Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1.1
· τὸ δ' ἀμέθυστον οἰνωπὸν τὴν χρόαν. alpha. 1176 Ἀμείβεσθαι· ἀποκρίνεσθαι, μεταβάλλεσθαι. alpha. 1177 Ἀμείβεται· ἀντὶ τοῦ παραιτεῖται. Εὐριπίδης (fr. 156 N. 2). alpha. 1178 Ἀμείβων· ἀλλάσσων. alpha. 1179 Ἀμείβεται· ἀντιμετακελεύεται. Δίδυμος (fr. novum). alpha. 1180 Ἀμειδέσ· στυγνόν, σκυθρωπόν. alpha. 1181 Ἀμείλικτοσ· ἀπάνθρωπος, ἀπηνής. alpha. 1182 Ἀμείλιχοσ· σκληρός, ἀκολάκευτος. alpha. 1183 Ἀμέλει· τοιγαροῦν, δηλαδή, πάντως· ἐπίρρημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν. alpha. 1184 Ἀμελλητί9· ἀνυπερθέτως, ταχέως. alpha. 1185 Ἀμελία καὶ μέλεια· ἀμφότερα Ἑλληνικά· καὶ γὰρ καὶ διὰ τοῦ ι γράφεται καὶ διὰ τῆς ει διφθόγγου. alpha. 1186 Ἀμειψόμεθα· ἀνταποδώσομεν. alpha. 1187 Ἀμέργειν· καρπολογεῖν. Ἀριστοφάνης Νήσοις (fr. 15 Dem.)· ὁ μέν τις ἀμπέλους τρυγῶν ἄν, ὁ δ' ἀμέργων ἐλάας. alpha. 1188 Ἀμήρυτον· πολύ, ἐκτεταμένον, ἀτέλεστον, τουτέστι διηνεκῶς ἐπιμένον, ἀπέραντον. alpha. 1189 Ἀμηγέπη· ὁπωσδήποτε, καθοτιοῦν. λέγεται δὲ καὶ μωσγέπωσ καὶ μόθεν καὶ 9† Ἀμηγέπου† 9 καὶ μοιγέποι καὶ μωσγέποι. alpha. 1190 Ἀμήσαντεσ· θερίσαντες. ἢ ἁπλῶς ἀντὶ τοῦ ἀποτεμόντες. alpha. 1191 Ἀμητῆρεσ· θερισταί. alpha. 1192 Ἀμητόσ· αὐτὰ τὰ τεθερισμένα ὀξυτόνως. προπαροξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὡς καὶ τρύγητος ὁ καιρὸς τοῦ τρυγᾶν. alpha. 1193 Ἀμηχανία· ἀπορία. alpha. 1194 Ἀμήχανον· ὑπὲρ λόγον. alpha. 1195 9Ἄμησ· γένος πλακοῦντος. alpha. 1196 Ἀμήτοροσ· Εὐριπίδης (fr. 955c Snell)· Ἄφιδνε, Γαίας υἱὲ τῆς ἀμήτορος, οἷον τῆς αὐτόχθονος. alpha. 1197 9Ἁμίδα· δασέως· τί δῆτ' ἄν, εἰ μὴ τὴν ἁμίδα καθεῦδ' ἔχων; Εὔπολις Αὐτολύκῳ (fr. 4 δεμ.). καὶ ὁ Ἀριστοφάνης (fr. 41 Dem.)· κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότος. λέγουσι δὲ καὶ ἅμαξαν δασέως καὶ καθημαξευμένα καὶ ὅλως τῇ δασείᾳ προσῳδίᾳ χαίρουσιν οἱ Ἀττικοί. καὶ παρὰ Μενάνδρῳ {ὡς λέγεται ἐν τῷ θέτῃ (fr. 292 K.. TH) διὰ τοῦ θ ἡ συναλιφὴ αὕτη· ἑκκαίδεκα κεῖνθ' ἁμίδες. καὶ τὸ ἁμάξιον οὕτως λέγουσι θἀμάξιον καὶ ἀναβεβήκει πώποτε ἐφ' ἅμαξαν, ἀλλ' ἐφ' ἵππον. Νικόστρατος ἐν Παρακολυμβώσῃ (fr. 1 Dem.). alpha. 1198 9Ἁμίδασ· τὰ ὑπηρέσια. ἰδίως δὲ Δημοσθένης (54, 4) τὰ σταμνίσκια, οἷς ἐνούρουν. λέγεται δὲ ἁμὶς καὶ ἡ χύτρα. alpha. 1199 9Ἁμίσ· οὐχ ὁ ἰπνός, ἀλλὰ πλακοῦντος γένος. Μένανδρος Ὑποβολιμαίῳ (fr. 425 K.. TH)·† τὸν ἅμιτα Χαρίππου κατὰ Ἅδην πέμπει τινὰ ἅμιτα ἐν Ἅδου† προσδοκᾷς. ἔστι καὶ παρὰ τοῖς παλαιοῖς κωμικοῖς τὸ ὄνομα. alpha. 1200 Ἀμιθρεῖν· τὸ ἀριθμεῖν. Νικοχάρης (fr. 5 Dem.). alpha. 1201 9Ἅμιλλα· ἀνταγώνισμα, φιλονεικία, ἐξίσωσις. alpha. 1202 9Ἁμιλλητηρίους λόγουσ· τοὺς ἐναγωνίους. alpha. 1203 9Ἅμιλλον· τὴν ἅμιλλαν Δωρόθεος εἴρηκεν ἀρσενικῶς. καὶ 9ἁμιλλοφόροσ Ἀριστοφάνης (fr. 42 Dem.). alpha. 1204 Ἀμισόν· τὴν πόλιν ἀρσενικῶς Δίφιλος εἶπεν (fr. 2 Dem.). alpha. 1205 Ἀμμάσ· ἡ τροφὸς καὶ ἡ μήτηρ. καὶ ἡ Ῥέα, καὶ ἡ Δημήτηρ, καὶ Ἀρτέμιδος τροφός. καὶ τὰς ἀντλίας δὲ Λέσβιοι οὕτως ἔλεγον. alpha. 1206 Ἀμμάθω· μεταμέλωμαι. alpha. 1207 Ἀμμαλώ9· ἑορτὴ παρὰ Τενεδίοις ἀγομένη Διΐ. alpha. 1208 9Ἅμματα· δεσμά. alpha. 1209 Ἀμμωνίσ· ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης, ὡς Δείναρχος (fr. 14, 2 C.). alpha. 1210 Ἀμμών· ἑορτὴ Ἀθήνησιν ἀγομένη. καὶ ὄφεις οἱ Κυρηναῖοι. alpha. 1211 Ἀμμών· Στράττις (fr. 6 Dem.)· Ἀμμὼν ὁ κριοῦ δέρμα καὶ κέρατ' ἔχων. alpha. 1212 9Ἅμιππον· ἵπποι ἐζευγμένοι τοῖς τραχήλοις χωρὶς δίφρου, ὃ πάλαι καὶ ξυνωρὶς ἐκαλεῖτο καὶ συνωρίς. ἦν δὲ ἐπὶ μὲν τοῦ ἑτέρου καθεζόμενος ἡνίοχος, ἐπὶ δὲ τοῦ ἑτέρου ὁπλίτης. ἀπὸ οὖν τοῦ ἅμα ἀμφοτέρους καθέζεσθαι ἐκλήθη ἅμιππον. alpha. 1213 9Ἅμιπποι· οἱ σὺν ἵπποις στρατευόμενοι. οὕτως Ἰσαῖος (fr. 125 S.). alpha. 1214 Ἀμογητί9 (Λ 637)· ἀκόπως. alpha. 1215 9Ἁμόθεν· ἀπό τινος μέρους, ὁπόθεν θέλεις· τῶν ἁμόθεν γε θεά, θύγατερ Διός, εἰπέ (α 10). δηλοῖ δὲ καὶ τὸ† μοναχὸς† καὶ καθ' ἕνα τινὰ τρόπον. alpha. 1216 Ἀμοιβή9· ἀνταπόδοσις. alpha. 1217 Ἀμοιγέποι· εἴς τινα τόπον. ἢ ἀντὶ τοῦ καθ' ἕνα τρόπον. alpha. 1218 Ἀμοιβαία ἔκτισισ· ἀνταπόδοσις ἡ ἐκ διαδοχῆς ὁμοία. alpha. 1219 Ἀμοιβαδόν·† ἐξαίφνης† ἢ ἐφεξῆς. alpha. 1220 Ἀμοιρῆσαι· ἀποτυχεῖν. alpha. 1221 9Ἄμοιροι· ἀμέτοχοι. ἢ κακόμοιροι. alpha. 1222 Ἀμολγόν· σκοτεινήν. alpha. 1223 Ἀμόργινα· παραπλήσιά ἐστι βύσσῳ. alpha. 1224 Ἀμοργίσ· κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς γίνεται ἐνδύματα† ἀμοργίδια† λεγόμενα. ἢ ἡ τοῦ ἐλαίου ὑποστάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου. ἔστι δὲ σμηκτή. καὶ ἡ μᾶζα παρ' Ἡσιόδῳ (Op. 590). λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς. alpha. 1225 Ἀμνὴν θερίζειν· παροιμία· ὅταν γὰρ ᾖ ἀμνίον, οὐκ ἀποκείρεται. θερίζειν δὲ τὸ διάγειν τὸ θέρος† ἄκαρπον† ὡς τὰ ἀμνία· ἔαρος γὰρ γεννώμενα τοῦ θέρους ἐᾶται† ἄκαρπα†. τίθεται οὖν ἡ παροιμία ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. alpha. 1226 Ἀμνημυοῦντεσ· οἱ ἀθυμοῦντες. alpha. 1227 9† Ἀμνησία· ἡ ἠλιθυῖα†. alpha. 1228 Ἀμνήστευτος γυνή9· ἡ παλλακή. Εὐριπίδης (fr. 818 N. 2). alpha. 1229 Ἀμνίον· τὸν ὑμένα τοῦ σώματος· τοῦτο γὰρ πρῶτον τοῦ ἐμβρύου. ἔστι δὲ ἐνδοτέρω τοῦ χορίου. λέγεται δὲ ἀμνίον καὶ σκάφη, εἰς ἣν δέχονται τὸ αἷμα τῶν θυομένων. τινὲς δέ φασι ἀμνίον τὸ πεπληρωμένον ἀγγεῖον† θαλάσσης†. alpha. 1230 Ἀμνοὶ τοὺς τρόπουσ (Ar. Pac. 935)· πρᾶοι καὶ μαλακοί. alpha. 1231 Ἀμνόσ· πρόβατον μέσον τὴν ἡλικίαν. καὶ μνὴ9 τὸ θῆλυ· τρεῖς γὰρ ἡλικίαι· ἀρήν, ἀμνός, ἀρνειός. alpha. 1232 Ἀμνόν· τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν ταῖς Ἀττικαῖς (FGrHist 334 F 23)· ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοσχίαν δὲ τὸν πρῶτον. alpha. 1233 Ἀμοργοί9· τὰ κοινὰ διαμοργοῦντες καὶ λυμαινόμενοι ἄνδρες. alpha. 1234 Ἀμόργματα· ἀρτύματα. alpha. 1235 Ἀμοργοὶ πόλεως ὄλεθροι· οὕτως Κρατῖνος (fr. 214 K.). καλοῦσι δὲ αὐτοὺς καὶ μοργοὺς τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ μαῦρον τὸ ἀμαυρόν, καὶ σφοδελὸν τὸν ἀσφοδελόν. alpha. 1236 Ἀμοργίδα· ἐξεσβηκυῖαν τὸ γάλα. alpha. 1237 Ἀμόρφωτοσ· ἀδιόρθωτος, ἄπλαστος, ἀσχημάτιστος. alpha. 1238 Ἀμοχθί9· ἄνευ πόνου. Αἰσχύλος Προμηθεῖ (208). συγγραφικὴ ἡ φωνή, ὥς φησιν ὁ Φρύνιχος (Praep. soph. fr. 15). alpha. 1239 9Ἄμουσα· ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. alpha. 1240 Ἀμούσωτοσ· Σοφοκλῆς εἴρηκεν (fr. 819 R.)· ἀμούσωτος γὰρ οὐδαμῶς ἄπει. alpha. 1241 Ἀμπαλίνωροσ· ἀναστρέφων τὴν αὐτὴν ὁδόν. Φιλέταιρος Μελεάγρῳ (fr. 11 K.)· οὐ πρὸς γυναικὸς ὁ κόρος. οἴκαδε, ὦ κόρη, ἄπιθι ἀμπαλίνωρος. δοκεῖ δὲ Βοιωτιακὸν εἶναι τὸ ὄνομα. Κρατῖνος Θρᾴτταις (fr. 310 K.)· οὗτοι δ' εἰσὶν συοβοιωτοί, πεζοφόρον γένος ἀνδρῶν. καὶ μετ' ὀλίγον (Cratin. fr. 5 Dem.)· ἀμπαλίνωρος. σημαίνει δὲ τὸ ἀμπαλίνωρον καὶ τὸ ὀπίσω καὶ τὸ ὀλίγωρον καὶ τὸ παλιμπόρευτον. καὶ ὁδὸν τὴν ἐπιστροφὴν οὐκ ἔχουσαν. alpha. 1242 Ἀμπεχόμενοσ· περιβαλλόμενος. alpha. 1243 Ἀμπεχόνη· ἄμφιον, ἱμάτιον, πάλλιον. alpha. 1244 Ἀμπέλιοι· ἀρσενικῶς καὶ οὐδετέρως ἀμπέλια λέγουσιν. alpha. 1245 Ἀμπελουργὸσ καὶ μπελουργεῖν· Ἀριστοφάνης ἔφη (Pac. 190 et fr. 43 Dem.). alpha. 1246 Ἀμπέχονον· σύμμετρον καὶ λεπτὸν περίβλημα, ὥς φησιν Ἀριστοφάνης (fr. 320, 7 K.). alpha. 1247 Ἀμπέχει καὶ ἅπτει καὶ πάντα τὰ ὅμοια διὰ τῆς ει λέγουσιν ἀντὶ τοῦ η. alpha. 1248 Ἀμπλακίαισ· ἁμαρτίαις. alpha. 1249 Ἀμπρεύειν· ὡς ἡμεῖς τὸ πολλοῖς ζεύγεσιν ἓν μέρος ἕλκειν. Ἀριστοφάνης Λυσιστράτῃ (286 90)· ἀλλ' αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω. πως πότ' ἐξαμπρεύσομεν τοῦτ' ἄνευ κανθηλίου. alpha. 1250 Ἀμπρευτήσ· χρήσιμος ἡ φωνή. Σοφοκλῆς (fr. 820 R.)· ὥσπερ ἀμπρευτὴς ὄνος ἀεὶ μαστιγούμενος. alpha. 1251 Ἀμπρεύοντι· Εὐριπίδης Πρωτεσιλάῳ (fr. 646a Snell)· ἕπου δὲ μοῦνον ἀμπρεύοντί μοι, ἀντὶ τοῦ προηγουμένῳ καὶ ὁδηγοῦντί σε καὶ οἷον ἕλκοντι. alpha. 1252 9Ἄμπρον· ᾧ ἐχρῶντο ἀντὶ ῥυμοῦ σχοινίον μέσον τεταμένῳ τῶν ἑλκόντων ζυγῶν. alpha. 1253 9Ἄμπυκασ· χαλινούς. alpha. 1254 9Ἄμπυξ· δεσμὸς τριχῶν. ἢ κόσμος κεφαλῆς. alpha. 1255 9Ἄμπυκεσ· διάδημα. ἢ τροχοὶ κατὰ μεταφοράν. alpha. 1256 Ἀμπυκοῖσ καὶ καταμπυκοῖσ· Σοφοκλῆς Μελεάγρῳ (fr. 402 ρ.)· στεφάνοισι κρᾶτα καταμπυκοῖς. ὁ αὐτὸς δὲ (fr. 1002 R.) καὶ Ἀμπυκώμασιν. 9 alpha. 1257 9Ἄμπωτισ· ξηρασία ἢ πλημμύρα. Ἀττικοὶ δὲ ἀνάπωσιν μᾶλλον λέγουσιν. ἰδίως δὲ ἀμπώτιδες τὰ περὶ τῇ θαλάσσῃ στενὰ συμβαίνοντα πάθη, οἷον αἱ τοῦ ῥοθίου ὑποχωρήσεις καὶ ἐπικλύσεις. λέγεται δὲ ἄμπωτισ καὶ ἡ ἀνάπωσις. alpha. 1258 Ἀμυδρά9· ἀφανῆ, σκοτεινά. alpha. 1259 Ἀμυδρῶσ· λεπτῶς, ἀσαφῶς, σκοτεινῶς. alpha. 1260 Ἀμύητοσ· ἄπειρος, ἀτέλεστος. alpha. 1261 Ἀμύμων· ἄψογος, ἄμεμπτος. alpha. 1262 9Ἄμυνα· καὶ ἐπὶ ἀμοιβῆς καὶ ἐπὶ εἰσπράξεως δίκης. alpha. 1263 9Ἄμυνα· ὡς ἐν τῇ συνηθείᾳ λέγομεν οὐδέπω εὕρομεν παρὰ τοῖς ἀρχαίοις, τὸ δὲ χειμάμυνα παρὰ πολλοῖς. alpha. 1264 Ἀμυνάθειν καὶ ἀμυνάθετε· Ἀριστοφάνης (Nub. 1323) καὶ ἕτεροι εἶπον (cf. Soph. OC 1015). alpha. 1265 Ἀμυδροῦνται· ἐλαττοῦνται. alpha. 1266 Ἀμυδροῦται τὰ πράγματα· ἀντὶ τοῦ εἰς κατόπιν ἥκει, μειόνως ἔχει. alpha. 1267 Ἀμυνίασ (Ar. Equ. 570)· ὁ ἕτοιμος ἀμύνεσθαι. alpha. 1268 9Ἄμυντρον καὶ μυνάνδρωσ· Αἰσχύλος εἴρηκεν (fr. 756 μ.), Ἀμύνανδρον δὲ Σοφοκλῆς (fr. 1003 ρ.). alpha. 1269 Ἀμύνεσθαι· Θουκυδίδης μὲν (1, 42, 1) ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ (PMG 611 Page) ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ (fr. 908 N. 2† 1004 R.) ἀντὶ τοῦ ἐπαλεξῆσαι. alpha. 1270 Ἀμύντησ καὶ λκήστησ·† στρατηγικὰ† καὶ Αἰσχυληρὰ τὰ ὀνόματα. alpha. 1271 Ἀμύναιντο· Κρατῖνος ἔφη (fr. 171 K.). alpha. 1272 Ἀμύντωρ· βοηθός. alpha. 1273 Ἀμύξ· ἀντὶ τοῦ μόλις. Εὐφορίων (fr. 146 Powell). alpha. 1274 9Ἄμυξισ· σπάραξις. alpha. 1275 9Ἄμυρις μαίνεται· θεωρὸς ὑπὸ Συβαριτῶν πεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειαν Συβαριτῶν ἔσεσθαι τότε, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσι, θεασάμενος δοῦλον πρὸς ἱερῷ μαστιγούμενον καὶ προσφυγόντα τῷ ἱερῷ καὶ μὴ ἀπολυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς μνῆμα καταφυγόντα ἀπολυθῆναι καὶ συνεὶς τὸ λόγιον, ἐξαργυρισάμενος τὰ ἴδια ἀπῆρεν εἰς Πελοπόννησον. ὃ οὖν λογισμῷ πεποίηκεν Ἄμυρις, τοῦτο εἰς μανίαν Συβαρῖται μετέτρεψαν. ὁ δὲ τῷ χρόνῳ μᾶλλον διὰ τὴν προσποίητον μανίαν ἐθαυμάσθη. alpha. 1276 9Ἄμυροι· Σοφοκλῆς Ποιμέσιν (fr. 512 R.)· ἀμύρους τόπους. ἐπιθετικῶς αὐτῷ ἐχρήσατο, ὡς Ἡρωδιανός (fr. novum). alpha. 1277 Ἀμύσσει·† ξέσει, σπαράξει†. alpha. 1278 Ἀμυστὶ πιεῖν· ἐπιρρηματικῶς. λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ 9ἐξαμυστίσαι. λέγεται δὲ καὶ μυστίζειν καὶ τὰ ἐξ αὐτοῦ. καὶ μυστὶ9 Φερεκράτης εἶπεν (fr. 202 K.). alpha. 1279 9Ἄμυστισ· ἡ ἀπνευστὶ γινομένη πόσις. alpha. 1280 Ἀμυσχῆναι· καθᾶραι, ἁγνίσαι. alpha. 1281 Ἀμύττεται· τοῖς ὄνυξι ξέει. alpha. 1282 Ἀμυσχρόν· καθαρόν, ἁγνόν, ἀλλόχροον. alpha. 1283 Ἀμυχή9· ἐπιπόλαιον ἕλκος. alpha. 1284 Ἀμυχρόν· τὸ μὴ μυσαρόν, ἀλλ' ἁγνὸν καὶ καθαρόν. οὕτως Σοφοκλῆς (fr. 909 N. 2† 1005 R.). alpha. 1285 Ἀμύλουσ καὶ τὸν ἄμυλον ἀρσενικῶς λέγουσι. (fr. 32 K.)· χαίρω λαγῴοις ἐπ' ἀμύλῳ καθημένοις. Στράττις Καλλιππίδῃ (fr. 2 Dem.)· δὸς νῦν τὸν ἄμυλον πρῶτον αὐτῷ τουτονί. Ἀριστοφάνης Νήσοις (fr. 16 Dem.)· ἄμυλος, τάριχος, πυός, ἰσχάδες, φακῆ. alpha. 1286 Ἀμυγδαλῆ9· περισπᾶται τὸ δένδρον, μυγδάλη δὲ ὁ καρπὸς παροξυτονεῖται. Εὔπολις Πόλεσιν (fr. 15 Dem.)· ὤφειλ' Ὑάκινθος ἀποθανεῖν ἀμυγδαλῇ. ἀμύγδαλα δὲ ὡς ἡμεῖς τὸν καρπὸν καὶ Ἕρμιππος Φορμοφόροις (fr. 63, 20 K.) καὶ Φιλήμων ἐν Μύστιδι (fr. 2 Dem.) καὶ Δίφιλος Τελεσίᾳ (fr. 79 K.)· τρωγάλια, μυρτίδες, πλακοῦς, ἀμύγδαλα. alpha. 1287 9Ἄμυδισ· ἅμα, κατὰ τὸ αὐτό. alpha. 1288 Ἀμύητοσ· ἄπειρος, ἀτέλεστος. alpha. 1289 Ἀμυκλᾶδεσ· ὑποδημάτων εἶδος. προσγράφεται μὲν τὸ ι, οὐ μὴν καὶ συνεκφωνεῖται. κέκληται δὲ ἀπὸ τῶν ἐν Λακεδαίμονι Ἀμυκλῶν, ὡς ἐκεῖ κατασκευαζομένου τοῦ τοιούτου ὑποδήματος. οὕτως Ἀριστοφάνης (fr. 44 Dem.) καὶ Φρύνιχος (Praep. soph. fr. 16). alpha. 1290 Ἀμυλιδωτόν· χιτωνίσκου τι γένος καλοῦσιν. Ἕρμιππος Θεοῖς (fr. 2 Dem.). alpha. 1291 Ἀμφαξονεῖν· τὸ μὴ ἐπ' εὐθείας πορεύεσθαι. alpha. 1292 Ἀμφαρίστεροσ· ἀμφοτέρωθεν, οὐκ αἴσιος οὐδὲ ἐπιτήδειος. σκωπτικὴ δὲ ἡ φωνή, ὥς φησι Φρύνιχος (Praep. soph. 2, 7. 17). alpha. 1293 Ἀμφ' αὐτούσ· περὶ αὐτούς. alpha. 1294 Ἀμφαδόν· Ἴων Φοίνικι (TrGF 19 F 41b)· ὡς ἀμφαδὸν πέπραγα πανταχῇ καλῶς. τοῦτο καὶ ναφανδὸν ἔλεγον. alpha. 1295 Ἀμφέξομαι· τὸ ἀμφιέσομαι. Φερεκράτης Μυρμηκανθρώποις (fr. novum)· ἔχω δὲ πάντως εἵμαθ' ὧν ἀμφέξομαι. alpha. 1296 Ἀμφέμενον· τὸν ἐν μάχαις καὶ λοιδορίαις πρῶτον ὑπείξαντα κατὰ μεγαλοψυχίαν καὶ ἀφιλόνεικον οὕτως ἐκάλουν Λακεδαιμόνιοι. alpha. 1297 9Ἄμφηκεσ· ἀμφοτέρωθεν ἠκονημένον. alpha. 1298 Ἀμφηρεφέσ· ἀμφοτέρωθεν ἐστεγασμένον. ἢ κατάσκιον. alpha. 1299 Ἀμφηρικόν· μικρὸν ἀκάτιον, ἐν ᾧ εἷς ἐλαύνει τὰς δύο κώπας. ἔστι δ' ἐν δʹ Θουκυδίδου τὸ ὄνομα (67, 3). alpha. 1300 Ἀμφήριστον· ἄνισον, ἀμφίβολον. alpha. 1301 Ἀμφηγάπαζεσ· Κάνθαρος Τηρεῖ (fr. 2 Dem.)· καὶ πρότερον οὖσα παρθένος αὐτὸν ἀμφηγάπαζες. alpha. 1302 Ἀμφὶ περί9· ἐξ ἑκατέρου μέρους. alpha. 1303 Ἀμφιανακτίζειν· ᾄδειν τὸν Τερπάνδρου νόμον τὸν καλούμενον Ὄρθιον. alpha. 1304 Ἀμφὶ ἄνακτασ· ἀρχή τίς ἐστι νόμου κιθαρῳδικοῦ Βοιωτίου ἢ Αἰολίου, ἢ τοῦ Ὀρθίου. οὕτω Κρατῖνος (fr. 67 K.) καὶ Ἀριστοφάνης (Nub. 595 et fr. 59 K.) καὶ Ἴων (TrGF 19 F 53c). alpha. 1305 Ἀμφιάραοσ καὶ μφιάρεωσ· ἑκατέρως λέγουσιν· ὦ δέσποτ' Ἀμφιάραε πολυτίμητ' ἄναξ (Ar. fr. 60 Dem.). alpha. 1306 Ἀμφὶ ἀγορὰν πλήθουσαν· Ξενοφῶν ἐν Ἀναβάσει (1, 8, 1). alpha. 1307 Ἀμφίβιον· ἐν ἀμφοτέραις δυνάμενον βιοῦν, θαλάσσῃ καὶ γῇ. alpha. 1308 Ἀμφίβληστρον· Ἐπίλυκος Κωραλίσκῳ (fr. 1 Dem.)· πλοῖόν τε λαβὼν κατ' ἐμαυτὸν καὶ ἀμφίβληστρον τήν τε τρίαιναν. οὕτως δὲ καὶ Στράττις (fr. 7 Dem.). alpha. 1309 Ἀμφίβολοι· πανταχόθεν βαλλόμενοι ἢ ἀπορούμενοι, διαφόροις συνεχόμενοι λογισμοῖς ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε ἐκεῖνο ποιήσουσιν. λέγονται ἀμφίβολοι καὶ οἱ ὑπό τινος πανταχόθεν περισχεθέντες καὶ περιεχόμενοι. alpha. 1310 Ἀμφιγνοεῖν· ἀντὶ τοῦ ἀγνοεῖν ἢ ἐνδοιάζειν. ἢ τὸ μὴ ἀκριβῶς γινώσκειν. ἔστι δὲ καὶ ἀμφιβάλλειν. alpha. 1311 Ἀμφιγύοισι (N 147)· τοῖς ἐξ ἑκατέρου μέρους πλῆξαι ἢ γυῶσαι δυναμένοις. alpha. 1312 Ἀμφιδέα 9· ψέλια. ἢ κόσμος περιτραχήλιος, ἀπὸ τοῦ περιδεῖσθαι. alpha. 1313 Ἀμφιδεέσ· περιδεές. alpha. 1314 Ἀμφιδεξίοις χερσί9· διὰ τὸ ἑκατέραν χεῖρα ἐνεργεῖν ἐν τῷ τοξεύειν. alpha. 1315 9† Ἀμφιδέξιοι† μῦθοι· οἱ διχογνωμονούμενοι. alpha. 1316 Ἀμφιδέασ· περισκελίδες τινές εἰσιν. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ' Εὐθυδίκου φησίν (Fr. 100 S.)· οὐ δυνάμενος ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας. alpha. 1317 Ἀμφιδρομία· ἡμέρα τις ἤγετο τοῖς νεογνοῖς παιδίοις, ἐν ᾗ τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες καὶ ὑπὸ τῶν οἰκείων φίλων πολύποδας καὶ σηπίας ἐλάμβανον. ἐκλήθη δὲ ἀπὸ τοῦ ἀμφιδρομεῖν καὶ περιτρέχειν μετὰ τοῦ παιδὸς ἐπιθύοντας τοῖς θεοῖς. alpha. 1318 Ἀμφιδρανέσ· ἱμάτιον διπρόσωπον ἐν τῷ πεποικίλθαι καὶ τὴν αὐτὴν ἔχον ἐπιφάνειαν. alpha. 1319 Ἀμφίδοχμοι λίθοι· οἱ μέγεθος ἔχοντες. alpha. 1320 Ἀμφίδρομος πορθμόσ· ὁ ἀμφοτέρωθεν ὅρμον ἔχων. οὕτως Πλάτων (fr. 24 Dem.). alpha. 1321 Ἀμφίδρομος δαίμων· οἷον ὁ γενέθλιος. οὕτως Αἰσχύλος (fr. 222 N. 2† 360 M.). alpha. 1322 Ἀμφίδρομοσ· ὁ δολιχὸς δρόμος. Δολίχου δέ τινος Δελφοῦ πολλάκις τοῦτον νικῶντος κληθῆναι δολιχόν. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ Δελφῶν (FGrHist 403 F 1). alpha. 1323 Ἀμφίδρυμα τὸ ἐν ταῖς Σφενδόναισ· ἀμφίδρυμα μέν ἐστι τὸ ἄγαλμα, Σφενδόνη δὲ Ἀθήνησι τόπος. alpha. 1324 Ἀμφίδουλοσ· ὁ ἐξ ἑκατέρων τῶν γονέων δοῦλος. ἔστι παρ' Εὐβούλῳ ἐν Πεντάθλῳ ἡ λέξις (fr. 2 Dem.)· νόθος, ἀμφίδουλος, οὐδαμόθεν οὐδείς, κύων. alpha. 1325 Ἀμφιετηρίσ· ἡ κατ' ἔτος γινομένη ἑορτή τε καὶ θυσία. Κρατῖνος Ἀρχιλόχοις (fr. 2 Dem.)· εἶτ' ἀμφιετηριζομέναις ὥραις τε καὶ χρόνῳ μακρῷ. alpha. 1326 Ἀμφιέσασθαι· Ἀριστοφάνης Πελαργοῖς (fr. 17 Dem.)· οὐ γὰρ σὺ παρέχεις ἀμφιέσασθαι τῷ πατρί. alpha. 1327 Ἀμφιετίδαι· οἱ μωροί. ἀπὸ Ἀμφιετίδου τινὸς μωροῦ. Μένανδρος Ὑποβολιμαίῳ (fr. 429 K.. TH). alpha. 1328 Ἀμφιετιζομένασ· τὰς κατ' ἔτος περιερχομένας. alpha. 1329 Ἀμφιθαλήσ· ἑκατέρωθεν θάλλων. ἢ μφιθαλεῖσ οἱ ἐξ ἀμφοῖν τεθηλότες καὶ ὄντες ἀδελφοὶ ἐκ μητρός τε καὶ πατρός. ἢ ἐφ' ᾧ ἀμφότεροι θάλλουσιν οἱ γονεῖς. alpha. 1330 Ἀμφίθετον 9 (Ψ 270)· κατὰ πᾶν μέρος αὐτῆς τιθεμένην, ἀπύθμενον. alpha. 1331 Ἀμφίθυροσ· ἡ ἔχουσα οἰκία θύρας ἑκατέρωθεν φερούσας εἰς ὁδόν. Σοφοκλῆς δὲ (Phil. 159) οἶκον ἀμφίθυρον εἶπεν τὸ τοῦ Φι λοκτήτου ἄντρον. χρήσῃ δὲ οὐ μόνον ἐπὶ οἴκου, ἀλλὰ καὶ ἐπὶ ἑτέρων, οἷον μφίθυρον τρίκλινον, ἀμφίθυρον δωμάτιον. 9 οὕτως Φρύνιχος (Praep. soph. fr.
31.1.2
D. K.). gamma. 221 γρύλοσ· Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱὸς Γρύλος. καὶ ἕτερος Διόδωρος. gamma. 222 γρυπάνιον· γρυπαίνειν τὸ γρυποῦσθαι λέγουσιν, οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας δευτέρῳ (87 B 30 D.. K)· καίων γὰρ τὴν γῆν καὶ συντήκων γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος· σεισμός, φησί, γέγονε καὶ ἔγρυπεν ἡ γῆ (FGrHist 326 F 1). gamma. 223 γυῖα· μέλη, ἢ πόδας τοῦ σώματος. gamma. 224 γύησ· καὶ μέτρον τι γῆς καὶ μέρος τι τοῦ ἀρότρου. gamma. 225 γύλιοσ· εἶδος πήρας στρατιωτικῆς. gamma. 226 γυμνάσια· ἀλειπτήρια, ἢ βαλανεῖα, ἢ λουτρά. gamma. 227 γυμνασίαρχοσ· δέκα γυμνασίαρχοι ἦσαν, εἷς καθ' ἑκάστην φυλήν, καὶ οὗτοι ἦγον τὰ λαμπαδηδρόμια τὴν ἑορτήν. ἤλειφε μὲν οὖν ὁ γυμνασίαρχος τοὺς ἐφήβους, οἱ δὲ ἀλειψάμενοι κατὰ διαδοχὴν ἔτρεχον ἄλλος ἄλλῳ τὴν λαμπάδα μεταδιδούς. καὶ ἧπτεν ὁ τελευταῖος τῆς τάξεως τὸν βωμόν. ἐκ τοίνυν τῶν διαφόρων τάξεων ὁ πρῶτος ἅψας τὸν βωμὸν οὗτος ἐνίκα, καὶ αὐτὸς καὶ ἡ τούτου φυλή. ἤγετο δὲ ἡ ἑορτὴ Προμηθεῖ καὶ Ἡφαίστῳ καὶ Πανί· τῷ μὲν διὰ τὴν κλοπὴν τοῦ πυρός, Ἡφαίστῳ δὲ ὅτι δεσπότης ἐνομίζετο τοῦ πυρός, τῷ Πανὶ δὲ ὅτι συμμαχήσειν ἔδοξεν Ἀθηναίοις ἐν τοῖς Περσικοῖς. gamma. 228 γύλιοσ· σκεῦος στρατιωτικὸν πλεκτόν, εἰς ὃ ἐνετίθεντο τὰ ἐπιτήδεια. gamma. 229 γύλιπποσ καὶ γύλων· ὀνόματα κύρια. gamma. 230 γυμνοπαιδία· ἑορτὴ Λακεδαιμονίων, ἐν ᾗ παιᾶνας γυμνοὶ εἰς τοὺς περὶ Θυραίαν πεσόντας. gamma. 231 γυμνοπαιδία· χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆς Λακωνικῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυραίαις ἀποθανόντων Σπαρτιατῶν. gamma. 232 γυμνητία· τὸ τῶν γυμνητῶν σύνταγμα. gamma. 233 γυμνότερος Ἰαλέμου9· ὁ Ἰάλεμος ἐπίρρημα θρήνου. τάσσεται δὲ ἐπὶ τῶν οἰκτρῶν. gamma. 234 γυναῖκες εἰλίποδεσ (ευπ. fr. 161, 3 κ.)· διὰ τὴν ἔνδεσιν τῶν μηρῶν. gamma. 235 γυναιμανήσ· ἐπὶ γυναιξὶ μαινόμενος. ὁ ἀκόλαστος. gamma. 236 γῦπαι· γυπῶν οἰκήσεις, αἱ νεοσσιαί. gamma. 237 γύννισ· ἀνδρόγυνος, μαλακός. gamma. 238 γύρινοι· βάτραχοι οἱ μήπω πόδας ἔχοντες. gamma. 239 γῦροι· οὗ τὰ φυτὰ ἐμβάλλουσιν. gamma. 240 γῦρον· ὡς ἡμεῖς τὸν κύκλον. gamma. 241 γωνίᾳ ἀπορθῶσαι· τὸ ἐν γωνίᾳ ὑπό τινος περανθῆναι. gamma. 242 γωρυτόσ· θήκη τόξων. gamma. 243 γωνιασμόσ· Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ ἔστι γνήσιος (fr. 158 S.)· κάμψαντι, φησί, τοῦ τείχους, ὦ βουλή, ἔστι γωνιασμὸς ἐν ἀριστερᾶ καὶ εὐρυχωρία πάνυ πολύς. delta. τ Ἀρχὴ σὺν θεῷ τῆς Δ delta. 1 δᾷδεσ· λαμπάδες. delta. 2 δᾳδουχεῖ9· φαίνει. delta. 3 δαιδάλεον· τῇ κατασκευῇ ποικίλον. delta. 4 δαίδαλον· ποικίλον κατασκεύασμα· ἀπὸ Δαιδάλου τινὸς μηχανοποιοῦ, ὃς κατασκευάσας [...]. delta. 5 δάειρα· τινὲς Στυγὸς ἀδελφήν. ἔνιοι τροφὸν Περσεφόνης. ἄλλοι τὴν αὐτὴν Δήμητρι. τινὲς τὴν αὐτὴν τῇ Ἥρᾳ. καὶ πιθανὸν τὴν Ἥραν δάειραν τοῦ Πλούτωνος λέγεσθαι· δαὴρ γάρ ἐστιν ὁ τοῦ ἀνδρὸς ἀδελφός. Ἀριστοφάνης δὲ (fr. νοῃυμ) Σεμέλης φησὶ μητέρα εἶναι. delta. 6 δαΐα· μεγάλη, σεμνή, φοβερά. delta. 7 δάειρα καὶ δάμων· ὀνόματα κύρια. delta. 8 δαΐαν ὁδόν (Ar. Ran. 897)· ἔμπειρον, ἀπὸ τοῦ δαῆναι θαυμασθῆναι. delta. 9 δαιδάλειον· τὸν ὑπὸ Δαιδάλου κατασκευασθέντα ἀνδριάντα, διὰ τὸ δοκεῖν ἀποδιδράσκειν νομίζεσθαι δεδεμένον· δό ξα γὰρ κατεῖχεν ὡς τῶν δαιδάλων ἔργων ἐμψύχων ὄντων καὶ κινουμένων· πρῶτος γὰρ οὗτος ὁ Δαίδαλος τῶν ἀγαλμάτων φησὶ διεβίβασε τὸν ἕτερον τῶν ποδῶν καὶ τοὺς ὀφθαλμοὺς ἀνεπέτασε καὶ τὰς χεῖρας προέτεινε καὶ δόξαν παρέσχεν ὅτι ἔμψυχα ποιεῖ τὰ ἀγάλματα· πρὸ γὰρ αὐτοῦ συμπεπηγότα τε ἐγίνετο καὶ συμμεμυκότα καὶ τὰς χεῖρας καθήκοντα. delta. 10 δαιδαλίδαι· δῆμος Κεκροπίδος. delta. 11 δαίεισ· φλέγεις. delta. 12 δαίει· καίει. delta. 13 δαΐζων· διακόπτων. ἢ παρὰ τὴν δάϊν, τὴν μάχην, ὁ καταμαχόμενος. delta. 14 δαιμονᾶν· τὸ ὑπὸ δαίμονος κατέχεσθαι καὶ πλήρη εἶναι δαίμονος, ὡς κορυβαντιᾶν τὸ ὑπὸ τῶν Κορυβάντων κατέχεσθαι. delta. 15 δαίμονα· ἐκστατικόν. delta. 16 δαιμόνιε· μακάριε. delta. 17 δαίνυ9· εὐώχει. delta. 18 δαινύμενοσ· εὐωχούμενος. delta. 19 δαίσ· εὐωχία. delta. 20 δαῖτασ· εὐωχίας. delta. 21 δαιτὸς ἐΐσησ (A 468, al.)· ἐξ ἴσου μεριζομένης εὐωχίας. delta. 22 δαιτρεύειν· μερίζειν. delta. 23 δαιτρόν· μεριστήν, μάγειρον. delta. 24 δαιτρόσ· προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις· οὕτω γὰρ εἱστιῶντο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρ' ὃ καὶ λέγει δαιτὸς ἐΐσης (A 468, al.). delta. 25 δαῖρα· δισυλλάβως ὑπὸ τῶν Ἀττικῶν ὀνομάζεται μήτηρ Ἐλευσῖνος. οἱ δὲ περὶ τὰς τελετὰς καὶ τὰ μυστήρια διατρίβοντες τὴν ὑγρὰν οὐσίαν Δαῖραν ὀνομάζουσι. delta. 26 δᾴσ· ἡ ἐκ δᾴδων λαμπάς, φανὸσ δὲ ἡ ἐκ τῶν κληματίδων. delta. 27 δαιταλεῖσ· δαιτυμόνες καὶ θιασῶται καὶ συμπόται καὶ οἷον συνδαιταλεῖς. (I 438 K.). delta. 28 δαιτυμόνεσ· ἀριστηταί, εὐωχούμενοι. delta. 29 δαΐφρονοσ· συνετοῦ ἢ πολεμικοῦ. delta. 30 δάκετον· θηρίον ἑρπετόν. delta. 31 δάκη· θηρία. delta. 32 δακρυόεν· μετὰ δακρύων. delta. 33 δακτύλιοσ· τῷ τόνῳ ὡς δημόσιος. delta. 34 δακτύλιοι· οἱ τετρημένοι λίθοι, ἐξ ὧν τὰ ἀπόγεια ἀνάπτουσι. delta. 35 9† Δαληταί† 9· διαιρέται. delta. 36 δαλόσ· λαμπάς, ἢ ξύλου ἀπόκαυμα, ἢ δᾳδίον ἡμίφλεκτον. delta. 37 δάμαρ· ἀνδρὸς γυνή. delta. 38 δάματερ· ἐκπλησσόμενοι λέγουσιν. delta. 39 δάμαρτοσ· γυναικός. delta. 40 δαμασίφρων· ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος (Ol. 13, 78)·. delta. 41 δαμαρίππεωσ· συκῆς γένος. delta. 42 δαμέντα· δαμασθέντα ἢ φονευθέντα. delta. 43 δάμνα· ἐδάμαζεν. delta. 44 δάμνημι· δαμάζω. delta. 45 δανάκη· τοῦτο νομίσματός ἐστιν ὄνομα, ὃ τοῖς νεκροῖς ἐδίδοσαν πάλαι συγκηδεύοντες νεὼς Ἀχερουσίας ἐπίβαθρον. Ἀχερουσία δέ ἐστιν λίμνη ἐν Ἅιδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντες τὸ προειρημένον νόμισμα τῷ πορθμεῖ διδόντες. delta. 46 δανά9· ξηρὰ ξύλα. καὶ† εὔθραυστα† καὶ θερμά. delta. 47 δανεῖν· κακουργεῖν. delta. 48 δανειζόμενοι· οὐ μόνον οἱ ὑπόχρεοι, ἀλλὰ καὶ οἱ δανεισταὶ οὕτω καλοῦνται. delta. 49 δανειστήν· καὶ τὸν δεδανεισμένον λέγουσιν οἱ Ἀττικοί. delta. 50 δάοχοσ· εἷς ἐστιν οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα. delta. 51 δανάκησ· νομισμάτιόν τι βαρβαρικὸν πλέον ὀβολοῦ, ὃ καὶ τοῖς τεθνεῶσιν ἐδίδοτο. delta. 52 δαπανᾶν· οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τὴν οὐσίαν. οὕτω Δημοσθένης (40, 51). καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ (4, 3, 3) τὴν πόλιν δαπανᾶν φησιν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμβαλεῖν. delta. 53 δάπεδον· ἔδαφος. delta. 54 δάπιδεσ· στρώματα ἄττα. delta. 55 δαρδάπτει· σπαράσσει, κατεσθίει. delta. 56 δαρεικὸν στατῆρα· ἀπὸ Δαρείου. delta. 57 δαρεικόσ· νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπενόησεν. delta. 58 δαρεικόσ· εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ δαρεικοί, ἠδύνατο δὲ ἕκαστος αὐτῶν ὅπερ καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος χρυσός. οὐκ ἀπὸ Δαρείου δὲ τοῦ Ξέρξου πατρός, ἀλλ' ἀφ' ἑτέρου τινὸς παλαιτέρου βασιλέως ὠνομάσθησαν. λέγουσι δέ τινες δύνασθαι τὸν δαρεικὸν δραχμὰς ἀργυρίου κʹ, ὡς τοὺς εʹ δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου. delta. 59 δᾴσ· λαμπάς. delta. 60 δάσασθαι· διαμερίσασθαι. delta. 61 δασμολογία· φορολογία. delta. 62 δασμολόγοι· μερισταί, φορολόγοι. delta. 63 δασυλλίδαι· οἱ δασεῖς. delta. 64 δασύπουσ· λαγώς. delta. 65 δασύπους κρεῶν ἐπιθυμεῖ9· λέγεται ἐπὶ τοῦ ἐπιθυμοῦντος παρ' ἄλλου γενέσθαι τὰ ὄντα παρ' ἑαυτῷ. delta. 66 δασύποδα· τὸν λαγὼν καὶ οἱ Ἀττικοί. delta. 67 δασμόσ·† μέρος†, φόρου ἀπαρχή. delta. 68 δάσονται· διασπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται. delta. 69 δατηταί9· οἱ τὰ κοινὰ διανέμοντες. delta. 70 δατεῖσθαι καὶ δατηταί9· δατεῖσθαι μὲν τὸ μερίζεσθαι, δατηταὶ δὲ οἱ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν εἶδός ἐστι δίκης· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις εἰς δατητῶν αἵρεσιν. οὕτως Λυσίας (fr. 7 S.) καὶ Ἀριστοτέλης (Ath. Pol. 56, 6). delta. 71 δατόσ· πόλις Θρᾴκης σφόδρα εὐδαίμων, ἀφ' ἧς ἡ παροιμία Δατὸς ἀγαθῶν. ταύτην δὲ τὴν πόλιν καὶ τὴν παρακειμένην χώραν καὶ θηλυκῶς καὶ ἀρρενικῶς ὀνομάζουσι. delta. 72 δαυλίαν κορώνην (Ar. fr. 716 K.)· ἀηδόνα. delta. 73 δαυνότατα· καυστικώτατα. delta. 74 δαφνοπῶλαι· ἐν Δελφοῖς. οἱ λαμβάνοντες κερμάτιον ἐδίδοσαν. delta. 75 δαψιλέστατοσ· πολυτελέστατος. λέγεται δὲ καὶ ἐπὶ ῥευμάτων καὶ ἐπὶ τῶν μεγαλοψυχούντων. delta. 76 δέδασται· μεμέρισται. delta. 77 δεδαυμένον· Ἀττικοὶ λέγουσι τὸ κεκαυμένον. delta. 78 δέδηεν· φεύγει ἢ φλέγει. delta. 79 δεδί οιντο· φοβοῖντο. delta. 80 δεδείκηλον· δειλόν. delta. 81 δεδιακόνηκεν· ἀντὶ τοῦ διῴκηκεν. delta. 82 δεδίξεσθαι· ἐκφοβῆσαι, διῶξαι. delta. 83 δεδιττόμενοσ· ἐκφοβῶν. delta. 84 δεδίξεται· καταφοβήσει. καὶ δεδίττομαι τὸ φοβοῦμαι. delta. 85 δεδημευμέναι· ἀπηγορευμέναι. delta. 86 δεδιώσ· φοβούμενος. delta. 87 δεδμήμεθα· ὑποτετάγμεθα. delta. 88 δεδοκημένοσ· ἐκδεχόμενος, ἐνεδρεύων. delta. 89 δέδορκεν· ὁρᾷ, βλέπει. delta. 90 δέδοται καὶ κακοῖσιν ἄγρα· ἐπὶ τῶν παρ' ἀξίαν εὐπραγούντων. delta. 91 δεδουπώσ· πεπτωκώς, τεθνηκώς. delta. 92 δεδραγμένοσ· πεπραγμένος. delta. 93 δέδυκεν· εἰσῆλθεν. delta. 94 δεδμημένοι· δεδαμασμένοι. delta. 95 9† Δεδώνατον† 9· τὸ δεκαζόμενον. delta. 96 9† Δείδαρος† 9· ἀτυχής. delta. 97 δέει· τὸ δεῖ. τὸ ὁριστικὸν δηλονότι. delta. 98 δεήσεισ· ἀντὶ τοῦ ἐνδείας. Ἀντιφῶν Ἀληθείας αʹ (87 B 11 D. K.). delta. 99 δεῆσαν· χρείας γενομένης. delta. 100 δεῖ9· τέσσαρα ἔχει τὰ σημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐστίν, οἷον δεῖ δὲ χρημάτων καὶ ἄνευ τούτων οὐδὲν γενέσθαι τῶν δεόντων (Dem. 1, 20). καὶ ἀντὶ τοῦ δεσμεῖ. καὶ δέει ἐν διαλύσει ἀντὶ τοῦ ἀπέχει. delta. 101 δείκελον· ἄγαλμα ἢ ὁμοίωμα. delta. 102 δειλάκρα· ἡ ἐλεεινή. καὶ δείλακρος† ὁ† δειλακρίων· ἐλεεινός, ταλαίπωρος. delta. 103 δείλαιοσ· ἄθλιος. delta. 104 δεῖγμα· κυρίως μὲν τὸ δεικνύμενον ἀφ' ἑκάστου τῶν πωλουμένων. ἔστι δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, καλούμενος οὕτως. Ἀττικὸν δέ ἐστιν τὸ ἔθος τὸ καλεῖν ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺς τοὺς τόπους. delta. 105 δείλη ὀψία· ἡ περὶ δύσιν ἡλίου. delta. 106 δείλῃ πρωΐᾳ9· τῇ πρὸ ἀρίστου ὥρᾳ. delta. 107 δείλη· τὸ μετὰ τὴν μεσημβρίαν μέρος τῆς ἡμέρας. delta. 108 δείλη ὀψία· τὸ τελευταῖον τῆς δείλης μέρος, τὸ περὶ ἡλίου δυσμάς. καὶ δείλη πρωΐα· τὸ πρῶτον τῆς δείλης, τὸ εὐθὺς ἐκ μεσημβρίας. delta. 109 δειλόν· δείλαιον, μοχθηρόν. delta. 110 9† Δειλοκομπήσας† 9· ἐξαπατήσας. Ἕρμιππος (fr. 88 K.). delta. 111 δειλότερος εἶ τοῦ παρακύπτοντοσ· ἐπὶ τῶν σφόδρα δειλῶν· ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλός, ὃς παρακύψας ἐκ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα ἀπελιθώθη. καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδής. delta. 112 δεῖμα· φόβος. delta. 113 δειμαλέοι· λεπτοί. delta. 114 δειμαλέοσ· εὐλαβής. delta. 115 δειμάμενοι· οἰκοδομήσαντες. delta. 116 δειμᾶν· οἰκοδομεῖν. delta. 117 δειμαίνει· φοβεῖται. delta. 118 δειμαίνοντα· φοβούμενον. delta. 119 δείμασθαι· οἰκοδομεῖν. delta. 120 δειματώδησ· φοβερός. delta. 121 δειμάτων· φόβων. delta. 122 δείμομεν· οἰκοδομοῦμεν. delta. 123 δεῖν· ὀφείλειν. delta. 124 δεῖν· δεσμεῖν. delta. 125 δεινοί9· φοβεροί, ἔμπειροι, σοφοί. delta. 126 δεινοὶ πλέκειν τὰς μηχανὰς Αἰγύπτιοι (Aeschyl. fr. 373 N. 2† 726 M.)· ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. delta. 127 δεινοπαθεῖ9· δεινῶς ἔχει, χαλεπὰ πάσχει. delta. 128 δεινόσ· πανοῦργος, ἱκανός, ἀκολάκευτος, σοφός, ἔμπειρος. delta. 129 δεινότητα· τήν τε τῶν λόγων δύναμιν δηλοῖ τήν τε πανουργίαν. delta. 130 δεῖν ᾠήθην· δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα. delta. 131 δεῖνοσ· προπερισπωμένως ὁ ψυκτήρ. delta. 132 δεινωποί9· δειματώδεις, φοβεροί. delta. 133 δείνωσισ· δεινότης, σκότωσις. delta. 134 δειπνιστόσ· ὁ καθ' ἡμᾶς ἀρίστου καιρός. delta. 135 δειπνολόχον· κλεπτοτρόφον. delta. 136 δειπνοφόροσ· αἱ φέρουσαι τοῖς κατακεκλιμένοις ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τὰ δεῖπνα. delta. 137 δεῖπνον· τὸ πρωϊνὸν ἄριστον. delta. 138 δειπνοφόρια· τὰ φερόμενα δεῖπνα ταῖς Κέκροπος θυγατράσιν Ἕρσῃ καὶ Ἀγραύλῳ καὶ Πανδρόσῳ. ἐφέρετο δὲ πολυτελῶς κατά τινα μυστικὸν λόγον ὑπὸ τῶν φιλοτίμων καὶ πολυτελῶν. delta. 139 δειράδεσ· οἱ τραχώδεις τόποι τῶν ὀρῶν. delta. 140 δειρατιώτησ· δῆμός ἐστι τῆς Λεοντίδος Δειράδες, ἀφ' οὗ ὁ δημότης Δειρατιώτης. delta. 141 δειρή9· τράχηλος. delta. 142 δεισιδαίμων· θεοσεβής. ἢ ἀμφίβολος περὶ τὴν πίστιν καὶ οἱονεὶ δεδοικώς. delta. 143 δεῖται· προσδεσμεύεται ἢ χρῄζει. delta. 144 δεῖται· ἀντὶ τοῦ δεῖ· ἀπελθεῖν με δεῖται. Εὐέτης Ἐπικλήρῳ (fr. novum), Ἐπίχαρμος Πολιτείᾳ (cf. fr. 255, 1 Kaibel). delta. 145 δέκα· διάφοροι γεγόνασιν ὁ ἀριθμὸς οὗτος· οἱ μὲν γὰρ ἦρχον ἐν Πειραιεῖ ἐπὶ τῶν λʹ τυράννων, οἷς οὐκ ἐσπείσαντο Ἀθηναῖοι, καίτοι σπεισάμενοι τοῖς λʹ. ἕτεροι δέ τινες ἐγένοντο δέκα, οὓς Ἀθηναῖοι μετὰ τὴν καθαίρεσιν τῶν λʹ εἵλοντο. delta. 146 δεκάζειν· διαφθείρειν χρήμασιν ἢ δώροις. delta. 147 δεκάζεσθαι· ἐρρήθη μὲν ἀπὸ τοῦ κατὰ δεκάδα φθείρεσθαι δώροις· ὅτε γὰρ βούλοιντό τινες ἀρχῆς τυχεῖν ἢ ἄλλο τι ἀνύειν, κατὰ δέκα ἀνθρώπους ἐδίδοσάν τινα, ὅπως συμπράττωσιν αὐτοῖς. ἐξ ἐκείνου δὲ ἤδη τὸν λαμβάνοντα ἕνεκα τοῦ συμπράττειν μὴ ἀπαντῶντος τοῦ βελτίστου δεκάζεσθαί φασιν. ὅμοιον καὶ τὸ ἐριθεύεσθαι τῷ δεκάζεσθαί ἐστι· καὶ γὰρ ἐρίθεια εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως. delta. 148 δεκάζων· τὸ σημαινόμενον δῆλον. ἐποιήθη δὲ τὸ ὄνομα ἐντεῦθεν. Λύκος μέν ἐστιν ἥρως μορφὴν ἔχων τοῦ θηρίου, πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις· πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ δέκα γινόμενοι ἀνεστρέφοντο. ἔνθα καὶ ἡ παροιμία Λύκου δεκάς. ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι. delta. 149 δέκα καὶ δεκαδοῦχοσ· δέκα μὲν ἦρχον μετὰ τοὺς λʹ καταστάντες, ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δηλοῖ Λυσίας (fr. S. delta. 148a. delta. 150 δεκαδαρχίαι· τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί. καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ʹ Φιλιππικῶν (22). delta. 151 δεκατεύειν· ἀντὶ τοῦ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. τὰ δὲ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖς. διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι. κατὰ μεταφορὰν δὲ καὶ τὸ δεκάτην ὁπωσοῦν λαβεῖν καὶ ἀπαιτῆσαι. delta. 152 δεκάπαλαι· τὸ πρὸ πολλοῦ πάνυ λέγουσιν. delta. 153 δεκαδέασ· τοὺς τῆς αὐτῆς δεκάδος καὶ ὑπὸ τῷ αὐτῷ δεκάρχῃ. οὕτω Ξενοφῶν (Cyr. 2, 2, 30). delta. 154 δεκάδραχμοσ· τελώνης δεκάτην πράσσων. οὕτως Κράτης (fr. novum). delta. 155 δεκάζειν· διαφθείρειν τοὺς δικάζοντας ἢ τοὺς ἐκκλησιαστὰς χρήμασι καὶ δώροις. ἐκλήθη δὲ ἀπὸ τοῦ κατὰ δέκα ἀθροιζομένους λαμβάνειν τὰ δῶρα. πρῶτον δέ φασι δεκάσαι Μέλητα, εὐθύνας διδόντα τῆς ἐν Πύλῳ στρατηγίας. delta. 156 δεκατεύειν· τὸ τὴν δεκάτην εἰσφέρειν, ὧν ἔχει τις χρημάτων. Θουκυδίδης δὲ ἐπὶ τοῦ τελωνεῖν τὴν δεκάτην τέθεικε καὶ τὸ δεκατεύειν. delta. 157 δεκατευτάσ· τοὺς τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας. οὕτως Ἀντιφῶν (fr. 10 Th.). delta. 158 δεκατηλόγουσ· τοὺς τὴν δεκάτην ἐκλέγοντας. ταὐτὸν ἄρα τοῖς δεκατευταῖς. delta. 159 δεκάτη πρώτη· ἡ πρὸ τῆς εἰκάδος. καὶ δεκάτη ὑστέρα· ἡ μετὰ τὴν εἰκάδα. delta. 160 δεκάτη θύομεν· ἐν ᾗ τὰ ὀνόματα τοῖς παιδίοις τίθεμεν. Ἀριστοτέλης δὲ ἑβδόμῃ φησί (Hist. an. 588a 8). delta. 161 δέκα τοὐβολοῦ9· διὰ τὸ μικρὸν εἶναι Ἀσωπόδωρον. Εὔπολις Πόλεσιν (fr. novum). delta. 162 δεκάχοια· δεκαπλάσια. delta. 163 δεκασμόσ· δωροδοκία. delta. 164 δεκελεικὸν πόλεμον· τὸν Πελοποννησιακὸν λέγουσι. τὸν αὐτὸν δὲ καὶ Ἀρχιδάμειον. Δεκελεικὸν μέν, καθὸ Δεκέλεια Ἀθηναίοις ἐπετειχίσθη, Ἀρχιδάμειον δέ, ὅτι Ἀρχίδαμος αὐτοῦ ἡγεῖτο. delta. 165 δεκτῆρεσ· ὑποδοχεῖς. delta. 166 δεκατηλόγον· τὴν τὰς δεκάτας συλλέγουσαν. delta. 167 δέκων· ὁ δεκαζόμενος. delta. 164α. delta. 168 δέλεαρ· ἀπάτη, δόλος. delta. 169 δελεάστραι· παγίδες. delta. 170 δέλτοσ· πινακίδιον, τιτλάριον, σχεδάριον. delta. 171 δελφάκιον· χοῖρος. delta. 172 δελφῖνεσ· ὄργανα† Ἀττικὰ† πρὸς ναυμαχίαν. delta. 173 δελφίσ· πρὸς ναυμαχίαν πολεμιστήριον ὄργανον· ὅθεν καὶ δελφινοφόρον ναῦν Θουκυδίδης ἐν ζʹ φησίν (41, 2). delta. 174 δελφῖνα νήχεσθαι διδάσκεισ· ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηνται. delta. 175 δελφῖνα πρὸς τοὐραῖον δεῖν· ἐπὶ τοῦ ἀδυνάτου διὰ τὸ εὐκίνητον εἶναι. πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἢ ἔχουσιν. delta. 176 δελφίνιον· ἔστι μέντοι χωρίον ἐν Χίῳ. ἔστι δὲ καὶ ἐν Ἀθήναις ἱερὸν Ἀπόλλωνος οὕτω καλούμενον, ἔνθα ἦν τὸ ἐν Δελφινίῳ δικαστήριον. delta. 177 δελφύσ· μήτρα· ἔνθεν ἀδελφός. delta. 178 δέμασ· σῶμα. delta. 179 δέμνια· ἐγκοίτια στρώματα. delta. 180 δενδρυάζειν· ὑπὸ δένδρον ὑποδύεσθαι. ἀπὸ τῶν τὸ παλαιὸν ταῖς δρυσὶ σκέπῃ χρωμένων πρὶν τὰς οἰκήσεις εὑρεθῆναι. καὶ τὸ καθ' ὕδατος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν. delta. 181 δενδαλίδεσ· οἱ μὲν ἄνθος, ἄλλοι τὰς λευκὰς κάγχρυς, οἱ δὲ τὰς ἐπτισμένας κριθὰς πρὸ τοῦ φρυγῆναι. Θεόφραστος δὲ (fr. novum) ὑπὸ Εὐβοέων τὰς κριθὰς οὕτω καλεῖσθαι. οἱ δὲ τὰς ἐκ κριθῶν μάζας γινομένας. delta. 182 δεπύρωσ· διαπύρως, θερμῶς. delta. 183 δεξάμενοσ· ἀντὶ τοῦ λαβών. Ἡρόδοτος ηʹ (115, 1). delta. 184 δεξιάσ· συνθήκας. delta. 185 δεξιολάβοσ· παραφύλαξ. delta. 186 δεξιόσ· ἀγαθός, ἐπιτήδειος. delta. 187 δεξίδωροι· δωροδόκοι. delta. 188 δεξιοῦται· προσάγεται, ξενοδοχεῖ, φιλοφρονεῖται. delta. 189 δεξίωσισ· ὑποδοχή. delta. 190 δεξιμήλων θεῶν· ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα. delta. 191 δέοιτο· χρῄζοι. delta. 192 δέοντο (Σ 553)· ἐδεσμεύοντο. delta. 193 δέοσ· φόβος. delta. 194 δέπυροσ· διάπυρος, θερμός. delta. 195 δεπάεσσι· ποτηρίοις. delta. 196 9† Δέρεα† 9· ἐπιτραχήλιος κόσμος. delta. 197 δερρίδιον· σκιάδιον δερμάτινον. delta. 198 δερκυλίδασ· ὄνομα κύριον βασιλέως Λακεδαιμονίων. delta. 199 δέρκειν· βλέπειν. delta. 200 δερματικόν· Λυκοῦργος λέγει (fr. 1 C.) τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον. delta. 201 δερμηστήσ· Λυσίας μὲν (fr. 104 S.) τὸν σκώληκά φησιν οὕτω λέγεσθαι, Ἀρίσταρχος δὲ τὸν ὄφιν. εἴη δ' ἂν μᾶλλον ὁ τὰ δέρματα ἐσθίων† ἑτοιμότερον† οὕτω καλούμενος. delta. 202 δερμηστὴς ἔσθων· οἱ μέν φασιν εἶδος εἶναι σκώληκος, ὃς κατεσθίει τὰ δέρματα· Ἀρίσταρχος δὲ ὄφεως εἶδος τοῦτο εἶναί φησι. delta. 203 δερκομένων· βλεπόντων. delta. 204 δέρρισ· δέρμα. ἢ τρύχινον παραπέτασμα. delta. 205 δέρρεισ· τὰ ξηρὰ καὶ ἀμάλακτα δέρματα· καταχρηστικῶς δὲ καὶ τὰ ἄλλα. delta. 206 δέροσ· αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰσιν ἢ Δωρικαί· δέρος, κῶος· ἀπὸ γὰρ τοῦ δέρας καὶ κῶας πεποίηται. delta. 207 δέρτρον (λ 579)· ἐπίπλουν. ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸς τοῦ ἥπατος. ἄμεινον δὲ τὸ ῥάμφος. δέρτρον ἀπὸ τοῦ δέρειν, ὅπερ ἐστὶ κρούειν. τούτῳ διαρρήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γῦπες τῇ κρούσει τοῦ ῥάμφους. καὶ ἔστι τὸ ὄνομα ῥηματικόν. ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον. delta. 208 δεσαύχενασ· τοὺς ἀσκούς. delta. 209 δεσποτοῦν (Pl. Tim. 44d· τὸ δεσπόζον καὶ κυριεῦον. delta. 210 δεσπόσυνοι· τοῖς οἰκέταις οἱ παῖδες τῶν δεσποτῶν. delta. 211 9† Δεσπότου κεκαρμένου9· ἀπενθοῦντος†. delta. 212 δεσμοὶ Τυρρηνοί9· οἷς ἐχρῶντο κατ' ἐκεῖνο καιροῦ εἰς τὰς τῶν δεσμωτῶν κακουχίας. delta. 213 δεσποσύνων ὄψων· ἀντὶ τοῦ δεσποτικῶν ὄψων. Ἀριστοφάνης (fr. novum). delta. 214 δεύειν· φυρᾶν. καὶ δέδευκε πεφύρακεν. ἔστι δὲ τὸ φυρᾶν Ἑλληνικόν. delta. 215 δευθέντα· βραχέντα. delta. 216 δευόμενοσ· βρεχόμενος. delta. 217 δεῦρο· ἐνθάδε, ἐπὶ τοῦ παρόντος. καὶ τὸ ἐλθέ, ὡς ἡμεῖς. delta. 218 δεῦρο· ἔνιοι ἐπὶ {τοῦ χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (1, 174). delta. 219 δεῦρ' ἀεί9· ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ (811 c)· πρὸς τοὺς λόγους οὓς ἐξ ἕω μέχρι δεῦρ' ἀεὶ εληλύθαμεν. τινὲς δὲ ἀντὶ τοῦ ὡδὶ τιθέασι. delta. 220 δευσοποιόσ· βαφεύς. σημαίνει δὲ καὶ τὸν ἔμμονον καὶ δυσαπόπλυτον. delta. 221 δευσοποιὸς πονηρία· μετῆκται ἡ λέξις ἀπὸ τῶν καταβεβαμμένων ἐρίων. σημαίνει δὲ τὸ βέβαιον καὶ ἀνέκπλυτον τοῦ χρώματος. οἱ συγγραφεῖς δὲ ὅταν ἀμετακίνητόν τι δηλῶσαι βούλωνται, καταχρῶνται τῇ λέξει καὶ ἐπ' ἄλλων. δύναται οὖν ἡ δευσοποιὸς πονηρία ὑπερβάλλουσα εἶναι καὶ ἧς οὐχ οἷόν τε ἦν περιγενέσθαι. delta. 222 δευσοποιόσ· κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τὸ ὄνομα, τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς. ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονόν τε καὶ πολυχρόνιον. delta. 223 δεῦτε· παρακελεύσεως ἐπίρρημα. delta. 224 δεύτερος πλοῦσ· ὅτε ἀποτυχών τις οὐρίου κώπαις πλεῖ (cf. Men. fr. 205 K.. TH). delta. 225 δευτέριον· τὸν δευτερίαν ὑφ' ἡμῶν καλούμενον οἶνον. delta. 226 δέχομαι· ἀντὶ τοῦ ὁμολογῶ. delta. 227 δέω μικροῦ9· μικροῦ γε ἔχομαι. delta. 228 δηγμούσ· τοὺς δαγμούς. delta. 229 δῆθεν· ὡς δή φησι. τοῦτο δὲ προσποίησιν ἀληθείας ἔχει, δύναμιν δὲ ψεύδους. λαμβάνεται δὲ τὸ† δῆθεν† ὡς παραπληρωματικόν. delta. 230 δηϊοτῆτοσ· μάχης. delta. 231 δηΐουν· διέκοπτον, ἐτίτρωσκον. delta. 232 δηλαϊστή9· ἐλεεινή, ἀθλία. delta. 233 δηλήσεται· βλάψει, διαφθερεῖ. delta. 234 δηλιασταί9· οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. οὕτως Λυκοῦργος (fr. 87 C.). delta. 235 δήλιοσ· ὁ βωμὸς ὃν ἀπὸ κεράτων παραθέουσιν. delta. 236 δήλιον· χωρίον Ταναγρικόν. delta. 237 δή9· τόδε. καὶ Μένανδρος λέγει. delta. 238 δῆλοι· ὁράσεις, ἐνύπνια. delta. 239 δήλων· ὁράσεων. delta. 240 δημαγωγεῖ9· στρατηγεῖ. delta. 241 δημαρχία· ὅτε δῆμος ἄρχει. delta. 242 δημαίνετοσ· ὄνομα κύριον. delta. 243 δήμαρχοσ· ὁ δήμου τινὸς ἄρχων, ὃς καὶ τοῦ κατὰ χώραν δήμου προΐστατο καὶ ἀπεγράφετο τὰς οὐσίας ἑκάστου πρὸς τὰ δημόσια ὀφλήματα. delta. 244 δήμαρχοσ· ἑκάστου δήμου τῶν ἐν Ἀθήναις ὁ κατάρχων δήμαρχος ἐλέγετο. οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν προσόντων ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρ' αὐτοῖς ἦν. ἀλλὰ καὶ συνῆγον τοὺς δήμους, ὁπότε δεήσειε, καὶ ψῆφον αὐτοῖς δίδοσαν, καὶ ἐνεχυρίαζον δὲ οὗτοι. delta. 245 δημήτριοσ· τραγῳδιῶν ὑποκριτὴς† Διῶν† τὸν πλησσόμενον Ἀγαμέμνονα. delta. 246 δημ όπρατα· ἃ ὁ δῆμος πιπράσκει αὑτοῦ γενόμενα, δημοσιευθέντα. delta. 247 δημελέητοσ· ἐλεεινός. delta. 248 δημοθήσειε· θεωρήσειε. delta. 249 δημοποίητοσ· ὁ ὑπὸ τοῦ δήμου γεγονὼς πολίτης. delta. 250 δημεύσασ· δημοσιεύσας. delta. 251 δήμιον· δημόσιον. delta. 252 δημηγόροσ· ἐπὶ τοῦ δήμου λαλῶν. delta. 253 δημιουργεῖ9· τὰ μὴ ὄντα ποιεῖ. delta. 254 δημότησ· ὁ τοῦ αὐτοῦ μετέχων δήμου. delta. 255 δημοτικά9· τὰ τοῖς πολλοῖς ἐμπρέποντα. delta. 256 δημιουργόσ· χειροτέχνης, ὁ τὰ μὴ ὄντα ποιῶν. delta. 257 δημοβόροσ· ὁ τὰ δημόσια ἐσθίων. delta. 258 δημοκλείδασ· ξένους καὶ μοιχούς· τοιοῦτος γὰρ ὁ Δημοκλῆς. delta. 259 δημόκοινον· δημόσιον. delta. 260 δημόκοινοσ· ὁ δημόσιος βασανιστής. ἢ ὁ δήμιος. delta. 261 δημογέροντεσ· οἱ τοῦ δήμου ἐντιμότατοι. delta. 262 δημοθοινία· τοῦ δήμου εὐωχία ἢ θυσία. delta. 263 δημοποίητοσ· ὁ φύσει μὲν ξένος, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγονώς. delta. 264 δημόσιοσ· δημοσίους λέγουσι τοὺς τῆς πόλεως δούλους delta. 265 δημόσιοσ· ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ τοῖς δικαστηρίοις καὶ τοῖς κοινοῖς ἔργοις. delta. 266 δημότασ· οἱ μὲν Ἴωνες τοὺς δημοτικούς. καὶ Ἡρόδοτος οὕτως (2, 172, 2. 5 et 5, 11, 2). οἱ δὲ Ἀττικοὶ τοὺς τοῦ αὐτοῦ δήμου μετέχοντας. delta. 267 δημοτελῆ9· δημοσίαν. delta. 268 δημοτελῆ9 καὶ δημοτικὰ ἱερά9· διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν. delta. 269 δημοτελῶσ· παντὶ τῷ δήμῳ. delta. 270 δημοτευόμενοσ· μετὰ τῶν δημοτῶν. φησὶ Δημοσθένης (44, 39 et 57, 49. 55). delta. 271 δημοτευόμενοσ· δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ' αὐτοῦ. delta. 272 δημοῦσθαι· δημοκοπεῖν. καὶ ἀντὶ τοῦ παίζειν. οὕτως Πλάτων (Theaet. 161e). delta. 273 δημότησ· πολίτης. delta. 274 δημότησ· ὁ τοῦ αὐτοῦ μετέχων δήμου. delta. 275 δημωδέστεροσ· ἀσχημονέστερος· διὰ τὸ ἐν ὄψει πάντων γινόμενον, διὰ τὸν δῆμον. delta. 276 δημωφελήσ· δῆμον ὠφελῶν. delta. 277 δῃοῦν· πολεμεῖν. delta. 278 δηνάριον· εἶδος ἀργυρίου ὁλοκοτίνου. delta. 279 δήξομαι· λυπήσω. delta. 280 δήπου9· ὡς δή. delta. 281 δήπουθεν· δηλονότι. ἢ ἔκ τινος τόπου. delta. 282 δῆριν· μάχην ἢ φιλονεικίαν. delta. 283 δῆτα· οὕτως. delta. 284 δημοφάνησ· κύριον. delta. 285 δῃώσασ· πραιδεύσας, ἀνελών, κατατεμών. delta. 286 διαβασιλίζεται· τῆς βασιλείας ἀντιποιεῖται. delta. 287 διαβάλλειν· τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κρατῖνος (fr. novum). delta. 288 διαβάτης ἢ διαβήτησ· ὄργανόν τι τεκτονικόν. ἔστι δὲ καὶ νόσημά τι σωματικὸν ὁ διαβήτης, ᾧ οἱ ἐχόμενοι κατέχειν τὸ ὕδωρ οὐ δύνανται. delta. 289 9† Διαβούλομαι† 9· ἀναπείσω. Θουκυδίδης. delta. 290 διάβαθρα· σανδαλίων εἶδος. delta. 291 διαβάλλεισ· παραλογίζῃ, εἰς ἀπέχθειαν ἄγεις. τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τοῦ ἐναντίου, οἷον τῇ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος (Hdt. 1, 118,

Intertext edge

Open linked passage

Note