Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
326.1.1
K.)· καὶ κατ' Ἀγάθων' ἀντίθετον ἐξευρημένον. alpha. 2102 Ἀντίθετα· εἶδος σχήματος ῥητορικοῦ διαφόρως ποικιλλόμενον. ὁ μέντοι Αἰσχίνης (2, 4) οὐκ ἐπὶ σχήματος εἶπε τὸ ἀντίθετον, ἀλλ' ὅτι διήγημα διηγήματι ὁ Δημοσθένης ἀντέθηκεν. alpha. 2103 Ἀντικάθηται· ἀντὶ τοῦ ἐναντιοῦται. alpha. 2104 Ἀντικρύ9· κατέναντι, ἐξ ἐναντίας. alpha. 2105 Ἀντικόπτειν· Ὑπερείδης (fr. 22α J.) ἐπὶ τοῦ ἐνίστασθαι. alpha. 2106 Ἀντικαταλαβεῖν· ἀντιλαχεῖν δίκην. Πλάτων Πεισάνδρῳ (fr. 9 Dem.). alpha. 2107 Ἀντίκρισισ· ἀντὶ τοῦ ἀπόκρισις. οὕτως Ἀναξίλας (fr. 41 K.). alpha. 2108 Ἀντικρύ9· ὁ μὲν Βοηθὸς ἐν τῇ τῶν λέξεων αὐτοῦ Συναγωγῇ δέκα φησὶ σημαίνειν τὴν λέξιν· κατέναντι καὶ ἐξ ἐναντίας καὶ διαμπερὲς καὶ ἰθὺς καὶ εὐθὺς καὶ ἐπ' εὐθείας καὶ ἰσχυρῶς καὶ σαφῶς καὶ ἀκριβῶς καὶ ἁπλῶς. οἱ δέ φασιν, ἀκριβέστερον οἶμαι λέγοντες, ὅτι μετὰ μὲν τοῦ σ λεγομένη τὰ πολλὰ τῶν εἰρημένων δηλοῖ, ἄνευ δὲ τοῦ σ, ὅτε καὶ ὀξύνεται, οἷον ἀντικρύ, τὸ κατέναντι καὶ ἐξ ἐναντίας μόνον. alpha. 2109 9Ἄντικρυσ· διόλου, ἢ παντελῶς, ἢ φανερῶς. Διονύσιος. alpha. 2110 9Ἄντικρυσ· τὸ φανερῶς καὶ διαρρήδην. σπάνιον δὲ καὶ τὸ ἐξ ἐναντίας. τὰ δὲ πολλὰ τὸ ἐξ ἐναντίας τὸ ἀντικρὺ ἄνευ τοῦ σ δηλοῖ. alpha. 2111 Ἀντίκυρα· ὄνομα χώρας τινός. alpha. 2112 Ἀντίπαλοσ· δύο σημαίνει ἡ λέξις· ἢ γὰρ τοὺς ἴσους καὶ ἰσορρόπους, ἢ τοὺς πολεμίους καὶ ἐναντίους. alpha. 2113 Ἀντίπαισ· ὁ πρόσηβος καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλικίαν. ὁ δὲ αὐτὸς καὶ ἀνδρόπαις παρ' Ἀριστοφάνει (p. 93 Nauck). alpha. 2114 Ἀντιλαβή9· Πλάτων (Phaed. 84c) καὶ Ξενοφῶν. alpha. 2115 Ἀντιλαμβάνεσθαι· καὶ τοῦτο καὶ τὰ ἀπ' αὐτοῦ ἐν τῇ συνηθείᾳ πολλοὶ ἀντὶ τοῦ αἰσθάνεσθαι παραλαμβάνουσιν. alpha. 2116 Ἀντιλογίαι· αἱ ἐν ταῖς τραγῳδίαις κατασκευαὶ καὶ ἀνασκευαί. Ἀριστοφάνης Βατράχοις (775). alpha. 2117 Ἀντιλέγειν· ἀντὶ τοῦ ἴσα λέγειν. Πλάτων (Crito 50e). alpha. 2118 Ἀντίληψισ· ἀντὶ τοῦ ἐπίληψις. Πλάτων (Phaed. 87a). Θουκυδίδης δὲ (1, 120, 2) ἀντὶ τοῦ ἀντικομίσασθαι. alpha. 2119 Ἀντιλογιῶν· Θουκυδίδης δʹ (59, 4). καὶ ντιλογῆσαι Νεφέλαις Ἀριστοφάνης (321). alpha. 2120 Ἀντίπαλον· τρία σημαίνει· τὸ ἐναντίον καὶ τὸ ἰσόπαλον καὶ τὸ ἰσόστροφον. alpha. 2121 Ἀντιπαρεξάγειν· ἀντιτάσσειν. alpha. 2122 Ἀντιπεπονθότωσ· ἀντικειμένως, ἐναντίως. alpha. 2123 Ἀντιπροκλήσεισ· ἀντιλογίας, ἀντεγκλήματα. alpha. 2124 Ἀντία· χαλεπή, προσάντης. alpha. 2125 9Ἄντλοσ· ἡ ἀντλία. alpha. 2126 9Ἄντλιον· ὑπάντλιον. alpha. 2127 Ἀντλητήρ· ὁ κάδος† ἢ ὁ ναυτικὸς ἀντλητήρ†. alpha. 2128 Ἀντλία· ὅπου τὸ ὕδωρ τὸ ἐν τῷ πλοίῳ γενόμενον ἀπαντλοῦσιν εἰς θάλασσαν. καὶ νῦν ὁ καλούμενος καδίσκος. alpha. 2129 Ἀντλιαντλητῆρασ· Μένανδρος Μεσσηνίᾳ (fr. 269 K.. TH)· οἱ δ' ἁρπάσαντες τοὺς κάδους στρογγύλους ὕδρευον ἀνδρειότατα† κἠπόλις† πάλιν. ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν, ἀλλ' ἀντλιαντλητῆρας.† οὕτως Ἀριστοφάνης καὶ Ἐπίλυκος†. alpha. 2130 Ἀντίρροπον· ἰσόρροπον. alpha. 2131 Ἀντιστρόφουσ· ἀντὶ τοῦ ἰσοστρόφους. alpha. 2132 Ἀντιτορήσασ· διατρήσας, τοιχωρυχήσας. alpha. 2133 Ἀντιτυπῆσαι· ἀντιπαθῆσαι. alpha. 2134 Ἀντιτυπία· ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὁμοιότητος. alpha. 2135 Ἀντιοχίσ· ὄνομα φυλῆς. alpha. 2136 9Ἄντισσα· μία πόλις τῶν ἐν Λέσβῳ. alpha. 2137 Ἀντιτύπους ἀνθρώπουσ (Pl. Theaet. 156a)· σκληροὺς καὶ ἀνενδότους. μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας· καὶ τύπος ἀντίτυπος Hdt. 1, 67, 4). alpha. 2138 Ἀντιφέρονται· ἐναντιοῦνται. alpha. 2139 Ἀντιφιλοτιμεῖ9· ἀντιθεραπεύει. alpha. 2140 Ἀντίφησ (Pl. Gorg. 501c)· ἀντὶ τοῦ ἀντιλέγεις. alpha. 2141 Ἀντόμενοι· συμβάλλοντες. alpha. 2142 9Ἄντρα νύχια (Eur. Andr. 1224)· σκοτεινὰ σπήλαια. alpha. 2143 Ἀντρώδη· σπηλαιώδη. alpha. 2144 Ἀντρῶνεσ· πόλις ἐν Θετταλίᾳ. alpha. 2145 Ἀντρώνιος ὄνοσ· ὁ μέγας, ὡς μεγίστων γινομένων ἐν Ἀντρῶσιν. alpha. 2146 9Ἄντυγεσ· περιφέρειαι. alpha. 2147 9Ἄντυξ· περιφέρεια τοῦ ἅρματος. alpha. 2148 Ἀντωπεῖ9· ἀντοφθαλμεῖ. alpha. 2149 Ἀντωπόσ· ὁ ἀντιβλέπων. alpha. 2150 Ἀντωμοσία· γράμματά τινα γράψαντες, περὶ ὧν ἡ δίκη, ὅ τε κατηγορούμενος καὶ ὁ κατηγορῶν ἀποφέρουσι πρὸς τὴν ἀρχήν. καλεῖ ται δὲ οὕτως, ἐπειδὴ ἑκάτερος αὐτῶν ἀντώμνυεν, ὁ μὲν τἀληθῆ κατηγορήσειν, ὁ δὲ τἀληθῆ ἀπολογήσασθαι. alpha. 2151 Ἀνύτειν οἱ Ἀττικοί, ὅπερ ἡμεῖς ἀνύειν. ἁνύειν δέ, τὸ σπεύδειν, δασεῖα ἡ πρώτη. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς (D 56)· οὐκ ἀνύω φθονέουσα. alpha. 2152 Ἀνυδρεύσασθαι· ἀντλῆσαι ὕδωρ· κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον. Κοριαννοῖ Φερεκράτης (fr. 76 K.). alpha. 2153 9Ἄνυδρα δάπεδα· περὶ Λιβύης λέγει ὁ Τραγικός (Eur. fr. 955h Snell)· ἄνυδρα δ' ᾠκηκὼς ἄναξ κριωπὸς Ἄμμων δάπεδα θεσπίζει τάδε. alpha. 2154 Ἀνυμεναιοῦν· Σοφοκλῆς Φρυξίν (fr. 725 R.)· οὐ λήξετ', οὐ παύσεσθε τούσδε τοὺς γάμους ἀνυμεναιοῦντες; alpha. 2155 Ἀνυποδησία· Πλάτων εἴρηκε (Leg. 1, 633c) καὶ Ξενοφῶν (Lac. 2, 3). alpha. 2156 Ἀνυπόστατον· ἀντὶ τοῦ ἀφόρητον. alpha. 2157 Ἀνυπαίτιοσ· ἀναίτιος. alpha. 2158 Ἀνυπόβλητον· προὖχον. alpha. 2159 Ἀνύποιστον· ἀβάστακτον. alpha. 2160 Ἀνυπόδητοσ λέγεται, οὐχὶ ἀνυπόδετος. alpha. 2161 Ἀνυπεύθυνοσ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (22)· ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον. alpha. 2162 9Ἄνυμφον· κακόνυμφον. ἢ τὴν οὐχ οἵαν τε νυμφευθῆναι. Σοφοκλῆς (fr. 1016 R.). alpha. 2163 Ἀνυσίμωσ· Πλάτων (Theaet. 144b). ἐνεργῶς, πρακτικῶς. καὶ Ἀνύ σι· τελοῦσιν, ἀνύουσιν. alpha. 2164 9Ἁνύσαι· δασέως τὸ σπεῦσαι καὶ συντελέσαι. alpha. 2165 9Ἄνω καὶ κάτω· ὡς ἐν τῇ συνηθείᾳ λέγομεν. Εὐριπίδης (Bacch. 349)· ἄνω καὶ κάτω τὰ πάντα συγχέουσιν. alpha. 2166 Ἀνῴμωξεν· ἐστέναξεν. alpha. 2167 9† Ἀνωρθρίαζον† 9· Ἀνδοκίδης (1, 29)· ἀντὶ τοῦ† ὄρθριοι† βοῶντες ἔλεγον. alpha. 2168 9Ἄνω ποταμῶν ῥέουσι πηγαί9· παροιμία ἐπὶ τῶν ὑπεναντίως γινομένων ἢ λεγομένων, οἷον εἰ ὁ πόρνος τὸν† σοφώτερον† ἔλεγε πόρνον. ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω. κέχρηται αὐτῇ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 287).· ἄνω ποταμῶν τὰ πράγματα εἶναί μοι δοκεῖ (com. adesp. fr. 50 Dem.). alpha. 2169 Ἀνωφέλητος ἄνθρωποσ· Στράττις (fr. 9 Dem.)· ἀνωφέλητος καὶ θεοῖς ἐχθρός. alpha. 2170 Ἀνῳκισμένοσ· ἐν τοῖς ἀνωτάτω γεννηθείς. ἢ ὁ ἄνω ὤν. alpha. 2171 Ἀνόνητον· τὸ ἀνωφελές. alpha. 2172 Ἀξιαπηγητότατον (Hdt. 2, 99, 4)· ἀξιολογώτατον. alpha. 2173 Ἀξιοῖ9· ἀντὶ τοῦ νομίζει. Ἀντιφῶν (fr. 60 Th.) καὶ Λυσίας (fr. 302 S.). alpha. 2174 9Ἄξιον· τὸ εὔωνον. Ἀριστοφάνης (Equ. 895). alpha. 2175 Ἀξιόπιστοσ· οὐχὶ ὁ κατάπλαστος λέγεται ὑπὸ τῶν παλαιῶν καὶ τερατείᾳ χρώμενος, ἀλλ' ὁ πιστὸς καὶ δόκιμος καὶ ἀξιόχρεως. alpha. 2176 Ἀξιόχρεων· ἐν τῷ ω λέγουσι. καὶ λειπόνεων· καὶ τὰ οὐδέτερα οἱ {γὰρ παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον βάρβαρον. alpha. 2177 9Ἄξιον· ἐπὶ τοῦ δικαίου τέτακται. οὕτως Δημοσθένης (fr. 19 S.). alpha. 2178 9Ἄξιος θέασ· παρὰ Φρυνίχῳ (TrGF 3 F 16b). καὶ ξιοθέατοσ παρὰ Ξενοφῶντι (HG. 4, 5, 6). alpha. 2179 Ἀξιάγαστοσ· ἀξιοθαύμαστος. alpha. 2180 Ἀξιέραστοσ· ἄξιος ἐρασμοῦ, ἐπέραστος. alpha. 2181 9Ἄξιος οὐδὲ μόνου9 (Pl. Theaet. 162e)· ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. alpha. 2182 Ἀξιῶν· ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Πλάτων (Gorg. 450c) καὶ Λυσίας (fr. 302 S.). alpha. 2183 9Ἄξονεσ· ξύλα τετράγωνα ἦν, ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου διήκοντα καὶ διά τινος περόνης στρεφόμενα, ἐφ' ὧν οἱ Σόλωνος νόμοι ἀνεγράφοντο. λέγονται δὲ καὶ ἐν τοῖς τῶν ἁμαξῶν ἄξοσιν ὁμοίως κώδιξι στρεφόμενοι. λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες, περὶ οὓς σφαῖραί τε καὶ κύλινδροι καὶ τὰ τοιαῦτα στρέφονται καὶ συνίστανται. καὶ τῶν ἁμαξῶν δὲ οἷς οἱ τροχοὶ συνεχόμενοι περιστρέφονται. alpha. 2184 Ἀξύμβλητον· ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς (fr. 355 N. 2† 387 R.)· ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην. alpha. 2185 Ἀξύλῳ9 (155)· πολυξύλῳ. alpha. 2186 9† Ἀξόνητον† 9· ἀνωφελές. alpha. 2187 Ἀοζήσω· διακονήσω, ὑπουργήσω. Αἰσχύλος Ἐλευσινίοις (fr. 54 N. 2† 270 M.). alpha. 2188 Ἀοιδή9· ᾠδή. alpha. 2189 9Ἄοζοσ· ὑπηρέτης, διάκονος. alpha. 2190 Ἀοίδιμοσ· ὑμνητός. alpha. 2191 Ἀοιδόσ· ποιητής. alpha. 2192 9Ἄοινοσ· ἐπὶ τῶν μὴ γεγευμένων οἴνου. καὶ ἐπὶ τῶν μὴ ἐχόντων οἶνον. alpha. 2193 Ἀολλεῖ9· ποιεῖ, συνάγει. alpha. 2194 Ἀολλεῖσ· παρὰ Σοφοκλεῖ τὰς συνηγμένας (fr. 1017 R.). alpha. 2195 Ἀορτά9· τὰ ἐξηρτημένα ἢ αἰωρούμενα καὶ οὐ βεβηκότα. οἱ δὲ τὴν τραχεῖαν ἀρτηρίαν τὴν εἰς πνεύμονα φέρουσαν. οἱ δὲ ὄρτρα τὰ βράγχια. οἱ δὲ ἀρτηρίας. ἄλλοι τὸ ἀπηρτημένον τοῦ πνεύμονος μέρος. ἰδίως δὲ ἀορτὴν Ἀριστοτέλης (Hist. an. 495b 7) καλεῖ τὴν παρ' ἐνίοις μεγάλην ἀρτηρίαν ὀνομαζομένην, ἣν καὶ φυτοῦ στελέχει παρεικάζουσιν, ὥσπερ ῥίζας τὰς εἰς τὸν πνεύμονα κατασχιζομένας ἀρτηρίας. alpha. 2196 9Ἄοπτα· Ἀντιφῶν (87 B 4 D.. K)· ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα μέν, δόξαντα δὲ ὁρᾶσθαι. alpha. 2197 9Ἄορι· τῷ ξίφει. alpha. 2198 Ἀπάγειν, ἐφηγεῖσθαι, γράφεσθαι, δικάζεσθαι· τούτων ἕκαστον ἐπὶ τῶν ἑτέρους κατηγορούντων λέγεται. ἀλλ' ἐὰν μὲν πρὸς διαιτητὴν ἡ διαδικασία γένηται, καλεῖ δικάζεσθαι. alpha. 2199 9Ἄπαγε ξένον ἐν χειμῶνι· παροιμία ἐπὶ τῶν ὀχληρῶν. alpha. 2200 9Ἄπαγε· παῦσαι, μὴ γένοιτο. alpha. 2201 9Ἄπαγε· ἀντὶ τοῦ χρῶ τῇ ἀπαγωγῇ. οὕτως Δημοσθένης (22, 26). alpha. 2202 Ἀπάγου9· ἀντὶ τοῦ πρὸς† αὐτὸν† ἄπαγε. οὕτως Εὐριπίδης (fr. 1097 ν. 2). alpha. 2203 Ἀπαγκωνισάμενοσ· Ἄρχιππος Ἰχθύσιν (fr. 1 Dem.) σεμνῶςπάnu. ἔλεγον δὲ καὶ γκωνίζειν. 9 alpha. 2204 Ἀπαγγελτῆρα· Φρύνιχος (TrGF 3 F 16a)· ἐσθλῶν ἀπαγγελτῆρα μᾶλλον ἢ κακῶν. alpha. 2205 Ἀπαγορεύειν· ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν. alpha. 2206 Ἀπαγορεύει· ἀποτρέπεται, ἀρνεῖται. alpha. 2207 Ἀπαγωγάσ· ἀδυνατίας. alpha. 2208 Ἀπαγωγή9· δίκης ἐστὶν εἶδος. ὠνόμασται ἀπὸ τοῦ ἀπάγειν. ἀπήγοντο δὲ οἱ κακοῦργοι πρὸς τοὺς ἕνδεκα. alpha. 2209 Ἀπαγωγή9· μήνυσις ἔγγραφος διδομένη τῷ ἄρχοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. λέγεται ἀπαγωγὴ καὶ ἡ αἰχμαλωσία καὶ ἥ τινος κομιδή, οἷον ἡ ἀγωγή. alpha. 2210 Ἀπᾷδον· οὐ συνᾷδον. καὶ πᾴδομεν Πλάτων Νόμων βʹ (662b). alpha. 2211 Ἀπαίδευτοι· ἀντὶ τοῦ ἀνόητοι. alpha. 2212 Ἀπαιδοτρίβητοι· ἀγύμναστοι. alpha. 2213 Ἀπαιδοτρίβητον σῶμα· ἀγύμναστον. alpha. 2214 Ἀπαιδία· ἡλικία ἐλάσσονι χρόνῳ τοῦ συμπληροῦντος τὸν παῖδα. alpha. 2215 Ἀπαιόλη· ἀπάτη, ἀποστέρησις. οὕτως Αἰσχύλος (fr. 186 N. 2† 309 M.). alpha. 2216 Ἀπαιόλημα· ἀποπλάνημα, ἀποκάθαρμα. {ἢ θεόν τινα ἀπατητικόν. alpha. 2217 Ἀπαιολᾷ9· ἀντὶ τοῦ παραλογίζεται, πλανᾶ. alpha. 2218 Ἀπαίροντεσ· μεθιστάμενοι. alpha. 2219 9Ἄπαιρε· ὃ οἱ πολλοὶ ἆρον λέγουσιν. alpha. 2220 Ἀπαίρειν· ἀντὶ τοῦ παραγίνεσθαι. Ἀριστοφάνης (fr. novum). alpha. 2221 Ἀπαίσιον· βλάσφημον, ἀσύμβουλον. alpha. 2222 Ἀπαιώνιστον· ἀνίατον, δύσφημον. alpha. 2223 Ἀπαιωρούμενον· κρεμάμενον. alpha. 2224 Ἀπάλαμνοσ· ἄπειρος. alpha. 2225 Ἀπάλαμνον· ἀμήχανον. alpha. 2226 Ἀπαλάμνωσ· ἀβούλως, σκαιῶς καὶ ἀσυνέτως. alpha. 2227 Ἀπαλεξῆσαι· κωλῦσαι. alpha. 2228 Ἀπαλεξήσοντεσ· κωλύσοντες. alpha. 2229 9Ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαισ· ἐπὶ τῶν ὑπὸ τρυφῆς καὶ ἁβρότητος διαρρεόντων. alpha. 2230 Ἀπαλλάξωμεν· ἀντὶ τοῦ ἀφανίσωμεν. alpha. 2231 Ἀπαλλάξασ· ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος (fr. 387 K.) καὶ Δημοσθένης (24, 37) καὶ ἄλλοι. alpha. 2232 Ἀπάλλεισ· ἀποπέμπεις. alpha. 2233 Ἀπαλεῖ9· σχολάζει, ὀλιγωρεῖ. alpha. 2234 9Ἁπαλὸς εἴσπλους {τοῦ λιμένοσ· ἀντὶ τοῦ τραχέος λαβὼν ὁ Κρατῖνος τὸ ἁπαλὸς σύνταξιν ἡδίστην ἐποίησεν ἁπαλὸς εἴσπλους λιμένος εἰπών (fr. 357 K.). alpha. 2235 9Ἁπαλοσώματοσ· Ἀριστοφάνης εἴρηκεν (fr. 54 Dem.). alpha. 2236 9Ἁπαλύνειν· ἀντὶ τοῦ διαχεῖν τὴν ψυχὴν καὶ θηλύνειν. Ἀριστοφάνης (fr. 54 Dem.). alpha. 2237 9Ἁπαλὴ δίαιτα· ἡ τρυφερὰ καὶ ἀνειμένη. alpha. 2238 9Ἁπαλά9· οἷον ἐξηλλαγμένα καὶ καινά. Εὐριπίδης (fr. 955i Snell) καὶ Σοφοκλῆς (fr. 1019 R.). alpha. 2239 Ἀπάλλαξόν με φροντίδων· Στράττις ἔφη (fr. novum). alpha. 2240 Ἀπαμβρακοῦ9· καρτέρει. λέγεται δὲ πρὸς ὠδίνουσαν γυναῖκα. οἱ δὲ ἀνδρίζου. ἄλλοι φυλάττου. alpha. 2241 Ἀπαμβλύνει· ἐκκαθαίρει σκότους καὶ ἀλλοιώσεως. alpha. 2242 Ἀπαμυνεῖ9· ἀποστρέψει. alpha. 2243 Ἀπαμφιέσαντεσ· ἐκδύσαντες. alpha. 2244 Ἀπαμφίσκων· ἀποκαλύπτων. alpha. 2245 Ἀπαμφιεῖ9· ἀποκαλύψει. Μισουμένῳ (364 65)· ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό μου καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ. alpha. 2246 Ἀ νάστασισ· ἀποικία, μετάστασις. alpha. 2247 Ἀπαντᾶν καὶ συναντᾶν λέγουσιν ἑκατέρως. alpha. 2248 9Ἅπανθ' ὅμοια καὶ Ῥοδῶπις ἡ καλή9· σημαίνει ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί. alpha. 2249 Ἀπανθίζειν· Πωλίων εἴρηκεν· ἀπανθίζειν ἐπεχείρει τοὺς Φρύγας Ἀχιλλεύς. alpha. 2250 9Ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητής (156)· τῶν δ' ἅπαν ἐπλήσθη πεδίον, οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. alpha. 2251 Ἀπαντᾶν· τὸ παραγίνεσθαι εἴς τινα τόπον. alpha. 2252 Ἀπάντησισ· ὡς ἐν τῇ συνηθείᾳ φαμέν. Σοφοκλῆς (fr. 828 R.)· ἐγὼ δ' εἰς ἀπάντησίν τινος σπεύδω. alpha. 2253 9Ἁπανταχῇ9· Σοφοκλῆς (fr. 828α R.)· ἁπανταχῇ τοι τὸ φῶς καλόν. alpha. 2254 Ἀπάξω· ἐκεῖθεν ἄξω. alpha. 2255 9Ἁπαξαπλῶσ· κατὰ σύνθεσιν προφέρονται τὴν πρώτην βαρύνοντες. alpha. 2256 9Ἁπαξάπαντα· οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσκείμενον. alpha. 2257 Ἀπαράβλητοσ· ἀσύγκριτος, ἀνόμοιος. alpha. 2258 Ἀπαραπόδιστον· ἀπλανῆ. alpha. 2259 Ἀπαραποίητον· ἄπλαστον. alpha. 2260 Ἀπαριθμῶν· ἀποπληρῶν ἀριθμόν. Ἰσοκράτης (5, 27). alpha. 2261 Ἀπάργματα· ἀπαρχαὶ καὶ μερίδες θεῶν. alpha. 2262 Ἀπαρθένευτοσ· ἀκέραιος, καθαρά. alpha. 2263 9Ἄπαρνοσ· ἀντὶ τοῦ ἔξαρνος· τὸ γὰρ ἄπαρνος σεμνότερον. alpha. 2264 Ἀπαρτίαν· ἀποσκευήν, τέλος ἀπαρτισμοῦ. alpha. 2265 Ἀπαρκτίασ· οὕτως χρὴ λέγειν μετὰ τοῦ τ καὶ οὐχ ὡς ἔνιοι ἀπαρκίαν· καὶ γὰρ ἄρκτον λέγεις. Στράττις εἴρηκεν (fr. novum). alpha. 2266 Ἀπαραίτητος καὶ ἄπιστος πρὸς δωροδοκίαν· ἐπὶ ἀδωροδοκήτου καὶ καθαροῦ ἀνδρός. alpha. 2267 Ἀπαρτί9· τοῦτο παρὰ τοῖς Ἀττικοῖς ὀξυτόνως. σημαίνει δὲ τὸ ἀπηρτισμένον. Εὔπολις (fr. novum) καὶ Ἡρόδοτος (2, 158, 4). alpha. 2268 9 9· ἀπηρτισμένως, ἀκριβῶς. alpha. 2269 9 9 κυρίως δὲ ἡ δυναμένη μετακομίζεσθαι κτῆσις καὶ περιουσία, ἐφ' ἧς καὶ τὰ ἔπιπλα λέγεται. alpha. 2270 Ἀπαρτί9· ἀπηρτισμένως. alpha. 2271 Ἀπαρτᾶν· ἀντὶ τοῦ μακρὰν ἀπάγει. Δημοσθένης (18, 59). alpha. 2272 Ἀπ' ἀρχῆς εἰς τέλοσ· Εὐριπίδης (fr. novum). alpha. 2273 Ἀπάρχεσθαι· τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμβάλλειν. alpha. 2274 Ἀπαρηγόρητος ὀργή9· ἐπὶ δυσοργήτου. alpha. 2275 Ἀπάρχου9· ἀρχὴν βάλλε ἢ ἀπαρχὰς πρόσφερε. alpha. 2276 9† Ἀπαίσιον† 9· ἀσινές. alpha. 2277 9Ἅπασαν τὴν οὐσίαν ἠμφίασται· ἐπὶ τῶν μηδ' ὁτιοῦν ἄλλο κεκτημένων ἢ ὅπερ ἀμπίσχεται. alpha. 2278 Ἀπασκαρίζει· ἐν τῷ α λέγουσιν. Ἀριστοφάνης Ταγηνισταῖς (fr. 495 K.)· ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί. alpha. 2279 Ἀπαστία· ἀτροφία. καὶ ἄπαστοσ· ἄγευστος, οἷον ἄμαστος, ἀμάσητος. alpha. 2280 Ἀπατηλόσ· ἀπατητικός. alpha. 2281 Ἀπατήσει· ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδης (fr. 53 K.). alpha. 2282 Ἀπατούρια· ἑορτὴ Ἀθήνησιν, ἣν ἄγουσιν ἐπὶ τρεῖς ἡμέρας. alpha. 2283 Ἀπάτωρ· Εὔπολις (fr. novum). alpha. 2284 Ἀπάτριοι· οἱ πατέρα μὴ ἔχοντες. alpha. 2285 Ἀπαυδῶ9· ἀπαγορεύω, ἀπολέγομαι. alpha. 2286 Ἀπαυθαδιάζοντασ· μεγαλοφρονοῦντας. alpha. 2287 Ἀπαυλία· ἡ λέξις εἴρηται παρὰ τοῖς τραγικοῖς (fr. novum). λέγεται δὲ ἀπαυλία ἡ πρώτη τῶν γάμων ἡμέρα, ἐν ᾗ ἡ νύμφη παραδοθεῖσα τῷ νυμφίῳ τῆς πατρῴας οἰκίας ἀπαυλίζεται. alpha. 2288 Ἀπαυστί9· Σοφοκλῆς Φαίδρᾳ (fr. 687 R.)· γλώσσης ἀπαυστὶ στάζε μυξώδης ἀφρός. alpha. 2289 Ἀπαυτοματισθεῖσα· οὐκ ἀφ' ἑαυτῆς τελειωθεῖσα. alpha. 2290 Ἀπαυτομολῆσαι· ἀναχωρῆσαι. alpha. 2291 Ἀπαυχενίζειν· ἀφηνιᾶν, ἀτακτεῖν. alpha. 2292 Ἀπεγένετο· ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν (fr. 152 Th.) καὶ Θουκυδίδης (2, 98, 3). alpha. 2293 Ἀπεβίω· ἀπέθανεν. alpha. 2294 Ἀπέδοξεν· ἀντὶ τοῦ οὐκ ἔδοξεν. alpha. 2295 Ἀπέδειξεν· ἀντὶ τοῦ παρέδωκεν. Ξενοφῶν (Lac. 15, 3). alpha. 2296 Ἀπέγνωσαν· τὸ ἐναντίον τῷ κατέγνωσαν. alpha. 2297 Ἀπεδημηκότεσ· ἀντὶ τοῦ ἀποδεδημηκότες. Ἕρμιππος (fr. 66 K.). alpha. 2298 Ἀπεγνωκώσ· ἀντὶ τοῦ ἀποδοκιμάσας. Δημοσθένης (Epist. 2, 17). alpha. 2299 Ἀπέδοτο· ἐκδέδωκεν, παρέδωκεν. alpha. 2300 Ἀπέδοσθε· ἀπημπολήσατε. alpha. 2301 Ἀπέγραψε τὸν καιρόν· ἠκρίβωσε τὸν καιρόν. alpha. 2302 Ἀπεδήδοκεν (Ar. Ran. 984), κατεδήδοκεν (Ar. Vesp. 838), ἐδήδοκεν· πάνυ Ἀττικὴ ἡ χρῆσις τῶν φωνῶν. alpha. 2303 Ἀπειλεῖταί μοι· Ἄλεξις (cf. fr. 306 K.)· ἀρτίως ἐνταῦθα ἐπήδα καὶ διηπειλεῖτό μοι. alpha. 2304 Ἀπειρόκαλοσ· Ἴων εἴρηκεν (fr. novum) καὶ Πλάτων (Leg. 6, 775b) καὶ Δημοσθένης (22, 75. 24, 183). alpha. 2305 Ἀπειροκαλία· Ξενοφῶν ἔφη (Cyr. 1, 2, 3). alpha. 2306 Ἀπειρία· τὸ ἐναντίον τοῦ ἐμπειρία. alpha. 2307 9Ἄπειρον· τὸ μὴ ἔμπειρον. Δημοσθένης (27, 2. 58, 24). alpha. 2308 9Ἄπεδον· τὸ ἰσόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδης (7, 78, 4). alpha. 2309 Ἀπέδρα· καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν· οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν; Φερεκράτης (fr. 59 κ.). alpha. 2310 Ἀπεθέρισεν· ἀπέκειρεν. alpha. 2311 Ἀπειθεῖν· ἀπιστεῖν. alpha. 2312 Ἀπεικόσ· ἄτοπον, ἀπρεπές. alpha. 2313 9Ἄπει· ἀντὶ τοῦ ἀπελεύσῃ. Σοφοκλῆς (OT 431). alpha. 2314 Ἀπειλῶν· καυχώμενος. alpha. 2315 Ἀπειπεῖν· ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι. ἔστι δὲ καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι. alpha. 2316 Ἀπειπεῖν· τὸ καμεῖν καὶ ἀπαγορεῦσαι. σημαίνει δὲ καὶ τὸ ἀποκηρῦξαι παῖδα. καὶ δῆλον τοῦτο ἐκ τοῦ νόμου Σόλωνος τοῦ λέγοντος· μήτ' ἀπειπεῖν† μήτε πείθεσθαι†, τουτέστιν μήτε ἀποκηρῦξαι μήτ' ἄλλον ἐπ' αὐτοῖς θεῖναι. alpha. 2317 Ἀπειργάσθαι· ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν (Cyr. 8, 8, 27). alpha. 2318 Ἀπείργων· κωλύων. alpha. 2319 Ἀπειρέσια· ἄπειρα τῷ πλήθει. alpha. 2320 Ἀπείρηκα· κέκμηκα. alpha. 2321 9Ἄπεισιν· ἀπέρχεται. alpha. 2322 Ἀπείσομαι· ἀντὶ τοῦ ἄπειμι. alpha. 2323 Ἀπέκιξαν (Ar. Ach. 869)·† Ἴωνες† ἀποπεσεῖν ἐποίησαν. alpha. 2324 Ἀπεκομίσθη· ἀπηνέχθη. alpha. 2325 Ἀπεκρίθη· ἀφωρίσθη. Πλάτων (cf. Reip. 8, 564e et Leg. 12, 961b). alpha. 2326 Ἀπέκτητον· ἀπόκιστον. alpha. 2327 Ἀπέλα (χεν. Cyr. 8, 3, 32)· ἀντὶ τοῦ ἀπέλαυνε. alpha. 2328 Ἀπελεύθεροσ· Ἑλληνικὸν τὸ ὄνομα. καὶ δράματα ἄττα οὕτως ἐπιγέγραπται. alpha. 2329 Ἀπέλητοι· ἀνταγωνισταί. οὕτως Αἰσχύλος (fr. 415 N. 2† 757 M.). alpha. 2330 Ἀπέλθῃ9· ἀντὶ τοῦ ἐπανέλθῃ. Θουκυδίδης (5, 46, 4). Δημοσθένης δὲ ἀντὶ τοῦ ἀποδρᾶναι. alpha. 2331 Ἀπ' ἐλπίδος σφαλῆναι καλῆσ· Ἀριστοφάνης (fr. novum)· τίς οὐκ ἂν ἐκγελάσειε χαρίεντα εἰσορῶν παθόντα τόνδε καὶ καλῆς ἀπ' ἐλπίδος σφαλέντα; alpha. 2332 Ἀπέλιπεν μὲν ἡ γυνὴ τὸν ἄνδρα λέγεται, πέπεμψε δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. οὕτω Μένανδρος (fr. 823 K.. TH). alpha. 2333 Ἀπελυμαίνοντο (A 314)· ἀπεκαθαίροντο. alpha. 2334 Ἀπεμόρξατο· ἀπεψήσατο, ἐδάκρυσεν. ἢ ἀπεμύξατο. alpha. 2335 Ἀπεμύλλαινον· διεφαύλιζον, ἐξηυτέλιζον. alpha. 2336 Ἀπεμπολή9· ἀπόστασις ἢ μετὰ ἀπάτης πρᾶσις καὶ ἐμπορία. alpha. 2337 Ἀπεμφαίνει·† ἀπείρηκεν†. alpha. 2338 Ἀπεμπολήσασ· πεπρακώς, ἀποκτησάμενος. alpha. 2339 Ἀπεμυθήσω· ἀντὶ τοῦ ἀπελογήσω. Στράττις (fr. 72 K.). alpha. 2340 Ἀπενήσω· ἀπέβαλες. alpha. 2341 Ἀπενεγκεῖν γραφήν· τὸ γράψασθαι λέγουσιν. alpha. 2342 Ἀπενεγκάμενοσ· κτησάμενος. alpha. 2343 Ἀπενιαυτῆσαι· ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. alpha. 2344 Ἀπεξεσμένον· ἠκριβωμένον. alpha. 2345 Ἀπεοικόσ· ἀπρεπές. alpha. 2346 Ἀπέραντον· ἄπειρον. alpha. 2347 Ἀπερράπισεν· ἀπεφίμωσεν, ἐπεστόμισεν. alpha. 2348 Ἀπεργάσασθαι· ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστοφάνης (cf. Av. 1154). alpha. 2349 Ἀπέρεισιν· τὴν ἐπιστήριξιν. alpha. 2350 Ἀπεργασάμενοσ· ἀντὶ τοῦ ἀποδοὺς ἐξ ὧν εἰργάσατο. οὕτως Ἰσαῖος (fr. 3 S.). alpha. 2351 Ἀπερρήσεισ· ἀπελεύσῃ, ἀποφθαρήσῃ. alpha. 2352 Ἀπερίβλεπτον· ἀνυπονόητον, πολύ. alpha. 2353 Ἀπερίγραπτον· ἀπεριόριστον. alpha. 2354 Ἀπερίγραπτοι· ἀπερίσκοποι. alpha. 2355 Ἀπερίοπτοσ· Θουκυδίδης (1, 41,

Intertext edge

Open linked passage

Note