Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
195.1.1
μνημονεύει. ἄλλος δέ ἐστιν ὁ Θετταλός, περὶ οὗ ἐν τῷ κατὰ Ἀριστοκράτους λέγει (23, 120). ἄλλος δέ ἐστιν ὁ Μολοττός, ἀδελφὸς Ὀλυμπιάδος τῆς γυναικὸς Φιλίππου· μνημονεύει δὲ καὶ τούτου Δημοσθένης ἐν ἑβδόμῳ Φιλιππικῶν (7, 32), καὶ γνήσιος ὁ λόγος. alpha. 917 9Ἅλας ἄγων καθεύδεισ· ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων· ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος τὴν ἀντλίαν ἐπαναβῆναι καὶ ἐκτῆξαι τοὺς ἅλας. ἔνθεν ἡ παροιμία. alpha. 918 Ἀλέξειν· ἀποτρέπειν. alpha. 919 Ἀλεξίκακον· κακίας καθαρτικὸν καὶ θεραπευτικόν. alpha. 920 Ἀλεξίλογα· οὕτω τὰ γράμματα κέκληκε Κριτίας ὁ τύραννος (88 B 2, 10 D.. K). alpha. 921 Ἀλεξήματα· τὰ βοηθήματα. alpha. 922 Ἀλεξητῆρα· βοηθόν. alpha. 923 Ἀλεξήσοντα (109)· βοηθήσοντα. alpha. 924 Ἀλεξιφάρμακον· ἀντιφάρμακον. alpha. 925 Ἀλεξιφάρμακα· ἀλεξιτήρια φαρμάκων. Μένανδρος Παιδίῳ (fr. 313 K.. TH)· Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ λέγων ἀλεξιφάρμακα. alpha. 926 9† Ἀλέοιμι† 9· ἀντὶ τοῦ† θερμαίνοιμι†. Ἀριστοφάνης (Eccl.