· Ἀντιφῶν μὲν (87 B 19 D.. K) ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ νήκω ἀντὶ τοῦ ἀναβέβηκα ἔφη (fr. 31 κ.), Θουκυδίδης δὲ (3, 45, 3) νήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσι. καὶ Δημοσθένης (60, 6) νήκοντα ἀντὶ τοῦ διαφέροντα. alpha. 1918 Ἀνηκίδωτοι· ἄνευ ἀκίδος. alpha. 1919 Ἀνήκοος εἶ9· ἀντὶ τοῦ οὐκ ἀκήκοας. Ξενοφῶν Ἀπομνημονεύμασιν (2, 1, 31). alpha. 1920 Ἀνηλόκισμαι· ἀνέσχισμαι. Σοφοκλῆς Λακαίναις (fr. 376 P.† 369a R.). alpha. 1921 Ἀνηλέητοσ, οὐ μόνον {ὁ ἀνηλεής. Εὔβουλος Δανάῃ (fr. 1 Dem.)· ἐκεῖνος δ' ἦν ἰσχυρὸς σφόδρα καὶ ἀτεράμων, ὅς με κλάουσαν τότ' οὐκ ἠλέησε. καὶ Νικόμαχος (TrGF 127 F 16)· δαίμων ἀνηλέητος. νηλεήτωσ δὲ Ἀριστοφάνης ἔφη (fr. 51 Dem.). alpha. 1922 Ἀνημμένοσ· ἐξηρτημένος. alpha. 1923 Ἀνηλώκαμεν· Δημοσθένης ἐν τῷ παραπρεσβείας (19, 155)· καὶ εἴκοσιν ἡμέρας ἀνηλώκαμεν. alpha. 1924 Ἀνημέρωτος γῆ9· ἡ ὕλης ἀνάμεστος καὶ μὴ κεκαθαρμένη πρὸς γεωργίαν. Σοφοκλῆς (fr. 825 R.) καὶ Κρατῖνος (fr. 26 Dem.) εἶπον. alpha. 1925 Ἀνηνέχθη· ἀνήνεγκε καὶ ἀνελάμβανεν αὑτόν. Ῥαπιζομένῃ Μένανδρος (fr. 369 K.. TH). alpha. 1926 Ἀνήνυτοσ· ἄπρακτος, ἀτέλεστος. alpha. 1927 Ἀνήνυτος πόνοσ· ὁ πολύς, ὃν οὐχ οἷόν τε διανύσαι, ὅπερ ἐστὶ διαπρᾶξαι ἄχρι τέλους. alpha. 1928 Ἀνῄρετο· ἀνέβαλεν. alpha. 1929 Ἀνῄρηκεν· ἀντὶ τοῦ ἐκποδὼν ἐποιήσατο. Δημοσθένης (19, 2). alpha. 1930 Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον· Ἀριστοφάνης Δαιταλεῦσιν (fr. 11 Dem.) ὡς παροιμιῶδες. alpha. 1931 Ἀνήριθμον· ἀναρίθμητον. Αἰσχύλος Προμηθεῖ (90). alpha. 1932 Ἀνήρ· Ξενοφῶν Παιδείας γʹ ἰδίως ἀντὶ τοῦ μάχιμος. alpha. 1933 Ἀνηρίναστος συκῆ9· ᾗ μὴ προσβέβληνται οἱ ἐρινεοί. ἐρινεὸς δέ ἐστιν ὁ τῆς ἀγρίας συκῆς καρπός, ὃν καὶ ἀπαρτῶσι τοῖς ἡμέροις, ὡς ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνες εἰς τοὺς ὀλύνθους μεταστάντες τελεσφορηθῆναι τούτους παρασκευάζωσι. τοῦτο δ' ἐρινάζειν λέγεται. οἱ δὲ τὸ ἀνηρίναστος ἀντὶ τοῦ μαλακὸς καὶ ἄγονος. alpha. 1934 Ἀνήροτον· ἀγεώργητον. alpha. 1935 Ἀνηρόμην· ἀντὶ τοῦ ἀνηρώτων. Πλάτων Συμποσίῳ (173β). alpha. 1936 Ἀνήρρησεν· ἀνεφθάρη· ὡς μόλις ἀνήρρησαν· οὐδέν ἐσμεν οἱ σαπροί. Εὔπολις Πόλεσιν (fr. 221 K.). alpha. 1937 Ἀνήρτησαν· ἀνεποίησαν, ἐκαίνισαν. alpha. 1938 Ἀνηρώτιζεν· ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδης (fr. 52 K.). alpha. 1939 Ἀνησιδώρα· σὺ δέδωκας ταῦτ', Ἀνησιδώρα. Σοφοκλῆς (fr. 826 R.). λέγει δὲ τὴν Δήμητραν. καὶ Ἀναξιδώραν δὲ λέγει αὐτὴν ὁ αὐτός (fr. 1010 R.). alpha. 1940 9Ἄνηστισ·† ἡ† νῆστις. Κρατῖνος Διονυσαλεξάνδρῳ (fr.