Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
· τὰς γὰρ τιμὰς τὰς ἐνθάδε ἀνεικέναι ἤκουσα. alpha. 1805 Ἀνείληπτόσ ἐστι τὸ Ἑλληνικόν, οὐχὶ ἀνάλειπτος οὐδὲ ἕτερον τοιοῦτον οὐδέν. alpha. 1806 Ἀνείλεσθαι· συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν. alpha. 1807 Ἀνείλλεται (Pl. Symp. 206d)· ἀνειλεῖται. alpha. 1808 Ἀνεῖλεν· ἀντὶ τοῦ ἐμαντεύσατο· διφορεῖται γὰρ ἡ λέξις, ἐπεὶ ἔστιν ὅτε καὶ ἀντὶ τοῦ ἐφόνευσεν λαμβάνεται. ἀνελεῖν δὲ τὸ μαντεύεσθαι ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶς ὅπερ ἄν τις ἀναλαμβάνοιτο. alpha. 1809 Ἀνειλόμην· δύο δηλοῖ, τό τε ἔθρεψα καὶ τὸ ἐβάστασα. alpha. 1810 Ἀνειλήθυιαν· ἄτοκον. Εὐριπίδης (Ion. 453). alpha. 1811 Ἀνειλυσπῶ9· ἀνέβαινες. alpha. 1812 Ἀνιμᾶσθαι· ἀντλεῖν, ἀναφέρειν, ἀρύεσθαι. alpha. 1813 Ἀνειμέναι· ἐκλελυμέναι. alpha. 1814 Ἀνείμονεσ· ἀνίματοι, ἄνευ ἱματίων. alpha. 1815 Ἀνεῖναι· ἀφεῖναι. alpha. 1816 Ἀνεῖναι κύβον· ἀντὶ τοῦ ἀναρρῖψαι κύβον. alpha. 1817 Ἀνεῖπεν· ἀνεκήρυξεν, ἀνηγόρευσεν. alpha. 1818 Ἀνεῖργεν· ἀπεκώλυεν. alpha. 1819 Ἀνείρηκε τὸν χρησμόν· καὶ τὸν κήρυκα ἀνειπεῖν λέγουσιν. alpha. 1820 Ἀνείρειν· ἀναπείρειν, ὅθεν καὶ ἡ ἄνερσισ παρὰ Θουκυδίδῃ (1, 6, 3)· καὶ χρυσῶν στεφάνων ἀνέρσει. alpha. 1821 Ἀνεῖσθαι· λελύσθαι. alpha. 1822 Ἀνίμων τοῖς δόρασιν (Xen. An. 4, 2, 8)· ἀντὶ τοῦ ἀνεῖλκον. alpha. 1823 9Ἄνεισιν· ἀνέρχεται. alpha. 1824 Ἀνεῖται· ἀπολέλυται. alpha. 1825 Ἀνέκραγεν, οὐκ ἀνεκραύγασεν. καὶ νακραγεῖν καὶ πάντα τὰ ὅμοια οὕτως. alpha. 1826 Ἀνεκρούετο· ἀνέκοπτεν, ἀνέστελλεν. alpha. 1827 Ἀνεκυμβάλιζον· κτύπον ἐποίουν, ἐκρότουν. alpha. 1828 Ἀνεκώχευον· ἀνεχώρουν. alpha. 1829 Ἀνεκάχασε· Πλάτων Πολιτείας αʹ (337α)· καὶ ὃς ἀκούσας ἀνεκάχασε μέγα σαρδόνιον. χρὴ δὲ δι' ἑνὸς κ τοῦτο γράφειν. alpha. 1830 Ἀνεκτοί9· Θουκυδίδης (2, 35,