Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
224.1.1
K. Th.)· περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω. alpha. 1063 Ἀλυσκάζειν· τὸ διεκδύεσθαι καὶ ἀποδιδράσκειν. ἢ περιΐστασθαι, ἐκκλίνειν. alpha. 1064 9Ἄλφα· τοῦτο ὑπὸ Φοινίκων βοὸς κεφαλὴ ἐκαλεῖτο. καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης ὑπὸ Ἰουδαίων διὰ τὸ πολλοὺς ἔχειν ἀλφοὺς ἐν τῷ σώματι οὕτως ἐκαλεῖτο. ἀλλὰ καὶ τοῦτο Νίκαρχος ὁ τοῦ Ἀμμωνίου ἐν τῷ Περὶ Ἰουδαίων (FGrHist 731 F 1) φλυαρεῖ. ἄλφα δὲ ἐκαλεῖτο καὶ ὁ σῦς ὁ πλήξας τὸν Ἄδωνιν. ἐκλήθη δὲ οὕτως ὑπὸ Ἀσβωτῶν τῶν ἐν Φοινίκῃ. καλεῖται δὲ παρὰ Φοίνιξιν ἄλφα ὁ ἀπηνὴς καὶ ἄγριος. Ἄλφα δὲ καλεῖται καὶ ὁ Ὄσιρις ὑπὸ Βυβλίων, ἀλλὰ καὶ τὸ ἐλάχιστον. alpha. 1065 Ἀλφάνει· εὑρίσκει. Μένανδρος Ὁμοπατρίοις (fr. 302 K. Th.)· ἣν† δηλοιουτι† νυμφίος τε ἀλφάνει. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (fr. 324 K.)· οἴμοι κακοδαίμων τῆς τόθ' ἡμέρας, ὅτε εἶπέν μ' ὁ κῆρυξ· οὗτος ἀλφάνει. Εὔπολις Ταξιάρχαις (fr. 258 K.)· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἄγων ἀποκηρύξει τις, ὅ τι ἂν ἀλφάνῃ. καὶ ὁ Ποιητής (F 79)· ἑκατόμβοιον δέ τοι ἦλφον. alpha. 1066 Ἀλφαίνειν· τὸ παραλλάσσειν. ἐξ οὗ καὶ οἱ ἐν τῷ σώματι Ἀλφοί9· παραλλάσσουσι γὰρ κατὰ τὸν χρῶτα. alpha. 1067 Ἀλφαίνει· ζητεῖ, εὑρίσκει. ἔνθεν τιμαλφὴσ ἡ πολλὴν εὑρίσκουσα τιμήν. alpha. 1068 Ἀλφινία· ἡ λεύκη. alpha. 1069 Ἀλφηστῇσιν (α 349)· ἐντίμοις. alpha. 1070 9Ἄλφι· ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φασι πρῶτον εὑρεῖν Ἐπίχαρμον (cf. fr. 223 Kaibel). alpha. 1071 9Ἄλφιτα· κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλεσθεισῶν κριθῶν θραύσματα, καταχρηστικῶς δὲ καὶ τὰ ἀπὸ πυρῶν ἢ φακῶν. alpha. 1072 Ἀλφιταμοιβοί9· ἀλφιτοπῶλαι, οὐ πρὸς ἀργύριον, ἀλλὰ ἀλφίτων κριθὰς ἀμειβόμενοι. alpha. 1073 Ἀλφιτόχρωτοσ· τῆς λευκῆς. ἐπὶ δὲ τῆς κεφαλῆς τῆς πολιᾶς. Τελμησσεῦσιν Ἀριστοφάνης (fr. 533 K.). alpha. 1074 Ἀλφιτεῖσ· οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπερείδης (fr. 224 J.). alpha. 1075 Ἀλφίτων στοά9· ἡ ἀλφιτόπωλις, ἐν ᾗ καὶ ἡ Ζεύξιδος ἀνέκειτο Ἑλένη. alpha. 1076 Ἀλφόσ· ἡ μέν τις λευκὴ παραλλαγὴ κατὰ τὸ χρῶμα μετά τινων λεπτῶν στιγμάτων, καὶ καλεῖται λευκὸς ἀλφός, ἡ δὲ ὑπομελανίζουσα καὶ καλεῖται μέλας ἀλφός. alpha. 1077 Ἀλφούσ· λευκοὺς ἢ λευκάς. alpha. 1078 9† Ἅλω· ἀντὶ τοῦ ἅλες†. Φιλύλλιος (fr. 28 K.). alpha. 1079 9Ἁλῷ9· πιασθῇ, καταγνωσθῇ. alpha. 1080 9Ἁλῶα· [...] Ποσειδεῶνος πέμπτῃ φθίνοντος. alpha. 1081 9Ἁλῶα· ἑορτή ἐστιν Ἀττική. Φιλόχορος δέ φησιν (FGrHist 328 F 83) ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς περὶ τὰς ἅλως ποιεῖσθαι. alpha. 1082 9Ἁλωαί9· ἁλωνίαι. ἢ παράδεισοι. alpha. 1083 Ἀλώβητον· ἄμωμον, ἀβλαβές. alpha. 1084 Ἀλώμενοσ· πλανώμενος. alpha. 1085 Ἀλωπόχρουσ· ὁ πολιός. alpha. 1086 9Ἁλώνητοσ· οἷον βάρβαρος· οἱ γὰρ Θρᾷκες ἀνδράποδα ἁλῶν ἀπεδίδοντο. alpha. 1087 9Ἁλῶναι· ληφθῆναι, συνδεθῆναι. alpha. 1088 Ἀλώπηξ δωροδοκεῖται· ἐπὶ τῶν ῥᾳδίως δώροις ἁλισκομένων. Κρατῖνος Νόμοις (fr. 128 K.)· ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται. alpha. 1089 Ἀλώπηξ τὸν βοῦν ἐλαύνει· τάττεται ἐπὶ τῶν μὴ κατὰ λόγον ἀποβαινόντων. alpha. 1090 Ἀλωπεκῆθεν· δῆμός ἐστιν ἡ Ἀλωπεκὴ τῆς Ἀντιοχίδος. καὶὁ δημότης Ἀλωπεκεύς. alpha. 1091 Ἀλωπεκόννησοσ· πόλις ἐστὶ μία τῶν ἐν Χερρονήσῳ. alpha. 1092 9Ἁλώσιμα· εὔληπτα. alpha. 1093 9Ἁλωτοί9· ληπτοί, χειρωτοί. alpha. 1094 Ἀλωπεκέωσ· ἀμπέλου εἶδος. alpha. 1095 9Ἅμα· ἐν τῷ αὐτῷ χρόνῳ. καὶ ἐκ διαφόρων τόπων εἰς ἕνα τόπον. καὶ ὁμόσε. alpha. 1096 9Ἁμάδρυα· κοκκύμηλα. Σικυώνιοι. alpha. 1097 Ἀμᾶν· θερίζειν. παρὰ τὸ ἅμα [...]. alpha. 1098 Ἀμάδοκοσ· δύο γεγόνασι, πατὴρ καὶ υἱός, ὃς Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν κατὰ Κερσοβλέπτου πόλεμον. alpha. 1099 Ἀμαζόνιον· ἱερόν, ὃ Ἀμαζόνες ἱδρύσαντο. οὕτως Ἰσαῖος (fr. 27 S.). alpha. 1100 Ἀμαθίας ὕψοσ· λαμπρὰ καὶ συγγραφικὴ ἡ φράσις. Πλάτων ἐχρήσατο ἐν Ἐπιστολαῖς (7, 351δ). alpha. 1101 Ἀμαθία· ἀντὶ τοῦ ἀναισθησία. Πλάτων (λεγ. 3, 68α). alpha. 1102 Ἀμαθήσ· ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. Πλάτων (Apol. 22e). τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. alpha. 1103 Ἀμαιμάκ ον· ἀνυπόστατον. alpha. 1104 Ἀμαλθείας βίοσ· ὁ λιπαρὸς καὶ εὐδαίμων. alpha. 1105 Ἀμαλθείας κέρασ· τὸ πάντων ἐπιτυγχάνειν, ἐπειδὴ οἱ εὐχόμενοι τῇ οὐρανίᾳ αἰγὶ ἐπιτυγχάνουσιν. Ἀριστοφάνης (fr.