Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1.1
Dem.)· ἡ μὲν πόλις ἐστὶν Ἀμαλθείας κέρας, σὺ μόνον εὖξαι καὶ πάντα παρέσται. alpha. 1106 Ἀμαλθεύειν· ἀντὶ τοῦ τρέφειν. Σοφοκλῆς Ἀλεξάνδρῳ (fr. 95 R.). ἔνθεν καὶ ἡ Ἀμάλθεια. alpha. 1107 Ἀμαλδύνεσθαι· ἀφανίζεσθαι. alpha. 1108 Ἀμάλθακτον· ἀνένδοτον, ἑδραῖον. alpha. 1109 Ἀμαλόν· ἀσθενές. alpha. 1110 Ἀμαλλεῖον· νῦν δὲ οὐλόδετόν τινες. οἱ δὲ ὠρόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα. καὶ τὴν συγκειμένην ἐκ τούτων ἀμάλλαν· ἀμάλλαι γὰρ αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. οἱ δὲ ἀμαλλεῖον τὸν δεσμὸν τοῦ δράγματος· ἀμάλλας γὰρ τὰ δράγματα ἐκάλουν. Καλλίας Πεδήταις (fr. 3 Dem.)· ὅτε ἀμαλλείῳ παῖς ὢν ἐδέθην. alpha. 1111 Ἀμάμαξυσ· ἄμπελος ἀναδενδράς. alpha. 1112 Ἀμαμιθάδεσ· ἥδυσμά τι σκευαστὸν διὰ κρεῶν εἰς μικρὰ κεκομμένων. alpha. 1113 9Ἁμαμηλίδασ· τὰς ἀπίους. alpha. 1114 9Ἅμαξα τὸν βοῦν ἐλαύνει· παροιμία. alpha. 1115 9Ἅμαξα· ἡ ναῦς παρὰ τοῖς Ἀττικοῖς. καὶ ἴσως εἰκάζουσιν αὐτὴν ἁμάξῃ ἀπὸ τοῦ ἀμᾶν τὴν θάλασσαν. ἡ λέξις παρ' Αἰσχύλῳ (fr. 8 M.). alpha. 1116 Ἀμαξαντεύσ· Ἀμαξάντεια δῆμός ἐστι τῆς Ἱπποθοωντίδοςφυλῆς. alpha. 1117 9Ἁμαξίδασ· τὰ μικρὰ ἁμάξια, ἃ τοῖς παιδίοις ἐποίουν παίγνια. alpha. 1118 9Ἁμαξιαῖα ῥήματα· μεγάλα, ἃ φέρει ἅμαξα, οὐκ ἄνθρωπος ἢ ὑποζύγιον. Πολύζηλος ἐν Διονύσου γοναῖς (fr. 1 Dem.)· ῥήμαθ' ἁμαξιαῖα. ὁ δὲ Κάνθαρος ἐν Τηρεῖ (fr. 1 Dem.) ἁμαξιαῖα κομπάσματα εἴρηκεν. σὺ δὲ οὐ χρήσῃ τῇ τοιαύτῃ φράσει· κωμικὰ γάρ, ἀλλ' οὐ πολιτικὰ τὰ τοιαῦτα. alpha. 1119 9Ἁμαξεύσ· ζευγηλάτης. alpha. 1120 9Ἁμαξιτόν· ὁδὸν δημοσίαν. alpha. 1121 9Ἆμαρ· ἦμαρ, ἡμέρα. alpha. 1122 Ἀμάραι· αἱ ἐν τῷ ὠτὶ κοιλότητες. alpha. 1123 Ἀμάρακοσ· γένος τι μύρου, ἀπὸ φυτοῦ ὁμωνύμως καλουμένου. alpha. 1124 Ἀμάραντον· φυτὸν θαμνῶδες, ἐξ οὗ τοῦ ἄνθους οἱ στέφανοι. alpha. 1125 Ἀμαρεῖν· ἀκολουθεῖν, πείθεσθαι. alpha. 1126 Ἀμάρην· ὀχετόν, τάφρον. alpha. 1127 Ἀμάρῃσι· πόροις. alpha. 1128 Ἀμάρη· ἡ ὑδρορρόη, διὰ τὸ τὰ ἐν αὐτῇ φυτὰ ὄντα ἀμάραντα εἶναι. ἢ παρὰ τὸ ἅμα καὶ ἴσως καὶ ὁμαλῶς ῥεῖν. alpha. 1129 9† Ἀμαρία† 9· παραγώγως ἀντὶ τοῦ ὁμοῦ. alpha. 1130 Ἀμαρυγή9· λαμπηδών. alpha. 1131 Ἀμάρυγμα· φόρημα, εἴδωλον, κίνησιν, λαμπηδόνα. οἱ δὲ αἴθυγμα, ὅ ἐστι σκίασμα, ἢ ὁμοίωμα, ἢ κίνημα. alpha. 1132 Ἀμαρύσσει· στίλβει, λάμπει. alpha. 1133 Ἀμαρυγάσ· ὄψεις. οἱ δὲ ἀκτῖνας ὄψεως. alpha. 1134 Ἀμαρύσια· ἑορτὴ Ἀθήνησιν. alpha. 1135 Ἀμαρύσσειν καὶ μαρύζειν· καὶ Ἀττικοὶ καὶ Ἴωνεςδιχῶς. καὶ φάσσειν καὶ φάζειν. alpha. 1136 Ἀμαρτυρήτωσ· ἀντὶ τοῦ ἀμαρτύρως. οὕτως Ἀντιφῶν (fr. 144a Th.). alpha. 1137 9Ἄμαρτυσ· Ἀγάθων εἴρηκεν (TrGF 39 F 16a)· ἀλλ' οὐκ ἄμαρτυς ἡ χάρις δοθήσεται. alpha. 1138 9Ἁμαρτεῖν (Soph. Phil. 231)· ἀποτυχεῖν. alpha. 1139 9Ἁμαρτίαν οἱ Ἀττικοί, 9ἁμαρτάδα Ἡρόδοτος (1, 91,
39.1.2
: βόλιμοσ· {τὴν παραγωγὴν ἀπέδωκεν. καὶ τὸ σημαινόμενον εὗρον εἰς τὸ ῥητορικὸν λεξικόν. ἔστι μόλιβος καὶ κατὰ ἐναλλαγὴν βόλιμος παρὰ Συρακουσίοις (gl. 8 Kaibel gamma. t Ἀρχὴ σὺν θεῷ τῆς Γ gamma. 1 γαγγίλη· τὸ ἐν τοῖς ἐπισάρκοις ἐπὶ τῶν σιαγόνων καὶ τῶν ἰσχίων γινόμενον. οὕτω Καλλίας (fr. novum). gamma. 2 γαγγαμουλκοί9· σαγηνευταί. gamma. 3 γαγγάμη· δίκτυον. κυρίως δὲ σαγήνη· ἔνθεν καὶ οἱ σαγηνεύοντες γαγγαμουλκοί. gamma. 4 γαδειρικὸν τάριχοσ· ἀπὸ Γαδείρων νήσων, ἐκτὸς τῶν Ἡρακλέους στηλῶν. gamma. 5 γάζα· πόλις Λιβύης. gamma. 6 γαζοφυλάκιον· θησαυροφυλάκιον· γάζα γὰρ θησαυρός. gamma. 7 γαῖα χάνοι (Z 282)· καταπίοι αὐτὸν ἡ γῆ. gamma. 8 γαῖσοσ· κοντός, εἶδος ἀμυντηρίου, οἷον δόρατος. gamma. 9 γακινίαν· τὸν σεισμόν. Καλλίας (fr. νοῃυμ). gamma. 10 γαλεάγρα· ἡ τῶν θηρίων ὑποδοχή. gamma. 11 γαλεώτησ· ἀσκαλαβώτης, Ἀττικῶς. gamma. 12 γαλερόν· φαιδρόν. γαληνόν, ἥσυχον, προσηνές. gamma. 13 γαλῇ χιτών· αὕτη ἐπὶ τῶν ἀδίκων τάσσεται καὶ μηδὲν ἀνιέντων. gamma. 14 γαληνιᾶν· γάννυσθαι, χαίρειν, διαχεῖσθαι. gamma. 15 γαληψόσ· πόλις ἐστὶ τῆς Θρᾴκης. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. gamma. 16 γαλάξια· ἑορτὴ Ἀθήνησι. gamma. 17 γαλῆ Ταρτησία· μεγάλη πονηρία· τοιαῦτα γὰρ ἡ χώρα ἐκείνη φέρει. gamma. 18 γαλιδεύσ· εὐτελής, οἷον γαλῆς παῖς. gamma. 19 9† γαλίνη† 9· γαλῆ. ὑποκοριστικόν. gamma. 20 γαλήνη· ἑταίρας ὄνομα. οὕτω Θεόπομπος (fr. νοῃυμ). gamma. 21 γαλεόσ· εἶδος ἰχθύος. gamma. 22 γάλωσ· ἀνδρὸς ἀδελφή. gamma. 23 γαλῆ9· περισπᾶν ἀξιοῖ ὁ Ἀρίσταρχος (fr. νοῃυμ)· τὸ γὰρ πλῆρες γαλέα, ὡς λεοντῆ ἡ λεοντέα καὶ κυνῆ ἡ κυνέα. πάνυ γελοίως· οὐ γάρ ἐστιν ἡ γαλῆ τὸ ὄνομα τούτοις οὐδὲ κτητικόν. gamma. 24 γαμησείειν· τὸ γάμου ἐπιθυμεῖν. gamma. 25 γαμηλία· ἡ διδομένη τοῖς φράτορσιν ἐπὶ γάμοις. ἢ τῶν γυναικῶν ἡ εἰς τοὺς φράτορας εἰσαγωγή. οὕτω Δίδυμος (p. 315 Schmidt). gamma. 26 γαμηλία· ἡ εἰς τοὺς φράτορας ἐγγραφὴ καὶ εἰσαγωγή, ἣν ὠνόμαζον καὶ Κουρεῶτιν. οἱ δέ φασι γαμηλίαν θυσίαν, ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν. ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις. gamma. 27 γαμηλιών· μὴν Ἀθηναίων ἕβδομος ἀπὸ τῶν γαμηλίων πελάνων ὀνομασθείς, οὓς καθήγιζον τοῖς γαμηλίοις θεοῖς κατὰ τοὺς τῶν γάμων καιρούς. ἐν τούτῳ δὲ τῷ μηνὶ καὶ προχειρότερον ἐγάμουν. gamma. 28 γαμητίων· πλακοῦς ὁ ἐκ γάμων. gamma. 29 γαμψώνυχασ· ἐπικαμπεῖς ὄνυχας ἔχοντας. gamma. 30 γάνοσ καὶ γανιάδα· χωρία ἐστὶ Θρᾴκης. gamma. 31 γανυμένη· χαίρουσα. gamma. 32 γάνυσθαι· φαιδρύνεσθαι, χαίρειν καὶ διαχεῖσθαι. gamma. 33 γαργαλίζει· κινεῖ,† ὑποσημαίνει†, προτρέπει, ἐρεθίζει. gamma. 34 γάργαρα· πλῆθος σημαίνει ἡ λέξις. gamma. 35 γαργαρίζει· ἐρεθίζει ἀπὸ τοῦ στόματος ὥστε ἐμέσαι. gamma. 36 γαργηττόσ· δῆμος Αἰγηΐδος φυλῆς, ἔνθα τὸ Εὐρυσθέως ἀπόκειται σῶμα ἐν τῷ Ἀρατηρίῳ. gamma. 37 γαστρίζεσθαι· λαμπρότερον τρέφεσθαι. gamma. 38 γαστροίδην· τὸν μεγάλην ἔχοντα γαστέρα λέγουσι. gamma. 39 γαῦλοσ· πλοῖον στρογγύλον. καὶ οἱ κάδοι οὕτως. gamma. 40 γάστρισ· ὁ περὶ τὴν γαστέρα ἀκρατής. καλοῦσι δὲ οὕτως καὶ τὸν ἕλμεις ἔχοντα. gamma. 41 γαυνάκας ἀμπεχόμενον. 9 gamma. 42 γαυριᾷ9· ἀγάλλεται, ἐπαίρεται, θρασύνεται. gamma. 43 γαῦρον· στερρόν, μέγα, ἀκλινές, ἀκατάπληκτον. gamma. 44 γεγανωμένοσ· λελαμπρυσμένος. gamma. 45 γέγηθε· χαίρει. gamma. 46 γέγονεν ἐν καλῷ9· καλλίστως ἔσχεν. gamma. 47 γεγωνόν· ἐξάκουστον, λαμπρὸν φθέγμα. καὶ γεγωνίσκειν· τὸ φθέγγεσθαι ἐξάκουστα. gamma. 48 γεγωνεῖν· ἐξάκουστον βοῆσαι. gamma. 49 γεγωνοκῶμαι· γυναῖκες αἱ τὰς κώμας ἐμπιπλᾶσαι βοῆς. gamma. 50 γείσιον καὶ γεῖσοσ· τὸ ἄκρον τείχους. ἢ στεφάνωμα οἴκου. καὶ γεῖσα· τειχῶν ἄκρα. gamma. 51 γεισίπουσ καὶ γεισιπόδισμα· τὸ ξύλον οὕτως ἐλέγετο τὸ ὑποβληθὲν καὶ φέρον τὴν γεῖσαν. γεῖσα δέ ἐστιν καὶ τὸ ὥσπερ τὸ προσκήνιον λεγόμενον καὶ ἡ στεφάνη, δι' ἧς καὶ ἡ ὑδρορρόη ἐφέρετο. gamma. 52 γειῶραι· οἱ τὴν γῆν φυλάττοντες. gamma. 53 γελασείοντα (Pl. Phaed. 64b)· γελαστικῶς ἔχοντα, γελάσαι θέλοντα. gamma. 54 γεισίπουσ καὶ γεισιπόδισμα καὶ γεισιποδίζειν· τὸ ἐξέχον τῆς δοκοῦ, ἐφ' οὗ τὸ γεῖσόν ἐστι, γεισίπους καλεῖται καὶ γεισιπόδισμα. καὶ γεισιποδίζειν δὲ τὸ ποιεῖν τοῦτο. gamma. 55 γέλγη· τὸν ῥῶπον καλοῦσιν. ἔστι δὲ καὶ ὁ ῥῶπος Ἑλληνικόν. καὶ Δημοσθένης χρῆται (34, 9) καὶ ἄλλοι (Aeschyl. fr. 263 N. 2† 245 M., Diph. fr. 55, 5 K.). gamma. 56 γέλγιθεσ· σκορόδων κεφαλαί. gamma. 57 γελοῖοσ· ὁ καταγελαστότατος, προπερισπωμένως.† ὀξυτόνως† δὲ ὁ γελωτοποιός. gamma. 58 γενάρχου9· πατρός. gamma. 59 γενναῖος εἶ ἐκ βαλαντίου9· ἐπὶ τῶν διὰ τὸν πλοῦτον εὐγενῶν εἶναι δοκούντων. gamma. 60 γένεθλα· γεννήματα. gamma. 61 γενέθλια· ἡ δι' ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἑορτή. gamma. 62 γενεθλιαλογία· μαντεία περὶ τῆς γεννήσεως. gamma. 63 γενέσια· ἡ δι' ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεθνεῶτος μνήμη. gamma. 64 γέννησιν· τὴν τῶν ἀφροδισίων μίξιν. gamma. 65 γεννάδασ· γενναῖος, εὐγενέστατος. gamma. 66 γενναῖοσ· ὁ εὖ γεγονώς. gamma. 67 γεννῆται· οὐχ οἱ ἐκ γένους καὶ ἀφ' αἵματος προσήκοντες, ἀλλὰ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φατρίας. οὗτοι δέ εἰσι καθάπερ οἱ δημόται καὶ φράτορες, νόμῳ τινὶ ἔχοντες κοινωνίαν. τὸ δὲ γένος ἔχει ἄνδρας λʹ. αἱ δὲ φατρίαι ἐκαλοῦντο τριττῦς, ὅτι τεσσάρων φυλῶν οὐσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς δʹ ποιήσαντες, ἀπομιμησάμενοι τὰς τοῦ ἐνιαυτοῦ ὥρας, τὰς δὲ φατρίας καὶ τριττῦς δώδεκα, καθάπερ οἱ μῆνες, τὰ δὲ γένη λʹ ἑκάστῃ φατρίᾳ, καθάπερ αἱ τξεʹ ἡμέραι. gamma. 68 γεννῆται· οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες· καὶ γὰρ διῄρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκαστον μέρος τριττὺς καὶ φατρία ὠνομάζετο. πάλιν δὲ τῶν φατριῶν ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λʹ γενῶν, οὓς καὶ πρότερόν φησι Φιλόχορος (φγρηιστ 328 φ 35β) ὁμογάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι (7, 13) τοὺς γεννήτας ἁπλῶς ἐξ αἵματος συγγενεῖς ὀνομάζει. gamma. 69 γενέτειραν· μητέρα, ποιητικῶς. gamma. 70 γεννικῶσ· γενναίως. gamma. 71 γενετή9· πατριὰ ἢ γενέσια. gamma. 72 γενετυλλίσ· γυναικεία τις θεός. οὕτως Ἀριστοφάνης (Nub. 52, al.). gamma. 73 γένυσ· τὰ γένεια. gamma. 74 gamma. 75 Pl. Phileb. 30d)· οἷον γεννήτης, ἢ συγγενής, ἢ ἔγγονος. τὸ τελευταῖον ἐκδέχεσθαι ἄμεινον. gamma. 76 γεοῦχοσ· ὁ τὴν γῆν ἔχων. gamma. 77 9† γεοφανεῖον† 9· χωρίον, ἐν ᾧ γῆς ἦν μέταλλα ξανθά, ἐπιτήδεια τοῖς ζωγράφοις εἰς τὰς γραφάς· τάχα δὲ μίλτος ἐστί. gamma. 78 γέρασ· ἀμοιβαί, τιμαί, ἀνταποδόσεις. gamma. 79 γεραιόσ· ἔντιμος. gamma. 80 γεραίρειν· τιμᾶν, δοξάζειν. gamma. 81 γεραιαί9· αἱ τῷ Διονύσῳ ἱερωμέναι γυναῖκες. gamma. 82 γερανία· ὄρος τῆς Μεγαρίδος. gamma. 83 γεραρόν· ἔντιμον ἢ πρεσβύτερον. gamma. 84 γεργέριμοι· αἱ δρυπεπεῖς, ἤτοι καρποὶ οἱ ἐν τοῖς δένδροις πέπειροι, ἤτοι ὥριμοι. gamma. 85 γέρδιοσ· ὑφάντης. gamma. 86 γέργιδεσ· αἱ τῶν σκορόδων κεφαλαί. gamma. 87 γερήνιοσ· ἔντιμος γέρων. gamma. 88 γέρην· γέρανος θήλεια. gamma. 89 γερούσιον· ἔντιμον. gamma. 90 γερουσία καὶ γέροντεσ· ἐν Λακεδαίμονι ἄρχοντες ἦσαν κʹ καὶ ηʹ, οἳ ἀπὸ πρώτης ἡλικίας μέχρι γήρως ἐμαρτυροῦντο βεβιωκέναι καλῶς. καὶ ἦσαν οὗτοι ἡ μεγίστη μετὰ τοὺς ἐφόρους ἀρχή. gamma. 91 γέρρα· Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. διὸ καὶ Δημοσθένης (18, 169) τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα. λέγοιτ' ἂν ὁμοίως γέρρα καὶ τὰ τῶν σκηνῶν περιφράγματα. καὶ εἶδός τι ὅπλου δερμάτινον. καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς. gamma. 92 γέρροιν· ἀπὸ σταυροῦ φησιν Εὔπολις (fr. 405 K.). καὶ Δημοσθένης (18, 169) τὰ γέρρα ἐνεπίμπρασαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι. καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. gamma. 93 γέρων βοῦς ἀπένθητος δόμοισιν· ἐπὶ τῶν καθ' ὥραν τελευτησάντων. gamma. 94 γερράδια· στρωτηρίδια. gamma. 95 γέρων ἀλώπηξ οὐχ ἁλίσκεται· ἐπὶ τῶν διὰ χρόνου πλῆθος οὐχ ἁμαρτανόντων. gamma. 96 γεφυρίσ· ξένη καὶ ἐπείσακτος· οἱ γὰρ Γεφυραῖοι ξένοι καὶ ἐπήλυτοι ὄντες Ἀθήνησιν ᾤκησαν. οὕτως Ἡρόδοτος (5, 57). gamma. 97 γεωμόριον· γεώργιον. gamma. 98 γεώλοφον· ὀρεινὸν ὄρος, ὕψωμα γῆς. καλοῦσι δὲ οὕτω καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. gamma. 99 γεωνόμασ· τοὺς διανέμοντας τὴν γῆν ἐν ταῖς ἀποικίαις. οὕτως Κρατῖνος (fr. novum). gamma. 100 γεωφανεῖον· χωρίον ἐν ᾧ μέταλλον. gamma. 101 γεωπεῖναι· οἱ μικρὰν καὶ† λυγρὰν† ἔχοντες γῆν. gamma. 102 γήθειν· χαίρειν. gamma. 103 γηθοσύνη· χαρά. gamma. 104 γηθόσυνοι· χαίροντες. gamma. 105 γήθυα· πράσου τι εἶδος. ὅμοιόν τι ἀμπελοπράσῳ. οὕτως Ἀριστοφάνης (fr. 5 K.). gamma. 106 γηθυλλίσ· λάχανον πράσῳ ὅμοιον, ὅ τινες ἀμπελόπρασον λέγουσιν. gamma. 107 γήπεδα· τὰ οἰκόπεδα. gamma. 108 γήπεδον· τὸ χωρίον. ὥσπερ καὶ οἰκόπεδον, τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. gamma. 109 γηράναι· γηρᾶσαι. gamma. 110 γῆν ἰλλομένην (Pl. Tim. 40b)· συγκεκλεισμένην καὶ περιειλημμένην· 9ἰλλάδεσ γὰρ οἱ δεσμοί. gamma. 111 γήτεια· κρομμύων τι εἶδος. gamma. 112 γηῶραι·† ἐπίμικτοι†, τηρηταὶ τόπων. gamma. 113 γιγλισμόσ· κιχλισμός, ἀπὸ χειρῶν γέλως, γαργαλισμός. gamma. 114 γίγλυμοι· ἀντεμβολαί τινων ἐξοχῶν πρὸς κοιλότητας, οἵαπέρ ἐστι κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή. gamma. 115 γιγγλυμωτόν· εἶδός τι φιλήματος οὕτω καλοῦσιν, ὡς δρεπτὸν καὶ μανδαλωτόν. gamma. 116 γίγγρασ· αὐλὸς Καρικός. καὶ τὸ αὔλημα ὁμωνύμως. gamma. 117 γιγγρί9· ἐπιφωνημάτιόν τι ἐπὶ καταμωκήσει. gamma. 118 γιγγρών· ἀφροδισιακὸς δαίμων. gamma. 119 9† γισήποδες† 9· δοκίδες ἐκκείμεναι, ἐφ' ὧν τὸ γεῖσον. gamma. 120 γλάγοσ· γάλα. gamma. 121 γλάμη καὶ γλαμῶντεσ· οἱ λημῶντες ὀφθαλμοί. ἔστι δὲ καὶ τὸ λημᾶν Ἑλληνικόν. gamma. 122 γλαυκόσ· λευκός, κυάνεος. gamma. 123 γλαμυρόν· ὑγρόν. gamma. 124 γλαῦκοσ· ὄνομα κύριον, γένος Καρύστιος. gamma. 125 γλαύκου τέχνη· παροιμία ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζομένων, ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. gamma. 126 γλαῦκα Ἀθήναζε καὶ γλαῦκα Ἀθηναῖοι· παροιμία ἐπὶ τῶν μάτην τι πραττόντων, ὥσπερ εἴ τις γλαῦκας Ἀθήναζε ἄγοι· πλήθουσι γὰρ ἐνταῦθα γλαῦκες. ἁρμόττει τοίνυν ἐπὶ τῶν ἀλλαχόθεν ὡς σπάνιά τινα ἐμπορευομένων καὶ κομιζόντων αὐτά. gamma. 127 γλαῦκοσ· οὗτος ἦν πύκτης ἀπὸ Καρύστου τῆς Εὐβοίας μέγεθος ὢν πηχῶν δʹ, ὃς καὶ ὑπὸ Γέλωνος τοῦ Συρακουσίου ἀνῃρέθη, οὗ μέμνηται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (18, 319). gamma. 128 γλαυκῶπισ· εὐόφθαλμος. gamma. 129 γλαυκώπιον· τὴν ἀκρόπολιν οἱ ἀρχαῖοι. gamma. 130 γλαῦξ· πετεινὸν νυκτερινόν. καὶ νόμισμα Ἀθήνησι τετράδραχμον. ἐλέγετο δὲ καὶ ὄρχησίς τις καὶ φυτόν. gamma. 131 γλάμων· ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους ἔχων. gamma. 132 γλαφυρόν· τὸν εὐτράπελον. οὕτως Μένανδρος (fr. novum). gamma. 133 γλάφειν· τὸ γλύφειν Ἴωνες. gamma. 134 γλαφυρόν· ἡδύ, κοῖλον, βαθύ, σοφόν, ἔμπειρον, ἀκριβές, λαμπρόν. gamma. 135 γλεῦκοσ· τὰ ἀποσταλάγματα τῆς σταφυλῆς πρὶν πατηθῇ. gamma. 136 γλήνη· κόρη ὀφθαλμοῦ. ἢ† ὄρη†. gamma. 137 γλήναι 9· ἀξιοθέατα. gamma. 138 γλίσχρον· κολλῶδες. καὶ γλίσχρος· φειδωλός, σκνιφός, πάνυ ῥυπαρός. gamma. 139 γλίχεται· λίαν ἔχεται, ἐπιθυμεῖ. gamma. 140 γλοιάζειν· ἐπιμύειν τοὺς ὀφθαλμοὺς καὶ ἐπιλλώπτειν. gamma. 141 γλοίησ· ὁ νωθρός. gamma. 142 γλοίητα· τὸν ῥυπαρὸν καὶ μοχθηρὸν τῷ ἤθει. gamma. 143 γλουτόν· τὸ σφαίρωμα τῆς κοτύλης. gamma. 144 γλυκυδερκήσ· ἡδὺς ἐν τῷ ὁρᾶν. gamma. 145 γλυκέρα· ἑταίρα τις. gamma. 146 γλυκυθυμία· ἡ ἐπὶ τῷ ζῆν ἡδονὴ καὶ οἷον φιλοψυχία. λέγεται κοινῶς καὶ πᾶσα ἡδονή. gamma. 147 γλυκύθυμοσ· ἁπαλόψυχος. gamma. 148 γλυκὺς ἀγκών· οὐ κατ' ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλόμενος εἰπεῖν, ὡς γλυκέα ἤθη. ἔστι δὲ παροιμία ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι (fr. 178 K.). γέρων δὲ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος· ὦ χρυσοῦν ἀνάδημα, ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών. ὡς εἴ τις λέγοι, ὦ γλυκὺς πῆχυς. gamma. 149 γλυκὺς ἀγκών· ἀπὸ τοῦ κατὰ τὸν Νεῖλον ἀγκῶνος. ἐκεῖνος δὲ κατ' εὐφημισμὸν οὕτως ἐκλήθη· μακρὸς γὰρ καὶ ἐργώδης. κέχρηται τῇ παροιμίᾳ Πλάτων ὁ φιλόσοφος (πηαεδρ. 257δ). gamma. 150 γλυκωνοχόρδουσ· τοὺς ἡδύνειν πειρωμένους ταῖς μελοποιΐαις. οὕτω Κρατῖνος (fr. novum). gamma. 151 γλύκων· ὁ εὐήθης. μωρός, ἔκλυτος. gamma. 152 γλυκυσίδην· βοτάνη τις, ἣν φυλάσσονται αἱ γυναῖκες, ὡς, ἐὰν παρατριβῶσιν αὐτῇ, ἀσχημονοῦσιν. ἔστι δὲ σύκῳ παραπλησία. gamma. 153 γλυφίδασ· τὰς χηλὰς τῆς ἀκίδος, αἷς τὴν νευρὰν προσάγομεν. παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐστι κεκοιλάνθαι. gamma. 154 γλώττασ· τὰς τῶν αὐλῶν γλωττίδας. οὕτως Εὔπολις (fr. novum)· γλῶσσα εἰ οὐκ ἐμπήξεται, ἄδηλον εἰ ἡσυχάσεται. gamma. 155 γλωσσοκηλοκόμπην· τὸν τῇ γλώσσῃ κηλοῦντα καὶ τοῖς κόμποις. gamma. 156 γλῶσσα ποῖ πορεύῃ; πόλιν ἀνορθώσουσα καὶ πόλιν καταστρέψουσα· ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων. gamma. 157 γλωσσαλγίαν· ἀργολογίαν. gamma. 158 γλώσσαργον ἦθοσ· ἀντὶ τοῦ ταχὺ καὶ στωμύλον. gamma. 159 γλωσσόκομον· θήκη λειψάνων ξυλίνη. gamma. 160 γλωχῖνασ· γωνίας. gamma. 161 γνάθων· αὔλημά τι ἢ ἀναφύσημα. gamma. 162 γνέφαλον· τύλη. οἱ δὲ προσκεφάλαιον. gamma. 163 γνυόμενον καὶ κνυόμενον ἑκατέρως. δηλοῖ δὲ τὸ κνώμενον. gamma. 164 γνύξ· ἐπὶ γόνατα. gamma. 165 γνύπετοι· στυγνοὶ καὶ οἷον νενυγμένοι. καὶ τὸ κατεγνυπῶσθαι τοιοῦτον δηλοῖ. gamma. 166 γνωματεύων· διακρίνων, διαγιγνώσκων ἀκριβῶς. gamma. 167 γνώμην ἐμοί9· ὡς ἐμοὶ δοκεῖ. gamma. 168 γνώμη· ποιά τις διάθεσις. καὶ γνώμων· ὁ συνετός. λέγεται δὲ καὶ γνώμων κανόνιόν τι μηχανικόν, καὶ δὴ καί τι σχῆμα γεωμετρι κόν. καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρονομικοῦ. ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα λαμβανόμενον. gamma. 169 γνῶμα· ὀδούς, δι' οὗ τὰς ἡλικίας ἐξετάζουσι τῶν ὑποζυγίων. καὶ λιπογνώμων ἐντεῦθεν. gamma. 170 γνώμονασ· τοὺς ἐπισκεπτομένους ἄρχοντας καθ' ἕκαστον ἐνιαυτὸν τὰ χωρία, μήπως ἐξέκοψέ τις μορίαν· μορίας δὲ τὰς ἱερὰς ἐλαίας ἐκάλουν. gamma. 171 γνῶναι· τὸ συνουσιάσαι καλοῦσιν. gamma. 172 9† γνώνη† 9· τὸ κοῖλον τοῦ† ἀρτίου† δίφρου, εἰς ὃ τὰς μάστιγας οἱ ἡνίοχοι ἀπετίθεντο. gamma. 173 9† γνώπωνες† 9 καὶ 9† γενυπέται† 9· παρειμένοι διὰ μαλακίαν. gamma. 174 γνώριμοσ· οὐχ ὁ μαθητὴς μόνον, ἀλλὰ καὶ ὁ γνωριζόμενος καὶ συνήθης. gamma. 175 γνωσιμαχῆσαι· μετανοῆσαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον. gamma. 176 γνωτόσ· ἀδελφός. καὶ γνωτή9· ἀδελφή. gamma. 177 γογγύλιον· στρογγύλον. gamma. 178 γογγύλον οὐχ ἧττον λέγουσιν ἢ στρογγύλον. gamma. 179 γογγρύζειν καὶ γρυλίζειν· ἡ τῶν ὑῶν φωνή. gamma. 180 γοερόν· θρηνῶδες, λυπηρόν, κατανυκτικόν. gamma. 181 γόησ· κόλαξ, περίεργος, πλάνος, ἀπατεών. gamma. 182 γόμφοι· μύλοι, σφῆνες, δεσμά, ἄρθρα, σύνδεσμοι ὀδόντων. gamma. 183 γονόπαισ· ὁ φύσει καὶ οὐ γνήσιος. gamma. 184 γονύων· γονάτων. gamma. 185 γόον· θρῆνον. gamma. 186 γοργωπὸν ἕδραν· φοβερὰν καθέδραν. gamma. 187 γοργύνα· δεσμοῦ τι εἶδος. gamma. 188 γόργια· τὰ προσωπεῖα. gamma. 189 γόργυρα· ὑπόνομος βορβορώδης. gamma. 190 γουρόν· τὸν πλακοῦντα, ὃν ἡμεῖς αἴγουρον καλοῦμεν. gamma. 191 γοργολόφασ (Ar. Ach. 567)· ὁ Λάμαχος, ὁ ἐπὶ τῆς ἀσπίδος Γοργόνα ἔχων. gamma. 192 γόργυρα· τὸ κατὰ γῆς ὄρυγμα. οὕτω Δείναρχος (fr. 16, p. 148, 6 C.) καὶ Ἡρόδοτος (3, 145) καὶ ἄλλοι. gamma. 193 γραμματεύσ· ὁ γραμματεὺς γραμμάτων τέ ἐστι κύριος καὶ τὰ γενόμενα ψηφίσματα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ. gamma. 194 γραμματεύσ· οὗτος πράξεως μὲν οὐδεμιᾶς ἦν κύριος, ὑπανεγίνωσκε δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δὲ ἀντιγραφεὺς καὶ οὗτος ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμασται. gamma. 195 γραμματοκύφων· Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (18, 209) διαπαίζων τὸν Αἰσχίνην οὕτως εἶπεν, ἀντὶ τοῦ ὦ γραμματεῦ, διότι οἱ γραμματεῖς προσκεκυφότες γράφουσιν. ἢ γραμματοκύφων, ὡσανεὶ ὁ ἐν ἀγορᾶ γραμματεύων· οἱ γὰρ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. δι' ὃ καὶ περίτριμμα ἀγορᾶς αὐτὸν λέγει (18, 127). gamma. 196 γράμμα· τὸ ζωγράφημα. gamma. 197 γραμματεῖον· κυρίως τὸ πινακίδιον. καὶ ἀργυροῦν γλωσσόκομον. gamma. 198 γραμματοκύφων· ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίως γὰρ† κύφη† τὸ ξύλον καλεῖται, {δι' οὗ τὸν τράχηλον καὶ τὰς χεῖρας διείρουσιν. gamma. 199 γραμμὴ μακρά9· ὁ καταδικάζων ἐν τῷ γραμματιδίῳ εἷλκε πρὸς τῷ ὀνόματι μακρὰν γραμμήν, ὁ δὲ ἀπολύων βραχεῖαν. gamma. 200 γραμματιστήσ· γραμματοδιδάσκαλος. gamma. 201 γράσον· τὴν δυσωδίαν τῶν μασχαλῶν. gamma. 202 γράφεται· ἀντὶ τοῦ γράφει ἢ κατηγορεῖ. gamma. 203 γραφεύσ· ἀντὶ τοῦ ζωγράφος. Δημοσθένης κατὰ Μειδίου (21, 147). καὶ γράφειν τὸ ζωγραφεῖν. gamma. 204 γραφή9· ἡ περὶ δημοσίων ἀδικημάτων κατηγορία καὶ περὶ ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ ψηφισμάτων οὐκ ἐπιτηδείων εἰσκομίζεσθαι δοκούντων, αἵτινες γραφαὶ παρανόμων καλοῦνται. gamma. 205 γραφή9· δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψηφίσματος ἢ νόμου κατηγορῇ τις, παράνομον γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ' ἄλλοις πολλοῖς δημοσίοις ἀδικήμασι. πολλὴ χρῆσις τοῖς ῥήτορσι. gamma. 206 γραφὴ9 καὶ γράψασθαι δίκης ἐστὶν ὄνομα κατὰ τῶν μέγιστα ἀδικούντων. ἀπετίθετο δὲ ἡ γραφὴ ἐπὶ τούτοις· ἀσεβείας, παρανόμων, ἀργίας, ξενίας, δωροξενίας, συκοφαντίας, προαγωγίας, καὶ ἄν τις ὑποσχόμενος τῷ δήμῳ μὴ ποιῇ, καὶ ἄν τις τοὺς νόμους διαφθείρῃ· ἐπὶ τούτοις γὰρ ἐξῆν γράφεσθαι γραφὴν ἀποθέμενον παρὰ τοὺς θεσμοθέτας. ἦν δὲ καὶ ὕβρεως γραφὴ καὶ ταύτης ἀγὼν δημόσιος. καὶ ἡ μὲν δημοσία, ἡ δὲ ἰδιωτική. δημοσία μὲν ἣν ἀπέφερέ τις πρὸς τοὺς θεσμοθέτας, ἰδιωτικὴ δὲ ἣν ἰδίᾳ ἀπέφερεν εἰς τὸ δικαστήριον ὁ ὑβρισθείς. καὶ τῆς μὲν δημοσίας τίμημα ἦν ὡρισμένον, ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι, τῆς δὲ ἰδιωτικῆς ἀργύριον, ὃ τοῖς δικασταῖς ἐδόκει. gamma. 207 γραφήν· λογισμόν. gamma. 208 γραφὴ9 καὶ 9ἐγκλήματα· κατηγορία καὶ ἔγκλημα. gamma. 209 γραφεῖσ· οἱ ζωγράφοι. gamma. 210 γραφικόσ· ζωγραφίας ἔμπειρος. gamma. 211 γράψαι· κοιλᾶναι, διασκάψαι. gamma. 212 γραῶν ὕθλοι· ἐπὶ τῶν μάτην ληρούντων. gamma. 213 γρῖφοι· τὰ συμποσιακὰ ζητήματα. gamma. 214 γρῖφοσ· τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος. gamma. 215 γρομφίσ· ὗς, ἡ παλαιὰ σκρόφα. gamma. 216 γρῦ9· βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον. gamma. 217 γρῦ9· ἀντὶ τοῦ οὐδέν· καὶ γὰρ οὕτως καλεῖται ὁ ἐν τοῖς ὄνυξι ῥύπος. gamma. 218 γρύξαι· φθέγξασθαι, διακράξαι. gamma. 219 γρῦνοσ· ἡ τρύξ. gamma. 220 γρυπανίζειν· σείεσθαι τὴν γῆν βαλλομένην καὶ ὥσπερ ρυποῦσθαι ἀπὸ σεισμοῦ. οὕτως ἐχρήσατο Ἀντιφῶν (87 B