Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
D.. K). alpha. 355 Ἀδιάβατοσ· ὁ μὴ ῥᾴστως ἢ ὁ μηδ' ὅλως διαβῆναι δυνάμενος. alpha. 356 Ἀδιάγλυπτον· ἣν οὐκ ἔστι διαγλύψαι καὶ διελθεῖν· λαβὴν γάρ, φησίν, ἄφυκτον, ἀδιάγλυπτον (Nicoch. fr. 3 Dem.). alpha. 357 Ἀδιάλλακτον ἐχθρόν· Δημοσθένης ἔφη (10, 15), καὶ ἀδιάπαυστον Ξενοφῶν (αγες. 1, 4). alpha. 358 Ἀδιάλυτον· τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (80b). alpha. 359 Ἀδιάστατον· ὡς† Ξενοφῶν†· καὶ τὸ οἰκοδόμημα ἀδιάστατον. ἔφη δὲ Πλάτων ἐν Τιμαίῳ (25d) τὸ ἀδιερεύνητον. alpha. 360 Ἀδίδακτοσ· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 17)· ἀδίδακτος ἂν εἰσῆλθεν ὁ χορός. alpha. 361 Ἀδιεξίτητον· ἀδιεξέλευστον. alpha. 362 Ἀδικίου· οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἀποδοθῇ· εἰ δὲ μή, διπλοῦν καταβάλλεται. alpha. 363 Ἄδικος δίκη· ἡ ἐκ συκοφαντίας γινομένη, ὡς Κρατῖνος (fr. 19 Dem.)· ὥστε δίκας τ' ἀδίκους νικᾶν ἐπὶ κέρδεσιν αἰσχροῖς. alpha. 364 Ἀδικίου· εἶδος δίκης Ἀθήνησιν οὕτω καλουμένης. ἀδίκιον δέ τινές φασι τὴν ἐπὶ τῷ ἀδικήματι τιθεμένην ζημίαν· καὶ γὰρ Κλείδημος ἐν τῇ πρώτῃ τῶν Ἀτθίδων οὕτω γράφει (FGrHist 323 F 4)· νόσου γὰρ τοῖς Αἰγινήταις γενομένης καὶ μαντευομένοις προηνέχθη τὸ ἀδίκημα καὶ κατεγνώσθη ἐπὶ τούτῳ τὸ ἀδίκιον. alpha. 365 Ἀδικίου· λέγεται ἡ δίκη κατὰ τῶν τὴν πόλιν ἀδικούντων. τὸ δὲ τίμημα αὐτῆς ἀργύριόν ἐστιν ἀποτιννύμενον ἁπλοῦν. alpha. 366 Ἀδικομάχους ἵππουσ· Ξενοφῶν τοὺς δυσπειθεῖς λέγει. καὶ δίκαιον ἅρμα τὸ εὐπειθές (Cyr. 2, 2, 26). alpha. 367 Ἀδιόρθωτον· Δημοσθένης (4, 36)· ἀόριστα, ἀδιόρθωτα πάντα. alpha. 368 Ἀδίοπον· ἄναρχον καὶ ἀφύλακτον. alpha. 369 Ἀδιούνιος ταῦροσ· ὁ Ἀπόλλων ὑπὸ τῶν Κρητῶν οὕτως λέγεται· φασὶ γὰρ τὴν πόλιν μετοικίζοντα ταύρῳ πως εἰκασθέντα προηγεῖσθαι. alpha. 370 Ἀδμήτου λόγον· ἀρχὴ σκολίου (cf. PMG 749 Page), ὃ οἱ μὲν Ἀλκαίου, οἱ δὲ Σαπφοῦς φασιν. alpha. 371 Ἀδολεσχία· ἀκαιρία, φλυαρία, συνέχεια. alpha. 372 Ἀδολεσχεῖν· σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε φύσεως καὶ τοῦ παντὸς διαλεσχαίνοντα. οἱ μέντοι ἀρχαῖοι κωμικοὶ (fr. novum) λεσχαίνειν ἔλεγον τὸ διαλέγεσθαι. καὶ λέσχαι οἱ τόποι, εἰς οὓς συνιόντες λόγοις διημέρευον. alpha. 373 Ἀδόλωσ· τοῦτο σημαίνει τὸ ἁπλῶς καὶ ἀληθῶς· τὸ γὰρ ἀληθὲς ἁπλοῦν τι καὶ ἄνευ δόλου ἐστί, τὸ δὲ ψεῦδος περιπεπλεγμένον καὶ δόλου μεστόν. alpha. 374 Ἀδοκίμαστοσ· δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφῆναι, ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος. οὕτως Λυσίας (fr. 73 S.). alpha. 375 Ἄδουλος βίοσ ἐρεῖς, τουτέστιν ὁ μὴ δοῦλον ἔχων. ἐρεῖς δὲ καὶ ἀδιάλεκτος βίοσ καὶ ἀγέλαστος βίοσ καὶ ἄγαμος βίος. Φρύνιχος Μονοτρόπῳ (fr. 18 κ.)· ὄνομα δὲ μοὔστι Μονότροπος, ζῶ δὲ Τίμωνος βίον, ἄγαμον, ἄζυγον, ὀξύθυμον, ἀπρόσοδον, ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα. alpha. 376 Ἀδούλευτος οἰκέτησ· ὁ ἑνὶ δεδουλευκὼς καὶ μὴ παλίμπρατος. Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους (fr. 139a J.)· ἀδούλευτον ἢ βάρβαρον πριάσθω. λέγει δὲ καὶ τὸν νυμφίον ὁ Μένανδρος (fr. 813 K.. TH). alpha. 377 Ἄδουλοσ ἐρεῖς, ὡς Εὐριπίδης (Andr. 593), ἀλλὰ καὶ ἀδούλευτοσ, ὡς Ὑπερείδης (fr. 139a J.). alpha. 378 Ἀδόνητον· ἀσάλευτον. alpha. 37 Ἄδοξα· τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν. alpha. 380 Ἀδόξαστον· τὸ ἀνέλπιστον. Σοφοκλῆς (fr. 204 N. 2† 223 R.). alpha. 381 Ἄδοξον· τὸ ἄτιμον, ὡς Ἰσοκράτης ἐν Εὐαγόρᾳ (66) καὶ Δημοσθένης ἐν Φιλιππικοῖς (8, 66). alpha. 382 Ἀδοξοῦνται πρὸς τῶν πόλεων· ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν. οὕτως Ξενοφῶν ἐσχημάτισεν ἐν τῷ Οἰκονομικῷ (4, 2)· φησὶ γάρ· καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων. alpha. 383 Ἀδρανέσ· ἀσθενές. alpha. 384 Ἀδράστεια· ἡ Νέμεσις, ἣν οὐκ ἄν τις ἀποδράσειεν. οἱ δέ φασιν ἑτέραν εἶναι τῆς Νεμέσεως, καὶ οἱ μὲν ἀπὸ Ἀδράστου φασὶ ταύτην ὀνομασθῆναι, ὅτι μόνος σωθεὶς τῶν ἑπτὰ πάλιν μόνος τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις, οἱ δὲ ἀπό τινος Ἀδράστου Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δὲ ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν. alpha. 385 Ἀδράστεια· οἱ μὲν† ταὐτὸν† τῇ Νεμέσει λέγουσι, λαβεῖν δὲ τοὔνομα παρὰ Ἀδράστου τινὸς βασιλέως. ἢ ἀπὸ Ἀδράστου τοῦ† παλαιοῦ†, νεμεσηθέντος ἐφ' οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσαμένων ἱερὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδραστείας. Δημήτριος δὲ ὁ Σκήψιος (fr. 18 Gaede) Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν ἀπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ὁ δὲ Ἀντίμαχος λέγει (fr. 53 Wyss)· ἔστι τις Νέμεσις μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχε, βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόῳ. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτῇ τῇ Νεμέσει, ὡς Μένανδρος (fr. 266 K.. TH) καὶ Νικόστρατος (fr. 37 K.). alpha. 386 Ἄδραστα· ἀποίητα. Ἕρμιππος (fr. 3 Dem.). alpha. 387 Ἀδράφαξυσ· τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσι. Φερεκράτης Κοριαννοῖ (fr. 75 K.)· ἀδράφαξυν ἕψουσα, εἶτα ὀκλὰξ καθημένη. alpha. 388 Ἁδρόν· μέγα, δαψιλές, πλούσιον. καὶ ἁδρότησ· ἡ ὑψηλότης. alpha. 389 Ἁδρύνοιτο· αὐξάνοιτο. alpha. 390 Ἁδρῦναι· ἁδρὸν ποιῆσαι καὶ μέγα. Σοφοκλῆς (fr. 892 N. 2† 979 R.). alpha. 391 Ἀδρύφακτον· ἄπονον καὶ ἀταλαίπωρον. alpha. 392 Ἀδύνατα εἶναι (Thuc. 1, 59, 2)· ἀντὶ τοῦ ἀδύνατον· πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως. alpha. 393 Ἀδύνατοι· οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος, ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας λέγει (24, 26), ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε (φγρηιστ 328 φ 197). Ἀριστοτέλης δὲ δύο ἔφη (Ath. Pol. 49, 4). alpha. 34 Ἀδυναμία ἐρεῖς, ὡς Δημοσθένης (19, 186), καὶ ἀδυνασία, ὡς Ἀντιφῶν (fr. 143 Th.), καὶ ἀδυνατία, ὡς Δεινόλοχος (fr. 9 Kaibel). alpha. 395 Ἀδυνάτων ἐρᾶν· Εὐριπίδης εἶπεν (Herc. 318). alpha. 396 Ἀδυσώπητον· ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεήσεις ἀμείλικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν. alpha. 397 Ἄδυτον· σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. alpha. 398 Ἀδώνιδος κῆποι· ἐν ὀστράκοις ταῦτα κατὰ τὰς οἰκίας ἐσπείρετο. χρῶνται δὲ αὐτῷ παροιμιωδῶς ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων. ἔσπειρον δὲ τῇ Ἀφροδίτῃ τῶν καρπῶν τὴν εὕρεσιν ἀνατιθέντες. alpha. 399 Ἀδώνιοσ· Φερεκράτης εἶπεν (fr. 198 K.) ἀντὶ τοῦ Ἀδώνιδος. λέγει δὲ καὶ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτω δὲ καὶ Πλάτων (fr. 4 K.) καὶ Κρατῖνος (fr. 376 K.), ἀλλὰ καὶ Ἀριστοφάνης (fr. 737 K.) καὶ ἕτεροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις. alpha. 400 Ἀδώνια· συνεσταλμένως· Ἀδώνι' ἄγομεν καὶ τὸν Ἄδωνινκλάομεν. Φερεκράτης (fr. 170 K.). καλοῦσι δὲ καὶ τὸ εἴδωλον τὸ τοῦ Ἀδώνιδος οὕτως Ἀδώνιον. alpha. 401 Ἀδώνια· βραχεῖαν ἔχει τὴν παραλήγουσαν, ὡς Ἀριστοφάνης (Pac. 420) καὶ Φερεκράτης (fr. 170 K.) διὰ τῶν μέτρων μαρτυρεῖ. ἔστι δὲ τὰ Ἀδώνια ἑορτή, οἱ μέν φασιν εἰς τιμὴν Ἀδώνιδος ἀγομένη, οἱ δὲ τῇ Ἀφροδίτῃ. ἔστι δὲ Φοινίκων καὶ Κυπρίων. alpha. 402 Ἀδώρητοσ ἐρεῖς, ὡς Εὐριπίδης (Hec. 42)· οὐδ' ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν. καὶ Θουκυδίδης δευτέρᾳ (65, 8)· χρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενος. Πλάτων μέντοι γε ἐν Συμποσίῳ (197 d) ἄδωροσ εἶπεν· καὶ γάρ φησιν· ἄδωρος δυσμενείας, ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητοσ, ὡς Δημοσθένης (19, 27), ἀλλὰ καὶ ἀδωροδοκήτωσ, ὡς ὁ αὐτός (18,
24.1.2
. alpha. 1978 9Ἄνθρωπος ἐξ ὁδοῦ9· ἀντὶ τοῦ ἄνθρωπος ἐπιτυχὼν καὶ τῶν πολλῶν τῶν ἐν ταῖς ὁδοῖς καλινδουμένων. λέγει δὲ τοῦτο Εὔπολις (fr. 25 Dem.). alpha. 1979 9Ἄνθρωπος φιλοπραγματίασ· πεποίηται μὲν ἡ φωνὴ ὁμοίως τῷ ληματίας, δηλοῖ δὲ τὸν φιλοῦντα καὶ σπουδάζοντα πάντα τρόπον μεταχειρίζεσθαι πράγματα. οὕτως Κρατῖνος (fr. 27 Dem.). alpha. 1980 9Ἄνθρωπος οὐ σεμνόσ· ἀντὶ τοῦ ὁ ἐπιτυχὼν καὶ εὐτελής. καινῶς πάνυ εἴρηται παρὰ Ἀριστοφάνει (fr. 52 Dem.). alpha. 1981 Ἀνθρωποειδὲς θηρίον· ἐπὶ τοῦ Γλαύκου τοῦ ἀναφανέντος ἐκ τῆς θαλάσσης Αἰσχύλος εἴρηκεν (fr. 26 N. 2† 57M.). χρήσῃ πανταχοῦ. alpha. 1982 Ἀνθρωπικὴ παρασκευή9· Φρύνιχος εἴρηκεν (fr. 7 Dem.). ἐρεῖς δὲ καὶ νθρωπικὴ φωνὴ9 καὶ νθρωπικὴ διάνοια καὶ Ἀνθρωπικὴ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον. alpha. 1983 Ἀνθρωπικὸς μῦθοσ· ὁ περὶ ἀνθρωπείων πραγμάτων ἔχων τὴν ὑπόθεσιν. Ἀριστοφάνης Ἀμφιαράῳ (fr. 3 Dem.). alpha. 1984 Ἀνθρωπάριον· Εὔπολις εἴρηκεν (fr. 26 Dem.)· οὐκ ἐς κόρακας, ἀνθρωπάριον, ἀποφθερεῖ; alpha. 1985 Ἀνθρώπειον σῶμα· Κάνθαρος εἴρηκεν (fr. 3 Dem.). καὶ Ἀνθρωπεία φύσισ Θουκυδίδης (2, 50, 1). alpha. 1986 Ἀνθρωπῆ9· τὸ τοῦ ἀνθρώπου δέρμα, ὡς λεοντῆ. Ἡρόδοτος αʹ (5, 25, 1)· σφάξας ἀπέδειρε τὴν ἀνθρωπῆν. alpha. 1987 Ἀνθρωποειδέα θεόν· Ἡρόδοτος εἴρηκεν αʹ (2, 142, 3). alpha. 1988 Ἀνθρωποκτόνοσ· Εὐριπίδης Αἰγεῖ φησιν (fr. 11b Snell). alpha. 1989 Ἀνθρωπιστί9· Σοφοκλῆς (fr. 827 R.)· μηκέτ' ἀνθρωπιστὶ διαλέξῃ τῇδε. alpha. 1990 Ἀνθυπουργῆσαι· τὸ ἀνταποδοῦναι χάριν. ὁ αὐτὸς Κολχίσιν (fr. 315 N. 2† 339 R.)· ἦ φὴς ὑπομνὺς ἀνθυπουργῆσαι χάριν; alpha. 1991 9† Ἀνθυπωμοσία† 9· ἀντὶ τοῦ ἀντειπεῖν τῇ ὑπωμοσίᾳ. οὕτω Δημοσθένης κατὰ Ὀλυμπιοδώρου (48, 25). alpha. 1992 Ἀνίατον· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 95)· ἀνίατον τὸ πρᾶγμά ἐστι. καὶ Ἀντιφῶν (2, 4, 12)· ἀνίατος ἡ ἁμαρτία ἐστίν. alpha. 1993 Ἀνίει τὰ ἀγαθά9· τοῖς τεθνεῶσιν ἔθος εἶχον λέγειν ἐπευχόμενοι. Φρύνιχος Κωμασταῖς (fr. 1 Dem.)· ἡμῖν δ' ἀνίει δεῦρο σὺ τἀγαθὰ τοῖς τήνδ' ἔχουσι τὴν πόλιν ἵλεως. alpha. 1994 Ἀνιαθείσ· λυπηθείς. alpha. 1995 Ἀνιαρόν· λυπηρόν. alpha. 1996 Ἀνίδρυτοι· ἀστήρικτοι. alpha. 1997 Ἀνίδρυτο 9· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 52) ἀντὶ τοῦ ἀνεξίλαστον. alpha. 1998 Ἀνιείσ·† ἀφείς†, ἢ παρορμῶν. alpha. 1999 Ἀνιεμένη (X 80)· ἀνέλκουσα καὶ ἀναχαλῶσα τὸν πέπλον. alpha. 2000 Ἀνιέντα· ἐνδόντα. alpha. 2001 Ἀνιέρειοσ· ᾧ ἱερεῖα μὴ θύεται. alpha. 2002 Ἀνιερώσαντεσ· ἀναθέντες. alpha. 2003 Ἀνιλλομένη· καθυποκρινομένη. κυρίως δὲ ἀνίλλεσθαι τὸ ἀπαξιοῦν. alpha. 2004 Ἀνικμώμενα (Pl. Tim. 53a)· λικμώμενα. alpha. 2005 Ἀνιμᾶσθαι· ἀντλεῖν, ἀρύεσθαι. alpha. 2006 9Ἄνιπποσ· διὰ μὲν τοῦ ν ὁ μὴ ἔχων ἵππον, διὰ δὲ τοῦ μ ἱππεῖς σημαίνει δύο, ἔχοντας ἐζευγμένους ἱμᾶσιν ἵππους χωρὶς ζυγοῦ, καὶ τὸν μὲν ἡνιοχοῦντα, τὸν δὲ μαχόμενον. alpha. 2007 Ἀνίπτοις ποσίν· ἀντὶ τοῦ ἑτοίμοις καὶ χωρίς τινος ἐπιμελείας. alpha. 2008 Ἀνίστη· ἀντὶ τοῦ ἐφίστη. alpha. 2009 Ἀνίστω· ἀντὶ τοῦ ἀνίστασο. Ἀμειψίας (fr. 32 K.). alpha. 2010 9† Ἄνισιν† 9· ἐνδίδωσιν. alpha. 2011 Ἀνισοφυέσ· ἀνόμοιον. alpha. 2012 Ἀνιστάμεναι· αἰχμαλωτιζόμεναι. alpha. 2013 Ἀνίσχουσα· ἀναδύουσα. alpha. 2014 Ἀνίσχων· ἀνατέλλων. alpha. 2015 9Ἂν μὴ λεοντῆ ἐξίκηται, {τὴν ἀλωπεκῆν πρόσαψον· ὁ νοῦς· ἐὰν μὴ φανερῶς ἀντέχῃς ἀμυνόμενος, πανουργίᾳ χρῆσαι. alpha. 2016 Ἀνο βροῦσαι· ἀναβλύζουσαι. alpha. 2017 Ἀνόδοντον· Κοριαννοῖ Φερεκράτης (fr. 74 K.)· ἀνὴρ γέρων ἀνόδοντος ἀλήθει. alpha. 2018 Ἀνόθευτον· γνήσιον, ἀπαραποίητον. alpha. 2019 Ἀνόητα, εἰ τοῦτο ἐπιτάξεισ· οἱ μὲν ἀγοραῖοι καὶ πολλοὶ οὕτως, Ἀττικῶς δὲ καὶ ἐσχηματισμένως Εὔπολις (fr. 27 Dem.)· ἀνόητά γ' ἦλθες ἐπιτάξων ἐμοί. alpha. 2020 Ἀνοητίαν· τὴν ἄνοιαν. Ἀριστοφάνης (fr. 746 K.). νοηταίνειν δὲ Ἀμειψίας (fr. 1 Dem.). alpha. 2021 Ἀνοίγει καὶ νοιγνύει· διχῶς. alpha. 2022 Ἀνοιγομένοις τοῖς κτήνεσιν· ἀντὶ τοῦ σχιζομένοις. Ἡρόδοτος (4, 58). alpha. 2023 9Ἄνοισ· ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος (fr.