Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
215.1.1
K.). alpha. 2811 Ἀριστερεών· φυτὸν ἐπιτήδειον εἰς τοὺς καθαρμούς. alpha. 2812 9† Ἀρίφατος† 9· ὁ ἐν πολέμῳ ἀποθανών. alpha. 2813 Ἀριστερόσ· ὁ ἀμαθὴς καὶ τῷ δεξιῷ ὑπεναντίος. alpha. 2814 Ἀριστίνδην· κατ' ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων† νομοθετῶν†. alpha. 2815 Ἀριστεύσ· ὄνομα κύριον. alpha. 2816 Ἀριστίων· ὡσαύτως· ἔστι δὲ Σάμιος μὲν ἢ Πλαταιεύς, ἐκ μειρακυλλίου δὲ ἑταῖρος Δημοσθένους. alpha. 2817 Ἀρκάδας μιμούμενοσ· παροιμία, ᾗ κέχρηται Πλάτων ἐν Πεισάνδρῳ (fr. 99 K.), ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲν οὐδέποτε ἐνίκησαν, ἄλλοις δὲ αἴτιοι νίκης πολλοῖς ἐγένοντο. καὶ ὁ Πλάτων τὰς κωμῳδίας ποιῶν ἄλλοις παρέχων διὰ πενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη. alpha. 2818 Ἀρκεσίλασ· ὁ μὲν λόγος ἐπὶ τοῦ Δωρικοῦ τούτου ὀνόματος Ἀρκεσίλα τὴν γενικὴν λέγει, Θουκυδίδης δὲ Ἀρκεσίλου φησίν (5, 50, 4), ὡς Περδίκκου καὶ Ἀμύντου. alpha. 2819 Ἀρκεῖν· ἐπὶ τοῦ ἀρέσκειν. Ἀριστοφάνης (fort. Eccl. 828). alpha. 2820 Ἀρκαλέον· ξηρόν, ῥυσόν. alpha. 2821 9Ἄρκοσ· ἄρκεσμα, βοήθημα. alpha. 2822 9Ἄρκαλα· λευκὰ ἐνώτια ἐξ ὑάλου περίχρυσα. alpha. 2823 Ἀρκαλᾶν· παραχαλᾶν, μύζειν. alpha. 2824 9Ἄρκτοσ· τὸ θηρίον σὺν τῷ τ. Εὔπολις Χρυσῷ γένει (fr. novum)· ἄρκτους, ἐλάφους, ἐλέφαντας, ὕστριχας, χελώνας. alpha. 2825 Ἀρκτεῦσαι· Λυσίας (fr. 249 S.) τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγεν· καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι καλοῦνται, ὡς Εὐριπίδης (fr. 767 N. 2) καὶ Ἀριστοφάνης δηλοῖ (Lys. 645 et fr. 370 K.). alpha. 2826 9Ἄρκτον, οὐχὶ ἄρκον. Κρατῖνος Ὀδυσσεῦσιν (fr. 140 K.)· ἐν ἀριστέρ' ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως ἂν ἐφεύρῃς. τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ, ὡς ἡμεῖς, ἀπαρκίαν διὰ τὸ εὔφωνον. καὶ τὴν πνοὴν ἄρκιον· καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ ἄρκιος ὣς ναύτῃσιν ἀσκεύοις μολών (Aeschyl. fr. 127 N. 2† 197 M.). alpha. 2827 Ἀρκτοῦροσ· λέγεται καὶ αὐτὸς ὅλος ὁ Βοώτης, ἰδίως δὲ καὶ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ. alpha. 2828 9Ἄρκεσισ· βοήθεια. alpha. 2829 9Ἄρκιον· ἕτοιμον, παρόν, αὐτοσχέδιον. alpha. 2830 Ἀρκήσ· ταχύς. alpha. 2831 9† Ἀρκύσας† 9· ἀντὶ τοῦ βροχίσας. Ἀριστοφάνης (fr. novum). alpha. 2832 9Ἄρκυσ· λίνα καὶ δίκτυα. ἐκτείνεται ἡ ὑστέρα συλλαβὴ ὁμοίως ἐπί τε τῆς ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως· καὶ ἄρκυς γὰρ καὶ τὰς ἄρκυς. alpha. 2833 Ἀρκύ τατα· οἱ τόποι, ἔνθα αἱ ἄρκυες πήγνυνται. alpha. 2834 Ἀρκύωροσ· ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἔστι δὲ ταῦτα τὰ κυνηγετικὰ πάντα λίνα. alpha. 2835 9Ἁρμάτειον μέλοσ· (a) Ἴων μὲν (fr. novum) τὸν ἱππόθορον νόμον, ὃν ᾄδουσι Φρύγες, ὅταν αὐτοῖς οἱ ὄνοι ὀχεύωσιν. (b) οἱ δὲ† ἁρμάτθιον† γεγράφθαι φασὶ δεῖν ἀπὸ τοῦ συνθέντος τὸν τῆς Ἀθηνᾶς νόμον Ὁρμαθοῦ Βοιωτίου. (c) οἱ δὲ τὸ ἑλκυσμῷ τοῦ Ἕκτορος μέλος γενόμενον ἀπὸ τοῦ θρήνου Τρῳάδων. (d) οἱ δὲ τὸ ὀξὺ καὶ ὅμοιον τῷ ἀπὸ τῶν ἀξόνων καὶ τροχῶν. (e) οἱ δὲ τὸ μητρῷον· τὴν γὰρ μητέρα τῶν θεῶν ἐφ' ἁρμάτων ἐξάγεσθαι. (φ) οἱ δὲ τὸ ταχὺ καὶ† ἀπεσπασμένον† ἀπὸ τοῦ δρόμου τοῦ τῶν ἁρμάτων. (g) οἱ δὲ παρεγγραφὴν εἶναι τὸ ἁρμάτειον μέλος ἐν τῷ ἐκ τοῦ Ὀρέστου ἐξαγγέλῳ καὶ οὐκ ἀπὸ μέρους τοῦ ᾄσματος. (η) ὁ Δίδυμος οὖν τούτοις ἅπασιν ἀντειπὼν (p. 245 Schmidt) τὸν ἐπᾳδόμενόν φησι ὑμέναιον ταῖς νύμφαις, διότι ἐφ' ἁρμάτων ἤγοντο. alpha. 2836 9Ἁρμαλιᾶς ὄχλοσ· ὁ σιτοφορικὸς ὄχλος, ὁ τὴν τροφὴν τῇ στρατιᾷ κομίζων· ἁρμαλιὰ γὰρ ἡ τροφή. οὕτω Σοφοκλῆς (fr. 828d R.). alpha. 2837 9Ἄρμενα· τὰ ἁρμόζοντα. alpha. 2838 9Ἁρμοσταί9· οἱ φρούραρχοι τῶν Λακεδαιμονίων. παρὰ τὸ ἁρμόζειν καὶ καθιστᾶν τὰς ὑπ' αὐτῶν φυλαττομένας πόλεις. alpha. 2839 9Ἁρμογή9· Εὔπολις Αἰξί (fr. 11 K.)· ταύτην ἐγὼ ἐζήτουν πάλαι τὴν ἁρμογήν. alpha. 2840 9Ἁρμοδίων· φίλων, προσηνῶν· ὡς ἔμπαλιν ἀνάρσιοι οἱ πολέμιοι. Ἀριστοφάνης (fr. novum). alpha. 2841 9Ἁρμόζοντασ· ἀντὶ τοῦ ἁρμοστὰς καθισταμένους. Ξενοφῶν (Lac. 14, 2). alpha. 2842 9Ἁρματροχιαί9· αἱ ἀπὸ τῶν τροχῶν ἐγχαράξεις ἐν τῇ γῇ. alpha. 2843 9Ἁρμόσυνοι· ἀρχή τις Λακεδαίμονος. alpha. 2844 Ἀρμόγματα· ἀρτύματα. alpha. 2845 9Ἁρμοδίου μέλοσ· τὸ ἐπὶ Ἁρμοδίῳ ποιηθὲν σκόλιον οὕτως ἔλεγον. alpha. 2846 9Ἁρμονίασ· συνθήκας, σπονδάς. ἡ λέξις Διογενιανοῦ (fr. novum). alpha. 2847 Ἀρνακίδα· τὸ κῴδιον, ὡς ἡμεῖς, τοῦ ἀρνειοῦ. alpha. 2848 Ἀρνεώσ· ὁ ἀρνειός. ἐν Φρίξῳ (trag. adesp. fr. novum). alpha. 2849 Ἀρνεῖ9· τὸ ὁριστικόν, τὸ δὲ ὑποτακτικὸν ἀρνῇ. καὶ ἐπὶ τῶν ὁμοίων ἁπάντων ὁ αὐτὸς λόγος. alpha. 2850 Ἀρότουσ· τοὺς ἐνιαυτούς. οὕτω Σοφοκλῆς (Tr. 69). alpha. 2851 Ἀρότρῳ ἀκοντίζειν· παροιμία ἐπὶ τῶν καθ' ἑαυτῶν ἀκοντιζόντων. Σοφοκλῆς εἴρηκεν (fr. 828e R.). alpha. 2852 Ἀροῦν, οὐκ ἀροτριᾶν λέγουσιν. alpha. 2853 9Ἁρπαγή9· ὀξυτόνως ἡ διαρπαγή. τὸ δὲ σκεῦος βαρυτόνως, ἵνα ὀνοματικὸν γένηται. alpha. 2854 9Ἄρνυσθαι· ἀντικαταλλάττεσθαι. ὅθεν καὶ τὸ μισθαρνεῖν, τὸ μισθὸν ἀντί τινος λαμβάνειν λέγεται. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ περιποιούμενος καὶ ἀντὶ τοῦ φυλάττων. οὕτω Πλάτων (Prot. 349a). alpha. 2855 9Ἁρπεδόνη· ἡ διὰ σπάρτου θήρα. alpha. 2856 9Ἅρπη· δρέπανον. Σοφοκλῆς (fr. 391 N. 2† 424 R.). alpha. 2857 9Ἁρπεδονίζειν· λωποδυτεῖν. καὶ διὰ σπάρτου θηρᾶν. alpha. 2858 Ἀρπέζασ· τοὺς αἱμασιώδεις τόπους. οἱ δὲ τείχη καὶ περιβόλους. οἱ δὲ κλιμακώδη χωρία. alpha. 2859 9Ἁρπῖδεσ· ὑποδήματα. alpha. 2860 Ἀρράβακα· τὴν ὀρχηστρίδα ἢ τὸν ὀρχηστήν. ἢ βλάσφημον. ἀπὸ τοῦ ἀρραβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. οὕτως Κρατῖνος (fr. νοῃυμ). alpha. 2861 Ἀρρενικόν· χρώματος εἶδος χλωρόν, ὅπερ ἡμεῖς ἀρσενικὸν λέγομεν. alpha. 2862 9Ἄρρηκτον· στερεόν. alpha. 2863 Ἀρρηνεῖν· λοιδορεῖν. καὶ γυναικὶ πρὸς ἄνδρα διαφέρεσθαι. alpha. 2864 Ἀρρηνέσ· ἄγριον, δυσχερές. alpha. 2865 Ἀρρῆσαι· ἀπαγορεῦσαι, ἀβουλῆσαι. alpha. 2866 Ἀρραβών· διὰ τῶν βʹ ρρ. ἡ χρῆσις ἀφθονωτάτη ἐστὶ παρὰ τοῖς Ἀττικοῖς. Κρατῖνος Σεριφίοις (fr. novum). τὸ δὲ σημαινόμενον δῆλον. ἡ λέξις Φρυνίχου (fr. νοῃυμ). alpha. 2867 Ἀρραβὼν κακῶν· Πλάτων Μετοίκοις (fr. novum)· οὐκ ἐμάνθανον κακῶν μεγίστων ἀρραβῶνα λαμβάνων. alpha. 2868 9Ἄραρεν· οἷον βεβαίως οὕτως ἔχει καὶ ἀμετακινήτως. alpha. 2869 9Ἄρρατον· ἰσχυρόν, στερεόν. οὕτω Πλάτων (Crat. 407d. Reip. 7, 535c). alpha. 2870 9Ἄρρητα· ἀντὶ τοῦ μὴ εἰρημένα. Πλάτων Συμποσίῳ (189b) καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21,

Intertext edge

Open linked passage

Note