Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
306.1.1
S.). alpha. 2541 Ἀπόλειψισ· σημαίνει μὲν καὶ ἄλλως τὸ ἀπολιπεῖν, ἰδίως δὲ ὅταν γαμετὴ τὸν ἄνδρα ἀπολίπῃ. λέγεται δὲ χρηματίζειν πρὸς αὐτὸν ἀπόλειψιν. alpha. 2542 Ἀπόλεκτον· οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκριτον καὶ ἐξειλεγμένον ἐκ πλειόνων. καὶ στρατιώτας ἀπολέκτους καὶ λογάδας τοὺς αὐτοὺς καλοῦσιν. alpha. 2543 Ἀπολελοιπότεσ· ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ (12, 41). alpha. 2544 Ἀπόληγε (N 230)· παύου. alpha. 2545 Ἀπολιβάξαι· ἀπορρῖψαι. καὶ πολιβάζειν· ἀποφθείρειν. Φερεκράτης (fr. 42 K.). alpha. 2546 Ἀπολιβάξαι· τὸ ἐκρυῆναι, ἀπὸ τῆς λιβάδος. ἄλλοι δὲ τὸ πόρρω ἀπελθεῖν, παρὰ τὴν Λιβύην. alpha. 2547 Ἀπολιταργίσαι· ταχέως ἀποδραμεῖν. alpha. 2548 Ἀπολοπίζειν· διὰ τοῦ ο μόνως καὶ οὐ διὰ τοῦ ε, ὡς οἱ πολλοί. οὕτω Φερεκράτης (fr. novum) καὶ ἕτεροι. alpha. 2549 Ἀπολογήσασθαι· τὸ ἐπεξελθεῖν ἕκαστα. Δημοσθένης (24, 108). alpha. 2550 Ἀπόλλω καὶ πόλλων 9· διχῶς. Πλάτων εὐθὺς ἐν ἀρχῇ τῶν Νόμων (1, 624α)· παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις Ἀπόλλων. alpha. 2551 Ἀπολέγομαι· ὡς ἐν τῇ συνηθείᾳ φασίν, ἀντὶ τοῦ ἀρνοῦμαι καὶ παραιτοῦμαι. Φερεκράτης (fr. novum). alpha. 2552 Ἀπολλύειν καὶ πολλύναι· διττῶς λέγουσιν. καὶ ποδεικνύειν καὶ ποδεικνύναι, καὶ πάντα τὰ ὅμοια. alpha. 2553 Ἀπολλώνιον· βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτω καὶ παρὰ Θουκυδίδῃ (2, 91, 1) ἀναγνωστέον. καὶ ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος, ὡς θήναιον, τὸ τῆς Ἀθηνᾶς· καὶ διονύσιον καὶ δημήτριον καὶ πάντα τὰ τοιαῦτα. alpha. 2554 Ἀπόλεμος χρόνοσ· σημαίνει τὸν εἰρηνικὸν καὶ τὴν ἠρεμίαν τοῦ δόρατος. alpha. 2555 Ἀπόλεμος μοῦσα· Πλάτων εἴρηκεν (Leg. 7, 815d). alpha. 2556 Ἀπολελεμμένοσ· οἷον ἀπολελεπισμένος. alpha. 2557 9† Ἀπολώλει† 9 τῷ φόβῳ9· Ξενοφῶν ἐν (6, 1, 2)· ὁ Κῦρος† ἀπολώλει† τῷ φόβῳ μὴ λυθῇ ἡ στρατιά. alpha. 2558 Ἀπολλύασιν· ὡς καὶ τὸ δεικνύασιν. Θουκυδίδης φησίν (7, 51, 2). alpha. 2559 Ἀπόλωλα· ἀντὶ τοῦ ἀπώλεσα. Ἀριστοφάνης (Ach. 1027). alpha. 2560 Ἀπὸ λύκου θήρασ· παροιμία τῶν ἀπράκτων εὐθὺς ἀπιόντων. οἱ δὲ ἐπὶ τῶν ἀπηνῶν καὶ ἀγρίων. alpha. 2561 Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ· αὕτη γέγονεν ἐκ τοῦ†̓ Αρίστου† Κύκλωπος (TrGF 9 F 4), ὥς φησι Χαμαιλέων (fr. 37 Wehrli). alpha. 2562 Ἀπομαγδαλία καὶ πομαγδαλίσ· ψωμὸς εἰς ὃν ἐκμασσόμενοι τὰς χεῖρας μετὰ τὸ δεῖπνον ἔρριπτον τοῖς κυσίν. alpha. 2563 Ἀπομάγματα· τὰ ἀποκαθάρματα. καὶ 9† ἀπομάκτραι† 9· τὰ αὐτά. alpha. 2564 Ἀπόμακτρα† σκυταλῶν· ἀπεσκοτημένα ἐσκιοτροφημένα†. alpha. 2565 Ἀπομάττεσθαι· ἀναλαβεῖν, μιμήσασθαι καὶ ἀποτυποῦν. alpha. 2566 Ἀπομάττων· Δημοσθένης ἀντὶ τοῦ ἀποψῶν. οἱ δὲ ἀντὶ τοῦ περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις. ἀπομάττεσθαι τὸν ἀνδριάντα τῷ πηλῷ. alpha. 2567 Ἀπομερμηρίξαι· ἀπονυστάξαι. alpha. 2568 Ἀπομηνίσασ· ἀποχωρήσας δι' ὀργήν, ἢ παυσάμενος τῆς ὀργῆς. alpha. 2569 Ἀπόμισθοσ· ἄμισθος. ἢ ὁ μισθοῦ πράξας ἔργον τι καὶ ἀφειμένος. οὕτως Λυσίας (fr. 138 S.). alpha. 2570 Ἀπόμισθοι· οἱ μισθὸν μὴ λαβόντες. οὕτως Δημοσθένης (4, 46. 23, 154). alpha. 2571 Ἀπὸ μισθωμάτων θύειν· οἱ Ἀττικοὶ ἔλεγον οὕτω θυσίας δημοσίας, ἃς ἐργολαβοῦντες ἐτέλουν. alpha. 2572 Ἀπομόρξαι· ἀποψῆσαι τῶν μέτρων τὸ ὑπερχειλές. καὶ 9ὀμόργματα τὰ ἐπίμετρα λέγεται. καὶ πόμοργμα τὸ ἐκτύπωμα καὶ ὁμοίωμα. alpha. 2573 Ἀπομορξάμενον·† ἀποπαυσάμενον†. alpha. 2574 Ἀπόμορφα· ξένα, οὐκ ἐοικότα τοῖς ἤθεσιν. alpha. 2575 Ἀπομορχθείσ (Ar. Vesp. 560)· ἐκμαγείς, πραϋνθείς. alpha. 2576 Ἀπομόσαι καὶ κατομόσαι· τὸ μὲν ἀρνητικόν, τὸ δὲ καταφατικόν. alpha. 2577 Ἀπόμυκτον· ἀντὶ τοῦ ἀκάθαρτον. alpha. 2578 Ἀπομυξίασ· ἀκαθαρσίας. alpha. 2579 Ἀπομύττειν· ἐξαπατᾶν, γοητεύειν. alpha. 2580 Ἀπόν· ἀπρεπές. alpha. 2581 Ἀπόνασθαι· κατατρυφᾶν ἢ ὠφελεῖσθαι. alpha. 2582 9† Ἀπόναται† 9· εὐεργετεῖται, ὠφελεῖται. alpha. 2583 9† Ἀπόνειμαι† 9· ἀπόδος. alpha. 2584 Ἀπονενοημένοσ· Ξενοφῶν (HG. 7, 5, 12), πονενοημένωσ δὲ Ἰσοκράτης ἔφη (6, 75). alpha. 2585 9† Ἀπονηθήσεται† 9· περιπραθήσεται. alpha. 2586 Ἀπονητί, ἀπνευστί, ἀνιδρωτί, ἀκμητί, ἀμεταστρεπτί9· πάντα ταῦτα καὶ ἐκτείνεται καὶ συστέλλεται. alpha. 2587 Ἀπόνοια· ἄνοια, ὕβρις. alpha. 2588 Ἀπονίψασθαι μετὰ τὸ δεῖπνον ἔλεγον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρός. alpha. 2589 Ἀπονομή9· ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγινομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως. ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτάς, ἵν' ἕκαστος λάβῃ τι μέρος. alpha. 2590 Ἀπ' ὄνου καταπεσών· παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων καὶ μὴ δυναμένων ὄνοις χρῆσθαι. Ἀριστοφάνης ὁ δὲ φιλόσοφος Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγει, ἀλλ' ἀπὸ τοῦ νοῦ· φησὶ γὰρ ἐν Νόμοις οὕτω (3, 701ξ)· καὶ καθάπερ χάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροιμίαν ἀπό τινος νοῦ πεσεῖν. alpha. 2591 Ἀπονοστήσει· ἐπανελεύσεται. alpha. 2592 Ἀπονοσφίζεσθαι· ἀποχωρίζεσθαι. alpha. 2593 Ἀπονησαμένη· ἀποσωρεύσασα ἢ ἀποθεμένη. alpha. 2594 Ἀπόνιπτρον· τὸ ὕδωρ ἐν ᾧ τις ἀπενίψατο. Ἀριστοφάνης (Ach. 616). alpha. 2595 Ἀπονυχίζεσθαι καὶ 9ὀνυχίζειν καὶ 9ἐξονυχίζειν διαφέρουσι· τὸ μὲν οὖν ἀπονυχίζειν μετὰ τῆς ἀπό προθέσεως σημαίνει τὸ τοὺς ὄνυχας ἀφαιρεῖν. τὸ δὲ ὀνυχίζειν καὶ ἐξονυχίζειν τιθέασιν ἐπὶ τοῦ ἐρευνᾶν ἀκριβῶς καὶ ἐξετάζειν τὸ ὑποκείμενον πρᾶγμα. Ἀριστοφάνης Ὁλκάσιν (fr. novum)· ἐξονυχιῶ γὰρ ἔγωγε τοῦτ' ἀκριβῶς. alpha. 2596 Ἀπονυχιοῦμαι· Εὔπολις ἔφη (fr. novum). alpha. 2597 Ἀποξενωθέντα· Ἰσαῖος εἴρηκεν (fr. 148 S.). alpha. 2598 Ἀποξενοῦσθαι· Πλάτων (Leg. 4, 708b). καὶ πόξενοσ· Αἰσχύλος (Ag. 1282. Choeph. 1042). alpha. 2599 Ἀποξένοισιν·† ἀπὸ τοῖς ξένοις†. alpha. 2600 Ἀποξύονται· ἀποτίθενται. alpha. 2601 Ἀπόπατον καὶ κοπρῶνα λέγουσιν. ὁ δὲ ἀφεδρὼν καὶ† λυτρώνων† βάρβαρα. alpha. 2602 Ἀποπάτημα· αὐτὸ τὸ σκύβαλον. οὕτως Εὔπολις. alpha. 2603 Ἀποπερατοῦσαν· συμπληροῦσαν. alpha. 2604 Ἀποπεφασμένον· ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος (fr. 14, p. 147, 17 C. cf. 1, 6) καὶ Λυσίας (10, 19) καὶ Δημοσθένης (59,