Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
283.1.1
N. 2† 32 M.). alpha. 1576 Ἀναξιδώρα· ἡ ἀνάγουσα καὶ ἀνιεῖσα τοὺς καρποὺς ἐκ γῆς Δημήτηρ. καὶ Σοφοκλῆς δὲ (fr. 1010 R.) ἀναγαγεῖν ἀμπελῶνάς φησιν. alpha. 1577 Ἀνάξοιτο· ἀνασχήσοι. Ξενοφῶν (HG. 2, 1, 22). alpha. 1578 Ἀναξυρίδασ· φιμινάλια, βρακία. ἢ τὰ βαθέα καὶ† ἄβατα† ὑποδήματα. alpha. 1579 Ἀνὰ οὐλαμόν (251)· κατὰ τὸ ἄθροισμα. alpha. 1580 Ἀναπάλλει· ἀναπηδᾷ, ἀνασείει. alpha. 1581 Ἀνάπαλιν· τὸ τὰ ἔσχατα πρῶτα λέγειν ἢ πράττειν. alpha. 1582 Ἀνάπαυλαν· ἀνάπαυσιν. alpha. 1583 Ἀναπαύεσθαι· τὸ κατακλίνεσθαι ὡς πρὸς ὕπνον. alpha. 1584 Ἀνάπαιστα· κυρίως τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, καὶ ἰδίως τὰ τῶν ῥυθμῶν. ἔστι δὲ καὶ ὁ ἀνάπαιστος ὄνομα μετρικοῦ ποδὸς λεγόμενος ἀρρενικῶς. alpha. 1585 Ἀναπατάξασθαι· ἀνακρούσασθαι ᾆσμα. alpha. 1586 Ἀναπαντῶσιν· ἀνακύπτουσιν. alpha. 1587 Ἀναπαιστρίδεσ· σφῦραί τινες παρὰ τοῖς χαλκεῦσιν. alpha. 1588 Ἀναπεμπαζόμενοι· ἀριθμούμενοι, σκεπτόμενοι. καὶ τὰ ἐξ αὐτοῦ Πλάτων εἴρηκεν (Leg. 4, 724b). alpha. 1589 Ἀναπεμπάσαι· ἀνασκέψασθαι ἢ ἀριθμῆσαι. alpha. 1590 Ἀναπεμπάζεσθαι· ἐπαναλαμβάνειν τὰ εἰρημένα. alpha. 1591 Ἀναπεποιημένησ· ἀναπεφυραμένης, ἐζυμωμένης. alpha. 1592 Ἀναπετῶ9· ἀναπετάσω. Μένανδρος Θεοφορουμένῃ (fr. 7 K. Th.). alpha. 1593 Ἀναπεφλασμένον· ἀνατεταμένον ἔχων τὸ αἰδοῖον· ναφλᾶν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀναμαλάττειν τὰ αἰδοῖα. alpha. 1594 Ἀναπῆξαι· ἀνεγεῖραι. alpha. 1595 Ἀνάπηρον· οὐδὲν πλέον σημαίνει τοῦ πηρός. alpha. 1596 Ἀναπηδύουσα· ἀναπηδῶσα. alpha. 1597 Ἀνάπηρον ψυχήν (Pl. Reip. 7, 535d)· τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουσαν, ἀλλὰ σεσινωμένην καὶ ἀχρείαν. alpha. 1598 Ἀνάπηρον· νοσώδη. ἢ λυπηρόν. alpha. 1599 Ἀναπηρόβιος ὀργῇ9· Φρύνιχος (fr. 4 Dem.)· ἐν χαλεπαῖς ὀργαῖς ἀναπηροβίων γερόντων. alpha. 1600 Ἀναπίπτειν· τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖς παλαιοῖς. alpha. 1601 Ἀναπίμπλαται· ἀναπληροῦται. alpha. 1602 Ἀναπίπτειν· οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. Θουκυδίδης αʹ (70, 5)· καὶ νικώμενοι ἐπ' ἐλάχιστον ἀναπίπτουσιν. alpha. 1603 Ἀνάπλασμα· σχῆμα. alpha. 1604 Ἀνάπλεωσ· λέγουσι δὲ καὶ νάπλεοσ καὶ ναπλέα (Pl. Phaed. 83d). alpha. 1605 Ἀναπλήσασ· ἀναπληρώσας. ἢ μολύνας, ὡς Πλάτων (fr. 26 Dem.). alpha. 1606 Ἀναποδίζειν· τὸ ἐξετάζειν καὶ ὡσανεὶ συγκρούειν. Ἡρόδοτος (5, 92, 6). alpha. 1607 Ἀναπόδραστον· ἄφευκτον. alpha. 1608 Ἀναπόμπιμα δῶρα· τὰ ἀποστρεφόμενα. alpha. 1609 Ἀναπόνιπτοσ ἄνιπτοσ· διττῶς λέγεται. Φρύνιχος Τραγῳδοῖς (fr. 3 Dem.)· ἄσιτος, ἄποτος, ἀναπόνιπτος. alpha. 1610 Ἀναποδιζόμενα· ἀντὶ τοῦ ἐξεταζόμενα. ἢ ἀντὶ τοῦ ἄνωθεν πολλάκις τὰ αὐτὰ λεγόμενα ἢ πραττόμενα. alpha. 1611 Ἀνάποινοσ· ἄνευ λύτρων. Κυρηναῖοι δὲ ὁ μάταιος. alpha. 1612 Ἀναπολεῖ9· ἀναμιμνήσκεται. alpha. 1613 9† Ἀναπόνιπτρον† 9· ἀνεξάλειπτον. alpha. 1614 Ἀναπτεροῖ φόβος, ἢ λόγος, ἢ ἔπαινος, ἢ λοιδορία, ἤ τι τοιοῦτον· Σοφοκλῆς Κρεούσῃ (fr. 355 R.)· τί δ', ὦ γεραιέ; τίς σ' ἀναπτεροῖ φόβος; alpha. 1615 Ἀναπτερώσασ· μετεώρους ποιήσας, προθυμοποιήσας. alpha. 1616 Ἀναπρήσασ· ἀναφυσήσας, ἀναπέμψας, ἀνενέγκας. alpha. 1617 Ἀνεπτερῶσθαι τὴν ψυχήν· οἷον ἀνασεσοβῆσθαι. Κρατῖνος (fr. 384 K.) καὶ Εὔπολις. alpha. 1618 Ἀνάπτειν· περιτιθέναι. ἢ ἀνατιθέναι. alpha. 1619 Ἀναπτησίκερωσ· Ἀττικῶς τὸν ἴκτινον. alpha. 1620 Ἀναπτήτω· πετασθήτω. alpha. 1621 Ἀναπτομένασ· ἀναπετασθείσας. alpha. 1622 Ἀναπτύξω· ἀντὶ τοῦ ἐπιδείξω. Εὐριπίδης (Herc. 1256). alpha. 1623 Ἀνάπτυξισ· ἑρμηνεία, διασάφησις. alpha. 1624 Ἀνάπυστα· ἔκπυστα, δῆλα. alpha. 1625 Ἀνάπυστα (l 274)· ἀνεκλάλητα, ἀνεξάκουστα. ὁ δὲ Ἡλιόδωρος ἀνάγγελτα καὶ ἄρρητα. ἢ ἐξάγγελτα καὶ ἔκδηλα καὶ ἐξάκουστα. alpha. 1626 Ἀναπτυχαί9· ἀνατολαί. alpha. 1627 9† Ἄναρ· ἤκουσα. Κρῆτες. οἱ δὲ ὄναρ†. alpha. 1628 9Ἄναρθρα· ἀτύπωτα, ἀτράνωτα. λαμβάνεται δὲ ἐπὶ συλλαβῆς λειπούσης στοιχεῖον, ἢ λόγου λείποντος λέξιν, ἢ λέξεως λειπούσης συλλαβήν. alpha. 1629 Ἀναρᾶσθαι· ἀντὶ τοῦ διαλύειν τὴν γενομένην κατάραν. οὕτως Καλλισθένης (FGrHist 124 F 47). alpha. 1630 Ἀνάργυροσ· Πλάτων Νόμων γʹ (679b)· ἄχρυσοί τε καὶ ἀνάργυροι ὄντες. ναργυρία δὲ Στράττις (fr.

Intertext edge

Open linked passage

Note