Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
176.1.1
K.). καὶ σελγόκερων κριὸν Πλάτων (fr. 210 K.) τὸν μεγαλόκερων· ἢ τὸν χαλεπὸν καὶ βίαιον τοῖς κέρασι. alpha. 2950 9Ἄσεπτον· τὸ ἀσεβές. alpha. 2951 9Ἄση· λύπη. alpha. 2952 Ἀσημάντοισ· ἀφυλάκτοις, οὐκ ἔχουσι σημάντορας, τοὺς ἐπιστάτας. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν σφραγίδων. alpha. 2953 Ἀσήμαντα· τὰ λεγόμενα ἀσφράγιστα· καὶ γὰρ σημεῖα τὰς σφραγῖδας ἔλεγον. Ξενοφῶν δὲ (Cyneg. 3, 4) ἐπιρρηματικῶς σήμωσ καὶ σήμων Εὐριπίδης (fr. novum). καὶ ἄσημον τὸ ἀργύριον τὸ ἀχάρακτον, 9ἐπίσημον δὲ τὸ κεχαραγμένον. οὕτως δὲ καὶ τὸ χρυσίον ἄσημον καὶ ἐπίσημον. alpha. 2954 9Ἄσθμα· πνοή. καὶ σθμάζειν ἀντὶ τοῦ ἀσθμαίνειν, οἷον πνευστιᾶν. alpha. 2955 Ἀσία· ὑπὸ τῶν παλαιῶν πᾶσα λέγεται, ἧς οἱ Πέρσαι τὴν ἀρχὴν ἐκέκτηντο, οὐχ ἡ νῦν ἰδίως ὀνομαζομένη οὕτως. alpha. 2956 Ἀσιάσ· ἡ κιθάρα, ἀπὸ Ἀσίου τινός. καὶ Ἀσία καὶ Ἀσιώνηἀπὸ Ἀσίας τῆς μητρὸς Προμηθέως. Δοῦριν δὲ (FGrHist 76 F 81)†̓ Αριστοτέλης† φησὶ λέγειν ὅτι ἐκλήθη Ἀσιὰς ἀπὸ τῶν χρωμένων Λεσβίων, οἵτινες οἰκοῦσι πρὸς τῇ Ἀσίᾳ. οἱ δὲ ἀπὸ Τυρρηνοῦ Λυδοῦ εὑρόντος πρώτου τὸ τρίγωνον ὄργανον. οἱ δὲ ἀπὸ Τερπάνδρου. alpha. 2957 Ἀσιάδος κρούματα· τῆς κιθάρας. οὕτως Ἀριστοφάνης (Thesm. 120). καὶ ἄσσιστα· ἔγγιστα. alpha. 2958 Ἀσκάντησ· κλινίδιον εὐτελές. καὶ ὑπὸ τῶν Ἀττικῶν ὁ σκίμπους. ὁ δὲ κράββατοσ οὐδὲ παρ' ἑνί. alpha. 2959 Ἀσκαρδαμυκτὶ ὁρᾶν· μὴ καταμύοντα. Ἀριστοφάνης (Equ. 292). alpha. 2960 Ἀσκέραι· ὑποδήματα Ἀττικά. alpha. 2961 Ἀσκαλαβώτην, οὐχὶ καλαβώτην λέγουσι· μᾶλλον δὲ γαλεώτην. Μένανδρος (fr. 163 K.. TH). alpha. 2962 9Ἄσκευον· ἀντὶ τοῦ ἀπαράσκευον. alpha. 2963 Ἀσκήσασα· μετ' ἐπιμελείας ὑφάνασα, κοσμήσασα. alpha. 2964 9Ἄσκησισ· ἀγωνιᾶν καὶ ὡς ἡμεῖς τὸ δεδιέναι καὶ προσδοκᾶν τὸ μέλλον λέγουσιν οἱ παλαιοὶ καὶ Πλάτων. alpha. 2965 9Ἄσκησίσ ἐστιν ἐπίμονος πόνος πρὸς τὸ οἱονοῦν πρᾶγμα. alpha. 2966 Ἀσκητικόσ· φιλομαθής, φιλόσοφος. alpha. 2967 9Ἄσκοπον· ἀντὶ τοῦ ἀπροσδόκητον. alpha. 2968 Ἀσκληπιεῖον· πεντασυλλάβως λεκτέον. alpha. 2969 Ἀσκοπήρα· Ἑλληνικὸν τὸ ὄνομα. alpha. 2970 Ἀσκορδίνωτοσ· ὁ μὴ σκορδινώμενος. σκορδινᾶσθαι δέ ἐστι τὸ τὰ μέλη διατείνειν, ὃ μάλιστα ἐπὶ τῶν ἀφυπνισθέντων συμβαίνει. alpha. 2971 Ἀσκούμενοσ· κατασκευάζων, κοσμῶν. alpha. 2972 Ἀσκωλιάζοντεσ· ἐφ' ἑνὸς ποδὸς ἐφαλλόμενοι ἢ στερούμενοι τῶν κατὰ φύσιν. alpha. 2973 Ἀσκοθύλακοσ· Διοκλῆς Βάκχαις (fr. 3 K.) καὶ Ἄρχιππος Ἀμφιτρύωνι (fr. 4 K.). alpha. 2974 Ἀσκωλιάζειν· τὸ ἐπὶ θατέρῳ τοῖν ποδοῖν πορεύεσθαι χωλαίνοντα. οὕτω Πλάτων (Symp. 190d). καὶ σκιμβάζειν τὸ αὐτὸ τοῦτο λέγουσι. κυρίως δὲ ἀσκωλιάζειν ἐστὶ τὸ ἐπὶ τοῦ ἀσκοῦ ἅλλεσθαι. τιθέασι δὲ καὶ ἐπὶ τοῦ ἅλλεσθαι τὸν ἕτερον τῶν ποδῶν ἄνω ἔχοντα. οἱ δὲ σύμποδα βεβηκότα ἅλλεσθαι. alpha. 2975 Ἀσκῷ φλαυρίζεισ· οἷον οὐδενὶ καταπλήττῃ, σκιᾷ μορμολύττῃ. alpha. 2976 Ἀσπάθητον χλαῖναν· ἀνύφαντον. alpha. 2977 Ἀσπάλαθοσ· εἶδος ἀκάνθης τραχυτάτης. alpha. 2978 Ἀσπαλιεύσ· ἁλιεύς, ἀπὸ τοῦ σπᾶν τὸ λίνον. λίνον δὲ ἡ ὁρμιά. alpha. 2979 9Ἄσμα· τὸ δίασμα. οὕτω Σώφρων (fr. 79 Kaibel). καὶ ἄττεσθαι, ὃ ἡμεῖς διάζεσθαι· μεταβολὴ γὰρ τῶν βʹ ττ εἰς τὸ ζ ἐγένετο. alpha. 2980 Ἀσμένωσ· χαίρων, ἡδέως, προθύμως. alpha. 2981 Ἀσολοίκωσ· τὸ ἀφελῶς. alpha. 2982 Ἀσπαίροντεσ· σκαρίζοντες. alpha. 2983 Ἀσπαλίασ· ἁλιέως ἔργα. καὶ σπαλιεὺσ ἀπὸ τοῦ ἀποσπᾶν τὴν ἄγραν. alpha. 2984 Ἀσπασία· πολυθρύλητος γέγονεν. ἦν δὲ γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους. Περικλέους δέ φασιν αὐτὴν διδάσκαλον ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον. alpha. 2985 Ἀσπαστοί9· ἄσμενοι, θεοειδεῖς, ἡδεῖς. alpha. 2986 Ἀσπασίωσ· προσηνῶς, φιλοφρόνως. alpha. 2987 Ἀσπίσ· ὅπλον, σκουτάριον. alpha. 2988 9Ἄσπονδοι· ἐχθροὶ ἀδιάλλακτοι. alpha. 2989 9Ἄσπουδοσ· ὁ μὴ σπουδαῖος.† οὕτως Ἀρχίδης†. Εὔπολις Πόλεσιν (fr. 234 K.)· ἄσπουδος δ' ἀνὴρ σπουδαίου κακίων. alpha. 2990 Ἀσπάζεσθαι· καὶ τὸ προσαγορεύειν, ὡς ἡμεῖς, καὶ τὸ χαίρειν τινὶ ἁπλῶς, καὶ ἀγαπᾶν καὶ φιλοφρονεῖσθαι. alpha. 2991 Ἀσπαζόμεθα· καὶ σὺν τῷ σ ἀσπαζόμεσθ' ἐρετμὰ καὶ σκαλμίδια φησὶν ὁ κωμικός (com. adesp. fr. 607 K.). καὶ τὰ ὅμοια διττῶς λέγουσιν. alpha. 2992 9Ἄσταχυσ καὶ σταφίσ· καὶ ὅλως τὸ πλεονάζειν τῷ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν. alpha. 2993 Ἀστεῖόν τι καὶ κατερρινημένον εἰπεῖν (Ar. Ran. 901)· κωμικὴ ἡ συμπλοκή. σημαίνει δὲ τὸ κατερρινημένον τὸ ἄκρως διειργασμένον. συνουσίᾳ χρῶ. alpha. 2994 Ἀστάθμητοσ· ἄνισος. alpha. 2995 Ἀσταθμητότατον· περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι, τί ποτε διανοεῖται ἢ τί† πρᾶξαι†. Δημοσθένης ἐν τῷ Παραπρεσβείας (19, 136). alpha. 2996 9Ἄστεγοσ· ὁ μὴ ἔχων στέγην. λέγεται δὲ καὶ φλύαρος καὶ ἀνυπομόνητος. alpha. 2997 Ἀστεῖοσ· εὐσύνετος, εὐπρόσωπος, χαρίεις, καλός, γελοιώδης. alpha. 2998 Ἀστάνδησ· γραμματοφόρος. Περσικὸν τὸ ὄνομα. alpha. 2999 Ἀσταφίδα καὶ 9ὀσταφίδα· οἱ Ἀττικοὶ ἑκατέρως λέγουσιν. alpha. 3000 Ἀστείων· τῶν ἐν ἄστει διατριβόντων. alpha. 3001 Ἀστεΐζεσθαι· τὸ χαριεντίζεσθαι. καὶ στεῖοσ ὁ χαρίεις. alpha. 3002 Ἀστεϊζόμενοσ· ἀγλαϊζόμενος, ὡραϊζόμενος. alpha. 3003 9Ἄστεκτα· ἀβάστακτα, ἀνυπομόνητα, οὐ δυνάμενα κατασχεθῆναι. alpha. 3004 9Ἄστεσι· πόλεσι. alpha. 3005 9Ἄστικτον· ἀνέπαφον χωρίον καὶ ἀνυπόθετον. alpha. 3006 Ἀστικὸν ἐμπόριον· ἐν ᾧ οἱ ἀστοὶ Ἀθήνησιν ἐνεπορεύοντο. ἦν δὲ καὶ ἄλλο ξενικόν, ἐν ᾧ οἱ ξένοι. alpha. 3007 Ἀστεμφέα· ἀμετακίνητον, βέβαιον. λέγεται δὲ καὶ ἐπιρρηματικῶς ἀστεμφῶς. alpha. 3008 Ἀστερόεντα· ἤτοι ἀστέρας πεποικιλμένους ἔχοντα. alpha. 3009 Ἀστέρων τέθριπποσ (Eur. Troad. 855)· τὸ ἅρμα τοῦ ἡλίου. alpha. 3010 Ἀστιβήσ· ἀσφαλὴς ἢ ἄβατος. alpha. 3011 Ἀστεϊσμόσ· πιθανολογία. alpha. 3012 9Ἄστομοσ· ὁ μὴ δυνάμενος λέγειν. Σοφοκλῆς εἴρηκεν (fr. 73 N. 2† 76 R.). alpha. 3013 Ἀστόξενοι· οἱ γένει ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ τῆς ἀλλοδαπῆς γεγονότες. alpha. 3014 Ἀστόσ· πολίτης. alpha. 3015 9Ἄστικτον· ἔστι δὲ χωρίον τὸ μὴ ὑποκείμενον δανειστῇ καὶ μὴ ἔχον ὅρον, ἥτις ἦν στήλη δηλοῦσα ὅτι ἐπ' αὐτοῖς [...] δεδάνεικεν· ὅταν γὰρ ὑποκέηται, αὐτὸ τοῦτο ὁ δανείσας διὰ γραμμάτων δηλοῖ ἐπικειμένων τῷ χωρίῳ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ οἰκίας γίνεται. alpha. 3016 Ἀστραβηλάτησ· ὀνηλάτης. alpha. 3017 Ἀστράβη· τὸ ἐπὶ τῶν† ἐφίππων† ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι. καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον. οἱ δὲ τὴν σωματηγὸν ἡμίονον ἀστράβην ἐκάλεσαν. alpha. 3018 Ἀστράγαλοσ· κυρίως τὸ συνήθως λεγόμενον. καὶ ὁ σπόνδυλος τοῦ τραχήλου. καὶ ὁ πεττικός. καὶ βοτάνη δὲ οὕτω καλεῖται. alpha. 3019 9Ἄστροις σημαίνεσθαι· τὸ μακρὰν καὶ ἔρημον ὁδὸν βαδίζειν. alpha. 3020 Ἀστραγαλίζειν· Στράττις εἶπεν (fr. novum). alpha. 3021 9Ἄστυ ἄστεοσ· οὐκέτι δὲ ἀναλόγως ἥμισυ ἡμίσεος, ἀλλ' ἡμίσεως. alpha. 3022 Ἀστυγείτων· πλησιόχωρος. alpha. 3023 Ἀστυνόμοσ· δέκα ἦσαν ἀστυνόμοι, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δὲ ἐν ἄστει, οἷς ἔμελε περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ κοπρολόγων καὶ τῶν τοιούτων. alpha. 3024 Ἀστυπολεῖν· τὸ ἐν ἄστει διατρίβειν ἄγριον ὄντα. alpha. 3025 Ἀστυφίαν καὶ στυσίαν· διά τε τοῦ φ καὶ διὰ τοῦ σ ὁμοίως ἐπὶ τοῦ† ἀσίτου† λέγουσιν. alpha. 3026 9† Ἀστυφίαν παρὰ τὴν ἀγορασίαν, ἣν ἐκήρυσσον ἐν ταῖς ἐκκλησίαις†. alpha. 3027 Ἀσύμβατον· ἀφιλίωτον. alpha. 3028 Ἀσυμφανῶσ· ἐπικεκαλυμμένως, ἀδήλως. alpha. 3029 Ἀσυνδυάστωσ· ἀσυμπλόκως, ἀσυζεύκτως. alpha. 3030 Ἀσυνθεσία· παράβασις συνθηκῶν. alpha. 3031 Ἀσύνθετοσ· ἀσύμφωνος, ἄμικτος. alpha. 3032 Ἀσυνθετώτατον· Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 136) ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις διὰ τὸ ἀβέβαιον οὐ τιθέμενον.. alpha. 3033 Ἀσύντακτον· μὴ συντεταγμένον, μὴ συμφραξάμενον. alpha. 3034 Ἀσυντελήσ· ἀσύμφορος, ἀχρήσιμος. alpha. 3035 Ἀσύφηλον· ἀπαίδευτον, ἀνόητον. alpha. 3036 Ἀσφάλεια μὲν καὶ ἀσφαλὲς Ἑλληνικά, τὸ δὲ σφαλίζεσθαι βάρβαρον. alpha. 3037 Ἀσφαλεστέρωσ· Πλάτων. alpha. 3038 Ἀσφάραγον· φάρυγα, στόμαχον, λαιμόν. λέγεται δὲ καὶ τὸ ἐξ ἀκανθῶν φυόμενον. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ προφέρουσιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσι. καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὄρμενα ἀσπαράγους καλοῦσιν. alpha. 3039 Ἀσφόδελοσ· σκιλλῶδες φυτὸν φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. προπαροξυτόνως δὲ ἀναγνωστέον. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρ' Ὁμήρῳ (λ 539)· κατ' ἀσφοδελὸν λειμῶνα. alpha. 3040 Ἀσχάλλων· ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἀγανακτῶν. alpha. 3041 Ἀσχέτωσ· ἀμέτρως. alpha. 3042 Ἀσχέδωροσ· παρ' Αἰσχύλῳ (fr. 261 N. 2† 461 M.) ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος, οἷον βίαιος. Ἰταλιῶται τὸν σύαγρον ἀσχέδωρον καλοῦσιν. alpha. 3043 Ἀσχολοῦμαι καὶ ἀσχολεῖ καὶ ἀσχολεῖσθαι λέγουσιν Ἀττικοί. alpha. 3044 Ἀσώδης ἐστί9· [...] λέγουσιν οὕτως. Αἰσχύλος δὲ (Suppl. 31)† ἐφυλώδης†. ὁ δὲ ἰατρὸς (Hipp. Art. 19† 4, 132, 14 L.) τὸν πρὸς τὰ σιτία ἀτάκτως διακείμενον καὶ ἀηδῶς. alpha. 3045 Ἀσωμένη· λυπουμένη. alpha. 3046 Ἀσώτωσ· αἰσχρῶς. alpha. 3047 Ἀσώδησ· ἀμμώδης. alpha. 3048 Ἀταλαίπωρον· ἄπονον. ἢ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεως. ἢ τὸ εὐχερὲς καὶ φανερόν. alpha. 3049 Ἀταλαιπώρωσ· ῥᾳθύμως, ὀλιγώρως. Ἀριστοφάνης. alpha. 3050 Ἀτάλαντον· ἴσον, παραπλήσιον. alpha. 3051 Ἀταλῇσιν (ψ 222)· ἁπαλαῖς, νεογναῖς. alpha. 3052 Ἀτάλλει· τρέφει, τιθηνεῖ, φιλεῖ, σαίνει, σκιρτᾷ, χαίρει. alpha. 3053 Ἀταλόν· νήπιον, ἁπαλόν. alpha. 3054 Ἀταμίευτον· ἀδιοίκητον. ἢ οὗπερ οὐκ ἔστι ταμιεῖον. λέγεται δὲ οὕτως καὶ τὸ πρόχειρον καὶ ἐν ἑτοίμῳ. alpha. 3055 Ἀτάρ· καὶ δὴ ἢ πλήν, ἅτε δή. ἢ ὅμως. ἢ ἀντὶ τοῦ δέ. alpha. 3056 Ἀτάρβητοσ· ἄφοβος, ἄτρομος. alpha. 3057 Ἀτὰρ δέ9· πλὴν ὅμως. alpha. 3058 Ἀτὰρ ὡσ· εἶτα δή, ὅμως. alpha. 3059 Ἀτὰρ οὖν· διὰ τοῦτο οὖν. alpha. 3060 Ἀταρνεύσ· πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον. alpha. 3061 Ἀτάσθαλα· ἄδικα, ἁμαρτωλά. alpha. 3062 9Ἆται· πληροῦται. Ἱπποκράτης. alpha. 3063 Ἀτέγκτοισ· τοῖς μήτε δακρύουσι μήτε ἱδροῦσιν, ἀβρόχοις. alpha. 3064 9Ἄτεγκτος ἄνθρωποσ· ὁ μὴ βρεχόμενος μήτε προσιέμενος παραμυθίαν, ἀλλὰ σκληρὸς ὢν ὡς πέτρα ἢ ἄλλο τι τῶν σκληρῶν, ὡς μὴ ὑπὸ ὕδατος βρέχεσθαι. alpha. 3065 9Ἄτεγκτοσ· ἄπιστος καὶ ἀναίσθητος, οἷον ὁ μήτε παραινέσει μήτε φόβῳ τὴν πώρωσιν καὶ τὸ τοῦ ἤθους σκληρὸν τεγγόμενος ἢ μαλαττόμενος. alpha. 3066 9Ἅτε· ὡς ἄν. alpha. 3067 9Ἅτε δή9· ὡς δή. alpha. 3068 Ἀτέκμαρτον· ἀτελείωτον, ἀκαταστόχαστον. alpha. 3069 Ἀτελῆ9· ἀδάπανα, ὡς πολυτελῆ τὰ πολυδάπανα. alpha. 3070 Ἀτέλεια· ἀλειτουργησία. alpha. 3071 Ἀτελεύτητον· ἀτελείωτον. ἢ ἀΐδιον, οὐκ ἔχον τελευτήν. alpha. 3072 Ἀτέλεστοσ· ὁ θεῷ μὴ τετελεσμένος. alpha. 3073 Ἀτενέσ· εὐθύ, συνεχές, παντελῶς, καθόλου, παραχρῆμα, ἄγαν, ἰσχυρῶς. alpha. 3074 Ἀτενὴς καὶ ἀτεράμων ἄνθρωποσ· οἷον ἀτεράμων ἐστὶν ὁ σκληρὸς καὶ οὐκ ἔχων τέρεν, ὃ σημαίνει ἁπαλόν. ὡσαύτως καὶ ὁ ἀτενὴς σκληρὸς καὶ ἀντίτυπος. τὸ μέντοι ἀτέραμνον ἐπὶ τῶν δυσεψήτων ὀσπρίων τιθέασι, τὸ δὲ τέραμνον ἐπὶ τῶν ῥᾳδίως ἑψομένων. οὕτω Πλάτων (Leg. 9, 853d) καὶ Μένανδρος (fr. novum) καὶ Ἀριστοφάνης (Vesp. 730), ὥς φησι Φρύνιχος (Praep. soph. 33, 9 cf. 11, 4). alpha. 3075 Ἀτενήσ· συντείνας· ἀτενίζειν γὰρ τὸ συντείνειν καὶ ἐπερείδειν τὴν ὄψιν. alpha. 3076 9Ἄτερ· ἐκτός, χωρίς. alpha. 3077 9Ἅτερα· ἄλλα. alpha. 3078 Ἀτέραμνον· σκληρόν, δυσμετάβλητον. alpha. 3079 Ἀτεράμων· ἀκαταπόνητος. alpha. 3080 Ἀτεράμονεσ, οὐχὶ ἀτέραμνοι.. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν (181)· ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι. alpha. 3081 Ἀτερμάτιστοσ· ἀβέβαιος, ἀθεμελίωτος. alpha. 3082 Ἀτερπὲς ἔργον· τὸ μὴ καθ' ἡδονὴν πραττόμενον. alpha. 3083 Ἀτέχνοισ· ἀπανούργοις ἢ ἀπείροις. alpha. 3084 Ἀτεχνωσ· περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης. alpha. 3085 9Ἄτη· ἡ ζημία. Ἡσίοδος (Op. 231) καὶ Σοφοκλῆς (OT 1284). alpha. 3086 Ἀτημελήτουσ· ἀπρονοήτους, λίαν ἠμελημένους. alpha. 3087 Ἀτημελὲσ καὶ τημέλητοσ καὶ τημελήτωσ λέγουσιν. alpha. 3088 Ἀτημελῶσ· ἀμελῶς, ἀνεπιστημόνως. alpha. 3089 Ἀτηρία· ἀναίδεια. alpha. 3090 Ἀτηρὸν κακόν· οἷον ἰταμόν. alpha. 3091 Ἀτηρότατον· Ἀριστοφάνης (Vesp. 1299). Πλάτων δὲ τηρίασ (fr.

Intertext edge

Open linked passage

Note