Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
182.1.1
K.). alpha. 3092 Ἀτίθασον· ἀνήμερον. alpha. 3093 9Ἄτιμοσ· λέγεται μὲν ὁ ἀπεστερημένος τῆς ἐπιτιμίας, ὥστε μήτε βουλεύειν μήτε δικάζειν μήτε τὰ κοινὰ πολιτεύεσθαι. Δημοσθένης δὲ τὸν ἀτιμώρητον ἄτιμον εἶπεν (9, 42), οἷον τὸν τοῦ τιμήματος καὶ τῆς καταδίκης ἀφειμένον. alpha. 3094 Ἀτίμητος ἀγὼν καὶ τιμητόσ· ἀτίμητος μὲν ὁ μηδὲν ἐκ τῶν νόμων ἔχων ὡρισμένον τίμημα, ἀλλὰ τῇ τῶν δικαστῶν γνώμῃ ἰθυνόμενος. τιμητὸς δὲ ὁ ἐκ τῶν νόμων ἔχων ὡρισμένον τὸ τίμημα. alpha. 3095 Ἀτιμαγέλησ· ὁ ἀποστάτης τῆς ἀγέλης ταῦρος. οὕτω Σοφοκλῆς (fr. 922 N. 2† 1026 R.). alpha. 3096 9Ἄτιμοσ· ἰδίως Δημοσθένης (9, 42) τὸν ἀτιμώρητον λέγει, τουτέστιν ὃν ἄν τις ἀποκτιννὺς ἔστι καθαρὸς αἰτίας· ὁ οἷον τὸν ἄτιμον ἀνελών. alpha. 3097 Ἀτίμωσισ· Λυσίας εἴρηκε (fr. novum) καὶ τιμοσύνην Σοφοκλῆς (fr. 1026a R.) καὶ ἀτιμῶν Δημοσθένης (45, 84), ἀντὶ τοῦ ἀτιμάζων. τιμοῦντι Φρύνιχος (fr. νοῃυμ)· τιμοῦντι καὶ ἀτιμοῦντι τοὺς βελτίονας. τιμώσαντεσ δὲ Θεόπομπος (fr. novum)· αἰσχρῶς ἀτιμώσαντες ἐξελαύνετε. alpha. 3098 Ἀτιμώρητοσ· ἀβοήθητος {ἢ θαυμαστός. ἔστι δ' ὅτε καὶ ὁ μὴ διδοὺς τιμωρίαν. alpha. 3099 Ἀταλάντη· τριήρης τις ἦν ὀνομασθεῖσα ἀπὸ Ἀταλάντης, ἥτις ἦν ὀξυτάτη δραμεῖν. ἢ ὅτι ἰσόζυγος ἦν, ὡς Διῒ μῆτιν ἀτάλαντον (B 169). alpha. 3100 Ἀτλήτῳ9· ἀνυπομονήτῳ. alpha. 3101 Ἀτμίσ· ἀναθυμίασις, ἄκρον πυρός. alpha. 3102 Ἀτμῶν· ἀναθυμιάσεων. alpha. 3103 9Ἄτομα· λεπτότατα. alpha. 3104 9Ἄτοπον· ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξένον, κακόν, μοχθηρόν. καὶ ὃ μὴ ἔχει τόπον. καὶ ἀνυπονόητον, ὃ μὴ ἔστι τοπάσαι. alpha. 3105 9Ἄτοπον· οὐ τὸ πονηρῶς ἔχον καὶ φαύλως, ἀλλὰ τὸ ξένον καὶ ἰδιάζον. καὶ τόπωσ τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως· ἀτόπως καθίζων καὶ οὐδὲ γιγνώσκειν δοκῶν φησὶ Φερεκράτης (fr. 163 K.). alpha. 3106 9Ἄτομον· ἀντὶ τοῦ ἄτμητον. σημαίνει δὲ καὶ τὸ καθ' ἕκαστον. alpha. 3107 Ἀτοπωτάτη· Φερεκράτης (fr. novum). alpha. 3108 9Ἄτρακτον· βέλος μεταφορικῶς. alpha. 3109 Ἀτραπίζειν· βαδίζειν ἢ ὁδοιπορεῖν. οὕτω Φερεκράτης (fr. 26 K.). alpha. 3110 Ἀτραπούσ· ὁδοὺς τετριμμένας. alpha. 3111 Ἀτρέα· καὶ καθόλου τὰς ἀπὸ τῶν εἰς ευς συμφώνῳ παραληγομένων αἰτιατικὰς μηκύνουσι, τὰς δὲ διὰ καθαροῦ τοῦ ευ συναιροῦσι· Χοᾶ καὶ Μηλιᾶ καὶ Σουνιᾶ. Ἴωνες δὲ συστέλλουσι τὰς προτέρας. Ἀτρέα καὶ Πηλέα βραχέως λέγοντες· διὸ καὶ παρὰ τοῖς τραγικοῖς οὐκ ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰς ἀπὸ τῶν εἰς ης ὁμοίως· τὸ γὰρ συστέλλειν Ἰακόν. Ἀριστοφάνης. alpha. 3112 Ἀτρέως ὄμματα· οἱονεὶ ἄτρεπτα καὶ σκληρά. εἴρηται δὲ ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέ στου συγκόψας καὶ ἑψήσας δειπνοῦντι παρέθηκε τῷ πατρί, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι. alpha. 3113 Ἀτρεκεῖ9· ἀληθεῖ, ἀκριβεῖ. alpha. 3114 Ἀτρεκέσ· ἀληθές, ἀκριβές. alpha. 3115 Ἀτρέμασ· ἠρέμα. λέγουσι καὶ τρεμεῖν. 9 alpha. 3116 Ἀτρεμία· ἡσυχία. alpha. 3117 Ἀτρεμίζων· ἑδράζων. alpha. 3118 Ἀτρείδαιν· τὴν γενικὴν περισπᾶν ἀξιοῦσιν οἱ ἀναλογικοί, τὴν δὲ δοτικὴν βαρυτονεῖν. alpha. 3119 9Ἄτριψ· ὁ οὐκ ἐντριβής τινι πράγματι. alpha. 3120 Ἀτριβὴς φροντὶσ λέγουσιν. alpha. 3121 9Ἄτρυτοσ· ἀκαταπόνητος. alpha. 3122 9Ἄτρυτον λῆμα· τὸ μὴ τρυόμενον μηδὲ κάμνον· τρύειν γὰρ καὶ τρύεσθαι τὸ κάμνειν. alpha. 3123 Ἀτρύφεροσ· ἔστιν ἡ λέξις ἐν Βάπταις Εὐπόλιδος (fr. 69 K.)· ὅτι οὐκ ἀτρύφερος οὔτ' ἄωρός ἐστ' ἀνήρ. alpha. 3124 αττα· τινὰ ἢ ἅτινα. ἢ παραπλήσιον ἢ ὀλίγα. Δημοσθένης (19, 304) ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. alpha. 3125 αττα· σημαίνει δʹ· ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι (fr. 27 Th.), ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς (4, 50). ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. alpha. 3126 αττα· σημαίνει μὲν ἡ φωνή, ὁπότε ψιλοῦται, τὸ τινὰ ἢ καὶ τὸ ὀλίγα. ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσι. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον. παραλαμβάνεται δὲ καὶ τοῦ πότε καὶ τοῦ πηνίκα καὶ τῶν ὁμοίων. alpha. 3127 Ἀτταγᾶσ· ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν. καὶ αἱ πλάγιοι ἀτταγᾶ καὶ ἀτταγᾶν. καὶ τὸ πληθυντικὸν οἱ ἀτταγαῖ. alpha. 3128 Ἀττάραγοι· αἱ ψίχες ὑπὸ τῶν Ἀττικῶν καλοῦνται. οἱ δὲ τὴν ἐπὶ τῶν ἄρτων ὑπὸ τοῦ πυρὸς ἐπανισταμένην φλύκταινάν φασιν οὕτω λέγεσθαι. alpha. 3129 9Ἄττεσθαι· ὃ ἡμεῖς διάζεσθαι. Ἕρμιππος Ἀθηνᾶς γοναῖς (fr. 2 K.)· ἀπὸ τῆς τραπέζης τουτονὶ τὸν στήμονα ἄττεσθ' ἐπινοῶν. alpha. 3130 9Ἄττισ· παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. alpha. 3131 9Ἄττιν, οὐχὶ Ἄττια. Δημοσθένης (18, 260). alpha. 3132 Ἀττέλαβοσ· ἀκρίς τις. alpha. 3133 9Ἄττει· πηδᾷ, ἅλλεται. alpha. 3134 Ἀττικισμόσ· ἡ πρὸς πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια, ὡς Λακωνισμὸς ἡ πρὸς Λάκωνας. alpha. 3135 Ἀττικόσ· τοῦτο τιθέασιν ἐπὶ τοῦ Ἀθηναῖος. alpha. 3136 Ἀττικοῖς γράμμασιν· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας (59, 76) ἀντὶ τοῦ τοῖς παλαιοῖς· τὴν γὰρ τῶν κδʹ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. alpha. 3137 Ἀττικουργέσ· τὸ εἰργασμένον τὸν Ἀττικὸν τρόπον· οὐ μόνον ὑποδήματα καὶ σκεῦος, ἀλλὰ καὶ ῥήματα καὶ εἴ τι ἄλλο. ττικουργῆ9 φησι Μένανδρος (fr. 829 K.. TH). alpha. 3138 Ἀττικωνικόσ· ἡ τοιαύτη παραγωγὴ τῶν ὀνομάτων παρὰ τοῖς Ἀθηναίοις ἱκανῶς λέγεται. Ἀριστοφάνης Ὁλκάσι (fr. novum). alpha. 3139 Ἀττικὴ φωνή9· Πλάτων εἶπεν (Crat. 398d), ττίκισισ δὲ Κηφισόδωρος (fr. novum) καὶ ττικουμένη Λεύκων (fr. novum) καὶ Ἀττικηρῶσ ἐπιρρηματικῶς ἀντὶ τοῦ Ἀττικῶς Ἄλεξις (fr. 213,

Intertext edge

Open linked passage

Note