Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1.1
Dem.)· ἀγαθός τε δαίμων καὶ ἀγαθὴ σωτηρία. alpha. 77 Ἀγαθοῦ δαίμονοσ· οὕτω καλεῖται παρὰ τοῖς παλαιοῖς τὸ μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν προσφερόμενον ποτήριον. alpha. 78 Ἀγαθοῦ δαίμονος πόμα· τὸ μετὰ τὸ δεῖπνον ἄκρατον πινόμενον παρὰ Ἀθηναίοις. καὶ τὴν δευτέραν ἡμέραν οὕτως ἐκάλουν. alpha. 79 Ἀγαθοεργοί· αἱρετοὶ κατὰ ἀνδραγαθίαν. οἱ δὲ Σπαρτιᾶται τοὺς ἐκ τῶν ἱππέων ἐξιόντας πέντε ἑκάστου ἔτους, ὡς Ἡρόδοτος ἐν αʹ (67, 5), οἱ δὲ ὑπηρέτας ἀρχόντων. Ἀττικοὶ δὲ τοὺς ἀγαθὸν ἐργασαμένους τι. ἔστι δὲ καὶ ἀρχή τις ἐν Λακεδαίμονι οἱ ἀγαθοεργοί· ἄρχουσι δὲ τῶν ἐξαγωγῶν καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω τῆς πόλεως παρανομησάντων, ὥς φησι Δίδυμος ἐν τῇ Τροπικῇ λέξει (p. 23 Schmidt). alpha. 80 Ἀγαθὸς φαγεῖν· σημαίνει τὸν ἐσθίοντα πολλά. alpha. 81 Ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρεσ· ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων. alpha. 82 Ἀγαθῶν ἀγαθίδεσ· τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς (adesp. fr. 827 K.) ἐπὶ πολλῶν ἀγαθῶν. alpha. 83 Ἀγαθώνειος αὔλησισ· ἡ μαλακή· Ἀγάθων γὰρ ὁ τραγικὸς ἐπὶ μαλακίᾳ διεβάλλετο (TrGF 39 T 20a). alpha. 84 Ἀγαθῶσ· σφοδρῶς. alpha. 85 Ἀγαῖον· ἐπίφθονον. οἱ δὲ θαυμαστόν. οἱ δὲ φθονερόν. alpha. 86 Ἀγάλλει· ποιεῖ, σκευάζει, κοσμεῖ, τιμᾷ, προσεύχεται. alpha. 87 Ἀγάλλεσθαι· χαίρειν, μεγαλοφρονεῖν, καλλωπίζεσθαι. Πλάτων δὲ ἐν Νόμοις (12, 956β) τὰς γραφὰς ἀγάλματα καλεῖ. Θουκυδίδης δέ φησιν (4, 95, 3)· ἕκαστος δὲ πατρίδα ἔχων ἐν τοῖς Ἕλλησιν ἀγάλλεται, ἀντὶ τοῦ αὐχεῖ. καὶ ἄλλοι πολλοί. φασὶ δὲ καὶ ἀγάλλει τοὺς θεοὺς καὶ ἀγαλοῦμαι καὶ ἄγαλλε (Ar. Thesm. 128) καὶ ἀγάλλου καὶ ἀγάλλεται καὶ ἀγάλλῃ. καὶ πολλὴ παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις. alpha. 88 Ἀγάλλιοσ· λοίδορος. alpha. 89 Ἀγάλλων· ἑαυτὸν σεμνοποιῶν. alpha. 90 Ἀγαλμόσ· λοιδορία. alpha. 91 Ἀγαλματοφορούμενοσ· ἀγάλματα ἤ τύπους τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτω Φίλων ἐχρήσατο (vita Moys. 1, 27 Cohn). alpha. 92 Ἄγαλμα· πᾶν ἐφ' ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. οἱ δὲ ἁπλῶς ἄγαλμα πᾶν ἀνάθημα καὶ καθιέρωμα, κἂν εἰ μὴ ξόανον ἤ τι ἄλλο τοιοῦτον εἴη. alpha. 93 Ἄγγαροσ· ὁ νωθρός. λέγεται δὲ παρὰ τοῖς βαρβάροις καὶ ὁ δημόσιος γραμματηφόρος. ὅθεν καὶ ἀγγαρεύεσθαι τὸ εἰς δημοσίαν χρείαν ὑπηρετεῖν. alpha. 94 Ἄγγαροσ· ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος. ὅθεν ἀγγαρείαν ἀνάγκην ἀκούσιον λέγομεν καὶ ἐκ βίας γινομένην ὑπηρεσίαν. alpha. 95 Ἄγγαροι· οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος Ἀγαμέμνονι (282 85)· φρυκτὸς δὲ φρυκτὸν δεῦρο ἀπ' ἀγγάρου πυρὸς ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου, μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο. τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς. Μένανδρος Πωλουμένοις (fr. 353 K.. TH)· ἀγγαροφόρει καὶ ταῦθ', ἃ νῦν ποιεῖς, ποίει, ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν διάγειν. καὶ ἐν Προγαμοῦντι (fr. 349 K.. TH)· βάρβαρος, ἄγγαρος ὄντως καὶ οὐδενὸς προορώμενος. καὶ ἐν Θαΐδι (fr. 186 K.. TH)· ὁ ἀκρατής, ἄγγαρος, ὄλεθρος, ἡδέως ἄν μοι δοκῶ ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν. καὶ ἀγγαρεύεσθαι καλοῦσιν, ὥσπερ ἡμεῖς νῦν, τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. Μένανδρος καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησιν (fr. 4 Sandbach)· ὁ πλέων κατήχθη. κρίνεθ' οὗτος πολέμιος. ἐὰν ἔχῃ τι μαλακόν, ἀγγαρεύεται. alpha. 96 Ἀγγελιαφόροσ· πρεσβευτής. alpha. 97 Ἀγαλματοποιΐα καὶ ἀγαλματουργία ἐρεῖς καὶ ἀγαλματοποιόσ. ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ (311ξ) ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλειτον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης. alpha. 98 Ἀγαμεμνόνεια φρέατα· ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι. alpha. 99 Ἀγάμενοσ· θαυμάζων. alpha. 100 Ἀγανακτῶν· τίθεται παρὰ Πλάτωνι (Phaed. 117d) καὶ ἐπὶ τῶν λυπουμένων. alpha. 101 Ἀγανακτῶ σου· καινὸν τὸ σχῆμα· τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τὸ δὲ ἀγανακτῶ σου καινὸν καὶ σπάνιον. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητα, φησὶ Φρύνιχος (Praep. soph. fr. 5). alpha. 102 Ἀγανακτικὸν καὶ ἀγανακτητέον· τὸ μὲν ἐν Πολιτείᾳ (10, 604e), τὸ δὲ ἐν Ἐπιστολαῖς ὁ Πλάτων ἔφη. alpha. 103 Ἀγανάκτησισ· ἐπὶ τύχης Θουκυδίδης δευτέρᾳ (41, 3)· οὔτε τῷ πολέμῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει. alpha. 104 Ἄγαν ἐγκεῖσθαι τῷδε· οἷον ἐναντιοῦσθαι καὶ ἀποτείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (309 10)· οἶδ' ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἐγκείμεθα, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων. alpha. 105 Ἀγάννιφον· λίαν χιονιζόμενον. alpha. 106 Ἀγανοφροσύνη· προσήνεια, πραότης. alpha. 107 Ἀγανώπιδοσ· πραέα βλεπούσης. alpha. 108 Ἄγανον· τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα. alpha. 109 Ἀγανόν· καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ (885/ 6)· ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι καὶ ἀγανώτερον βλέπειν. alpha. 110 Ἄγανον· Σοφοκλῆς Ἐπὶ Ταινάρῳ (fr. 231 P.† 198b R.) ἄγανον ἔφη ξύλον βαρυτόνως τὸ κατεαγὸς ἢ τὸ ἀπελέκητον. alpha. 111 Ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖσ (Cratin. fr. 238, 3 K.). alpha. 112 Ἄγαν τείνειν· ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον αὐθαδιζόμενον. συγγραφικὴ ἡ φωνή. alpha. 113 Ἀγαλακτία· Αὐτοκράτης (fr. 3 K.)· ἀμνοὶ δὲ βληχάζουσιν ὑπὸ ἀγαλακτίας. alpha. 114 Ἄγαλμα Ἑκάτησ· τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης (fr. 594 K.) διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας. ἢ ὅτι καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν. εἰσὶ δὲ οἳ καὶ γενέσθαι αὐτὴν κύνα ἐκ γυναικὸς κατ' ὀργὴν Ἀρτέμιδος, εἶτα ἐλεηθεῖσαν πάλιν ὑπ' αὐτῆς ἀποκαταστῆναι, ἔπειτα ἐπὶ τοῖς πραχθεῖσιν αἰσχυνθεῖσαν ἐκ τῆς ζώνης ἀπάγξασθαι. τὴν δὲ Ἄρτεμιν περιελομένην τὸν ἑαυτῆς κόσμον περιθεῖναι αὐτῇ καὶ Ἑκάτην προσαγορεῦσαι. alpha. 115 Ἄγαμαι τούτου, ἄγαμαι κεραμείων· Εὔπολις (fr. 21 Dem.) καὶ Ἀριστοφάνης (Ach. 489. Av. 1744). alpha. 116 Ἀγαί ἠϊόνες. οὕτω κέχρηται Σοφοκλῆς (fr. 969 R.). οἱ δὲ τραγικοὶ (adesp. fr. 583a Snell) καὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα· καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται τῆς σαρκός. alpha. 117 Ἀγάμετοσ· ἀντὶ τοῦ ἄγαμος παρὰ Σοφοκλεῖ (fr. 884 N. 2† 970 R.). alpha. 118 Ἀγαπᾶν· ἀποδέχεσθαι. alpha. 119 Ἀγαπᾶν· τὸ ἀρκεῖσθαί τινι καὶ μηδὲν πλέον ἐπιζητεῖν. alpha. 120 Ἀγαπητὰ ἤθη· τὰ καλὰ καὶ ἀγαθά. alpha. 121 Ἀγαπητόν· τὸ ἠγαπημένον ἢ τὸ μονογενές. alpha. 122 Ἀγαπητὸς παῖσ ἐρεῖς καὶ ἀγαπητὸς πατὴρ καὶ ἀγαπητὸς δεσπότησ καὶ ἀγαπητὸν δὲ τέκνον, ἀντὶ τοῦ μόνον. καὶ ἐπὶ κόρης Ἀγαπητή. alpha. 123 Ἀγαπησμὸν λέγουσιν Ἀττικοὶ καὶ ἀγάπησιν τὴν φιλοφρόνησιν. Συναριστώσαις Μένανδρος (fr. 387 K.. TH)· καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν. alpha. 124 Ἀγάσαιτο· θαυμάσειεν. alpha. 125 Ἀγασθῶ τινι· ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν (Cyr. 2, 4, 9)· ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν. alpha. 126 Ἀγάσσει· ἄγαν τύπτει. ἀπὸ τοῦ ἄγαν ἀγάσσει, ὡς ἀπὸ τοῦ λίαν λιάζει. alpha. 127 Ἀγαστὰ καὶ ἀγαστὸσ ἐρεῖς καὶ ἐπιρρηματικῶς ἀγαστῶσ, ὡς Ξενοφῶν (Ages. 1, 24). alpha. 128 Ἀγάστονοσ· πολυστένακτος. alpha. 129 Ἀγαστοῦ· θαυμαστοῦ. alpha. 130 Ἀγασικλῆσ· ὄνομα κύριον. ὃς λέγεται Ἁλιμουσίνοις συνδικάσαι καὶ διὰ τοῦτο ξένος ὢν ἐγγραφῆναι τῇ πολιτείᾳ. alpha. 131 Ἀγάσματα· σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφοκλῆς κέχρηται (fr. 885 N. 2† 971 R.). alpha. 132 Ἀγαυρίαμα· ἔπαρμα. alpha. 133 Ἀγγελή· δῆμος Πανδιονίδος. alpha. 134 Ἀγελαίων· ἰδιωτῶν, ῥεμβωδῶν. καὶ ἀγελαίων· τῶν πολλῶν καὶ τυχόντων. εἴη δ' ἂν ἐκ μεταφορᾶς τῶν ἀγελαίων ζῴων ἢ ἀπὸ τῶν ἰχθύων, οὓς βόσκεσθαι ῥύδην καὶ ἀγεληδόν φασιν. alpha. 135 Ἄγε δῆτα· φέρε, κόμιζε, δεῦρο. alpha. 136 Ἄγειν· ἀντὶ τοῦ μεγαλύνειν. Ὅμηρος (ε 311)· καί μευ κλέος ἦγον Ἀχαιοί. alpha. 137 Ἄγειν· ἀντὶ τοῦ ἔχειν. Ὑπερείδης (fr. 220 J.). alpha. 138 Ἄγειν· ἀντὶ τοῦ ὑποκρίνασθαι. καὶ ἄγειν· ἀντὶ τοῦ τιμᾶν καὶ ἀντὶ τοῦ πίνειν, ὅπερ καὶ† ἐπάγειν† ἔλεγον Ἀττικοί. alpha. 139 Ἄγειν καὶ φέρειν· τὸ λῃστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ κομίζειν ἀδιαφόρως. alpha. 140 Ἀγείρει· συνάγει. alpha. 141 Ἀγελαῖοσ· ἀντὶ τοῦ ἰδιώτης, εὐτελής. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζῴων τῶν συναγελαζομένων, ἐφ' οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ (266α). μετῆκται δὲ ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἀδοξοτέρους. οὕτως Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ αὐτοῦ λόγῳ (immo Panath. 18). καὶ ἀγελαῖον ἄρτον (Pl. com. fr. 76 K.) τὸν χυδαῖον. alpha. 142 Ἀγενήσ· Ἰσαῖος (2, 10) ἀντὶ τοῦ ἄπαις. alpha. 143 Ἀγεννῶσ· ἀνάνδρως. alpha. 144 Ἀγέραστοσ· ἄτιμος. alpha. 145 Ἀγερμόσ· συναθροισμός. alpha. 146 Ἀγερσικύβηλιν· Κρατῖνος (fr. 62 K.) Λάμπωνα τὸν μάντιν ὡς ἀγύρτην καὶ θύτην· κύβηλις γὰρ ὁ πέλεκυς. οἱ δὲ ἐγερσικύβηλιν ἐν τῷ δράματι γράφουσιν, τὸν ἐφ' ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν. alpha. 147 Ἄγει· ἀντὶ τοῦ κομίζει καὶ ἡγεῖται. καὶ ἄγει· τὸ τιμᾷ καὶ σέβεται. Δημοσθένης δὲ τὸ ἄγει ἐν τῷ κατὰ Τιμοκράτους (24, 129) τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· καὶ τὸν ἀκινάκην τοῦ Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς. καὶ κατὰ Δημάδου (fr. 2 S.)· ἦγε δὲ πέντε μνᾶς. alpha. 148 Ἀγέλαστοσ· ὁ πρὸς γέλωτα οὐκ ἐπιτήδειος. καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνησιν οὕτω λεγομένη. Αἰσχύλος δέ φησι (fr. 290 N. 2† 747 M.) καὶ φρὴν ἀγέλαστος. οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστοσ καὶ διάνοια ἀγέλαστοσ καὶ τὰ ὅμοια. alpha. 149 Ἀγέλας πόνων Εὐριπίδης εἶπεν (Herc. 1275ƒ6), ἀνδρῶν δὲ ἀγέλας Πλάτων (Leg. 3, 694e), ἀγέλαστα δὲ πρόσωπα Αἰσχύλος Ag. 794). alpha. 150 Ἀγελαιοκομική· Πλάτων ἐχρήσατο (Polit. 275e). alpha. 151 Ἀγεννὲσ καὶ στενὸν φθέγμα· ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων. alpha. 152 Ἀγερωχία· ὑπερηφανία. alpha. 153 Ἀγέρωχοσ· ἔντιμος, ἀνδρεῖος. alpha. 154 Ἀγέρωχοσ·† ταῦρος†, σεμνός, ὑπερόπτης, θρασύς. alpha. 155 Ἄγεται· τὸ ἡγεῖσθαι καὶ οἴεσθαι. alpha. 156 Ἄγευστος θοίνης,† ἀστείως† βίου ἔχων. alpha. 157 Ἄγευστος θοίνησ καὶ ἁπλῶς ἄγευστος τοῦδε χρὴ λέγειν. alpha. 158 Ἄγευστοι· ἄπειροι. alpha. 159 Ἀγεωργίου δικάζεσθαι· εἴρηται μὲν ὡς λειποταξίου, ἀγαμίου, ἀλογίου, σημαίνει δέ, ἐπειδάν τις χωρίον παραλαβὼν ἀγεώργητον καὶ ἀνέργαστον ἐάσῃ, ἔπειτα ὁ δεσπότης δικάζηται τῷ παραλαβόντι. alpha. 160 Ἄγη· θαῦμα, χαρά, ἀπιστία καὶ ζῆλος παρ' Ἡροδότῳ (6, 61, 1) καὶ βασκανία. παρ' Ὁμήρῳ δὲ (221) ἔκπληξις, πληγή, θραῦσις, κλάσις, ἀπώλεια. ἔνιοι δὲ ἱερεῖα. alpha. 161 Ἀγηλατεῖν· ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν. alpha. 162 Ἀγηλατῶν· ἀντὶ τοῦ διώκων, φυγαδεύων. οὕτως Νικόμαχος (fr. 2 N. 2† TrGF 127 F 14). alpha. 163 Ἀγῆλαι· τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις Δήμοις (fr. 119 K.)· ἀναθῶμεν νῦν χἠμεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες. δεχόμεσθα. Ἀριστοφάνης Εἰρήνῃ (396