Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
334.1.1
N. 2† 748 M.). alpha. 413 Ἀείνων· τὸ ἀένναον. Ἀριστοφάνης τρισυλλάβως Βατράχοις (146) καὶ ἄλλοι πολλοί. alpha. 414 Ἀείνως γλῶσσα καὶ ἀείνως φωνὴ καὶ ὀργὴ καὶ ἐπιθυμία, καὶ ἐπὶ τῶν ὁμοίων χρῶ. Κρατῖνος (fr. 20 Dem.)· γλῶσσάν τέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα κινήσεις λέγων. ἐρεῖς δὲ καὶ τὸ ἀείνως ποταμὸσ καὶ ἀείνως κρήνη, διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅπερ ἐστὶ ῥεῖν· ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνωσ πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν. alpha. 415 Ἀείταν· τὸν ἑταῖρον.† Ἀρίσταρχος† δὲ τὸν ἐρώμενον. alpha. 416 Ἀειφυγία· ἡ εἰς ἀεὶ φυγή. alpha. 417 Ἄελλα· ἀνέμων συστροφή. alpha. 418 Ἀελλόπουσ· ταχεῖα τοὺς πόδας. alpha. 419 Ἀελλάδες ἵπποι· αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν (Soph. OT 467). alpha. 420 Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι· ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων. οἱ δὲ ἐπὶ τῶν ἀξίως τιμωρουμένων. alpha. 421 Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιοσ· ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων. alpha. 422 Ἀειεστώ· Ἀντιφῶν τὴν ἀϊδιότητα ἐν Ἀληθείας βʹ (87 B 22D.. K) καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ἡ λέξις Διογενιανοῦ (fr.