Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
385.1.1
K.. TH)· ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ' ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφ' ἡμῶν. alpha. 649 Αἰνῶ· παραιτοῦμαι. καὶ ἐπαινῶ. Σοφοκλῆς (fr. 105 N. 2† 109 R.). alpha. 650 Αἰρόμενοσ· φερόμενος. alpha. 651 Αἱρούμενοσ· βουλόμενος. alpha. 652 Αἱρεῖ· καταλαμβάνει. alpha. 653 Αἴρειν ἔξω πόδα πηλοῦ· παροιμία ἐπὶ τῶν μὴ βουλομένων ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ αἴρειν ἔξω πόδα αἰτίας. alpha. 654 Ἇιπερ· ὥσπερ. alpha. 655 Αἰόλλει· ποικίλλει, στρέφει, πλανᾶ. alpha. 656 Αἰόλη νύξ (Soph. Tr. 94)· ἤτοι μέλαινα, ἢ ποικίλη διὰ τὰ ἄστρα. alpha. 657 Αἴσιμα· καθήκοντα. alpha. 658 Αἴσιοσ· ὁ καθήκων, ἀληθής. alpha. 65 Αἰσυητῆρι· χοιροβοσκῷ. alpha. 660 Αἲξ οὐρανία· τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐπεψήφιζον καὶ ἐχειροτόνουν. ὁ δὲ Κρατῖνος (fr. 244 K.) καθάπερ τοῦ Διὸς αἶγα Ἀμαλθείαν τροφόν, οὕτως καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. οἱ δὲ τὰ εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὴν παρέχοντα οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες {καὶ καταλαμβάνειν. alpha. 661 Αἴσακοσ· ὁ θαλλὸς τῆς μυρρίνης, ὃν κατέχοντες ἀντὶ βαρβίτου παρὰ πότον ᾖδον. οἱ δέ φασι τῆς δάφνης τὸν κλάδον, ὃν κατέχοντες ὕμνουν τοὺς θεούς. alpha. 662 Ἀϊστωθείη (Pl. Prot. 321a)· ἀφανισθείη. alpha. 663 Ἀΐστωρ· ἀντὶ τοῦ ἀνήκοος, μὴ πεπεισμένος νόμῳ. alpha. 664 Ἀϊστώσασ· ἀντὶ τοῦ διαχέας, τήξας. Σοφοκλῆς (fr. 493 N. 2† 536 R.). alpha. 665 Αἴσχιον· ἀντὶ τοῦ αἰσχρόν. Θουκυδίδης (2, 40, 1). alpha. 666 Αἴσθεσθαι καὶ αἰσθάνεσθαι· ἔνιοι διαφορὰν ὑπέλαβον εἶναι τοῦ αἴσθεσθαι καὶ αἰσθάνεσθαι καὶ δὴ ἀπεφήναντο τοὺς ῥήτορας κεχρῆσθαι τῷ αἴσθεσθαι μὲν ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τῷ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν. ἡμεῖς δὲ περὶ ἀμφοτέρων ἐροῦμεν· τὸ αἰσθάνεσθαι κατὰ ἀλήθειαν οἱ παλαιοὶ ἐπὶ τοῦ εἰδέναι τι ἔταξαν. οὕτως Ἀντιφῶν (fr. 68 Th.). καὶ ἐπὶ τοῦ ὑποπτεύειν, ὡς Λυσίας (fr.