Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Schmidt). alpha. 423 Ἀειλογία· τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης (19, 2) καὶ Ἰσαῖος (fr. 141 S.). alpha. 424 Ἄερκτον· ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν ὁρώμενον. Λυσίας (7, 28). alpha. 425 Ἀεροβατεῖν· εἰς τὸν ἀέρα περιπατεῖν. alpha. 426 Ἀετόσ· τό τε πτηνὸν ζῷον καὶ τὸ ἐπὶ τῷ προπυλαίῳ, ὃ καὶ νῦν ἀέτωμα λέγεται· ἡ γὰρ ἐπὶ τοῖς προπυλαίοις κατασκευὴ ἀετοῦ μιμεῖται σχῆμα ἀποτετακότος τὰ πτερά. ἔστι δέ τις καὶ βοτάνη ἐν Λιβύῃ. οἱ δέ φασιν ἀετὸν τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὃ καὶ ἀέτωμα καλοῦσιν. alpha. 427 Ἀετὸν ἵπτασθαι διδάσκεισ· ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν ἐθελόντων διδάσκειν. alpha. 428 Ἄζα· ξηρασία. σημαίνει καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον ὑγρόν. οὕτως Πραξιφάνης (fr. 21 ωεηρλι). alpha. 429 Ἀζάλιον· ξηρόν. ἢ ἄγαν ζέον. alpha. 430 Ἄζειν· τὸ διὰ τοῦ στόματος ἀθρόως ἐκπνεῖν ἄζειν λέγουσιν Ἀττικοὶ μιμούμενοι τὸν ἦχον τοῦ πνεύματος. οὕτως Νικοχάρης (fr. 19 K.). alpha. 431 Ἄζειν· τὸ στένειν. Σοφοκλῆς (fr.
2.1.2
· καὶ μέχρι τοῦ ἀνεκτοὶ ἔπαινοί εἰσιν. νεκτὰ9 δὲ Πλάτων Σοφισταῖς (fr. 11 δεμ.) καὶ Ἀνεκτῶσ Ἰσοκράτης (5, 11). alpha. 1831 Ἀνέκτημαι· ἀντὶ τοῦ ἀνείληφα. Σοφοκλῆς εἶπεν (fr. 331 N. 2† 358 R.). alpha. 1832 Ἀνελέσθαι πόλεμον· ἀντὶ τοῦ πόλεμον ποιῆσαι. alpha. 1833 Ἀνελεύθερον σῶμα· Φερεκράτης Μυρμηκανθρώποις ἔφη (fr. 8 Dem.). alpha. 1834 Ἀνελκταῖς ὀφρύσι σεμνόν· εἴρηται παρὰ Κρατίνῳ (fr. 355 K.). alpha. 1835 Ἀνελεύθεροσ· ὁ μικρολόγος. ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τι. alpha. 1836 Ἀνελοῦσα γὰρ τὸν νόμον ἐχειροτόνησεν† αὐτήν† 9· τοῦτο τὸ χωρίον Δημοσθένης μὲν ἐν τῷ κατὰ Ἀνδροτίωνος εἶπε (22, 20). διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡς προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὐτῇ αὐτὴν {δὲ λέγει κατ' αἰτιατικήν. καὶ ἡ μὲν κατ' αἰτιατικὴν προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἤτοι παραβᾶσα διαχειροτονίαν περὶ αὑτῆς ἔδωκεν, ὅτι χρὴ στεφανοῦν αὐτήν· ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἐχειροτόνησεν ἐκεῖνον ἑαυτῇ. alpha. 1837 Ἀνέλπιστον βίον· τὸν κάλλιστον εἰρήκασιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰς ἐλπίδας ἐπτόηνται, ἀλλὰ πάρεστιν ἤδη τὰ ἀγαθά. οὕτως Πίνδαρος. alpha. 1838 Ἀνελπίστωσ· τὸ ἀπροσδοκήτως ἐν τῷ Περὶ τοῦ στεφάνου Δημοσθένης (18, 182). alpha. 1839 Ἀνέμητα· ἀμέριστα. alpha. 1840 Ἀνεμοκοῖται· οἱ ἀνέμους κοιμίζοντες· γένος δέ φασι τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. alpha. 1841 Ἀνεμοτρεφέσ· τὸ ἐν εὐηνέμοις τόποις τεθραμμένον· εὔτονον γὰρ τοῦτο. alpha. 1842 Ἀνεμῶναι· μάζης τι γένος. καὶ φίλημα δέ τι οὕτω καλεῖται. καὶ ἡ μήκων. οἱ δὲ πᾶν φυτὸν τὸ ταχέως ὑπὸ ἀνέμων φθειρόμενον. alpha. 1843 Ἀνενεχθείσασ· ἀντὶ τοῦ ἀνενεγκούσας. alpha. 1844 Ἀνέντεσ· ἀναπείσαντες. alpha. 1845 Ἀνεξέλεγκτοσ· ἀβασάνιστος, ἀγύμναστος, ἀδόκιμος. alpha. 1846 Ἀνεξεύρετα· ἐν γʹ Θουκυδίδης (87, 3)· ἀνεξεύρετος ἀριθμός. οὕτως δὲ καὶ Ἑλλάνικος κέχρηται (FGrHist 4 F 194). alpha. 1847 Ἀνεξίτητον· ἀνεξέλευστον. alpha. 1848 Ἀνεξέταστοσ· Δημοσθένης δʹ Φιλιππικῶν (36) καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (22). alpha. 1849 Ἀνέξοδον· Εὐριπίδης ἐν Ἐρεχθεῖ εἴρηκεν (fr. 369b Snell). alpha. 1850 Ἀνέπαλτο· ἀνεπήδησεν. alpha. 1851 Ἀνεπάτησασ· ἀντὶ τοῦ κατεπάτησας. alpha. 1852 Ἀνέπαφον· ἀνεύθυνον, καθαρόν, ἀθιγές, ἀψηλάφητον. alpha. 1853 Ἀνεπαφρόδιτοσ· ὁ μὴ ἐπίχαρις καὶ ἀηδής. alpha. 1854 Ἀνεπαχθέσ· ἀβαρές, ἐλαφρόν. alpha. 1855 Ἀνεπίδικα· τῶν μὴ θεμένων διαθήκας ἐπιδικάζεσθαι τοῖς κλήροις ὁ νόμος συγχωρεῖ τοὺς ἐγγυτάτω γένους, ὅσα ὡς υἱός τις ἢ υἱδοῦς τοῦ τετελευτηκότος ἀξιοῖ κατέχειν. ταῦτα ἀνεπίδικα λέγεται. alpha. 1856 Ἀνεπιεικέσ· ἀντὶ τοῦ οὐκ ἐπιεικές, ἀλλὰ κακόν. Ἀριστοφάνης (fr. 50 Dem.) καὶ Αἰσχίνης (fr. 59 Dittmar). alpha. 1857 Ἀνεπικλήρωτοι· οἷον ἄνευ τοῦ κληρώσασθαι. Ἰσαῖος εἴρηκεν (fr. novum). alpha. 1858 Ἀνεπίληπτον· ἄμεμπτον. alpha. 1859 Ἀνεπίκλητοσ καὶ νεπικλήτωσ φασὶ καὶ νεπικλητότερον (Xen. Ages. 1, 5), ὡσαύτως καὶ τὸ νέγκλητοσ. alpha. 1860 Ἀνεπίπληκτοσ· ᾧ οὐδεὶς ἐπιπλήττει ἁμαρτάνοντι. alpha. 1861 Ἀνεπιστάτητον· ἀφύλακτον. alpha. 1862 Ἀνεπόπτευτον· τὸ μὴ ἐποπτεῦον. οὕτως Ὑπερείδης (fr. 174 J.). τὸ δὲ ἐποπτεῦσαι καὶ ἐποπτικά, ὡς Φιλόχορος δηλοῖ πρὸς Δημήτριον (FGrHist 328 F 69 70). alpha. 1863 Ἀνέριστα· ἀφιλονείκητα. alpha. 1864 Ἀνερμάτιστον· ἀστήρικτον, ἄοπλον, ἀπαρασκεύαστον. alpha. 1865 Ἀνεργήσει· ἀναρτήσει καὶ οἷον κωλύσει. alpha. 1866 Ἀνερρίπιζεν· ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν. alpha. 1867 Ἀνερρίπτουν· ἀνελάμβανον. alpha. 1868 Ἀνέρριπται κύβοσ· οἷον ἀποκεκινδύνευται. alpha. 1869 Ἀνερριχῶντο· τὰ προσάντη ἀνέβαινον χερσὶν ἀντιλαμβανόμενοι καὶ στηριζόμενοι. alpha. 1870 Ἀνέρριψαν (κ 130)· ἀνέβαλον, ἢ ἀπηρνήσαντο, ἢ ἀνεβάλλοντο. alpha. 1871 Ἀνέρρωγε· Φερεκράτης Τυραννίδι (fr. 10 Dem.)· ὥστ' ἀνέρρωγε τὸ φώνημα εὐθὺς ὀξὺ καὶ μέγα. alpha. 1872 Ἀνερωτῷ9· ἐπὶ εὐκτικοῦ τρίτου προσώπου· περισπᾶται δὲ τὰ τοιαῦτα. λέγουσι δὲ καὶ ἐῷ ἀντὶ τοῦ ἐῴη. ἡ λέξις Διογενιανοῦ (fr. novum). alpha. 1873 Ἀνέσαντεσ (N 657)· ἀνακαθίσαντες. alpha. 1874 Ἀνεσία· ἀντὶ τοῦ ἄνεσις. εἴρηται ἀπὸ τοῦ ἀνεῖσθαι. Κρατῖνος Βουκόλοις (fr. 20 K.). alpha. 1875 9† Ἀνεσίμου† 9· ἀνήλισκε, κατεδαπάνα. alpha. 1876 Ἀνεσκευασμένοι· τὰ ὅπλα ἐνδυσάμενοι. alpha. 1877 Ἀνεσκιρτημέναι· Εὔπολις ἐπὶ τῶν αἰγῶν εἴρηκεν (fr. 22 K.). alpha. 1878 Ἀνεσκολοπισμένον· ἀνεσταυρωμένον· σκόλοπες γὰρ τὰ ὀρθὰ ξύλα ἢ καὶ κάλαμοι. alpha. 1879 Ἀνεσκευάσαντο· τὸ ἀναστάτους γενέσθαι καὶ οἷον ἀπείπασθαι. alpha. 1880 Ἀνέσπακεν· ἀνεύρηκεν, εἴληφεν. Μένανδρος Ῥαπιζομένῃ (fr. 362 K.. TH)· πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνέσπακε τοὺς λόγους; alpha. 1881 Ἀνεστάλη· ἐσείσθη, μετεκινήθη. alpha. 1882 Ἀνέστιοσ· ἄοικος. alpha. 1883 Ἀνεστομώθησαν· ἀνεκρούσθησαν, ἢ ἐπληρώθησαν. alpha. 1884 Ἀνεσύρατο· ἐγύμνωσεν. alpha. 1885 Ἀνέσφηλεν· ἀνέζησεν. alpha. 1886 Ἀνέσχετο· ἀνέτεινε. alpha. 1887 Ἀνεστόμωσε τὰς τάφρουσ· ἀντὶ τοῦ ἀνέῳξε. Ξενοφῶν Παιδείας ζʹ (5, 15). alpha. 1888 9Ἄνετον· Ὑπερείδης (fr. 72 J.) τὸ ἀνειμένον θεῷ ἱερόν. alpha. 1889 Ἀνευθέτου9 (Act. Ap. 27,
2.1.3
. alpha. 2356 Ἀπερρέθη· ἀντὶ τοῦ ἀπηγορεύθη. alpha. 2357 Ἀπερρωγότεσ· κατεσχισμένοι ἢ ἀπεσχισμένοι. alpha. 2358 Ἀπέσβη· ἐσβέσθη ἢ ἐπαύσατο, τέθνηκεν. alpha. 2359 Ἀπεσείσατο· ἀπέβαλεν. alpha. 2360 Ἀπεσιγάλωσεν· ἀπεσκήνωσεν. alpha. 2361 Ἀπεσκῆ9· γυμνὰ θήκης τόξα. alpha. 2362 Ἀπεσκόλυπτεν· κυρίως τὸ δέρμα ἀφῄρει. ἤδη δὲ καὶ τὸ ἐγύμνου. alpha. 2363 Ἀπεσκοτωμένα· ἐσκιαγραφημένα, κεχρωσμένα· τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγράφοι. οὕτως Ἀριστοφάνης (fr.
2.1.4
, καθὸ καὶ Πλάτων ἐν Πολιτείᾳ (6, 498ξ) μὴ διάβαλε ἐμὲ καὶ Θρασύμαχον. delta. 292 διαγορεύων· ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτως Ἰσαῖος (fr. 20 S.). τὸ δὲ ἐναντίον συναγορεύειν, ὥσπερ ἐναντίον καὶ τὸ συμφέρεσθαι πρὸς τὸ διαφέρεσθαι καὶ τὸ συμφωνεῖν πρὸς τὸ διαφωνεῖν. delta. 293 διὰ γὰρ μαχαιρῶν καὶ πυρὸς ῥιπτεῖν δεῖ9· ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων. delta. 294 διαγραφὴ δίκησ· ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων, ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τυχόντος, καὶ μηκέτι παρὰ μηδενὸς ἐγκαλῆται, διαγραφὴ δίκης λέγεται. delta. 295 διαγραφή9· ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων δηλοῦσα διὰ γραμμάτων, ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται. delta. 296 διάγραμμα· τὸ τεταγμένον ἐν ταῖς συμμορίαις, ὁπόσον ἕκαστον εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τιμὴν τῆς οὐσίας. διαγραφεὺς μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι, πόσον ἕκαστος εἰσενεγκεῖν ὀφείλει. delta. 297 διάγραμμα· ὅταν εἰσφορᾶς δεήσειεν εἰς τὸ κοινὸν πολέμου ὄντος, τὸ ἑκάστῳ ἐπιγραφόμενον ἀργύριον διάγραμμα καλεῖται. delta. 298 διάγραμμα· τὸ μίσθωμα· διέγραφον γὰρ οἱ ἀγορανόμοι ὅσον ἔδει λαμβάνειν τὴν ἑταίραν ἑκάστην. delta. 299 διαβούλια· τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. delta. 300 διαγνώμη· διάγνωσις καὶ διάκρισις. ὥσπερ καὶ καταβοή9. ἡ λέξις ἰδικὴ Θουκυδίδου (1, 87, 6 et 3, 42, 1. 67, 7). delta. 301 διαγραμμίζειν· ἐπὶ γραμμαῖς παίζειν. delta. 302 διαγράφειν· διαξέειν, ἐξαλείφειν. ἀπὸ τοῦ τεταραγμένα διεξιόντος. delta. 303 διαγραφεύσ· ὁ μερίζων ἑκάστῳ τῶν ἀπὸ τῆς συμμορίας τὴν προσήκουσαν αὐτῷ εἰσφέρειν συμφοράν. delta. 304 διαγράψαι· εἰώθασι μὲν καὶ τὸ διαξύσαι λέγειν οὕτω. λέγεται δὲ διαγράψαι καὶ τὸ περιελεῖν τὸ ἐπιγραφὲν ἔγκλημα. delta. 305 διαδικασία· οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλ' ἐν αἷς περί τινος ἀμφισβήτησίς ἐστι. λέγεται δὲ διαδικασία τις πρὸς τὸ δημόσιόν τινι, ὡς ὀφειλομένων αὐτῷ χρημάτων ἐν τῇ δημευθείσῃ οὐσίᾳ. delta. 306 διαδοκίσ· διάβολος. οὕτως Κρατῖνος (fr. novum). delta. 307 διαδοκίσ· ἡ δεχομένη τὰς ἄλλας καὶ βαστάζουσα, ὑποτιθεμένη δὲ πλαγία. delta. 308 διαδικασία ἐστίν, ἣν ποιοῦνταί τινες τοῖς μέλλουσι χορηγεῖν, οὓς ἂν ὁρισθῆναι βούλωνται, πότε χρὴ λειτουργεῖν αὐτούς. delta. 309 διαγράψαντοσ· τινὲς μὲν ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ. delta. 310 διαδιδράσκει· διαφεύγει. delta. 311 διαδρᾶναι· διαφυγεῖν. delta. 312 διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι· ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων. delta. 313 δι {αδοῦσι· τὸ διδόασιν οἱ Ἴωνες καὶ Ἡρόδοτος οὕτως (2, 30, 5). delta. 314 διαθέσθαι· ἀντὶ τοῦ ἀποδόσθαι. delta. 315 διαθείη· διαπράξει. delta. 316 διαθέουσα· διατρέχουσα. delta. 317 διάθεσιν· Πολιτείας ηʹ (Pl. Reip. 6, 489a)· πρὸς τοὺς ἀληθινοὺς φιλοσόφους τὴν διάθεσιν ἔοικεν, καθὸ καὶ εἰκόνια λέγουσιν ἀναθεματικά. delta. 318 διαθετῆρα· Νόμων ηʹ (Pl. Leg. 6, 765a)· τὸν ἄρχοντα χορῶν καὶ διαθετῆρα· διακοσμοῦντα, διατάσσοντα. delta. 319 διάθεσισ· Ἰσοκράτης (11, 14) ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ (87 B 63 D.. K) ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπερείδης (1, 1, 12 J.) καὶ Δημοσθένης. delta. 320 διαθήκη· δυϊκῶς ἐκφωνεῖται. ἡ μὲν ἐπὶ θνῃσκόντων διατάξεως καὶ ἐνταλμάτων χαρακτῆρα φέρουσα. ἡ θατέρα δὲ [...]. delta. 321 διάθημα· ἐπιτήδευμα. delta. 322 διαθλοῦντεσ· πονοῦντες. delta. 323 διαθρύπτεται· χαυνοῦται, διαλύεται. delta. 324 9† Δίεδρον† 9· τὸ μετ' ἐρυθήματος λαμπρόν. delta. 325 διὰ τοῦ τοίχου λαλεῖν· ἐπὶ τῶν ἀναισθήτως τι διαπραττομένων. delta. 326 διαίταισ· ταῖς χωρὶς δικαστηρίου κρίσεσι. delta. 327 διακεχρημένον· ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον. Δημοσθένης (27, 11). delta. 328 διαιτῶν· δικάζων. delta. 329 διαιωνιεῖ9· δι' αἰῶνος παραμενεῖ. delta. 330 διαιτητῶν αἵρεσισ· εἶδός τι δίκης ἐστίν· ὁπότε γὰρ τῶν δικαζομένων οἱ μὲν βούλοιντο διαιτᾶσθαι, οἱ δὲ οὔ, τοῖς μὴ βουλομένοις, ἵνα ἀναγκασθῶσιν, ἐδίδοτο ἡ διαιτητῶν αἵρεσις. delta. 331 διακεκναισμένη· διεφθαρμένη. delta. 332 διακαυνίσασθαι· διακληρώσασθαι. delta. 333 διακεκορῆσθαι· διαπεπαρθενεῦσθαι, τετμῆσθαι τῇ μίξει. delta. 334 διακεχυμένοσ· delta. 335 διακίγκλισον· διάσεισον. delta. 336 διακέκοπται· οἷον ἀδοκίμαστόν ἐστι· διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί. delta. 337 διακεχλοιδέναι· θρύπτεσθαι. delta. 338 διακλιμακίσασ· διαπαλαίσας· κλῖμαξ γὰρ καὶ κλιμακισμὸς πάλαισμα ποιόν. delta. 339 διακλῶν· διαθρύπτων. delta. 340 διακναιόμενοσ· ξεόμενος ἢ λυπούμενος. delta. 341 διακναίουσι· διαφθείρουσι. delta. 342 διακόκκω· ὁ μεταξὺ χρόνος. Φερεκράτης (fr. novum). delta. 343 διακομισθείσ· διελθών. delta. 344 διακόνιον· οἱ μὲν τὴν πλακοῦντος κρηπῖδα, Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ (FGrHist 270 F 8) ταῦτ' εἴρηκε περὶ αὐτοῦ· Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην εἰρεσιώνην ὅταν ποιῶσι, πλήττοντες λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλ' ἄττα κυκλοτερῆ πέμματα ταῦτα καλοῦσι διακόνιον. {λέγεται δὲ ἐπί τινος ἐγκρατοῦς. ὁμοίως δὲ καὶ Ἀμερίας (p. 7 Hoffmann) διακόνια τὰ κατὰ τὴν εἰρεσιώνην τῷ Ἀπόλλωνι πλασσόμενα πέμματα. τινὲς δὲ λέγουσι ζωμὸν ποιόν, τινὲς δὲ μᾶζαν. delta. 345 διακορεῦσαι· διαπαρθενεῦσαι, οἱονεὶ διατεμεῖν. delta. 346 διακονίστεροσ καὶ διακονίστατοσ· καὶ λαλίστερος καὶ κλεπτίστερος. {παροιμία Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονίστερός φησιν ἡ παροιμία. delta. 347 διακουράζεσθαι· ἀτενὲς βλέπειν· διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι. delta. 348 διακρία· τόπος ὑπὲρ Βραυρῶνα. delta. 349 διακριδόν· διακεκριμένως. delta. 350 διακορήσ· μεμεστωμένος. delta. 351 διακρίνεται· ἀμφιβάλλει, ἀπιστεῖ, διαχωρίζεται. delta. 352 διακρούεσθαι· ἐξωθεῖν ἢ ὑπερτίθεσθαι. καὶ ἄλλοτε ἄλλως διαναβάλλεσθαι. delta. 353 διάκτωρ· διάκονος, ἄγγελος, ἀπαγγέλλων. delta. 354 διακυκῶσι· διαταράσσουσι. delta. 355 διακυνοφθαλμίζεσθαι· τὸ ὑποβλέπεσθαι καὶ ὑφορᾶσθαι ἀλλήλους. delta. 356 διαιτηταί9· τοὺς ὑπὲρ πεντήκοντα ἔτη γεγονότας καὶ καθαροὺς πάσης αἰτίας ὑπειλημμένους ἀπὸ τοῦ ληξιαρχικοῦ γραμματείου κληρώσαντες τὰ τῶν πολιτῶν διαιτᾶν ἐποίουν. ξένοις μέντοι γε ἐπὶ τοῦτο ἐλθεῖν οὐ συγκεχώρητο. ἔξεστι δὲ τοῖς μεμφομένοις† διαιτᾶν† ἐκκαλεῖσθαι τὸ δημόσιον δικαστήριον. delta. 357 διακωδωνίσαντεσ· δοκιμάσαντες. delta. 358 διακωδωνισθέντεσ· διαφημισθέντες. ὡς ἐπὶ πλεῖστον δὲ ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται. delta. 359 διακωχή9· διάλειψις. delta. 360 διαλαβεῖν· καὶ τὸ ἑκατέρωθέν τινος ἐπιλαβέσθαι. καὶ τὸ διαχωρίσαι εἰς δύο μέρη καὶ εἰς πλείονα. delta. 361 διαλαμβάνων· ὑπομνηματίζων, συγγράφων. delta. 362 διαλαβών· διαδεξάμενος. delta. 363 διαλαγχάνειν· διαμερίζεσθαι, διακληροῦσθαι. delta. 364 διαλέγεσθαι· τὸ συνουσιάζειν. delta. 365 διάλαυροσ· ὀμφαλός. delta. 366 διαλέγοιντο γυναιξίν· ὁμιλοῖεν ἢ συνουσιάζοιεν. οὕτως Ἱεροκλῆς (fr. 3 Arnim). delta. 367 διαλεληφότεσ· ἀπειληφότες. delta. 368 διαλείμματοσ· διαχωρισμοῦ. delta. 369 διαλέγουσαν· διοικοδομοῦσαν· λέγειν γὰρ τὸ οἰκοδομεῖν. delta. 370 διαλέγουσι· διορύττουσι. Θουκυδίδης. delta. 371 διάληψισ· ἐνθύμησις ἢ γνῶσις. delta. 372 διάληξισ· διαλαγχάνειν μέν ἐστι τὸ διαιρεῖσθαι κλήρῳ, διάληξις δὲ τὸ πρᾶγμα. delta. 373 διάλειμμα· διάστημα. delta. 374 διαλλακτήσ· φιλιωτής. delta. 375 διάλογος πορνῶν· τὸ ἔσχατον καὶ λείψανον· διάλογος γὰρ παιδιᾶς μέρος, ὅταν ἐπὶ τέλει διαλέγωσι τὰς ψήφους. delta. 376 διαλύσω· ἀντὶ τοῦ καταλλάξω. delta. 377 διαμαξαμένη· διαψησαμένη. delta. 378 διαμαρτυρία· αὕτη τρόπον τινὰ παραγραφή ἐστι περὶ τοῦ εἰσαγώγιμον εἶναι τὸ πρᾶγμα ἢ μή. delta. 379 διαμαρτυρία καὶ διαμαρτυρεῖν· τρόπος τις ἦν ἡ μαρτυρία παραγραφῆς· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι, ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν μὲν διαμαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε ὁ διώκων προὐβάλλετό τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρῶτον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον. εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινα μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις. τάχα δὲ ἐπὶ μὲν ταῖς τοῦ ἀποστασίου δίκαις ἐκεκώλυτο διαμαρτυρεῖν, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐκέτι. delta. 380 διαμάρτοι· ἀποτύχοι. delta. 381 διαμέλλει· ἀναβολῇ χρῆται. delta. 382 διαμεμετρημένη ἡμέρα· τὸ διάστημα τῆς ἡμέρας ὕδατι μεμετρημένῳ διεμέτρουν. καὶ τοῦτο ἐγίνετο ἐν μόνῳ τῷ Ποσειδεῶνι μηνί· βραχυτάτας γὰρ οὗτος ὁ μὴν τὰς ἡμέρας ἔχει. οἱ τοίνυν δημόσιοι καὶ μεγάλοι ἀγῶνες πρὸς τοῦτο τὸ ὕδωρ ἠγωνίζοντο. καὶ διενέμετο εἰς τρία μέρη ἡ ἡμέρα· ἡ μὲν πρώτη ἡμέρα τῷ κατηγόρῳ, ἡ ἐφεξῆς δὲ τῷ κατηγορουμένῳ καὶ ἡ τρίτη τοῖς δικάζουσιν εἰς τὸ σκέψασθαι τὴν ψῆφον. delta. 383 διὰ μέσου τείχουσ· τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ' ἑκάτερα τὸ νότιον ἐλέγετο, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ (455e). delta. 384 διαμεμετρημένη ἡμέρα· μέτρον τί ἐστιν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς δὴ† τοῦτο† ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσιν. ἐπισκεπτέον δὲ τὸ παρ' Ἰσαίῳ (fr. 40 S.), ὃς μεμετρημένης ἡμέρας ὁτὲ μὲν χωρὶς ὕδατός φησι γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. delta. 385 διάμετρον· διάμετρον Δείναρχος λέγει (fr. 19, 3 C.) τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος. delta. 386 διαμῆσαι· διακόψαι. delta. 387 διαμπάξ· διόλου, διαπαντός. delta. 388 διαμπερέσ· διόλου διῆκον. delta. 389 διάμορφον Σωκράτην ἀπώλεσεν (com. adesp. fr. 386, 2 K.)· ἀντὶ τοῦ δίμορφον ὤλεσεν Μίνω γόνον. παρὰ τὸ ἐκ Μελεάγρου Εὐριπίδου (fr. νοῃυμ). διάμορφον δὲ αὐτὸν ἔφη, ἐπεὶ ἀμορφότατος ἦν. delta. 390 διαμυλλαίνειν· διεσθίειν, διακόπτειν, διαστρέφειν τὰ χείλη. delta. 391 διαμυδῶντεσ· διαβρέχοντες. delta. 392 διαμυδαίνεται· ἀντὶ τοῦ διαπηδᾷ καὶ διαρρεῖ καὶ διηθεῖται. delta. 393 διαμώμενοι· διασκάπτοντες, ζητοῦντες. delta. 394 διανενεύκαμεν (πλ. ρειπ. 4, 441 ξ)· ἀντὶ τοῦ ἐπεραιώθημεν. delta. 395 διανίζεται· διανίπτεται, καθαρίζεται. delta. 396 διανυσθῆναι· τελειωθῆναι. delta. 397 διαπαρθενεῦσαι· μιγῆναι παρθένῳ. ἐλέγετο δὲ οὕτως καὶ τὸ παρθενοτροφῆσαι καὶ διαφυλάξαι παρθένον. delta. 398 διαπαρατριβαί9· ἐνδελέχειαι. delta. 399 διαπατταλεύειν· τὸ διερευνᾶν καὶ ζητεῖν ἐπιμελῶς. delta. 400 διαπατταλευθήσῃ9 (Ar. Equ. 371)· ἀπὸ τῶν τὰς βύρσας διατεινόντων. σημαίνει δὲ τὸ ἐρευνᾶν ἐπιμελῶς. delta. 401 διαπεπατταλευμένα· διεσφηκωμένα ὥστε οὐδὲ πάτταλον διεῖραί που διὰ πυκνότητα. δύναται δὲ εἶναι καὶ ἀπὸ τῶν τοίχων τῶν μηκέτι πασσάλου τόπον ἐχόντων. οἷον ἐπ' ἀκριβὲς ἠγμένα. ἡ μεταφορὰ ἀπὸ τῶν ψυχομένων δερμάτων. delta. 402 9† Διαπεπάχθαι† 9· τὸ διαστῆσαι τὰ σκέλη. delta. 403 διαπεπονημένησ· κατορθωθείσης. delta. 404 διαπερᾶναι· τελειῶσαι. delta. 405 διαπεράναντεσ· διακεντήσαντες. delta. 406 διαπηνηκίσαι· ἐξαπατῆσαι· πηνήκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν ἐκ τῶν τριχῶν περιθέτην ἔλεγον. καὶ τὸ φενακίσαι δέ τινες ἀπὸ τούτου εἰρῆσθαι νομίζουσι. delta. 407 διαπιθηκίσαι· τὸ διαπαῖξαι· ἀπὸ τῶν πιθήκων· φιλοπαιγμονέστατον γὰρ τὸ ζῷον. delta. 408 διαπληκτίζονται· διαμάχονται. delta. 409 διαπονεῖν· ἀσκεῖσθαι. delta. 410 διαπορῶ9· ζητῶ, ἀμφιβάλλω. delta. 411 διαπορθμεύεται· διακομίζεται, διαπερᾷ. delta. 412 διαπορηθέντεσ (Pl. Tim. 49b)· διαποροῦντες. delta. 413 διαπορθμεύσων· διαπεράσων, διακομίσων. delta. 414 διαπραξάμενον ἐλευθερίαν· delta. 415 διαπρέπειν· διαφαίνεσθαι, διαφέρειν. delta. 416 διαπρεπήσ· ἔκδηλος, ἐπίσημος. delta. 417 διαπρύσιον· διὰ παντὸς† δεξιόν†, μέγα, ἐξάκουστον, διαβόητον. delta. 418 διαπυνθάνεται· ἐρωτᾷ. delta. 419 διαρκῶσ· δαψιλῶς. delta. 420 διαρθρώσασ· διατυπώσας. delta. 421 9† Διαροίζεται† 9· ὁρμᾷ. delta. 422 διαρτῆσαι· τὸ ἐξαπατῆσαι. οὕτω Μένανδρος (fr. 839 K.. TH). delta. 423 διαρρεῖν· διαχεῖσθαι, χαυνοῦσθαι. delta. 424 διαρρέουσα· τρυφηλή. delta. 425 διαρρήδην· σαφῶς, φανερῶς. delta. 426 διαρραῖσαι· διαφθεῖραι. delta. 427 διαρρικνοῦσθαι· τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. Κρατῖνος. delta. 428 διαρ {ρύτ {τειν· διαρ {ρύειν, διαντλεῖν, ὡς ἀνύτ {τειν τὸ ἀνύειν. delta. 429 δι' Ἅρματοσ· Ἅρμα τόπος Ἀθήνησιν, ἐν ᾧ διοσημείαςγινομένης ἔπεμπον εἰς Δελφούς. delta. 430 διαρτᾶν· κυρίως ἀντὶ τοῦ διαιρεῖν. καὶ τὸ δι [...]. delta. 431 διαρτίσαι· ἀναπλάσαι, καταρτίσαι. delta. 432 διαρτωμένων· καταρτιζομένων. delta. 433 διασαλακωνίσαι· διαθρύψαι. delta. 434 διασαυλούμενον· θρυπτόμενον. delta. 435 διασαυλούμενοσ· ἁβρυνόμενος καὶ διαθρυπτόμενος.. delta. 436 9† Διασή† 9· διαξύειν, ἀπαλείφειν, παράπτεσθαι. delta. 437 διασκεδαννύουσιν· διασκορπίζουσιν. delta. 438 διασιλλαίνειν· δυσαρεστεῖν. delta. 439 διασκανδικίσῃσ (Ar. Equ. 19)· διευριπιδίσῃς· σκάνδιξ γὰρ λάχανον. ἡ δὲ μήτηρ Εὐριπίδου σκάνδικας ἐπίπρασκεν. delta. 440 9† Διασμύχων† 9· διαξέων. delta. 441 διασκευάσασθαι· ἀντὶ τοῦ συσκευάσασθαι. Ἰσαῖος (fr. 76 ς.). delta. 442 διασπῶν· κατασπῶν, διαστρέφων. delta. 443 διασπαθᾶν· ἀφειδῶς δαπανᾶν. delta. 444 διασείστουσ· ἐοίκασιν ὠνομάσθαι οἱ διάσειστοι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵνα κακούργητοι μᾶλλον ὦσιν. delta. 445 διάστασισ· ἀντὶ τοῦ διακόσμησις. Ἀντιφῶν (87 B 23 D.. K). delta. 446 διαστείχειν· διέρχεσθαι. delta. 447 διαστείχοντεσ· διαπορευόμενοι. delta. 448 διαστείχουσαν· διερχομένην. delta. 449 διαστελλόμενοσ· διαχωριζόμενος. delta. 450 διασαφηνίζειν· τὸ τῇ γλώττῃ ἀκριβοῦν. {οἱ νεώτεροι καὶ βιάσασθαι ἐπὶ τοῦ αὐτοῦ τάττουσιν ἀδιαφόρως. delta. 451 διασφάγεσ· διεστῶσαι πέτραι. delta. 452 διασφάξ· διατομὴ ὄρους. delta. 453 διάσχεσισ· κροῦμά τι, ἢ φορά τις τῶν χειρῶν ἐν τῇ λύρᾳ. delta. 454 διασχών· διελθών, διαστήσας. delta. 455 διαταφρεύει· διασκάπτει. delta. 456 διαττᾶν· σήθειν. delta. 457 διαταμιεύειν (Pl. Leg. 7, 805e)· ἐπιμελεῖσθαι τῶν κατὰ τὴν οἰκίαν. delta. 458 διαστῆσαι· ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι. delta. 459 διαιτηταί9· ἕτεροι παρὰ τοὺς δικαστάς εἰσιν οἱ διαιτηταὶ {ἔξω τῶν δικαστηρίων κρίνοντες. οἱ μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον καὶ τὰς ἀπὸ τῶν διαιτητῶν† ἀφεσίμους† ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τοῖς κρινομένοις διῄτουν. καὶ εἰ μὲν ἤρεσκεν τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. delta. 460 διατείνεται· διαβεβαιοῦται. delta. 461 διατεθρυμμένοσ· διακεκλασμένος. delta. 462 διατεθρυλημένος τὰ ὦτα (Pl. Reip. 2, 358c)· οἷον κατηδολεσχημένος. ἢ οἷον πλειστάκις καὶ περὶ τῶν αὐτῶν πλεῖστα ἀκηκοώς. delta. 463 διατεθώκηται· διακεχώρισται. delta. 464 διατεκμαίρεται· στοχάζεται. delta. 465 διατελεῖς τυραννίδασ (Pl. Reip. 10, 618a)· ἃς ἔχων ἄν τις† διατελέσας† ἀφίκοιτο. delta. 466 διατίθεται· πράττει. delta. 467 διατιμᾶται· δοκιμάζεται. delta. 468 διατιμητικόσ· δοκιμαστικός. delta. 469 διατιτρᾶν· διατρυπᾶν. delta. 470 διατοιχεῖ9· ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ πλοίου, ποτὲ δὲ ἐπὶ τοῦ ἀριστεροῦ γίνεται. delta. 471 διάτορον· ἐξάκουστον, μεγαλόφωνον. delta. 472 διατραπῆναι· διὰ φόβον ἀλλάξαι τὸ χρῶμα καὶ ὠχριάσαι. delta. 473 9† Διατραμεῖσα† 9· διερρηγυῖα τῶν ἰσχίων καὶ οἱονεὶ ξηρά. delta. 474 διατρίβει· στραγγεύεται, χρονίζει. delta. 475 διατριβή9· τόπος ἐν ᾧ τινες μανθάνουσιν. ἢ καιρὸς καθ' ὃν ἀναστρεφόμεθα περί τινα διάλεξιν φιλόσοφον. delta. 476 9† Διατταχῶς† 9· ἀντὶ τοῦ διχῶς. delta. 477 διᾴττειν· ὁρμᾶν, διατρέχειν. ἢ δάκνειν. delta. 478 διαύλια· μεσαύλια. delta. 479 διαύλιον· τὸ μεταξὺ τῆς ᾠδῆς αὐλούμενον. λέγεται καὶ μεσαύλιον. delta. 480 δίαυλοσ· ὁ διστάδιος τόπος. delta. 481 διαυλίζων· βαθύνων ἢ μηκύνων. delta. 482 διαυανθῆναι· ξηρανθῆναι. delta. 483 διαφανήσ· ὁ ἐπιφανὴς καὶ ἐπίσημος. delta. 484 διαφέρον· ἀντὶ τοῦ συμφέρον.† Ἀριστοφάνης†. delta. 485 διαφαίνει· διαδείκνυσιν. delta. 486 διαφόρωσ· διαφερόντως. delta. 487 διαφόρων· διαστάσεων καὶ χωρισμῶν τῶν κατὰ τὴν ὀργὴν γινομένων· διαφέρονται γὰρ πρὸς ἀλλήλους οἱ μὴ λέγοντες τὰ αὐτὰ ὑπὲρ οἱουδήποτε πράγματος, ἀλλὰ διχοστατοῦντες. delta. 488 διαφρυκτοῦν· διαψηφίζειν, διακληροῦν· τὸν γὰρ κύαμον ἐκάλουν φρυκτόν. ἀντὶ δὲ ψήφων κυάμους ἐφόρουν οἱ τῶν Ἀθηναίων δικασταί. delta. 489 διαφανῶσ· σαφῶς ἢ συμφώνως. delta. 490 διαφεῖναι· διαλῦσαι. delta. 491 διαφερόντωσ· ἐξαιρέτως. delta. 492 διαφερώμεθα· φιλονεικήσωμεν. delta. 493 διαφορά9· ἔχθρα. delta. 494 διαφορά9· τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης. delta. 495 διάφοροι· ἐχθροί. παρὰ τὸ διαφορεῖσθαι τὰς γνώμας. (1, 57, 2. 3, 61, 2, al.). delta. 496 διάφορα· ἀναλώματα. {Θουκυδίδης. delta. 497 διαχείριζε· διοίκει. delta. 498 διαχειρίσαι· φονεῦσαι. delta. 499 διαχειροτονία· διάκρισίς τις χειροτονίας ἐν πλήθει γινομένης. τοῦτο Δημοσθένης (24, 25, αλ.). delta. 500 διαχεῖται· χαίρει, διαχέεται. delta. 501 διάχυσισ· χαρά, τέρψις. delta. 502 διαχύτλαζε· διακίνει, διάχει. delta. 503 διαψαίρουσα· διασύρουσα. καὶ Τιμόθεος τὴν ἐκλυομένην καὶ καταρρέουσαν. σημαίνει δὲ καὶ τὴν ἠρεμαίαν κίνησιν. Εὐριπίδης (fr. 926 N. 2) ἐπὶ τοῦ καθαίρειν κέχρηται τῇ λέξει,. delta. 504 διαψαίρουσιν (Ar. Av. 1717)· διαπνέουσιν· ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι. delta. 505 διαψαλάττεσθαι· τὸ διαστέλλεσθαι εἰς ἔρευναν· τὸ γὰρ ἀψάλακτον ἄθικτον. οὕτως Κρατῖνος. delta. 506 διαψήφισισ καὶ ποψήφισισ· οἱ πολῖται συνίασιν ἕκαστοι κατὰ τοὺς αὑτῶν δήμους καὶ περὶ τῶν αἰτίαν ἐχόντων ἢ παρεγγεγραμμένων εἰς τὴν πολιτείαν ψῆφον φέρουσι κρύβδην· οἷον Ἀχαρνεῖς περὶ Ἀχαρνέων καὶ περὶ Ἐλευσινίων οἱ Ἐλευσίνιοι καὶ οἱ λοιποὶ δημόταιπαραπλησίως. καὶ τοῦτο† διὰ ψήφου†. οἱ μὲν οὖν πλειόνων ψήφων τυγχάνοντες ἀναμφισβητήτως τὴν πολιτείαν ἔχουσιν, ὅσοι δ' ἂν ἐλάττονας ψήφους λάβωσιν, οὐκέτι νομίζονται, καὶ τοῦτό ἐστιν ἡ ἀποψήφισις. delta. 507 διαψήφισισ· ἰδίως ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίνονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστίν, ἢ ξένος ὢν παρεγγέγραπται. delta. 508 διαψήφισισ· ἁπλῶς μὲν τὸ ἐνέγκαι ψήφους, κυρίως δὲ ἡ τῶν δημοτῶν ἐξέτασις, ἣν ἐποιοῦντο ἐν ἑαυτοῖς ἐπὶ τὸ ἀποψηφίσασθαι τοὺς ξένους καὶ ἐκβαλεῖν τοῦ δήμου καὶ τῆς πολιτείας. ἐδίδου δὲ ἕκαστος τῶν δημοτῶν τῷ δήμῳ διαψήφισιν ἰδίαν, εἴτε πολίτην ἐδόκει τὸν ἐξεταζόμενον εἴτε μή. καὶ εἰ ἀπεψηφίσθη παρ' αὐτῶν, εἰσήγετο εἰς τὸ δικαστήριον καὶ ξενίας ἐκρίνετο. καὶ εἰ μὲν ἑάλω, ἐπιπράσκετο ὡς ξένος. εἰ δὲ ἀπέφυγεν, οἱ δημόται πάλιν αὐτὸν ἀνεδέχοντο. delta. 509 δίγονος μάσθλησ· διπλοῦς ἱμάς. ἢ ὅτι οὐ μόνον κατὰ τὴν βαφὴν ἦν τοιοῦτος, ἀλλὰ καὶ ὑπὸ τοῦ αἵματος ἐκέχρωστο. Σοφοκλῆς Ἀνδρομέδᾳ (fr. 125 N. 2† 129 R.)· δίδου δαφοινὸν μάσθλητα δίγονον. delta. 510 διδάσκαλον· ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. delta. 511 διδάσκαλον, οὐ καθηγητὴν λεκτέον. ἰδίως μέντοι διδασκάλους οἱ Ἀττικοὶ τοὺς μουσικοὺς βούλονται καλεῖν. οὕτως Φερεκράτης (fr. novum). delta. 512 διδαχή9· ἀντὶ τοῦ διδασκαλία. Ἡρόδοτος γʹ (134, 4). delta. 513 δίδραχμον· συντέλεσις, εἰσφορά, λειτουργία. ἔχει δὲ τὸ δίδραχμον οὐγγίας ʹ. delta. 514 δίδυμοι· συνήθως ἡμῖν καὶ οἱ συμφυεῖς, ἰδίως δὲ οἱ μόνοι. ἢ δισσῶς. καὶ αὐλοῖσι διδύμοισιν (τ 227). delta. 515 διέγνωκα· κέκρικα. delta. 516 διέθει· διέτρεχεν. delta. 517 διέβαλεν· ἠπάτησεν. οὕτω Θουκυδίδης. delta. 518 διεγγύησιν· ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν. Δημοσθένης (24, 73). delta. 519 διειδέσ· λαμπρόν, διαυγές. delta. 520 διδαξάμενοσ· τελέσας τι ὑπέρτερον διδασκάλου. delta. 521 δίειμι· διέρχομαι. delta. 522 9† Δεδιοίκησε† 9· διέτριψεν. delta. 523 διεῖπεν· διῴκει, περιήρχετο. delta. 524 διέζευξε· διεχώρισε. καὶ παρὰ τοῖς μουσικοῖς διεζευγμένον λέγεται τὸ τετράχορδον. καὶ συνεζεῦχθαι λέγουσι τὸ ἐν αὐτῷ εἶναι. delta. 525 διεκόρησας τὴν παῖδα· delta. 526 διεκωδώνισεν· ἀντὶ τοῦ διεπείρασε καὶ ἐξήτασεν. ἡ δὲ μεταφορὰ ἢ ἀπὸ τῶν περιπολούντων τοῖς κώδωσι νυκτὸς τὰς φυλακάς, ἢ ἀπὸ τῶν δοκιμαζόντων τὰς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος. delta. 527 διεκοσμήθησαν· διετάχθησαν. delta. 528 διεκπαίσαντεσ· διεκτρυπήσαντες, διεκδραμόντες. delta. 529 διελάφυξασ· διερρόφησας, ἀνήλωσας. delta. 530 διειλκύσθησαν· διέτριψαν, διηνέχθησαν. delta. 531 διενέγκαντεσ· ὑπενέγκαντες. delta. 532 9† Διεδοιδύκησε† 9· διέγραψε τῇ χειρὶ στρογγύλην αὐτὴν ποιήσας ὡς δοίδυκα. delta. 533 9† Δίεξιν† 9· διεξέλευσιν. delta. 534 δι' ἐνιαυτοῦ9· ἀντὶ τοῦ δι' ὅλου τοῦ ἐνιαυτοῦ. καὶ δι' 9ἡμέρασ· ἀντὶ τοῦ δι' ὅλης τῆς ἡμέρας. delta. 535 διεπηνήκισασ (Cratin. fr. 282 K.)· ἐξηπάτησας. ἀπὸ τῆς delta. 535 πηνήκης· τὴν γὰρ περιθέτην οὕτως λέγουσιν, ἣν ἔχοντες ἐξαπατῶσι τοὺς ὁρῶντας. delta. 536 διέπει· ἐνεργεῖ, διοικεῖ, καθίσταται. delta. 537 διέπληντο· ἐπεπλήρωντο. delta. 538 διέπτυξεν· διεσαφήνισεν. delta. 539 διεπυνθάνετο· ἠρώτα. delta. 540 διερόσ· ὑγρός. delta. 541 διεργασθείσ· ἀναλωθείς. delta. 542 διερειδόμεθα· στηριζόμεθα. delta. 543 διερικνοῦντο· διεκαμπυλοῦντο. delta. 544 διερέττοντα· διακωπηλατοῦντα. delta. 545 διερπύσαι· διελθεῖν. delta. 546 διέρρει· διεφθείρετο. delta. 547 δίεσιν· διαχωρισμόν. καὶ ἡ πρώτη κατὰ μουσικῆς ᾠδῆς κίνησις. delta. 548 διεσαρδώνισεν· διεγέλασεν, οὐκ ἐπὶ διαχύσει, ἀλλ' οἱονεὶ Σαρδάνιον γέλωτα. delta. 549 διεσκίασται· ἀποκέκρυπται. delta. 550 9† Διεσκεδασμένον† 9· διατετυπωμένον. delta. 551 διεσκαριφησάμεθα· σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν.. delta. 552 διεσμιλευμένον· διεσχισμένον, ἠκριβωμένον, ἐξεσμένον, περικεκαθαρμένον. delta. 553 διέσχεν· διῆλθεν. delta. 554 διεσπευσάμην· ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην. ἢ ἀντὶ τοῦ διεπραξάμην. delta. 555 διεσπαθικότα· διερριφότα. delta. 556 διεσφηκωμένον (Ar. Vesp. 1072)· διαδεδεμένον. delta. 557 διετείνετο· διαρρήδην εἶπεν. delta. 558 9† Διετείνετο† 9· ἰδίως Ἀντιφῶν (5, 46). ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. delta. 559 διευκρινῆ9· σαφῆ. delta. 560 διευκρινημένοι· διακρίνοντες. delta. 561 διευκρινησάμενοσ· ἀντὶ τοῦ διαλυσάμενος, ἀπὸ τοῦ εὖ διακρίνειν. delta. 562 διηγκυλωμένον· delta. 563 διηθεῖται· ἀφυλίζεται. delta. 564 διηθεῖν· διϋλίζειν. delta. 565 διήκει· διέρχεται. delta. 566 διήκουσαν· διελθοῦσαν, διερχομένην. delta. 567 διήλλαξεν· ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν. delta. 568 διηνέχθη· ἐμαχέσατο. delta. 569 διηρθρωμένον· δεδηλωμένον, ἠκριβωμένον. delta. 570 διήρκεσεν· διέμεινεν, παρέμεινεν. delta. 571 διῆρξα· ἀντὶ τοῦ διὰ τέλους ἦρξα. Λυσίας (fr. 177 S.). delta. 572 διῆρεσ· ὑπερῷον. delta. 573 διήρτησεν· ἐξηπάτησεν, ἐπλάνησεν. delta. 574 διηύθυνεν· ἐκώλυσεν. delta. 575 διθύραμβοσ· ὕμνος εἰς Διόνυσον. delta. 576 διθύροισ· διπτύχοις, διπλαῖς θύραις. delta. 577 διϊέναι· διέρχεσθαι. delta. 578 διϊείσ· διαπέμψας. delta. 579 διϊκνούμενοσ· διερχόμενος. delta. 580 δίϊξισ· διεξέλευσις. delta. 581 διῒ Συκασίῳ9· ἀντὶ τοῦ καθαρσίῳ· τῇ γὰρ συκῇ ἐχρῶντο ἐν τοῖς καθαρμοῖς. delta. 582 διϊστάσ· διαχωρίζων. delta. 583 διΐσταται· διαχωρίζεται. delta. 584 διιππασία καὶ 9† Ἀνιππασία† 9· τῶν ἵππων ἅμιλλα· ὥσπερ δὴ διωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ ἄμφω δηλοῖ. delta. 585 διϊπόλια· ἑορτὴ ἀγομένη Διΐ, Σκιροφοριῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα. delta. 586 δίκη ἐμπορική9· ἡ πρὸς τοὺς ἐμπόρους περὶ ὅτου λαγχανομένη. ἦσαν δὲ αὗται ἔμμηνοι ὑπὲρ τοῦ μὴ τρίβεσθαι αὐτοὺς καὶ ἀργεῖν δικαζομένους. delta. 587 δίκροτος ναῦσ· ἡ δύο στοίχους ἐρετῶν ἔχουσα, ὥσπερ τριήρης ἡ τρεῖς λέγεται. delta. 588 δίκρα· διπλῆ. καὶ δίκροοι ὄφεισ παρὰ Ἀριστοτέλει οἱ δικέφαλοι. delta. 589 δίκρον· τὸ δίκρανον οὕτως ἔλεγον δύο ἐξοχὰς ἔχον, οἷον δίκρανον, δικέφαλον. delta. 590 δίλογχον Βενδῖν· διαπλάσσεται παρά τισιν ἡ Ἄρτεμις δύο λόγχας ἔχουσα. παρὸ καὶ Ἀθήνησι πομπεύοντες δύο λόγχας ἔχουσι τοῖς Βενδιδείοις. ἢ δύο τιμῶν λελογχυῖαν, οὐρανίων καὶ ἐπιγείων. ἢ τὴν δύο λαμπάδας ἔχουσαν· λόγχας δὲ καὶ ἔγχη τὰς δᾷδας λέγεσθαι. delta. 591 δικαιότερον σταχάνης ἢ τρυτάνησ· ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων· σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν, ἴσως παρὰ τὴν στάσιν. delta. 592 δικαιογένησ· ὄνομα κύριον, ὃς τραγῳδίας (TrGF 52 T 1) καὶ διθυράμβους ἔγραψεν. delta. 593 δικαιόπολισ· πόλις ἐν Θρᾴκῃ. delta. 594 δικαιώσεισ· Λυσίας (9, 8) τὰς δικαιολογίας, Θουκυδίδης δὲ τὰς κολάσεις λέγει (8, 66, 2). delta. 595 δικαιοῦν· δύο δηλοῖ· τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν. οὕτως Ἡρόδοτος (1, 100, 2 et 3, 42, 2). delta. 596 δίκας πραττόμενοι· delta. 597 δικασπόλοι· δικασταί. delta. 598 δίκη· ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις. delta. 599 δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην· ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις. delta. 600 δίκη· κρίσις. καὶ σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων λέγεται, ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος δῆλον ποιεῖ (54, 1). delta. 601 δείκηλα· μιμήματα, εἰκάσματα. delta. 602 δίκησ· δικαιοσύνης ἢ τιμωρίας. delta. 603 δικητροπεῖ9· φυγαδεύει. delta. 604 δίκης ἀνάκρισισ· οὐ πάσας δίκας κελεύουσιν οἱ νόμοι εἰσάγεσθαι, ἀλλ' ὅταν ὁ φεύγων ἀντιλέγῃ καὶ παραγράφηται, λέγων εἰσαγώγιμον μὴ εἶναι αὐτήν, πρότερον ἐπὶ τούτῳ γίνεται κρίσις, ἥτις δίκης ἀνάκρισις λέγεται. delta. 605 δικαιούμενοσ· κολαζόμενος. δίκης τυγχάνων. delta. 606 δικαιωτήρια (Pl. Phaedr. 249a)· οἷον δικαστήρια. delta. 607 δίκορσον· δικόρυφον. delta. 608 δικορραφεῖν· δίκας συρράπτειν, ἐν τοῖς δικαστηρίοις ἀναστρέφεσθαι. delta. 609 δικραέσ· δικέφαλον. delta. 610 δικτάτωρ· ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὃς παρὰ Ῥωμαίοις δισύπατος καλεῖται. ἀρχὴ δ' ἦν πρόσκαιρος, οὐ διὰ βίου, καὶ ἀνεύθυνος. delta. 611 δικτυωτή9· καγκελλωτή. delta. 612 δικτύῳ ἄνεμον θηρᾷ9· ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τι ποιούντων. delta. 613 διλήμματον· διχῶς νοούμενον. delta. 614 δῖναι· αἱ τῶν ὑδάτων συστροφαί. delta. 615 δῖνοσ· σχῆμα χορικόν. delta. 616 δίκυμα· τὰ διδυμοτόκα πρόβατα. delta. 617 δινεύοντεσ· στρέφοντες. delta. 618 δινήεντοσ· δίνας ἔχοντος, συστροφὰς ὕδατος περιφερεῖς τινας πεποιημένας. delta. 619 δινήσασ· στρέψας. delta. 620 δίνησ· συστροφῆς ὑδάτων. delta. 621 διογενέσ· εὐγενέστατον. delta. 622 9† Διοβελία† 9· δύο ὀβολοί. delta. 623 διοικιεῖν· ἀντὶ τοῦ διαιρήσειν, ὥστε μὴ ἐν ταὐτῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μέρος. delta. 624 διμοιρίτησ† τοῦτο† ἐνίοτε τριώβολον ἀποδεδώκασιν, ἐπειδὴ τοῦτο δίμοιρόν ἐστι τῆς δραχμῆς. ὁ οὖν τοῦτο λαμβάνων στρατιώτης διμοιρίτης ἐλέγετο. ἔστι δέ τις καὶ στρατιωτικὴ ἀρχή, ὡς λοχαγός, διὰ τὸ παρὰ τοὺς ἄλλους στρατιώτας δύο μοίρας λαμβάνειν. delta. 625 διοιδηκώσ· πεφυσημένος. delta. 626 διοιδούντων· ἐκφυσώντων. delta. 627 διοικίζεσθαι· χωρίζεσθαι. delta. 628 διοικίσαι τοῦ συνοικίσαι 9· συνοικίζει μὲν γάρ τις τοὺς διεσπαρμένους εἰς ἕν, διοικίζει δὲ ἀπὸ ἑνὸς χωρίου εἰς πολλοὺς διανέμων τόπους. delta. 629 διοικητήσ· ὁ ἐπὶ τῶν ἀναλισκομένων. καὶ ἀρχὴ Ἀθήνησιν ὁ ἐπὶ τῆς διοικήσεως, οἷον τῶν προσιόντων τῇ πόλει καὶ ἀναλισκομένων. delta. 630 διολούφειν· τὸ διατίλλειν. delta. 631 διολκή9·† ἀνακωχὴ χρόνου†. delta. 632 διωλύγιον· ἄνυδρος τόπος. delta. 633 διωλύγιον· τὸ μέγα. Ἰσαῖος (fr. 123 S.) καὶ Πλάτων (Theaet. 162a. Leg. 10, 890e). delta. 634 διοίσασα· διαπεράσασα. delta. 635 διοίσειν· διαφέρειν. delta. 636 διομεῖσ· δῆμος τῆς Ἀττικῆς ἐν ᾧ ὁ Ἡρακλῆς. delta. 637 διομήδειος ἀνάγκη· παροιμία ἀπὸ τοῦ Τυδέως ἢ ἀπὸ τοῦ Θρᾳκός, ὃς ἠνάγκαζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς θυγατράσιν αὐτοῦ μίσγεσθαι, ἃς καὶ ἵππους ἀλληγορεῖ, εἶτα ἀνῄρει. οἱ δὲ ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ Παλλάδιον κλέψαντες νυκτὸς ἐπανῄεσαν. ἑπόμενος δὲ ὁ Ὀδυσσεὺς τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ σελήνῃ δὲ ἰδὼν τὴν σκιὰν τοῦ ξίφους ὁ Διομήδης δήσας τὸν Ὀδυσσέα ἐποίησε προάγειν παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατὰ ἀνάγκην τι πραττόντων. delta. 638 διωμοσία καὶ ντωμοσία· ὅταν οἱ κατηγοροῦντες ὀμνύωσιν, ὡς ἀληθῶς κατηγοροῦσι, τοῦτο διωμοσία· ὅταν δὲ οἱ κατηγορούμενοι ὀμνύωσι τὸν αὐτὸν ὅρκον διαλυόμενοι τὰ ἐγκλήματα, τοῦτο ἀντωμοσία. delta. 639 δῖον· ἔνδοξον. delta. 640 διονύσιον· τὸ ἱερὸν τοῦ Διονύσου. delta. 641 9† Διόνεια· δῆμος Αἰνηΐδος†. delta. 642 διόπαι· ἐνώτια. τινὲς δὲ εἶδος ὑποδημάτων. delta. 643 διοπετέσ· ἐξ οὐρανοῦ κατερχόμενον. delta. 644 δίοποι· βασιλεῖς. παρὰ τὸ διόπτειν ἢ διοπτεύειν. delta. 645 δίοποσ· ναυφύλαξ, ἄρχων, ναύαρχος, οὐχὶ πρῳρεύς, ὥς τινες νομίζουσιν· οὐ γὰρ ὡς προόπτης τις ὠνόμασται, ἀλλ' ὡς ἐπισκοπῶν καὶ ἐφορῶν. ἔστι καὶ παρὰ Δημοσθένει ὁ διϊθύνων τὴν ναῦν. delta. 646 διοπομπεῖσθαι· τὸ ἀποτρέπεσθαι καὶ ἀποπέμπεσθαι τὸν προστρόπαιον Δία. delta. 647 διοπτεύσων (K 451)· διοψόμενος, κατασκοπήσων. delta. 648 διοπομπεῖσθαι· ἀποτροπιάζεσθαι καὶ ἀποκαθαίρεσθαι. delta. 649 διοπτεύων· δίοπος λέγεται ὁ διέπων καὶ ἐποπτεύων. delta. 650 διοπτῆρα (κ 562)· κατάσκοπον, οἰκονόμον. delta. 651 διοριστέον· διαχωριστέον. delta. 652 διόρμησον· κατασκεύασον, εὐτρέπισον, ἕτοιμον ἀπέργασαι. delta. 653 διὸς ἄνθοσ· φυτὸν ἀκανθῶδες. delta. 654 διὸς βαλάνουσ (Hermipp. fr. 63, 20 K.)· ἃ καὶ καστάνια καλοῦσί τινες. delta. 655 διὸς ἐγκέφαλοσ· τὸ κάλλιστον βρῶμα. delta. 656 διὸς Κόρινθοσ· ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων παροιμία. ἐρρέθη δὲ δι' αἰτίαν τοιαύτην· Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα καὶ τοῦ δήμου μὴ προσέχοντος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· οὐκ ἀνέξεται ταῦτα Διὸς Κόρινθος. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· παῖε τὸν Διὸς Κόρινθον. delta. 657 διὸς κῴδιον· οὗ τὸ ἱερεῖον Διῒ τέθυται. θύουσι δὲ τῷ τε Μειλιχίῳ καὶ τῷ Κτησίῳ Διΐ. τὰ δὲ κῴδια τούτων φυλάσσουσι δῖα προσαγορεύοντες. χρῶνται δ' αὐτοῖς οἵ τε Σκιροφορίων τὴν πομπὴν στέλλοντες καὶ ὁ δᾳδοῦχος ἐν Ἐλευσῖνι καὶ ἄλλοι τινὲς πρὸς τοὺς καθαρμοὺς ὑποστρωννύντες αὐτὰ τοῖς ποσὶ τῶν ἐναγῶν. delta. 658 δίοψισ· διάβλεψις, διάσκεψις. delta. 659 διὸς ψῆφοσ· οὕτως καλεῖται, ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίθησαν. Κρατῖνος Ἀρχιλόχοις (fr. 7 κ.)· ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται· ὁ γὰρ τόπος, ἐν ᾧ ἐκρίθησαν, Διὸς ψῆφος καλεῖται. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. delta. 660 διοτρεφήσ· ὑπὸ Διὸς τεθραμμένος. delta. 661 διότι· ἔσθ' ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται· οὕτω γὰρ ἄλλοι πολλοὶ καὶ Ἱεροκλῆς (fr. 4 Arnim). delta. 662 διότιμοσ· κύριον. καὶ διόφαντοσ ὁμοίως. delta. 663 διποδία· εἶδος Λακωνικῆς ὀρχήσεως. delta. 664 διπτύχια· δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν ὑπεστρῶσθαι, τὸ δὲ ἕτερον† ὑποβεβλῆσθαι†. delta. 665 δίπυρον· Δωρίδα ἑταίραν δύο ἐραστὰς ἔχουσαν. οὕτω Μένανδρος (fr. novum). delta. 666 δίρκοι· φθεῖρες. delta. 667 δίσεπτα· ὑφ' ἓν λέγειν καὶ τὴν πρώτην συλλαβὴν ὀξυτονεῖν ἀξιοῦσιν Ἀττικοί. delta. 668 δὶς ἑπτὰ πληγαῖς πολύπους πιλούμενοσ· ἐπὶ τῶν κολάσεως ἀξίων. παρ' ὅσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι. delta. 669 δισκεύων· ἐκδεχόμενος, κυλίων. delta. 670 δίστομον· τὸν διπλοῦν λέγουσιν. delta. 671 διφᾶν· ζητεῖν. {καὶ ὑπὸ τρυφῆς διαρρεῖν. delta. 672 διφροφόροι· Στράττις ἐν Ἀταλάνταις (fr. 8 K.). διφροφορουμένουσ· Ἡρόδοτος (3, 146,