Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
. alpha. 1332 Ἀμφίκαυστισ· ἡ πρώτη τῶν ἀσταχύων ἔκφυσις. καλεῖται δὲ καὶ καῦστις, καθ' ὅσον εἰώθασιν ἔτι χλωροὺς ὄντας τοὺς πρώτους στάχυς καίειν. οἱ δὲ ἁπλῶς τὸν στάχυν φασίν. Φρύνιχος δὲ (Praep. soph. fr. 18) ἀμφίκαυστιν τὴν ὡραιοτάτην. οἱ δὲ τὴν ἐρυσίβην. οἱ δὲ ἀμφίκαυστιν τὴν ὥριμον κριθήν. παρὰ δὲ τοῖς τραγικοῖς (adesp. fr. 586 N. 2) καῦστις εἴρηται μεταφορικῶς ἡ μάχη, παρά τισι δὲ ἡ ὀσφῦς καὶ τὰ ἰσχία, παρ' ἐνίοις δὲ ὁ ξηρὸς χόρτος. ἔνιοι δὲ τὸ αἰδοῖον. alpha. 1333 Ἀμφικελέμνουσ· ἀμφιβαρεῖς. alpha. 1334 Ἀμφικέφαλος κλίνη· ἡ ἐξ ἑκατέρου μέρους ἔχουσα ἀνάκλιντρον. Πλάτων Ἑορταῖς (fr. 34 κ.)· ἔπειτα κλίνην ἀμφικέφαλον. καὶ τὰ ὅμοια. alpha. 1335 Ἀμφίκρανος ὕδρα· Εὐριπίδης Ἡρακλεῖ (1274). alpha. 1336 Ἀμφίκρανος ῥάβδοσ· Σοφοκλῆς Φιλοκτήτῃ (fr. 701 R.)· καὶ ῥάβδος ὡς κήρυκος Ἑρμαία διπλοῦ δράκοντος ἀμφίκρανος. alpha. 1337 Ἀμφικίων ναόσ (Soph. Ant. 285)· οἱ δὲ νῦν περίστυλος ναὸς ἢ οἰκία λέγουσιν. alpha. 1338 Ἀμφίκρημνοσ· περίκρημνος. ἢ βραχυτάτη. alpha. 1339 Ἀμφικτύονεσ· οἱ ἐκ πόλεων καὶ ἐθνῶν αἱρετοὶ δικασταί, οἷον ἀμφικτύονες καὶ περίοικοι. alpha. 1340 Ἀμφικτύονεσ· συνέδριόν ἐστιν Ἑλληνικὸν συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθησαν δὲ ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος· αὐτὸς γὰρ συνήγαγε τὰ ἔθνη βασιλεύων. ταῦτα δὲ ἦν δώδεκα· Ἴωνες, Δωριεῖς, Περραιβοί, Βοιωτοί, Μάγνητες, Ἀχαιοί, Φθιῶται, Μηλιεῖς, Δόλοπες, Αἰνιᾶνες, Δελφοί, Φωκεῖς. οἱ δέ φασιν ὠνομάσθαι ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας. alpha. 1341 Ἀμφίκοροσ· ἣν ἑκατέρωθεν ἄνδρες περιλάβωσιν. alpha. 1342 Ἀμφιλαφέσ· κατάσκιον, ἀμφοτέρωθεν βοηθούμενον. δαψιλές· ἥ τε γὰρ πλάτανος αὕτη μάλιστα ἀμφιλαφής. ἐν Φαίδρῳ Πλάτων (230β). πολὺ δέ ἐστι παρὰ τοῖς τραγικοῖς. alpha. 1343 Ἀμφιλογῆσαι· ἀντειπεῖν. alpha. 1344 Ἀμφιλαφία· ἀμφοτέρωθεν βοήθεια. alpha. 1345 Ἀμφιλαφήσ· μεγάλη· οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἔστιν. alpha. 1346 Ἀμφιλαφῆ κακά9· ξένως εἴρηται Αἰσχύλῳ Νεανίσκοις (fr. 91 M.)· πρὸς δ' ἐπὶ τοῖς ἀμφιλαφῆ πήματ' ἔχων ἀθανάτων. alpha. 1347 Ἀμφίκοροσ· ὁ μέσος τῶν τριῶν ἀδελφῶν. alpha. 1348 Ἀμφίκουρον· τὸν ἀμφοτέρωθεν κεκαρμένον κορμὸν Σοφοalpha. 1348 κλῆς εἴρηκεν (fr. 821 R.). alpha. 1349 Ἀμφίμα λον· ἀμφίμιτον. ἀπὸ τοῦ μιτώσασθαι. περὶ ὃ τὸν μίτον εἱλοῦσιν ἐν τῷ μιτοῦσθαι. Φερεκράτης Ἀγρίοις (fr. 1 Dem.). alpha. 1350 Ἀμφιμάσχαλος χιτών· δύο χειρῖδας ἔχων· καὶ γὰρ τὰς χειρῖδας μασχάλας ἐκάλουν. ὃς ἦν τῶν ἐλευθέρων. ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε καὶ διὰ τοῦτο 9ἑτερομάσχαλοσ ἐκαλεῖτο. ἦν δὲ τοιοῦτος, ἵνα γυμνῷ τῷ ὤμῳ εὐκολώτερον ἐργάζωνται. alpha. 1351 Ἀμφιμάτορασ (Eur. Andr. 466)· ἀμφοτέρους τοὺς γονεῖς ἔχοντας. alpha. 1352 Ἀμφιμήτωρ· ὁ ὁμοπάτριος μέν, οὐχ ὁμομήτριος δέ. alpha. 1353 9† Ἀμφιματῶσαι† 9· ἀποδῦσαι. alpha. 1354 Ἀμφιμήτρια· τὰ μετὰ τὴν τρόπιν τῆς νεὼς ἐξ ἑκατέρου μέρους ἐπιτιθέμενα. alpha. 1355 Ἀμφίμιλλον· ὃ περὶ τὸν μίτον εἱλοῦσιν ἐν τῷ μιτοῦσθαι. alpha. 1356 9Ἄμφιον· ἱμάτιον, ἔνδυμα. alpha. 1357 Ἀμφιορκία· ἐπειδὰν ὅ τε διώκων καὶ ὁ φεύγων ὀμνύωσι. πολλῶν δὲ κλοπῆς ἔγκλημά τισιν ἐπιφερόντων, ἐπειδὴ τοῦτο πολλάκις ὤφθη μάτην γινόμενον, ἔθεντο Ἀθηναῖοι νόμον κατὰ τῶν ἀπαγόντων εἰς δεσμωτήριόν τινας ἐπὶ δίκῃ κλοπῆς χιλίας διδόναι δραχμὰς τοὺς ἁλόντας. ἀλλὰ καὶ τοὺς οὐσίαν ἀπογράψαντας τῶν πολιτῶν τινος ὡς τῷ δήμῳ προσήκουσαν, εἰ συκοφαντοῦντες ἁλοῖεν, καὶ οὗτοι χιλίαις ἐζημιοῦντο. alpha. 1358 Ἀμφιπλίξ (Soph. fr. 539 N. 2† 596 R.)· ἀμφιβάδην. τὸ περιεχόμενον ὑπὸ τῶν ποδῶν· πλὶξ γὰρ τὸ βῆμα. alpha. 1359 Ἀμφίπολισ· πόλις ἐστὶ τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλοῦντο. φασὶ δέ τινες αὐτὴν Ἀμφίπολιν ὠνομάσθαι διὰ τὸ περιοικεῖσθαι τὸν τόπον. alpha. 1360 Ἀμφίπολοσ· θεράπαινα, τουτέστιν ἡ περὶ τὸν θάλαμον ἢ τὴν οἰκίαν πολουμένη, ὅ ἐστιν ἀναστρεφομένη καὶ περιέπουσα. alpha. 1361 Ἀμφίπρυμνος λόγοσ· Εὐριπίδης (fr. 955d Snell)· ὡς ἀμφιπρύμνω δύο μ' ἐλέγχετον λόγω. alpha. 1362 Ἀμφιρύτη· περιρρεομένη κύκλῳ. alpha. 1363 Ἀμφιπλήκτοισ (fr. trag. adesp. novum)· ἀμφιθαλασσίοις, ἑκατέρωθεν πλησσομέναις ὑπὸ θαλάσσης. λέγει δὲ τὸν Ἰσθμόν. alpha. 1364 Ἀμφίσβαινα· ὄφις ὁ καὶ ἐπὶ τῆς οὐρᾶς κεφαλὴν ἔχων. Πελαργοῖς Ἀριστοφάνης (fr. 18 Dem.). alpha. 1365 Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν· ὅταν τελευτήσας τις ἄπαις εἶναι δοκῇ, φάσκῃ δέ τις ἑαυτὸν ἐκείνου υἱόν, οὗτος ἀμφισβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντος ἑαυτὸν μὴ εἰσάγοι, λέγοι δὲ ἄλλως κατὰ γένος αὐτῷ προσήκειν τὸν κλῆρον, παρακαταβάλλειν αὐτὸν οἱ νόμοι κελεύουσι. πλὴν ἀμφότερα ἐπ' ἀντιλογίας τάσσεται. alpha. 1366 Ἀμφισβητεῖν· μὴ συμφωνεῖν, ἀλλ' οἷον χωρὶς βαίνειν καὶ ἀμφιβάλλειν. alpha. 1367 Ἀμφισβητήσιμον· Πλάτων εἶπεν (σοπη. 231ε, αλ.) καὶ ὁ Θεόπομπος (FGrHist 115 F 313), μφισβητήτου9 δὲ Θουκυδίδης (6, 6, 2), μφισβήτησισ δὲ Δημοσθένης (18, 131, al.). alpha. 1368 9Ἄμφι σα· πόλις ἐστὶ τῆς Λοκρίδος. Ἄμφι σα δὲ ὠνομάσθη διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν. alpha. 1369 Ἀμφιστεφέεσ (Λ 40)· πάντοθεν πλήρεις, περιπεπλεγμέναι ἀλλήλαις. alpha. 1370 Ἀμφίταποι· τάπητες ἀμφίμαλλοι. alpha. 1371 Ἀμφὶ τὸ λυκόφωσ· περὶ τὴν αὐγήν. alpha. 1372 Ἀμφιτρυχῆ9· κατερρωγότα. alpha. 1373 Ἀμφίσβατα· τὰ ἀμφισβητήσιμα. Ἑλλάνικος (FGrHist 4 F 193). alpha. 1374 Ἀμφιφορεῖα· ἀγγεῖα. alpha. 1375 Ἀμφιφορεῦσι (β 290)· κεραμίοις, ἀμφορεῦσιν. alpha. 1376 Ἀμφι τορεσ· οἱ ἀπὸ τοῦ αὐτοῦ πατρός, ἑτέρας δὲ μητρός. alpha. 1377 Ἀμφὶ τὰ στρατεύματα δαπανᾶν· καινὸς ὁ λόγος καὶ διεσχηματισμένος· ἦν γὰρ τὸ κατὰ φύσιν εἰπεῖν εἰς τὰ στρατεύματα δαπανᾶν. εἴποις δ' ἂν καὶ οὕτως· περὶ ἀθλητὰς δαπανᾶν, περὶ ἑταίρασ πᾶν ὅ τι ὅμοιον. οὕτως Ξενοφῶν (An. 1, 1, 8) καὶ Φρύνιχος (Praep. soph. 49, 18 cf. 49, 1). alpha. 1378 Ἀμφίχυτον (ψ 145)· περικεχωσμένον. alpha. 1379 9Ἄμφοδον· δίοδον, ῥύμην. alpha. 1380 Ἀμφορεαφόρουσ· τοὺς μισθίους τοὺς τὰ κεράμια φέροντας. καὶ μφορεαφορεῖν Ἀριστοφάνης (fr. 299, 3 K.), μφορείδιον δὲ καὶ μφορείδια ὁ αὐτός (Pac. 202. Eccl. 1119). καὶ μφορίσκον Μάγνης (fr. 1 Dem.). alpha. 1381 Ἀμφορεῖσ (Ar. Nub. 1203)· κέραμοι. καὶ μφορεύσ· ἀγγεῖον, μέτρον, κεράμιον. alpha. 1382 Ἀμφότερα· ἀντὶ τοῦ κατ' ἀμφότερα. Θουκυδίδης (1, 13, 5). alpha. 1383 Ἀμφοτερόπλουν· ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαι† ποιῶν† κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. οὕτως Δημοσθένης (56, 6). alpha. 1384 9Ἄμφω τὼ χεῖρε· ἀμφοτέρας τὰς χεῖρας. alpha. 1385 Ἀμφοτέρως εἰπεῖν, ὁποῖόν τί ἐστι τοῦτο· Πλάτων ἔφη. alpha. 1386 Ἀμφορῆ9· τὸ δυϊκὸν συναλείφοντες οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ ἀμφορέε καὶ τὰ ἄλλα ὁμοίως. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (282)· ἀλλ', ὦ περικαλλῆ Θεσμοφόρω, δέξασθέ με. Πλάτων Μετοίκοις (fr. 6 Dem.)· ὧδ' ἀναισχυντοῦντε τὼ μιλτηλιφῆ. Διῒ Κακουμένῳ fr. 4 Dem.)· τὼ προσεμφερῆ τὴν σοφίαν. οὕτω Τηλεκλείδης Ἡσιόδοις (fr. 2 Dem.) καὶ οἱ λοιποί. alpha. 1387 Ἀμφώβολα· τὴν διὰ τῶν σπλάγχνων μαντείαν. Σοφοκλῆς (fr. 910 N. 2† 1006 ρ.). alpha. 1388 Ἀμφώτιδασ, οὐκ ἀμπώτιδας· τὰς περὶ τὰ ὦτα. alpha. 1389 Ἀμφιφόων· πλακοῦς τις Ἑκάτῃ καὶ Ἀρτέμιδι φερόμενοςδᾳδία ἐν κύκλῳ περικείμενα ἔχων. Φιλόχορος ἐν τῇ Περὶ ἡμερῶν (FGrHist 328 F 86)· ἓξ ἐπὶ δέκα· καὶ τοὺς καλουμένους δὲ νῦν ἀμφιφῶντας ταύτῃ τῇ ἡμέρᾳ πρῶτον ἐνόμισαν οἱ ἀρχαῖοι φέρειν εἰς τὰ ἱερὰ τῇ Ἀρτέμιδι καὶ ἐπὶ τὰς τριόδους· ταύτῃ γὰρ συμβαίνει περικαταλαμβάνεσθαι τὴν σελήνην πρὸς ταῖς δυσμαῖς ὑπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου. alpha. 1390 9Ἄμφω· ἀμφότεροι καὶ ἀμφοτέρους· καὶ αἱ πλάγιοι μφοῖν. alpha. 1391 Ἀμωσγέπωσ· ὁπωσδήποτε, ἔν γέ τινι, καθ' ὁντιναοῦν τρόπον. λέγεται δὲ καὶ μηγέπη· καθ' ἕνα τινὰ τρόπον. καὶ μόθεν· ἐξ ἑνός γέ τινος τρόπου ἢ τόπου. καὶ μουγέπου9· ἐν ἑνί γέ τινι τόπῳ ἢ τρόπῳ, ἀλλὰ καὶ μοιγέπη. alpha. 1392 Ἀμῶσιν· θερίζουσιν. alpha. 1393 9Ἄνα· ἄναξ. ἢ ἄνω. ἢ ἀνάστηθι. ἢ ἐνέργει. καὶ ἄνα· ἄνυσις. alpha. 1394 Ἀναβάτησ· ἵππος ὀχευτής. alpha. 1395 Ἀναβαλλίδασ· ταινίας. ἢ σφαίρας. alpha. 1396 Ἀνάβαλλε (τ 584)· ἀναβολὴν δίδου. καὶ ναβάλλου9. alpha. 1397 Ἀναβάδην καθῆσθαι· {ἢ τὸ μετέωρον καθέζεσθαι. alpha. 1398 Ἀναβαλοῦ9· περισπῶσιν οἱ Ἀττικοί. alpha. 1399 Ἀναβάλλεσθαι τὸ ἱμάτιον, οὐ περιβάλλεσθαι λέγουσιν. alpha. 1400 Ἀναβάλλειν· ἀντὶ τοῦ ἀναβολὰς καθίστησιν. alpha. 1401 Ἀναβασμοί9· διὰ τοῦ σ λεκτέον καὶ οὐ διὰ τοῦ θ· ἀμαθῶν γὰρ τὸ οὕτως λέγειν δέον ἀναβασμοὶ καὶ βασμοί· τὰ γὰρ διὰ τοῦ θ ὀνόματα Ἰάδος μᾶλλον· μηνιθμός, κηληθμός. καὶ ἄλλος οὐδεὶς ἂν εὑρεθείη ποιητὴς ἢ ῥήτωρ ἢ ἱστοριογράφος. ῥητέον οὖν μόνως διὰ τοῦ σ, ὡς Ἀριστοφάνης (fr. 46 Dem.)· ἐκ τῶν ἀναβασμῶν ἀπίασιν. alpha. 1402 Ἀναβεβαμένοι· ἀντὶ τοῦ ἀναβάτην ἔχοντες. οὕτω Ξενοφῶν (Hipparch. 1, 4). alpha. 1403 Ἀναβέβρυχεν· ἀναπηδᾷ, ἀναβρύει, ἀναβλύζει. alpha. 1404 Ἀναβεβρασμένη· ἀνακεκινημένη. Ἀριστοφάνης Ἀναγύρῳ (fr. 5 Dem.† CGFP 56, 67ƒ8)· τήνδε ἕωλον ἀναβεβρασμένην. alpha. 1405 Ἀνάβηθι καὶ νάβα· ἑκατέρως λέγουσι. καὶ κατάβηθι καὶ 9 νάστηθι καὶ νάστα, καὶ νίστω καὶ νίστασο, καὶ τὰ ὅμοια. alpha. 1406 Ἀναβήσομαι· Δημόκριτος (68 B 144a D. K.) ἀντὶ τοῦ ἐπανελεύσομαι ἐξ ἀρχῆς. δηλοῖ δὲ καὶ τὸ ἀναχωρῆσαι. Ὅμηρος δὲ (cf. a 210) τὸν ἐπὶ τὴν Τροίαν πλοῦν ἀνάβασιν λέγει. alpha. 1407 Ἀναβιβῶμαι· ἀντὶ τοῦ ἀναβιβάσομαι. Ἀμειψίας (fr. 30 K.). alpha. 1408 Ἀναβιῴην καὶ ναβιούσ· Ἀριστοφάνης ἔφη (Ran. 177 et fr. 742 K.), ναβεβίωκα δὲ Εὐριπίδης (fr. 955e Snell fr. 131 K.) καὶ ναβεβιῶσθαι Σαννυρίων (fr. 3 Dem.). alpha. 1409 Ἀναβιώσκεσθαι (Pl. Phaed. 71e)· ἀναζῆν. alpha. 1410 Ἀναβιώσκειν· τὸ ἀναβιοῦν. καὶ ναβιῶσαι λέγουσιν. alpha. 1411 Ἀναβοθρεύουσιν· ἀναμοχλεύουσιν. alpha. 1412 Ἀναβόλιμοι δίκαι· αἱ διά τινα πολιτικὴν περίστασιν εἰς ὑπέρθεσιν ἐμπίπτουσαι. alpha. 1413 Ἀναβολή9· προοίμιον διθυραμβικοῦ ᾄσματος. Εὔπολις Βάπταις (fr. 5 Dem.)· αὔλησον αὕτη κύκλιον ἀναβολήν τινα. alpha. 1414 Ἀναβλυσθωνῆσαι· τὸ ἀναβλύσαι. Εὔπολις Δήμοις (fr. 105 K.). πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παρόντες. alpha. 1415 Ἀναβράσσουσιν· ἀναδιδοῦσιν. alpha. 1416 Ἀναγαγών· ἀντὶ τοῦ ἀπαγαγών. Ξενοφῶν (Cyr. 7, 1, 45). alpha. 1417 Ἀνάγειν· τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ' ἐκεῖνον ἰέναι. οὕτως Λυσίας (fr. 62 S.) καὶ Δείναρχος (fr. 8, p. 147, 1 C.). alpha. 1418 Ἀναγεῖσ· διὰ μὲν τοῦ α τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. οὕτως Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (110). alpha. 1419 Ἀναγινωσκομένουσ· ἀντὶ τοῦ ἀναπειθομένους. οὕτως Ἀντιφῶν (2 β 7), Ἰσαῖος (fr.

Intertext edge

Open linked passage

Note