Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ὁμήρῳ δὲ τὰ ἑαυτοῦ (β 258)· τὰ ἃ πρὸς δώμαθ' ἕκαστος. τάσσεται δὲ τὸ ἅ καὶ ἀντὶ τοῦ ὧν, ὡς καὶ παρ' Εὐριπίδῃ ἐν Μηδείᾳ (758)· πράξασ' ἃ μέλλω καὶ τυχοῦσα ἃ βούλομαι. οὕτως δὲ καὶ Σοφοκλῆς λέγων (OC 1106)· αἰτεῖς ἃ τεύξῃ. εἰ δὲ ψιλωθείη περισπασθέν, τὸ νῦν σημαίνει, βρα χέως δὲ καὶ ψιλῶς σημαίνει ἀπόφασιν ἀρνητικήν. οὕτως μὲν εἰ μονοσύλλαβος ἡ λέξις οὖσα καθ' ἑαυτὴν αὐτοτελῆ παριστᾷ διάνοιαν, ὡς μέρος δὲ παραλαμβανόμενον λέξεως τὸ α δηλοῖ μὲν καὶ στέρησιν, ὥσπερ τὸ ἄνανδρον, ἄκακον, δηλοῖ δὲ καὶ τὸ μέγα, ὡς τὸ ἀχανὲς πέλαγος, ἀλλὰ καὶ τὸ πολύ, ὡς τὸ ἐν ἀξύλῳ ὕλῃ (Λ 155), καὶ τὸ ὁμοῦ, ὡς τὸ ἀδελφός, ὁ ἐκ τῆς αὐτῆς δελφύος ἤτοι μήτρας, καὶ τὸ κακόν, ὡς τὸ ἀμήχανε (14), ἀντὶ τοῦ κακομήχανε, καὶ τοιαῦτα ἕτερα. alpha. 2 ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἀναφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ, ὥς φησι Διογενιανός (fr. 1 Schmidt). alpha. 3 ἄ α· σύστημα ὕδατος. alpha. 4 Ἀαγέσ· ἄθραυστον, ἰσχυρόν. alpha. 5 Ἀαδεῖν· ὀχλεῖν, ἀπορεῖν, ἀδικεῖν, ἀσιτεῖν. alpha. 6 Ἀάλιον· ἄτακτον, ἀκρατές. alpha. 7 Ἄαπτον· ἰσχυρόν, βαρύ, χαλεπόν. οἱ δὲ ἄπληστον. καὶ χεῖρας ἀάπτους (A 567) μεγάλας, ἀπροσπελάστους, ὧν οὐχ ἅψαιτό τις. εἰ δὲ ψιλωθείη, τὰς ἀπτοήτους. οἱ δὲ ἄαπτον ἄπειρον, ἀπέραντον. alpha. 8 Ἀάπτουσ· οἱ μὲν δασύνοντες τὸ δεύτερον α ἀκούουσιν ἀπροσπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλοῦντες† ἀπράκτους†. οἱ δὲ τὰς ἀνεκφεύκτους καὶ χαλεπάς. Ἀπίων δὲ (fr. 1 N.) δασύνει· βούλεται γὰρ ἀποδιδόναι· ὧν οὐκ ἄν τις ἅψαιτο, ἢ τὰς πολλοῖς προσπελαζούσας. alpha. 9 Ἀᾶσαι· τέσσαρα σημαίνει· κορέσαι, καθυπνῶσαι, βλάψαι, λυπῆσαι. alpha. 10 Ἀασάμην· ἥμαρτον, ἐσφάλην, ἐβλάβην, οἷον ἄτῃ περιέπεσον. alpha. 11 Ἄασαν· ἔβλαψαν. alpha. 12 Ἀάσατο· ἠγνόησεν, ἥμαρτεν, ἐφθόνησεν. alpha. 13 Ἀᾶσθαι· λωβᾶσθαι, κακοῦν. alpha. 14 Ἀασίφρων· φρενοβλαβής. καὶ ἀασιφρονία· ἡ φρενοβλάβεια. οἱ δὲ κοιμωμένας φρένας ἔχων. alpha. 15 Ἄατον· μέγα, ἀκόρητον, πονηρόν. οἱ δὲ ἄβλητον, οἱ δὲ ἄτονον. alpha. 16 Ἄατοσ· ἀβλαβής. ἐνίοτε δὲ ὑπεραποφατικῶς· οὗ μὲν δὴ ἄεθλος (χ 5). alpha. 17 Ἄατοσ· ἐπιβλαβής. ἔνιοι ἀπλήρωτον, οἱ δὲ μέλανα. alpha. 18 Ἀβακέωσ· ἀσυνέτως. alpha. 19 Ἀβακηνούσ· τοὺς γυναικὶ μὴ ὁμιλήσαντας. alpha. 20 Ἀβακήμων· ἀσύνετος, ἄλαλος, ἄφθογγος. alpha. 21 Ἀβακῆσαι· ἁμαρτῆσαι, δυσκωφῆσαι. alpha. 22 Ἀβάκησαν· ἠγνόησαν καὶ ἠσυνέτησαν. οἱ δὲ ἡσύχασαν. alpha. 23 Ἀβάκητον· ἀνεπίφθονον. alpha. 24 Ἄβακτον καὶ ἄβυκτον· τὸν μὴ μακαριστόν. Δωριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ. alpha. 25 Ἀβάκιον· ἐφ' οὗ ἐκύβευον καὶ ἐφ' οὗ τοὺς λογισμοὺς ἐποιοῦντο. alpha. 26 Ἀβάλε· εἴθε· ἀβάλε [...]. alpha. 27 Ἄβαλεν· ἔβαλεν. alpha. 28 Ἄβαπτοσ· ἀστόμωτος. alpha. 29 Ἄβαρισ· ὄνομα κύριον· λοιμοῦ γάρ, φασί, κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος, ἐν ᾧ παραγέγονε, διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν τρίτην αὐτὸν Ὀλυμπιάδα λέγει FGrHist 568 F 4) παραγενέσθαι, ὁ δὲ Πίνδαρος (fr. 270 Snell) κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν εἰκοστὴν καὶ πρώτην Ὀλυμπιάδα. alpha. 30 Ἀβασάνιστοσ· ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας τρίτῳ λόγῳ (fr. 9 Hercher) τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης. alpha. 31 Ἄβατον· ἱερόν, ἀπρόσιτον, ἔρημον. alpha. 32 Ἄβατος ὁδόσ· ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοιπορεῖν. alpha. 33 Ἀβδέλυκτα· τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι (fr. 137 N. 2† 230 M.)· καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτα ἐμοὶ τάδε. alpha. 34 Ἀβέβηλοσ· καθαρός. καὶ ἀβέβηλα· τὰ ἄβατα χωρία καὶ ἱερὰ alpha. 34 καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς (οξ 10). alpha. 35 Ἀβελτερία· ἀνοησία. καὶ ἀβέλτεροσ· ὁ ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων. alpha. 36 Ἀβέλτεροσ· οὐ μὰ Δία οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλ' ὁ ἀνόητος καὶ εὐήθης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ (fr. 1b K. Th.† 3 Sandbach)· ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ' ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος ἐπαβελτερώσας τὸν πάλαι ἀβέλτερον. λέγουσι δὲ καὶ† ἀβελτήριον τὴν ἀβελτηρίαν†. Ἀναξανδρίδης Ἑλένῃ (fr. 12 K.)· ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγειν. ὦ Ἡράκλεις, ἀβελτηρίου† τεμνικοῦ†. ἀλλ' οὐδ' ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις. alpha. 37 Ἄβιοσ· ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων βίας. καὶ Ἄβιοι· οἱ νομάδες παρ' Ὁμήρῳ (N 6), οἷον οἱ τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ μέντοι Εὐριπίδης (Ion. 764) ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατ' ἐπίτασιν τοῦ α ἄβιος λέγεται παρὰ τοῖς παλαιοῖς. alpha. 38 Ἄβιοσ· Ἀντιφῶν (87 B 43 D.. K) ἐπὶ τοῦ πολὺν βίον τάττει κεκτημένου, ὥσπερ καὶ Ὅμηρος (Λ 155) τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον. alpha. 39 Ἀβίωτον· κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον ζωῆς· ἀβίωτον γὰρ αὐτῷ, φησί, τὸν βίον διέθηκεν (incerti auctoris). alpha. 40 Ἀβλεπτήματι· ἁμαρτήματι. alpha. 41 Ἀβλήδην· ἐνδόσιμον. alpha. 42 Ἀβληχρήν· ἀσθενῆ· βληχρὸν γὰρ τὸ ἰσχυρόν. alpha. 43 Ἄβολοσ· ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας πῶλος. alpha. 44 Ἀβόλοις πώλοισ (Pl. Leg. 8, 834c)· τοῖς μηδέπω βεβληκόσιν ὀδόντας. alpha. 45 Ἀβουλεῖν· μὴ βουλεύεσθαι ἢ μὴ βούλεσθαι. Πλάτων (Reip. 4, 437c). alpha. 46 Ἀβούλητον κακόν· ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο. alpha. 47 Ἀβουλία· ἀπαιδευσία, ἄνοια, προπέτεια. alpha. 48 Ἀβούλωσ· ἀφρόνως, ἀμαθῶς, προπετῶς. alpha. 49 Ἁβρὰ βαίνων· θρυπτόμενος, βλακευόμενος. alpha. 50 Ἄβραι· νέαι δοῦλαι. οἱ δέ φασιν οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα λέγεται οὔτε ἡ εὔμορφος, ἀλλ' ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ (fr. 453 K. Th.)· μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν, τρέφει δὲ παλλακή τις τοῦ πατρὸς αὐτάς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη. Σικυωνίῳ (fr. 1 Sandbach)· {καὶ ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ' ἔχειν, ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει. Ἀπίστῳ (fr. 58 K. Th.)· ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἔσεσθαι ἄβραν. alpha. 51 Ἀβραμιαῖοσ· γιγαντιαῖος, ἱεροπρεπής. ἢ ἀπόγονος τοῦ Ἀβραάμ. alpha. 52† Ἁβροδιαίτη· τρυφερὰ ζωὴ καὶ ἁπαλὴ καὶ ἡδονῆς μεστή†. alpha. 53 Ἁβροδίαιτοσ· τρυφητής, τρυφερόβιος. καὶ ἁβρόσ· ὁ τρυφερὸς καὶ ἁπαλός. καὶ ἁβρὸς λειμὼν καὶ νοτερὸς καὶ εὐθαλής. alpha. 54 Ἀβροκόμασ· ὄνομα κύριον. σατράπης δ' ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως. alpha. 55 Ἁβρόσ· λαμπρός, τρυφερός, ἁπαλός. alpha. 56 Ἁβροσύνη· φαιδρότης. alpha. 57 Ἀβροτήμων· ἁμαρτωλός. alpha. 58 Ἁβρότητι· τρυφερότητι, ἁπαλότητι. alpha. 59 Ἄβροτον· ἄψυχον, ἀναίσθητον. alpha. 60 Ἁβροχίτων· ὁ τρυφερὰ φορῶν. alpha. 61 Ἁβρύνεται· κοσμεῖται, θρύπτεται, καυχᾶται. alpha. 62 Ἄβρωτοσ· ὁ νῆστις. alpha. 63 Ἄβυδοσ· ἐπὶ συκοφάντου τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. καὶ ἀβυδοκόμαι οἱ ἐπὶ τῷ συκοφαντεῖν κομῶντες. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶ οὐδενὸς ἀξίου. κωμῳδοῦνται δὲ Ἀβυδηνοὶ καὶ εἰς ἀκολασίαν. alpha. 64 Ἄβυθος φλυαρία· ἡ πολλή. alpha. 65 Ἀβύρβηλον· ἀναίσχυντον, ἀπεχθές, πολύ, μάταιον. οἱ δὲ δασὺ καὶ συρφετῶδες. alpha. 66 Ἀβυρτάκη· ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο. alpha. 67 Ἄβυσσοσ· ἡ πέρας μὴ ἔχουσα διὰ μέγεθος. ἔστι δὲ καὶ ἐν Ἄργει λίμνη οὕτω καλουμένη. alpha. 68 Ἀγαθά· ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει (An. 4, 4, 9). alpha. 6 Ἀγαθῆς Τύχης νεώσ· οὐκ ἄδηλον τὸ σημαινόμενον. alpha. 70 Ἀγαθὴ τύχη· τοῦτο προγραφόμενον οἴονταί τινες [...] ἔνιοι δὲ προστιθέασι τὸ καὶ θεός, ὡς Πλάτων ἐν τρίτῳ Νόμων (6, 757ε)· νῦν δὴ θεὸν καὶ τύχην ἀγαθὴν ἐν εὐχαῖς ἐπικαλούμεθα. καὶ Τιμοκλῆς (fr. 3 Dem.)· θεὸς μὲν δηλαδὴ ἀγαθὴ τύχη τ' ἔνεστιν. alpha. 71 Ἀγαθέστατε·† Εὐριπίδης† εἶπεν. alpha. 72 Ἀγαθὴ Τύχη· ἡ Νέμεσις καὶ ἡ Θέμις. alpha. 73 Ἀγάθαρχοσ· κύριον καὶ τοῦτο. ἦν δὲ ζωγράφος ἐπιφανής, Εὐδήμου υἱός, τὸ δὲ γένος Σάμιος. alpha. 74 Ἀγαθικά· τὰ σπουδαῖα. alpha. 75 Ἀγαθὸν τίνοσ· ἀντὶ τοῦ τίνος ἕνεκα. Μένανδρος (fr.
1.1.2
καὶ οἱἄλλοι Ἴωνες. alpha. 1140 9Ἁμαρτωλῶσ· ἐπιρρηματικῶς εἶπεν Εὔπολις (fr. 24 Dem.). alpha. 1141 9Ἁμαρτωλία· Ἀριστοφάνης (Pac. 415). alpha. 1142 9Ἁμαρτωλή9· Φρύνιχος εἶπε (TrGF 3 F 16c) καὶ Σοφοκλῆς (fr. 999 R.). alpha. 1143 9Ἁμαρτ ασ· ἀντὶ τοῦ ἁμαρτάδας Αἰσχύλος Ag. 1197) καὶ 9ἁμαρτήμων Πλάτων ἔφη (fr. 22 Dem.). alpha. 1144 9Ἁματροχιά9· ὁ τύπος τῶν τροχῶν. καίτοι τινὲς παρ' Ὁμήρῳ (422) τὰς συμπτώσεις τῶν τροχῶν ἀκούουσιν. alpha. 1145 Ἀμαυρά9· σκοτεινά· ὅθεν καὶ μαυρὸν τὸ μὴ διαφανές. alpha. 1146 Ἀμαυρόβιοι· Ἀριστοφάνης ἔφη (Av. 685). καὶ μαυροῦν Ξενοφῶν (Cyneg. 5, 4), καὶ μαυροῦσθαι Φίλιστος (FGrHist 556 F 71). μαυρὸν δὲ Ὅμηρος (δ 824)· εἴδωλον ἀμαυρόν. οὕτως καὶ Μένανδρος (fr. 727 K.. TH). alpha. 1147 Ἀμαυρόσ· θηλυκῶς Πλάτων Ἑλλάδι (fr. 1 Dem.)· αὐτὴ δ' ἀμαυρὸς ἀσθενής τ' ἐγιγνόμην. Εὐριπίδης δὲ ἀμαυρὰ γλῶσσα ἔφη (fr. 955a Snell). alpha. 1148 Ἀμαυροῖσ· Ἀριστοφάνης (fr. 40 Dem.)· σαυτὸν δ' ἀμαυροῖς, ὥστε λήσει τῷ χρόνῳ. alpha. 1149 9Ἄμαχον· δυσκαταμάχητον. Πίνδαρος (Ol. 13, 13)· ἄμαχον alpha. 1149 δὲ κρύψαι τὸ συγγενὲς ἦθος. alpha. 1150 9Ἄμαχοσ· ἀντὶ τοῦ μὴ μαχόμενος. Ξενοφῶν (HG. 4, 4, 9). καὶ Ἀμάχητοι οἱ μήπω μεμαχημένοι (Xen. Cyr. 6, 4, 14). alpha. 1151 9Ἄμαχον πνῖγοσ· τὸ ὑπερβάλλον κατὰ τὴν ἰσχύν, ὡς μηδὲ μαχέσασθαι πρὸς αὐτό. οὕτως Κρατῖνος (fr.