Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1.1
. καὶ τὸν κωμῳδιοποιόν [...]. alpha. 2028 Ἀνοκωχήν· διὰ τοῦ ο τὴν ἀνοχὴν λέγουσι. πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ (1, 40, 4, αλ.). σημαίνει δὲ καὶ τὴν ἀναχώρησιν. καὶ τὸ ἀνέχειν νοκωχεύειν. 9 alpha. 2029 Ἀν' ὅμιλον (Γ 449)· κατὰ τὸ πλῆθος. alpha. 2030 Ἀνομολογήσασθαι· ἀντὶ τοῦ διομολογήσασθαι ἀργύριον ἤ τι τοιοῦτον. Λυσίας ἐν Τραπεζιτικῷ (fr. novum). alpha. 2031 9Ἄνομον κατηγορίαν· Λυσίας εἴρηκεν (fr. novum), νομίαν δὲ Κρατῖνος (fr. 28 Dem.), νόμωσ δὲ Φιλύλλιος (fr. 2 Dem.), Ἀνόμημα δὲ Λυσίας (fr. novum). alpha. 2032 9Ἄνοπλοι· Ἴων εἴρηκεν (TrGF 19 F 53e)· ἀπροσδόκητοι {γὰρ καὶ ἄνοπλοι πορθούμεθα. alpha. 2033 Ἀνόνητα· Εὐριπίδης Ἑκάβῃ (766)· ἀνόνητ' ἦν, ὡς ἔοικε, ταῦτα. alpha. 2034 Ἀνοργίασ· ἀμυησίας· ὄργια γὰρ τὰ μυστήρια. alpha. 2035 9Ἄνοργοι· ἀντὶ τοῦ ἄνευ ὀργῆς. Κρατῖνος (fr. 385κ.). alpha. 2036 Ἀνοργιάστοισ· τῶν μυστηρίων ἀπείροις. alpha. 2037 Ἀνορταλίζειν· παίζειν καὶ σκιρτᾶν. λέγουσι δὲ οὕτως καὶ τὸ ἀναβάλλειν ταῖς χερσὶ τὰ παιδία. alpha. 2038 Ἀνόσιον· βέβηλον, ἀνίερον, ἄθυτον. alpha. 2039 9Ἄνοργον· ἀμύητον. καὶ ἀκίνητον. alpha. 2040 Ἀνόρεος πόλεμοσ· ἀνδρεῖος, ὁ πρὸς ἄνδρα γινόμενος. Σοφοκλῆς Ναυπλίῳ (fr. 403 N. 2† 436 R.). alpha. 2041 Ἀνοσήλευτον· Σοφοκλῆς Θυέστῃ (fr. 264 R.). alpha. 2042 9 νουσ· Πλάτων Νόμων ιβʹ (962ξ), νούστεροσ δὲ καὶ Ἀνουστέρα Σοφοκλῆς (fr. 1015 R.), νούστατοσ δὲ Φερεκράτης (fr. 19 Dem.). alpha. 2043 Ἀνοψία· ἀντὶ τοῦ σπάνις ὄψων. alpha. 2044 Ἀντανάκλασιν· κατὰ ἀνάκλασιν ἀπό τινος μεταγομένη. γίνεται δὲ τοῦτο ἐπὶ φωνῆς, ὅταν ἀντηχῇ, καὶ ἐπὶ φωτὸς ἡλιακοῦ, ὅταν λείῳ τινὶ ἢ λαμπροτάτῳ ὕδατι προσπέσῃ. alpha. 2045 Ἀντακαῖοσ· ἰχθῦς, ὡς γλάνις καὶ σαπέρδης. alpha. 2046 Ἀντα γνῶναι, οὐκ ἀντιβάλλειν. οὕτως Κρατῖνος Ὥραις (fr. 386 K.). alpha. 2047 Ἀντάλλαγον καλοῦσι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον. Μένανδρος Κανηφόρῳ (fr. 220 K.. TH)· ἐδεῖτο χρῆσαι τὴν ἑαυτῆς θυγατέρα ἀντάλλαγον. Χήρᾳ (fr. 446 K.. TH). alpha. 2048 9† Ἀντάλλεος† 9· ἀντὶ τοῦ ἄνταλλος. alpha. 2049 Ἀνταπαιτῆσαι καὶ παιτῆσαι· Θουκυδίδης δʹ (3, 58, 1). καὶ Ἀνταποδοῦναι καὶ νταπολαμβάνειν Δημοσθένης ἐν τῷ κατὰ Λεπτίνου (20, 46). alpha. 2050 Ἀντεγράψατο· ἀντεδικάσατο. καὶ ντιγραφαὶ9 καὶ ντωμοσίαι αἱ αὐταὶ σχεδόν. alpha. 2051 Ἀνταναίρει 9· οἷον οἱ πολλοὶ ἀνθυφελεῖ λέγουσιν. Ἀριστοφάνης Κωκάλῳ (fr. 12 Dem.). alpha. 2052 Ἀνταίρειν· ἀντανίστασθαι, ἀνταγωνίζεσθαι. alpha. 2053 Ἀνταγωνιστήσ· Εὐριπίδης (Troad. 1006) καὶ Πλάτων (Reip. 8, 554e, al.). alpha. 2054 Ἀνταγοράζειν· Δημοσθένης (35, 25)· οὔτε γὰρ οὐδὲν ἐν τῷ Πόντῳ ἀντηγόρασαν οὔτε ἀντεφορτίσαντο. alpha. 2055 Ἀνταποκτεῖναι· ὅταν τις ἀντί τινος ἀποκτείνῃ τοὺς φονεύσαντας. Εὐριπίδης Ὀρέστῃ (509). alpha. 2056 Ἀνταρκεῖν· οὐδὲν πλέον τοῦ ἐξαρκεῖν σημαίνει. alpha. 2057 Ἀνταποπαίζειν· ὅταν τις παίζων ἀστραγάλοις ἢ ψήφοις καὶ καρύοις ἢ καὶ κυβεύων ἐπ' ἀργυρίῳ νικήσῃ, εἶτα αὖθις νικᾶται ὃ ἐνίκησε. Μενεκράτης Μανέκτορι (fr. 1 Dem.)· ἀλλ' ὥσπερ παῖς ὅταν ἀστραγάλους ἐκκόψας ἀνταποπαίζῃ. alpha. 2058 Ἀνταυγὲς κάλλοσ· πάνυ ἐναργὴς ἡ φωνή. Σαννυρίων Δανάῃ (fr. 1 Dem. Praep. soph. fr. 23). alpha. 2059 Ἀνταυγεῖς κόρασ· Ἀριστοφάνης Θεσμοφοριαζούσαις (902). alpha. 2060 Ἀντασπάζομαι· ἐν ἴσῳ τῷ φιλοφρονοῦμαι. [...] καὶ Πλάτων Σοφισταῖς (fr. 12 Dem.). alpha. 2061 Ἀνταναιρεῖταί σοι ὅπλα· Ξενοφῶν Παιδείας εʹ (4, 25) καὶ Θουκυδίδης ἱστορίας γʹ (32, 2). alpha. 2062 Ἀνταμυνόμενοσ· ὁ αὐτὸς δʹ (19, 2). alpha. 2063 Ἀνταποδοῦναι· ὁ αὐτὸς γʹ (40, 7). alpha. 2064 Ἀνταποδίδωσ· Φερεκράτης Ἀνθρωφηρακλεῖ (fr. 2 Dem.)· ὦ Ζεῦ, καλῶς γ' ἀνταποδίδως μοι τὴν χάριν. καὶ νταπόδοσ ὁ αὐτός (fr. 3 Dem.). alpha. 2065 Ἀνταπολαμβάνειν· Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην (20, 46). alpha. 2066 Ἀντάκουε· Κράτης (fr. 5 Dem.)· ἀντάκουε νῦν ἐμοῦ. alpha. 2067 Ἀντεπιτίθησιν· ἀντὶ τοῦ ἀντεπιστέλλει. οὕτως Ἰσαῖος (fr. 78 S.). alpha. 2068 Ἀντερείδει· ἀντὶ τοῦ οὐχ ὑπείκει. alpha. 2069 Ἀντετόρησεν· εἰς τὸ ἐναντίον ἦλθε τιτρώσκων. alpha. 2070 Ἀντεφέροντο· ἠναντιοῦντο. alpha. 2071 Ἀντεύφρασμα· τὸ ἐναντίον τῇ εὐφροσύνῃ ἀγαθόν. alpha. 2072 Ἀντεφιλοτιμοῦντο· ἀντὶ ἡμιλλῶντο καὶ ἤριζον καὶ ἀντηγωνίζοντο. τοῦτο δὲ τὸ ἀντιφιλοτιμεῖσθαι πρώτης ἐστὶ συζυγίας τῶν περισπωμένων, καὶ† μόνον†. ἔστι δέ τινα ῥήματα, ἃ δύο συζυγιῶν εὑρέθη· οἷον σκηνῶ {σκηνώσω σκηνοῖς καὶ σκηνεῖς καὶ ἀτολμῶ ἀτολμεῖς καὶ ἀτολμοῖς. alpha. 2073 Ἀντέχει· ἀντὶ τοῦ ἐξαρκεῖ Δείναρχος (fr. 10, p. 147, 7 C.). ἀντὶ δὲ τοῦ σῴζεται Δημοσθένης (2, 10). καὶ Ὑπερείδης (fr. 229 J.) ἀντὶ τοῦ ἀντιλαμβάνει. alpha. 2074 Ἀντεχόμενοσ· ἀντιλαμβανόμενος. alpha. 2075 Ἀντήλιοσ· ἡ ἀνακλωμένη ἀπὸ τοῦ ἡλίου αὐγή. γίνεται δὲ περί τε δυσμὰς καὶ ἀνατολάς, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν οὔτε ἐκ πλαγίου. alpha. 2076 Ἀντηρέτησ· ὁ ἀντικαθεζόμενος τῷ ἐλαύνοντι. alpha. 2077 Ἀντιάζει· ἐναντιοῦται. alpha. 2078 Ἀντιάτασ· τοὺς ἀπὸ Ἀντίου πόλεως, ἣ ἀπέχει Ῥώμης σταδίους τʹ. alpha. 2079 Ἀντιβληθέντοσ· ἀντὶ τοῦ ὑπαγορευθέντος. Δείναρχος (fr. 6, 2 C.). alpha. 2080 Ἀντιβολῆσαι· ἀπαντῆσαι, μετασχεῖν. καὶ ἐπιτυχεῖν καὶ δυσωπῆσαι. alpha. 2081 Ἀντιβόλησισ· δέησις καὶ ἱκεσία. Πλάτων ἐν Συμποσίῳ (183α). ὠνόμασται δὲ ἀπὸ τοῦ τὰς χεῖρας προσβάλλειν τοῖς ἐναντίοις τοὺς ἱκετεύοντας. alpha. 2082 Ἀντιγενίδασ· ἐνδοξότατος γέγονεν αὐλητής, υἱὸς† Διονύσου†. alpha. 2083 Ἀντιβολία· Εὔπολις Κόλαξιν (fr. 317 K.). σημαίνει δὲ ἱκετείαν. alpha. 2084 Ἀντιβλέπει· Φερεκράτης (fr. 20 Dem.). alpha. 2085 Ἀντιβαίνει· ἀντὶ τοῦ ἀπειθεῖ. Εὐριπίδης Ἀλκμέωνι (fr. 87a Snell). alpha. 2086 Ἀντιγνωμονεῖν· τὸ ἐναντίαν γνῶσιν ἔχειν. Ξενοφῶν Παιδείας γʹ (4, 3, 8). alpha. 2087 Ἀντιγονίσ· Πολέμων ἐν ʹ τῶν πρὸς Ἀντίγονον (fr. 57 Preller). οὕτως φασὶν ὀνομασθῆναι τὸ ἔκπωμα ἀπὸ Ἀντιγόνου τοῦ βασιλέως, καθάπερ ἀπὸ Σελεύκου Σελευκίδα καὶ ἀπὸ Προυσίου Προυσιάδα. alpha. 2088 Ἀντιγραφή9· τοῦτο τὸ ὄνομα κατὰ δυοῖν ταττόμενον πραγμάτων παρὰ τοῖς Ἀττικοῖς εὑρίσκεται· ποτὲ μὲν γὰρ ἴσον τι δύναται παρ' αὐτοῖς τῇ ἀντωμοσίᾳ, ποτὲ δὲ σημαίνει τὸ ἀντιποιεῖσθαι. alpha. 2089 Ἀντιγραφεύσ· ὁ τὰ εἰσφερόμενα χρήματα ἀντιγραφόμενος τρόπῳ γραμματέως, ἄν τε δοῦλος ᾖ ἄν τε ἐλεύθερος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς, ὥς φησι Δημοσθένης (22, 70. 24, 178) καὶ Αἰσχίνης (3, 25). alpha. 2090 9 9· ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. alpha. 2091 Ἀντίγραφοι διαθῆκαι· Χαρίσιος ἐν τῷ πρὸς Σωκράτην· ἔχουσαι μὲν τὸν αὐτὸν τρόπον, ἀλλήλαις δὲ ἦσαν ἀντίγραφοι. alpha. 2092 Ἀντιδιαστέλλεται· ἀντιδιΐστησιν. alpha. 2093 Ἀντιδοίην κἂν ἐμαυτὸν τῷδε πράξας εὐθέτωσ (fr. com. novum)· Ἀττικὴ ἡ συμπλοκή· καὶ γὰρ ἐκεῖνοι δοτικὰς ἀντὶ γενικῶν λαμβάνουσιν, οἷον φιλίᾳ τοῦτο δρῶσα (incerti auctoris), ἀντὶ τοῦ ὑπὸ φιλίας. alpha. 2094 Ἀντίδοσισ· οὐ μόνον ἐπὶ τριηραρχίας, ἀλλ' ἐπὶ παντὸς οἵου τε ἀποδοθῆναι. Κρατῖνος Ὥραις (fr. 14 Dem.). alpha. 2095 Ἀντιδικουμένου9 καὶ ντιδικούμενον τὸ παθητικόν, ἀντὶ τοῦ ἀμφισβητούμενον. Λυσίας ἐν τῷ Περὶ Δι ογένους κλήρου πρὸς Γλαύκωνα (fr. novum). alpha. 2096 Ἀντιδικοῦμεν· Θουγενίδης Δικασταῖς (fr. 1 Dem.)· τί, ὠγαθέ, ἀντιδικοῦμεν ἀλλήλοις ἔτι; alpha. 2097 Ἀντιδικεῖν· Φρύνιχος ἔφη (fr. 8 Dem.), καὶ ντίδικοι Ἀριστοφάνης (fr. novum). alpha. 2098 Ἀντίδουπα· Πλάτων εἴρηκεν (fr. 27 Dem.† Aeschyl. Pers. 1040)· βόα νῦν ἀντίδουπά μοι. alpha. 2099 Ἀντιδιέξειμι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (155). alpha. 2100 Ἀντίθεσισ· σχῆμα λέξεώς ἐστι, καθ' ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἢ κατὰ μέρος ἢ ἀθρόα. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ (2). alpha. 2101 Ἀντίθετον· τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (fr.

Intertext edge

Open linked passage

Note