Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
αὐτὰ ἕκαστα, οἷον αὐτὴν τὴν ἀλήθειαν. λέγεται δὲ αὐθέκαστα καὶ τὰ ἀπότομα καὶ σκληρά. Μένανδρός φησι (fr. 736 K.. TH)· πικροῦ γέροντος, αὐθεκάστου τὸν τρόπον. Ποσείδιππος δὲ ἀντὶ τοῦ ἁπλοῦ ἐχρήσατο (fr. 40 K.). alpha. 3159 αὐθέκαστοσ· ὁ ἀκριβὴς καὶ σκληρὸς καὶ αὐστηρὸς τῷ λόγῳ καὶ ἀπαρέγκλιτος τῷ τρόπῳ καὶ ἀπαρακάλυπτος. καὶ αὐθέκαστα τὰ ἁπλᾶ καὶ ἀληθῆ ἀκριβῶς. alpha. 3160 αὐθέντησ· οὐχ ὁ δεσπότης, ἀλλ' ὁ αὐτοχειρίᾳ φονεύς. λέγεται δὲ ὁ αὐτὸς ἐντελέστερον καὶ αὐτοέντης. alpha. 3161 αὐθέντησ· Λυσίας (fr. 125 S.) ἰδίως αὐτὸ ἔταξεν ἐπὶ τῶν λʹ, καίτοι δι' ἑτέρων εἰργάζοντο τοὺς φόνους· ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα σημαίνει. αὐθεντὶσ δὲ θηλυκῶς εἴρηκεν Εὐριπίδης (fr. novum). alpha. 3162 αὐθημερόν· Θουκυδίδης (2, 12, 2). alpha. 3163 αὖθι· αὐτόθι. alpha. 3164 αὐθιγενήσ· αὐτόχθων, γνήσιος. alpha. 3165 αὖθισ· ἐξ ἀρχῆς, πάλιν, ἐκ δευτέρου. σημειωτέον δὲ ὅτι τὸ μὲν αὖθις Ἀττικόν, τὸ δὲ αὖτις Ὁμηρικόν. alpha. 3166 αὖθις αὖ πάλιν (Soph. Phil. 952)· ἐξ ἀρχῆς δὴ πάλιν. ἢ ἐκ δευτέρου δὴ πάλιν. alpha. 3167 αὔθαιμοσ· {εἰς σίδηρον. Νικόμαχος (fr. νοῃυμ)· [...] εἰς σίδηρον ᾖξεν αὔθαιμος σπορά. αὐθαίμων δὲ Σοφοκλῆς (Tr. 1041). alpha. 3168 αὐθωρήτουσ· συντόμους. alpha. 3169 αὐλαία· τὸ τῆς σκηνῆς παραπέτασμα. Ὑπερείδης (fr.
3.1.2
τοὺς παρὰ Πέρσαις φορείοις φερομένους. delta. 673 δίφρον· ἅρμα ἢ καθιστήριον. delta. 674 δίφοροσ· συκῆ τις. Ἀριστοφάνης (Eccl. 708). delta. 675 διφυᾶ9· δύο φύσεις ἔχοντα. delta. 676 διχῇ9· διχῶς. delta. 677 διχοφορία· ἡ εἰς δύο διαμεριζομένη. delta. 678 διχομηνιαία· πεντεκαιδεκαταία τοῦ μηνὸς ἢ τῆς σελήνης. delta. 679 δίωκε· ἀντὶ τοῦ κατάτρεχε. delta. 680 δίωκε· ζήλου, ἐπιτήδευε. delta. 681 διωθούμενοι· ἀνατρεπόμενοι, ἐκβαλλόμενοι. delta. 682 διῳκισμένοσ· κεχωρισμένος. delta. 683 διωλύγιον· μέγα, ἐπὶ πολὺ διῆκον, δι' ὅλου τοῦ πράγματος, μακρόν. Αἰολεῖς δὲ τὸ μὴ ἀπολλύμενον. delta. 684 διωλύγιον κακόν· ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων· διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ πολὺ διῆκον. οὕτως οὐ μακρὰ καὶ διωλύγιος φλυαρία. Πλάτων (Theaet. 162a). delta. 685 διωμοσία· ὅρκοι οἱ ὑπὸ τῶν δικαζομένων γινόμενοι, τοῦ μὲν ὀμνύοντος ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ ὅτι οὐκ ἐποίησεν. delta. 686 διωμοσία· ὤμνυον καὶ οἱ φόνου ἀγῶνα διώκοντες καὶ οἱ φεύγοντες καὶ μετὰ τὸ εἰπεῖν τὸν πάντα λόγον καὶ πρὸ τοῦ εἰπεῖν· ὁ μὲν ἦ μὴν τὰ ἀληθῆ κατηγορήσειν, ὁ δὲ ἦ μὴν τὰ ἀληθῆ ἀπολελογῆσθαι. καὶ ἐπενεχθείσης δὲ λοιπὸν ἤδη τῆς ψήφου πάλιν ὤμνυεν ὁ κρατήσας, ἦ μὴν δικαίως νενικηκέναι ἐξώλειαν αὑτῷ ἐπαρώμενος, εἰ ἐξηπάτησεν. delta. 687 διώνυμον· διαβόητον, ὀνομαστόν, περίφημον. delta. 688 διωρυχή9· διάνοιξις τοίχων ἢ χωμάτων ἢ ποταμῶν. delta. 689 διωρίζετο· διεβεβαιοῦτο. delta. 690 διωσόμεθα· ἀπωσόμεθα καὶ πεμψόμεθα. delta. 691 διωστῆρσιν (Exod. 38, 10)· ἀναφορεῦσι τοῖς ἀναβαστάζουσιν. delta. 692 δμηθέντα· δαμασθέντα, ὑπείξαντα. delta. 693 δνοπαλίξεισ· τουτέστι διὰ τῶν χειρῶν κινήσεις καὶ δονήσεις καὶ ἐκτινάξεις. delta. 694 δνοφερόν· μέλαν, σκοτεινόν. delta. 695 δοάζω· ἀμφιδοξῶ. delta. 696 δογματίζει· θεολογεῖ, φυσιοῦται. delta. 697 δόκησισ· ὑπόνοια. ἢ τὸ μὴ ὄν, νομιζόμενον δέ. ὅ ἐστι φαντασία καὶ σκιὰ καὶ ὄναρ. delta. 698 δοκεῖν· ὅταν ἔξωθέν τι προσδοκῶμεν. delta. 699 δοκιμάσασ· κρίνας. delta. 700 δοκιμασθείσ· Δημοσθένης μὲν (30, 6) ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς· λέγει γὰρ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι (57, 25). ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμασθῆναι, εἰ καὶ μηδ' ἥντινα ἦρχον ἀρχήν. ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίος. Λυκοῦργος δὲ (fr. 18 C.) τρεῖς δοκιμασίας φησὶ κατὰ τὸν νόμον γίνεσθαι· καὶ γὰρ μία μέν ἐστιν, ἣν οἱ ἐννέα ἄρχοντες δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτορες, τρίτη δέ, ἣν οἱ στρατηγοί. λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. delta. 701 δόκωσισ· ἡ στέγη. delta. 702 δοκιμασίαν ἐπαγγεῖλαι· τὸ δίκην ἑταιρήσεώς τινα καταγγεῖλαι. γίνεται δὲ ἡ τῆς ἑταιρήσεως δοκιμασία οὐ πᾶσιν, ἀλλὰ πολιτευομένοις ῥήτορσι καὶ ψηφίσματα γράφουσιν. delta. 703 δοκιμασία· ἰδίως ἡ τῶν στρατηγῶν καὶ τῶν ἄλλων ἀρχόντων καὶ ῥητόρων ἐξέτασις, εἰ προΐστασθαι τῶν πολιτικῶν ἐπιτήδειοί εἰσιν. delta. 704 δολιχά9· μακρά, πολλά. delta. 705 δόλιχον· τὸ ἀγώνισμα. Ἐπίχαρμος. delta. 706 δολιχεύειν· περιοδεύειν. delta. 707 δολιχὸν κύκλον· μακρόν, πολύν. delta. 708 δολομήτησ· δολιόβουλος. delta. 709 δόνακα ὑπολύριον (Ar. Ran. 233)· πρότερον ταῖς λύραις ἀντὶ κέρατος ὑπετίθεσαν καλάμους. delta. 710 δόνακεσ· κάλαμοι ἁλιευτικοί. ἢ αὐλοί. delta. 711 δόξα· ὑπόνοια, ὑπόληψις. delta. 712 δοξάριον· δόξα ὑποκοριστικῶς. delta. 713 δοξοκοπία· κενοδοξία. delta. 714 δοξασίασ· δόξης, ὑπολήψεως. Δίων ἐν Ῥωμαϊκῶν νγʹ (19, 6)· προσέσται δὲ καὶ τῆς ἐμῆς δοξασίας. delta. 715 9† Δοξίασ· ὁμοίως†. delta. 716 δόρατα· λογχάρια. delta. 717 δορπία· ἡ πρώτη ἡμέρα ἡ τῶν Ἀπατουρίων· ἡ δὲ ἑξῆς Ἀνάρρυσις, ἡ δὲ τρίτη Κουρεῶτις. delta. 718 δόρπιστοσ· δείπνου ὥρα. delta. 719 δορίδεσ· σκεύη μαγειρικά. delta. 720 δόρποσ· δεῖπνος, βορά. delta. 721 δορυξεῖον·† δορύξεστον†. delta. 722 δόρυ ἐπ' ἐκφορᾷ9· ἔθος ἦν ἐπάγεσθαι δόρυ καὶ πηγνύναι τοῖς τάφοις τῶν βιαίως ἀνῃρημένων εἰς παράστασιν τῆς μιαιφονίας. delta. 723 δόρυ κηρύκειον· παροιμία ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες εἰς Δελφοὺς ὑπ' Ἀθηναίων Γεφυραῖοι λαβόντες χρησμὸν (Delphic Oracle II 312 P.. W) ἀνδρὶ Γεφυραίῳ φίλος οἶκος, ἀκολουθοῦντες βουσίν, ἕως ἂν ἐκεῖνοι κοπιάσωσιν, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσιν, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ τὴν Τάναγραν καλουμένην ὥδευσαν, δόντες μὲν τῷ προηγουμένῳ κηρύκειον, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους. delta. 724 δορύξενοσ· ὁ ἐκ τῶν πολεμίων φίλος, ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. delta. 725 δορύκτητοσ· αἰχμάλωτος. delta. 726 δορυφορεῖ9· τιμὴν περιποιεῖ. delta. 727 δορύληπτοσ· αἰχμάλωτος. delta. 728 δορυφόροι· φύλακες, ὑπηρέται βασιλέως, ὁπλοφόροι, ὑπασπισταί. delta. 729 δούλων πόλισ· ἐν Λιβύῃ. Ἔφορος πέμπτῃ (FGrHist 70 F 50). καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης (FGrHist 461 F 2). ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ᾗ Φίλιππόν φασι συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηροὺς ὡς δισχιλίους, ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν φησι (FGrHist 115 F 110). delta. 730 δούπησεν (Δ 504)· ἔπεσεν, ὥστε ψόφον ἀποτελέσαι. delta. 731 δοῦπον· ψόφον. delta. 732 δουροδόκησ (α 128)· τῆς τὰ δόρατα δεχομένης. delta. 733 δορίσκοσ· χωρίον Θρᾳκικόν. delta. 734 δόσισ· ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσι συμβόλαιον γραφόμενον, ὅταν τις τὰ αὑτοῦ διαδῷ διὰ τῶν ἀρχόντων. delta. 735 δοχμόλοφοι· ἐκ πλαγίων τοὺς λόφους ἔχοντες. delta. 736 δόχμη· σπιθαμή. delta. 737 δρᾷ9· ποιεῖ. delta. 738 δραμητέον καὶ τροχαστέον. 9 delta. 739 δράγματα· χειρόληπτα θερίσματα. delta. 740 δρακοντίδησ· εἷς τῶν λʹ. delta. 741 δράκων· ἐπιφανέστατος γέγονε νομοθετῶν. delta. 742 δραπετίνδα· παιδιᾶς εἶδος. {ὅταν ἑτέρῳ δείξαντες ἄλλῳ μεθῶσιν. delta. 743 δρᾶμα· ποίημα, πρᾶγμα, ὡς καὶ δρᾶσαι πρᾶξαι. λέγεται δὲ δρᾶμα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα ὡς ἐν ὑποκρίσει. delta. 744 δραματουργήσασ· συνθείς. delta. 745 δραπετεύσασ· φυγών. delta. 746 δρασμόσ· φυγή. delta. 747 δράσασ· ποιήσας. delta. 748 δρασκάζειν· περιΐστασθαι. delta. 749 δραστήριοσ· πρακτικώτατος. delta. 750 9† Δραύκαλος† 9· Σοφοκλῆς Τυμπανισταῖς (fr. 585 N. r.). ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παρ' αὐταῖς αὐλίσαι τὸν δράκοντα ταῖς Κέκροπος θυγατράσιν. ὅτι συναυλίζονται κατὰ τὸ εἰκὸς Κέκροπι ὄντι διφυεῖ. ὅτι συναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι προσημερεύουσα τῇ θεῷ. delta. 751 δραχμήν· ἐπὶ χρυσίου λέγουσιν, ὅταν ἕλκῃ μὲν ἡμίχρυσον, ἰσχύῃ δὲ δραχμὰς ιʹ. delta. 752 9† Δρέμνα† 9· κλάσμα. delta. 753 δρεπανηφόροσ· ξιφοφόρος. delta. 754 δρέπεται· θερίζεται, τρυγᾶται, ἀπανθίζεται. delta. 755 δρέπου9· τρύγα. delta. 756 δρεφθῆναι· ἀποδρεπανισθῆναι. delta. 757 δρογγίλον· χωρίον Θρᾳκικόν. delta. 758 δρόμοισ· τοῖς γυμνασίοις κατὰ Κρῆτας. delta. 759 δρομοκήρυκεσ· ἡμεροδρόμοι. delta. 760 δρόμοι· οἱ περίπατοι. delta. 761 δρομοκήρυκεσ· οἱ δρόμῳ τι ἀπαγγέλλοντες καὶ σημαίνοντες. delta. 762 δρυαχαρνεῦ9· δρύϊνε Ἀχαρνεῦ, ἀναίσθητε· ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί (com. adesp. fr. 75 K.), Ποτάμιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους.. delta. 763 δρυμόσ· Δημοσθένης (19, 326). πόλις ἐστὶ μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. delta. 764 δρυμόσ· χωρίον τῆς Ἀττικῆς. delta. 765 9† Δρυμαράξεις† 9· σπαράξεις. delta. 766 δρύϊνοσ· ξύλινος, ὡς ἄν τις εἴποι λίθινος· πᾶν γὰρ ξύλον δρῦς καλεῖται κατὰ τὸ ἡγεμονικόν. ἀπὸ τούτου καὶ τὰ ἀκρόδρυα. καὶ δρύφακτοι καὶ δρυμοὶ καὶ δόρατα καὶ δούρειος ἵππος καὶ δρυπεπεῖς ἐλαῖαι. delta. 767 δρύοχοι· δρυόχους ἐν Τιμαίῳ (81β) καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς. delta. 768 δρυοπαγῆ στόλον· τὸν δρύϊνον στόλον. delta. 769 δρυπεπήσ· ὁ πέπειρος καρπὸς τῶν δένδρων. delta. 770 δρυπολεῖν· τὸ ξύλοις πολιορκεῖν. delta. 771 δρύπτεται· ξύεται. delta. 772 δρῦσ· εἶδος δένδρου. καὶ πᾶν δένδρον. delta. 773 δρῦσ· ἔστι μὲν πόλις ἐν Ἠπείρῳ, ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ. delta. 774 δρυτόμοσ· ὑλοτόμος, δενδροτόμος. delta. 775 δρύφακτοι· ξύλινοι θώρακες. τὰ διαφράγματα ἢ τὰ περιτειχίσματα. delta. 776 δρυφάκτουσ· τὰς θύρας τοῦ δικαστηρίου, ἃς καὶ κιγκλίδας ἔλεγον. φασὶ δὲ καὶ οὓς ἡμεῖς† ἐπανωγέω† περιπάτους λέγομεν. delta. 777 δρύφεσθαι· περαίνεσθαι. delta. 778 δρύφη· ξέσματα. delta. 779 δρύψαι· ἀποξέσαι. delta. 780 δρωπακίζεσθαι· οἱ μὲν ψιλίζειν, οἱ δὲ λεαίνεσθαι, οἱ δὲ πιττοκοπεῖν. delta. 781 9† Δρώπειν† 9· διασκώπτειν. delta. 782 δρώμενα· πραττόμενα, ἐνεργούμενα. delta. 783 9† Δυάζει† 9· φλυαρεῖ, ἀλογεῖ. delta. 784 δύησ· κακοπαθείας· δύη γὰρ ἡ δυστυχία. ὅθεν καὶ δοῦλος· δύηλός τις ὤν. delta. 785 δῦναι· κατελθεῖν. ἢ εἰς δύσιν ἀπελθεῖν. delta. 786 δύο τοίχους ἀλείφεισ· λέγεται ἐπὶ τῶν ἐπαμφοτεριζόντων καὶ διὰ μέσου χωρούντων ἐν μάχαις ἢ φιλίαις. εἴρηται δὲ ἴσως ἀπὸ τῶν δύο τοίχους εὐφεγγέας ποιούντων. delta. 787 δυοῖν· ἀντὶ τοῦ δύο. delta. 788 {δυσαγώγους, δυσμετόχους, τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνίαι γὰρ τὰ λῶρα. delta. 789 δυσάγωγοσ· δυσχερής, ἀπειθής. delta. 790 δῦσαι· ἀποδῦσαι. delta. 791 δυσάλγητοσ· ἀσυμπαθής. delta. 792 δυσαλθήσ· δυσίατος. delta. 793 δυσάλωτον· δύσληπτον. delta. 794 δυσανασχετοῦσι· βαρέως οἴσουσι, παραιτοῦνται. delta. 795 9† Δυσάνισος† 9· Ἀντιφῶν (87 B 89 D.. K). ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν κἂν εὐκαταφρόνητον ᾖ. delta. 796 δυσάντητον· δυσχερές, δυσαπάντητον. delta. 797 δυσαρεστούμενοσ· μὴ ἀρεσκόμενος. delta. 798 δυσαύλησ· οὗτος αὐτόχθων μὲν ἦν, συνῴκησε δὲ Βαυβοῖ καὶ ἔσχε παῖδας Πρωτονόην τε καὶ Νῆσαν. delta. 799 9† Δυσβάρκανος† 9· δυσκατανόητος· βράκανα γὰρ ἄγρια λάχανα δύσπλυτα. delta. 800 δυσαριστοτόκεια (54)· δυστυχῶς τὸν ἄριστον τεκοῦσα. ἢ διὰ τὴν ἀριστείαν δύστηνον. delta. 801 δυσαχθέσ· βαρύ, ἀβάστακτον. delta. 802 δυσβουλία· κακοβουλία. delta. 803 δυσγενήσ· ὁ ἐκ κακοῦ γένους. delta. 804 δυσγάργαλισ· δυσυπότακτος· γαργαλίζειν γὰρ τὸ εἰς γέλωτα κινεῖν καὶ πείθειν. delta. 805 δυσδιάλλακτον·† δυσθρήνητον†. delta. 806 δυσδιάφευκτον· δυσχερῶς λανθάνον. delta. 807 9† Δυσεάκτου† 9· δυσθρηνήτου. delta. 808 δυσέκλυτα· δυσχερῶς λυόμενα. delta. 809 δύσερμοσ· ὡς δύσελπις. delta. 810 δυσέκτων· δυσγνωμόνων. delta. 811 δυσέμβολοσ· δυσεπιχείρητος. delta. 812 δυσερμίασ· κακῆς ἀποτυχίας· εὐερμίαν γὰρ τὴν ἐπιτυχίαν καλοῦσιν. delta. 813 δυσέξοιστον· δυσεκκόμιστον. delta. 814 δύσεριν· φιλόνεικον. παρὰ τὸ δυσ, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν. delta. 815 δύσερωσ· κακὸς ἔρως. delta. 816 δυσθήρατοσ· δυσεύρετος. delta. 817 δυσθύροισ· δυσφυλάκτοις. delta. 818 δυσήνεμον· τὸ κακοὺς ἀνέμους ἔχον, δυστάραχον. delta. 819 δυσηκεῖ9· δυσιάτῳ. delta. 820 δυσηνίουσ· δυσπειθεῖς, ἀνυποτάκτους, δυσαγώγους, δυσμετόχους,. delta. 821 δυσήνυτον· δυσκατόρθωτον. delta. 822 δυσῆρεσ· δυσχερές. delta. 823 δυσκάθεκτον· δυσνόητον, ἀκατάληπτον. delta. 824 δυσκελάδου9 (Π 357)· κακοήχου. delta. 825 δυσκλεέσ· ἄδοξον, ἄτιμον, ἀπρεπές. delta. 826 δύσλοφα· χαλεπῶς φερόμενα. delta. 827 δύσκωφοσ· ὁ ἐκ μέρους ἀκούων. delta. 828 δυσμαῖς βίου9· τῷ τέλει τῆς ζωῆς. delta. 829 δυσμένεια· ἔχθρα, κακόνοια. delta. 830 δύσμηνισ· βαρύθυμος, ὀργίλος, μνησίκακος. delta. 831 δυσξύμβολα· δυσνόητα. delta. 832 δύσοδοσ· τραχεῖα, δυσχερῆ διάβασιν ἔχουσα. delta. 833 δυσοίζου {σα9· ἄγαν ὑπόπτευε καὶ οἰωνίζου. delta. 834 δυσόμοια· ἀνόμοια. Στράττις (fr. 75 K.). delta. 835 δυσοίκτου9· δυσθρηνήτου. delta. 836 δύσοιστοσ· δυσφόρητος. delta. 837 δύσοιμοσ· δύσοδος, οἷον ἐπὶ κακῷ ἄγουσα. delta. 838 δυσόρφναια· μέλανα. delta. 839 δύσοσμοσ· δυσώδης. delta. 840 δυσπαίπαλοσ· τραχεῖα. delta. 841 δυσπάλαιστοσ· δυσκαταγώνιστος. οὕτως Εὐριπίδης (Alc. 889). delta. 842 δύσπαρι (Γ 39)· ἐπὶ κακῷ ὠνομασμένε, οἷον ζήσας ὡς Πάρις, δυσώνυμε. καὶ δυσπάριτον χωρίον· τὸ ἄβατον. οὕτως Ξενοφῶν ἐν τῇ Ἀναβάσει (4, 1, 25). delta. 843 δυσπέμφελον· δυσάρεστον, χαλεπόν, μεμψίμοιρον. delta. 844 δυσπετοῦντα· κακῶς πάσχοντα. delta. 845 δυσπετήσ· δυσχερής. delta. 846 δυσπόριστον· δυσεύρετον. delta. 847 δυσπρόσιτα· δυσχερῆ ἐγγισθῆναι. delta. 848 δυσποτμότερον· ἀθλιώτερον. delta. 849 δυστεκμαρτότερον· δυσκαταληπτότερον. delta. 850 δύστηνοσ· ταλαίπωρος, δυστυχής, ἄθλιος. delta. 851 δύστροπον· σκολιόν, δυσάρεστον. delta. 852 δυστόπαστοσ· κακοϋπονόητος. delta. 853 δυστοπώτατα· δυσχερέστατα. delta. 854 δυστράπελοσ· δύστροπος, ἄμορφος, δυσμετάθετος. delta. 855 δυσφώρατοσ· δυσκόλως ἐλεγχόμενος. {ἢ ὁ κακῶς ὑφορώμενος καὶ ὑπονοῶν. delta. 856 δυσχεραίνειν· μισεῖν. delta. 857 δυσώνυμοσ· κακώνυμος. delta. 858 δυσωπεῖσθαι· ὑφορᾶσθαι καὶ ὑπόπτως ἔχειν, φοβεῖσθαι μεθ' ὑπονοίας. delta. 859. ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. delta. 860 δυσωποῦμαι· Δημοσθένης (9, 65) καὶ Ξενοφῶν (2, 1, 4) ἀντὶ τοῦ φοβοῦμαι. delta. 861 δύω· καὶ ἐν τῷ ω δύω λέγουσιν ἑκατέρως. delta. 862 δῶ9· κατὰ ἀποκοπὴν δῶμα, οἶκος. delta. 863 δωδωναῖοσ· ὁ Ζεύς, παρόσον ἐν Δωδώνῃ τῆς Θεσπρωτίας τιμᾶται. delta. 864 δωδώνη· πόλις ἐν τῇ Θεσπρωτίᾳ Πελασγία. delta. 865 δωδεκάκρουνοσ· κρήνη Ἀθήνησιν, ἣν Θουκυδίδης Ἐννεάκρουνον (2, 15, 5). delta. 866 δωδωναῖον χαλκεῖον· Δήμων μέν φησι (FGrHist 327 F 20) ἐν τῇ Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, ὅταν τις ἑνὸς ἅψηται, ἐκ διαδοχῆς πάντας ἠχεῖν.†̓ Αριστοτέλης† δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ' ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Αὐλητρίσι (fr. 60, 3 K.. TH). [...] πρὸς Δήμωνα. εἰ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία. delta. 867 δωδεκῇδεσ· θυσίαι δώδεκα ἱερείων, ὡς τριττύς, ἡ ἐκ τριῶν. delta. 868 δωδεκαμήχανοσ· πόρνη δώδεκα σχήμασι χρωμένη, Κυρήνη τὸ ὄνομα. delta. 869 δωμάτιον· οἰκημάτιον. delta. 870 δωριάζειν· παραγυμνοῦσθαι· Δωρικὸν γάρ ἐστι τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν. ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι. delta. 871 δωρογραφή9· ὅταν τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ' αὐτοῦ διχῇ ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. delta. 872 δωροδοκήσασ· δῶρα λαβών. delta. 873 δωροδόκοσ· δῶρα δεχόμενος. delta. 874 δωροδόκησιν· τὴν δωροδοκίαν. Θουκυδίδης (5, 16, 3). delta. 875 δωροξενία· ὅταν τις γραφεὶς ξενίας καὶ δῶρα δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέγεται. delta. 876 δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. 9 delta. 877 δειλὸν ὁ πλοῦτοσ· παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς αὑτῶν ποιοῦνται φυλακάς. delta. 878 δωριάζειν· τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολὺ τοῦ σώματος· αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θάτερα ἐπιπεπορπημέναι. epsilon. 10. 20 9Ἐπώνυμοι: διττοί εἰσιν οἱ ἐπώνυμοι· οἱ μὲν δέκα ἀριθμὸν, ἀφ' ὧν αἱ φυλαί· ἕτεροι δὲ δύο· καὶ τοῖς μὲν, ἀφ' ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πο λιτῶν καθ' ἕκαστον ἔτος· ἀπὸ ιηʹ ἔτους μέχρι ξʹ. 9Ἐπώνυμοι: οἱ κατ' ἀρετὴν διαπρέποντες, ἀστοὶ καὶ ξένοι, χαλκαῖς εἰκόσιν ἐτιμῶντο· ὑφ' ὧν ἐνίων καὶ epsilon. 11 ταῖς φυλαῖς ἐτέθη ὀνόματα· φασὶ δὲ ἐκεῖθεν πρῶ τον δόξαι τὰς φυλὰς ἐξηγήσασθαι· ἀπορούντων γὰρ αὐτῶν ὄνομα ταῖς φυλαῖς θέσθαι, ἀπὸ τῶν ἐνδοξο τάτων τοῦτο ποιῆσαι· καὶ ἕκαστον ὀνόματα ἴδια γραψάμενον κληρῶσαι· παρὰ οὖν τὰς εἰκόνας τῶν ἐπωνύμων τούτων εἰσηγοῦντο τοὺς νόμους πρὶν ἢ γενέσθαι κυρίους· ἵν' ἐντυγχάνοντες αὐτοῖς οἱ βου λόμενοι κατηγοροῖεν. 9Ἐπωπτευκότων: οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τηῖ δευτέραι μυήσει ἐποπτεύειν λέγονται. 9Ἐπώχετο: ἐπεπορεύετο. 9Ἐραῖ9: ἐπιθυμεῖ. 9Ἐρανεμπόλοισ: τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν. 9Ἐρανέμπολοι: ἀπὸ τῶν ἐράνων βιοῦντες. 9Ἐργάτησ: φιλεργός. 9Ἐργασείειν: ἐργαστικῶς ἔχειν. 9Ἔρανα: δῶρα. 9Ἔρανον: ἐκ συνεισφορᾶς δῶρον. 9Ἔρανοσ: ἐντολή· εἰσφορά· ἢ συλλογή· ἢ σπουδαιό τερον [....]. 9Ἐρανίσασ: Δημοσθένης· ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐρανιστὴς μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέ χων· καὶ τὴν φορὰν, ἣν ἑκάστου μηνὸς ἔδει κατα βάλλειν, εἰσφέρων. epsilon. 12 9Ἐρανιστάσ: ὡς ἡμεῖς καλοῦσιν· Ἀριστοφάνης Ὁλ κάσιν· πρώην ἐρανιστὰς ἑστιῶν ἥψησ' ἔτνος. 9Ἐρανίσαι: τὸ λαβεῖν ἔρανον καὶ συλλέξαι παρά τινος. 9Ἐρανιῶν: ἐρανισθησόμενος. 9Ἐραστριᾶν καὶ ἐρωτίζειν λέγουσιν. 9Ἐρατειχεύειν: στρατεύεσθαι. 9Ἐργάνη: ἡ Ἀθηνᾶ παρὰ τὸ τῶν ἔργων ἐπιστατεῖν· ταύτης εὑραμένης τὰς τέχνας. 9Ἐργαστίτερον λέγουσιν. 9Ἔργα νέων: παροιμία τίς ἐστιν· οὕτως προσαγορευο μένη· Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόν των. 9Ἐργίσκη· τῆς Θράκης ἐστὶν ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης. 9Ἐργοκλῆς καὶ Ἐργόφιλοσ: στρατηγοὶ Ἀθηναίων. 9Ἔργον εἰπεῖν: χαλεπὸν εἰπεῖν. 9Ἐργολαβῆσαι λέγουσιν. 9Ἔργον: ὁ μισθός· καὶ λαβεῖν ἔργον· τὸ μισθῶσαι ἑαυτόν. 9Ἐργολάβοι: οἱ προϊστάμενοι τινῶν. 9Ἐρεβίνθινος Διόνυσοσ: ἀντὶ τοῦ ζωμός· παροιμία· τάττεται δὲ αὕτη ἐπὶ τῶν ἀφορμὰς τῶν εἴτε χρησ τῶν, εἴτε μοχθηρῶν ἐκβάσεων παρεχομένων. epsilon. 13 9Ἐρέβινθοσ: αἰδοῖον. 9Ἐρείδειν: τὸ ἐσθίειν σφοδρῶς· ἢ ἄλλο τι ἐνεργεῖν συντόνως· Ταγηνισταῖς· Ἐρείδετον, κἀγὼ κατό πιν σφῶν ἕψομαι. 9Ἔρεσθαι: ἐρωτῆσαι· πυθέσθαι. 9Ἐρέσσειν: συντόνως ἐσθίειν· ἀπὸ τῶν ἐρεσσόντων. 9Ἐρεσχηλεῖν: πολὺ παρὰ Πλάτωνι τωῖ φιλοσόφωι καὶ παρὰ Ἴωσιν· γέγονε δὲ ἀπὸ τοῦ ἐρᾶν καὶ ἀπὸ τῆς λέσχης. 9Ἐρεσχηλοῦντα: σκώπτοντα καὶ χλευάζοντα· καὶ οἷον ἐρίζοντα. 9Ἐρετρικὸς κατάλογοσ: ἐπὶ Διφίλου ἄρχοντος ἔ γραψαν ψήφισμα τοὺς ὁμήρους καταλέξαι ἐξ Ἐρετριατῶν πλουσιωτάτων. 9Ἐρεφθείσ: ἐπιστεγάσας. 9Ἐρήμη δίκη: ὅτ' ἂν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθηῖ. 9Ἐρήμην ἁλῶναι: 9Ἔρημον ἐμβλέπειν: ἀκίνητον καὶ νωθρόν· οἷον ὅτ' ἂν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπω μεν· Ἀριστοφάνης Πολυίδω. 9Ἔριθοσ: ἡ μισθοῦ ἔρια ἐργαζομένη. 9Ἐρείκη: εἶδος φυτοῦ. 9Ἐρικτῶν: τῶν διχερικτῶν πυρῶν καὶ μὴ εἰς ἄλευρα ἀληλεσμένων· ἀλλ' ὥστε δύο ἐξ ἑνὸς γεγονέναι· τοῦτο λέγουσιν ἐρικτόν. epsilon. 14 9Ἐρινάζειν: ὀλύνθους περιάπτειν ταῖς ἡμέραις συκαῖς ἀπὸ τῶν ἐρινεῶν καὶ ἀγρίων συκῶν· ἐξ ὧν οἱ λεγόμενοι ψῆνες μετεισέρχονται εἰς τὸν τῶν ἡμέρων συκῶν καρπὸν καὶ κρατύνουσιν αὐτόν· ὥστε μὴ ἀπορρυῆναι τῶν δένδρων. 9Ἐριούνιον πάρον: τὸν χθόνιον. 9Ἐρίπναι· αἱ ἀπερρωγυῖαι πέτραι. 9Ἐρικνωμένον: 9Ἐρίωι στέψαντεσ: ἀντὶ τοῦ στέμμα περιθέντες· Πλά των Πολιτείας ΐ. 9Ἐρκάνη: φραγμός. 9Ἔρκεσι: δικτύοις. 9Ἔρκη: πλεκτά τινα ἐκ τριχῶν οἱ κωμικοὶ οἱ πα λαιοὶ καλοῦσιν. 9Ἔρκειοσ: γενναῖος· λέγεται δὲ καὶ Ζεύς. 9Ἔρρειν: ἰέναι. 9Ἐρκείου Διόσ: ἔρκον Ἀθηναῖοι τὸν οἶκον ἐκάλουν· τὸν οὖν φύλακα τοῦ οἴκου ἱδρυσάμενοι, Ἔρκειον Δία καλοῦσιν. 9Ἔρκειος Ζεύσ: ωἷ βωμοὶ ἐντὸς ἔρκους ἐν τηῖ αὐληῖ ἵδρυνται· τὸν γὰρ περίβολον ἔρκος ἔλεγον· μετῆν δὲ τῆς πολιτείας οἷς εἴη Ζεὺς Ἔρκειος. 9Ἐρκόπεζα· τὰ περιτεθειμένα ἀκανθώδη ξύλα πρὸς τὸ μὴ ὑπερβαίνειν δύνασθαι. epsilon. 15 9Ἑρμάν: ὕφαλος πέτρα· Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστοφάνης. 9Ἑρμαῖ9: Μενεκλῆς ἢ Καλλικράτης ἐν τωῖ περὶ Ἀθηναίων γράφει ταυτί· ἀπὸ γὰρ τῆς ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· ἐκαλοῦντο δέ τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου. 9Ἕρμαιον: τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν· ἃς οἱ ὁδοιπόροι κατεσ θίουσιν. 9Ἑρμαφρόδιτοσ: ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια, ἀρρένων καὶ θηλειῶν, φασίν· ἢ τὸν αἰσχρῶς καὶ ποιοῦντα καὶ πάσχοντα. 9Ἑρμῆς τρικέφαλοσ: 9Ἑρμῆς στροφεύσ: ὁ παρὰ ταῖς θύραις ἱδρυμένος· ἀπὸ τοῦ στροφέως τῆς θύρας. 9Ἑρμῆς τετρακέφαλοσ: ἐν Κεραμεικωῖ Τελεσαρχί δου ἔργον. 9Ἑρμῆς ὁ πρὸς τηῖ πυλίδι: Φιλόχορος λέγει ὡς οἱ ἐννέα ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα. 9Ἑρμείασ: ὄνομα κύριον· ὁ εὐνοῦχος ὁ τρίπρατος· οἰ κείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην· καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τωῖ φιλοσόφωι. epsilon. 16 9Ἑρμῆσ: πόσεως εἶδος· ὡς ἀγαθοῦ δαίμονος καὶ Διὸς σωτῆρος. 9Ἕρμιοι καὶ ἐξ Ἑρμοῦ9: τῆς Ἀκαμαντίδος φυλῆς. 9Ἑρμιόνη: χωρίον ἄσυλον· ἢ πόλις ἡ ἐν Πελοπον νήσω ἔχουσα ἱερὰ Δήμητρος καὶ Περσεφόνης ἄσυλα. 9Ἑρμοκοπίδαι: οἱ τῶν Ἑρμῶν τοὺς τραχήλους καὶ τὰ αἰδοῖα ἀποκόψαντες· φασὶ δὲ Ἀλκιβιάδην συμ πράττοντα Κορινθίοις τοῦτο πρᾶξαι. 9Ἑρμοκοπίδαι: οὕτως ἐκλήθησαν οἱ τῆς περικοπῆς τῶν Ἑρμῶν (αἴτιοι)· οὕτως Ἀριστοφάνης. 9Ἑρμοῦ κλῆροσ: ὁ πρῶτος ἀνελκόμενος· εἰώθεσαν γὰρ κατὰ τιμὴν τοῦ θεοῦ φύλλον ἐμβάλλειν ἐλαίας καὶ πρῶτον ἀνέλκειν τοῦτον· ἐλάγχανε δὲ ὁ μετὰ τοῦτον. 9Ἕρμοσ: δῆμος ἐστὶ τῆς Ἀκαμαντίδος· Διονύσιος δὲ οὐδετέρως λέγει τὸ Ἕρμος ὡς ἔρκος. 9Ἑρμώνιος χάρισ: ἡ κατὰ ἀνάγκην διδομένη. 9Ἐρόμενοσ: ἐρωτῶν. 9Ἐροιάδαι: οἱ Ἐροιάδαι δῆμος ἐστὶ τῆς Ἱπποθοωντί δος φυλῆς. 9Ἕρπει: τηῖ κοιλία βαδίζει. 9Ἑρπήνη: πάθος ἐστὶ χαλεπὸν, ἀπὸ τοῦ ἕρπειν καθ' ὅλου τοῦ σώματος· ἤτοι ὑπονέμεσθαι. 9Ἑρπύζων: ἐκ μεταφορᾶς βαδίζων. epsilon. 17 9Ἔρρε: φθείρου· ἀπαλλάττου. 9Ἔρρει: κατέπιπτεν. 9Ἔρρειν: φθείρεσθαι. 9Ἐρρέτω: οἰμωζέτω· φευγέτω. 9Ἔρρηκε: φθείρεται. 9Ἐρρήσετε: φθερεῖσθε· καὶ ἐρρήσας, φθαρείς. 9Ἐρρηνοβοσκόσ: ὁ προβατοβοσκὸς ἐν Τυροῖ βʹ Σοφο κλέους· ἴσως ἀπὸ τοῦ ἄρην. 9Ἐρρήσεισ: μετὰ βίας εἰσελεύσηι. 9Ἐρρήσαντο: ἐψηφίσαντο. 9Ἔρριον: εἰς φθοράν· Εὐριπίδης. 9Ἔρριον: τάχιον. 9Ἐρριπίζετο: ηὔξετο· ἀντὶ τοῦ ἐνεκαίετο· κυρίως γὰρ ἐπὶ πυρὸς λέγεται. 9Ἐρρόντων: φθειρέσθωσαν. 9Ἐρρώγασιν: ἐσχίσθησαν. 9Ἐρρωγότεσ: διεσπασμένοι. 9Ἔρρων: μετὰ φθορᾶς παραγενόμενος ἢ πορευόμενος. 9Ἐρρωπίζομεν: σύμμικτα καὶ συμπεφυρμένα ἐποιοῦ μεν· ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. 9Ἐρρώσαντο: ἐπωρώθησαν. 9Ἐρρῶσθαι φράσασ: οἰμώζειν εἰπών· κατεγνωκώς. 9Ἐρσήεισ: πρόσφατος· ἐνυγρός τε καὶ ἀμόλυντος. 9Ἐρσήεντα: δροσώδη καὶ ἁπαλόν· νεαρόν. 9Ἐρυγγάνειν: ὃ ἡμεῖς ἐρεύγεσθαι. epsilon. 18 9Ἐρυθαίνει: πυρρὸν ποιεῖ· ὅθεν καὶ ἐρύθημα, ἡ ῥίζα ἡ λεγομένη ἐρυθρόδανον. 9Ἐρυθραῖοι: οἱ ἀπὸ πόλεως τῆς ἐν Ἰωνίαι Ἐρυθρᾶς καλουμένης. 9Ἔρυμα: φύλαγμα καὶ τεῖχος. 9Ἐρυμνήν: ἠσφαλισμένην. 9Ἐρυσίβη: θηρίδιόν τι ἐν τῶ σίτω γινόμενον· ὃ λυμαίνεται τὸν καρπόν· τινὲς νόσον ἐπιγινομένην τοῖς σπέρμασιν· ἢ ἡ κονιορτώδης φθορὰ τοῦ σίτου. 9Ἔρυσμον: λάχανον οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες. 9Ἔρυσοσ: σπυρίς. 9Ἐρύσταζεν: εἷλκεν. 9Ἐρύσιμον: ἑλκύσιμον. 9Ἔρυφον: οὐκ ἐρρόφησα. 9Ἑρχθέντα: ὕδατι ἀποπνιγέντα. 9Ἐρχιάδαι: Ἐρχία δῆμος τῆς Ἀττικῆς. 9Ἐρωδιόσ: ὀρνέου εἶδος. 9Ἐρώμεθα: ἐρωτήσωμεν. 9Ἔρωμαί σε: ἐρωτήσω σε. 9Ἐρῶν: ἐφιέμενος· ἐπιθυμῶν. 9Ἐσάλευε καὶ ἀπεσάλευε: τοῦτο καὶ ἐπὶ νεῶν λέγεται καὶ ἐπὶ ἀνθρώπων· ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τηῖ γηῖ ὥρμει· τὰ δὲ δὴ πλείω καὶ epsilon. 19 μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν· ἐπὶ δὲ ἀνθρώπων, ὡς τὸ, ἐφ' ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευε· σημαίνει δὲ (ἡ λέξις τὸ, τὰς ἐλπίδας ἐπὶ τούτωι εἶχεν.) 9Ἔσβη: ἐσβέσθη· ἐπαύσατο. 9Ἐσδραμύλιξον: εἴσδραμε. 9Ἐσέφθην: τὸ ἐσεβάσθην· Σοφοκλῆς. 9Ἐσθήματα: ἱμάτια. 9Ἐσθλά9: ἀγαθά. 9Ἔσθοντεσ: ἐσθίοντες. 9Ἔσθοσ: ἱμάτιον. 9Ἔσθ' ὅτε: ἔστιν ὅτε. 9Ἐσίνοντο: ἐβλάπτοντο. 9Ἔσκαλεν: ἐσκάλευεν· ἐσάλευεν· ἠρεύνα. 9Ἐσκήνησαν: ἀντὶ τοῦ ωἴκησαν. 9Ἐσκληκότα: προσλιπαροῦντα· προσεσκληκότα· μετ ῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων. 9Ἐσκοπεῖτο: ἀνεσκόπει. 9Ἐσκοπίαζε: περιέβλεπεν. 9Ἐσκοροδισμένοσ: παρωξυμμένος· ἀπὸ τῶν σκορόδων· μεταφορὰ δὲ ἀπὸ τῶν ἀλεκτρυόνων τῶν διὰ τὴν νόσον χριομένων σκόροδα. 9Ἐς κόρακασ: εἰς τὸ σκότος· εἰς ὄλεθρον. 9Ἐς κόρακασ: Βοιωτοῖς ὁ θεὸς ἔχρησεν, ὅπου ἂν λευκοὶ κόρακες ὀφθῶσιν, ἐκεῖ κατοικεῖν· περὶ δὲ τὸν epsilon. 20 Παγασιτικὸν κόλπον ὑπὸ παίδων ἀκάκων γυψω θέντας κόρακας ἰδόντες περιπετομένους· τοῦ Ἀπόλ λωνος ωἴκησαν χωρίον κόρακας· ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς, τοὺς φυγαδευομένους εἰς αὐτὸ ἔπεμπον· οἱ δὲ, ὡς τοῦ ζώου ἀναιδοῦς καὶ δυνατικοῦ τῶν ἀνθρώπων ὄντος· Ἀριστοτέλης δέ φησι· λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων, τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας, ἐᾶν ζῶντας· καὶ ἐπιλέγειν τῶ λοιμωῖ, φεῦγ' ἐς κόρακας· ὁ δὲ Αἴσωπος μυθικῶς· κολοιὸν μέγαν νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι, πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ, πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δὲ ἀγανακτήσαντας, παίειν αὐτὸν λέγοντας· φεῦγ' ἐς κόρακας· Ἀριστείδης δὲ ἀποδί δωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνωδέσι νεοσσοποιεῖσθαι, λέγειν ἡμᾶς· φεῦγ' ἐς κόρακας. 9Ἔσμα: Ἀριστοτέλης· ὅπερ Θεόφραστος μίσχον· ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων. 9Ἐσμόσ: πληθύς· ὄχλος· κυρίως τῶν μελισσῶν· παρὰ τὸ ἅμα πετομένας ἴεσθαι. 9Ἐσμυρνισμένον: σμύρνηι ἐπεστυμμένον· μύρον γὰρ παρὰ τὸ τηῖ μοίραι συνέψεσθαι. 9Ἐς ὀλβίαν: ὡς εἰς μακαρίαν· τὸ εἰς Αἵδου. 9Ἐς ὀψιγόνουσ: τοὺς μετὰ ταῦτα. 9Ἐσπάριζεν: οὐκ ἐσκάριζεν. 9Ἐσπάθα: σπάθη ὕφαινεν ἢ διέφθειρε τὰ οἰκεῖα. epsilon. 21 9Ἐσπαθημένοσ: πεπυκνωμένος· ἀπὸ τῶν κατακρου ουσῶν σπαθῶν τὴν κρόκην. 9Ἐσπαθᾶτο: Δημοσθένης ἐν τωῖ κατ' Αἰσχίνου· ἀντὶ τοῦ ἀπώλλυτο· παρὰ τὴν σπάθην· ἢ τὸ ἐρρίπτετο· ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο, ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὰ ὑφαινόμενα. 9Ἑσπέραν λέγουσι τὴν τοῦ ἡλίου δύσιν· καὶ ἀφ' ἑσπέρας· οὐκ ἀφ' ἑσπέρου. 9Ἕσπερον κέλευθον: ἑσπέριον· ἐπὶ δυσμὰς ὁδόν. 9Ἑσπέται: εἰπεῖν ποιήσαντες. 9Ἔσταλκεν: ἐμείωσεν. 9Ἐσταθευμένον: τὸ κεχλιασμένον τῶ πυρί· καὶ σταθεῦσαι διὰ τοῦ ˉθ· οὐχὶ στατεῦσαι. 9Ἔστ' ἄν: ἕως ἄν. 9Ἐστηλιτευμένον: ἀναγεγραμμένον. 9Ἐστῆξι: τὸ μέλλον λέγουσι· καὶ ἔστηξε καὶ τὰ ὅμοια οὕτως. 9Ἑστιᾶν: τρέφειν· καὶ ἑστιᾶσθαι· τρέφεσθαι· εὐω χεῖσθαι. 9Ἑστία: δίαιτα· οἴκησις· βωμός· χυτρόπους· ἐσχάρα. 9Ἑστιατόρια: ἑστίασις. 9Ἑστιάτωρ: ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν· δαιτυμόνες δὲ οἱ ἀριστηταί. 9Ἑστία θύομεν: ἀφ' ὧν οὐκ ἔξεστι μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν· ἢ ἐφ' ὧν οὐκ ἐκφέρεται ἀπὸ τῆς θυσίας. 9Ἐς τί ἔτι: μέχρι τινος. 9Ἔστιν: ἡ πρώτη ὀξεῖα ἐπειδ' ἂν ἀποφαινώμεθα αὐτοὶ epsilon. 22 περὶ τοῦ ὑπάρχειν τί· Ἔστι πόλις Ἐφύρη· ὅτ' ἂν δὲ πρὸς ἐρώτησιν ἀποκρινώμεθα, τὴν ὑστέραν ὀξυ τονητέον. 9Ἑστιῶν: ἀριστοποιῶν. 9Ἐστόμφασεν: ἠλαζονεύσατο· ἢ σπάθη καθύφηναν· ἀντὶ τοῦ διέφθειραν τὰ ἐν τηῖ οἰκίαι. 9Ἐς τὸν λιμένα: ὅτ' ἂν γὰρ ὁρῶνται ἀπὸ τῆς πόλεως σφοδρότερον ἐρέσσουσιν· ὅθεν παροιμία κατὰ τὸ ἐλλιπές· Ἀττικὸς ἐς τὸν λιμένα· λείπει γὰρ ἰσχυρός. 9Ἐστρωμνημένοσ: ὁ ἐν τηῖ στρωμνηῖ μένων. 9Ἐστορέσθη: ἐστρώθη· ὡμαλίσθη. 9Ἐσφάλιζεν: ἠσφάλισεν· ἔσφηλεν· ἔδησεν· οὕτω καὶ τὸ πέδαις δῆσαι, πεδῆσαι. 9Ἐσφηκωμένον: ἐσφιγμένον· ἀπὸ τῶν σφηκῶν· οἱ κατὰ μέσον εἰσὶν ἐσφιγμένοι· ἔνθεν καὶ ὁ σφήν· Σοφοκλῆς Αἰθίοψι τοὺς ἐσφιγμένους μύρμηκας τηῖ σαρκώσει· Τετράπτεροι γὰρ νῶτον ἐν δεσμώ μασι Σφηκοι κελαινόρινες· Ὅμηρος· χρυσωῖ τε καὶ ἀργύρω ἐσφήκωντο. 9Ἔσφηλε: κατέβαλε. 9Ἐς φοινικίδας καταξάναι· αἱματόρρυτον ποιῆσαι· οἱ δὲ ὅτι εἰς φοινικίδα κατέξαινον τὰ ἔρια· οἱ δὲ ὅτ οἱ Λάκωνες ἐν φοινικίσι παρετάττοντο. epsilon. 23 9Ἐς Φρεάτου9: Φρέατος τόπος τῆς Ἀττικῆς· ἐν ωἷ ἐδίκαζον περὶ φόνου. 9Ἐσχάρα: ἡ ἐπὶ γῆς ἑστία στρογγυλοειδής· ἀφ' ἧς ἐσχάρας λέγομεν καὶ τὰ κοῖλα καὶ περιφερῆ ἕλκη· ὁ δὲ βωμὸς, τὸ ἐν ὕψει ἐστὶ πρὸς θυσίαν οἰκο δόμημα. 9Ἐσχάρα: ἐσχάραν φησὶ καλεῖσθαι Λυκοῦργος καὶ Ἀμμώνιος τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ' ἐπὶ γῆς ἱδρυμένην· ἢ κοίλην· παρὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. 9Ἐσχάραι πυρόσ: ἐπὶ ἐδάφους ἀνθρακιαί. 9Ἐσχάρασ: τὰ τῶν γυναικῶν αἰδοῖα. 9Ἐσχάριον: θυμιατήριον κοῖλον. 9Ἐσχαρίτην: ψωμίον ἀπὸ κλιβάνου. 9Ἐσχάτη ἀδικία: ἄκρα τὲ καὶ τελεία. 9Ἐσχατιά9: τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσ χατιὰς ἔλεγον· οἷς γειτνιᾶ, εἴτε ὄρος, εἴτε θάλασσα. 9Ἐσχατίαν: ἔσχατον τόπον γῆς· ἢ τὰ νομὰς ἔχοντα χωρία, ὡς καὶ Ἀριστοτέλης ἐν τωῖ ηʹ περὶ τῆς Πολιτείας. 9Ἔσχατος Μυσῶν: Ἕλλησι λοιμωῖ κρατουμένοις ὁ θεὸς ἔχρησεν ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν· οἱ δὲ τὸ μὲν πρῶτον ἠπόρουν· αὖθις δὲ τὴν Αἰολίδα παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον· ἔνιοι τὴν παροιμίαν ἔκ τινος χρησμοῦ λέγουσι Τηλέφω μαν epsilon. 24 τευομένω γεγονέναι περὶ γονέων, ἐπί τινας τόπους ἐλθὼν, εὕροι τοὺς γονεῖς· τὸν δὲ θεὸν προστάξαι πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν· ἀφικόμενον δὲ εἰς Τευθρανίαν, νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσοὺς, ἐπιτυχεῖν τηῖ μητρὶ αὐτοῦ· τάττεται ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων. 9Ἔσχε: κατέπαυσε. 9Ἐσχεδίαζον: ἡτοίμαζον. 9Ἐσχάτωσ: ἄκρως· Μένανδρος· φοβοῦμαί σ' ἐσ χάτως. 9Ἔσχεν: ἐπέσχε· Μένανδρος. 9Ἔσχετο: ἐπεσχέθη. 9Ἐτεοβουτάδαι: γένος πολὺ, λαμπρόν· ἀπὸ Βούτου· ἀφ' οὗ ἱερεῖς καθίστανται Ἀθήνηισιν. 9Ἐτεοβουτίδαι: γένος Ἀθηναίοις· οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου γεγονότες· ἐκ δὲ τούτων καθίστατο ἡ ἱερεία τῆς Πολιάδος· καθαρῶς δὲ ἦν Ἀττικὸν τὸ γένος καὶ γνήσιον· τὸ γὰρ ἐτεὸν τὸ ἀληθὲς δηλοῖ. 9Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. 9Ἔτειρε: κατεπόνησε. 9Ἐτεόν: ἀληθῶς. ετια: 9Ἑταίρας Ἀφροδίτης ἱερὸν Ἀθήνηισιν· ἀπὸ τοῦ συνά γειν ἑταίρους καὶ ἑταίρας. 9Ἑταίρα: φίλη· πόρνη. 9Ἑταιρικόσ: ὁ εἰς ἑταίρας καταφερής. epsilon. 25 9Ἑταιρίστριαι: γυναῖκες φιλίας κτώμεναι. 9Ἑταιριζομένη: ἐρεθιζομένη· προσκνωμένη. 9Ἑταιρισάμενοσ: συνεργήσας. 9Ἑταιρία: ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τούνομα τέταχεν Ἀνδοκίδης. 9Ἑταιρήσασ: πορνεύσας. 9Ἑταιρίστριαι: αἱ καλούμεναι τριβάδες. 9Ἑταιρῶν ἀνθίνων: νόμος Ἀθήνηισι τὰς ἑταίρας ἄνθινα φορεῖν. 9Ἕταισ: ἑταίροις. 9Ἑταιρεῖν: καὶ ἐπὶ τοῦ φιλονεικεῖν. 9Ἑτερότοιχα: ἀσύμφωνα. 9Ἐτέλει: ἐτέτακτο. 9Ἐτελέσθησαν: ἐμιάνθησαν· μετέσχον τῆς μιαρᾶς συνουσίας. 9Ἐτέλεσε: κατήνυσε· Θουκυδίδης· ἐς Φάρσαλον ἐτέλεσεν. 9Ἑτεραλκέα: ἑτεροκλινῆ. 9Ἑτεροιούμενοι: ἀλλοιούμενοι. 9Ἑτεροῖον: ἀλλοῖον. 9Ἕτεροσ: Φερεκράτης ἐπὶ πολλῶν. 9Ἕτεροσ: ἐπὶ δυεῖν λέγουσιν. 9Ἑτερόγναθοσ: ἀπειθής· ἢ ὁ ἄπληστος καὶ ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων. 9Ἑτερομάσχαλοσ: χιτὼν δουλικὸς, ἣν ἐξωμίδα λέ γουσιν. epsilon. 26 9Ἑτερόφθαλμοσ: ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημο σθένης ἐν τῶ κατὰ Τιμοκράτους. 9Ἑτέρωθι: ἐν ἑτέρω τόπω. 9Ἑτέρωσέ ποι: ἐφ' ἕτερον τόπον. 9Ἑτερόπλουν λέγουσι καὶ ἀμφοτερόπλουν. 9Ἑτερόφθαλμοσ: οὕτως λέγουσιν, οὐ μονόφθαλμος. 9Ἑτέρωσε: ἀλλαχόσε. 9Ἔτειον: ἐνιαύσιον· ἐπέτειον δὲ τὸ μὴ μόνιμον, ἀλλὰ πρὸς ἐνιαυτὸν ἀκμάζον. 9Ἔτλησ: ὑπέμεινας. 9Ἔτνοσ: εἶδος ὀσπρίου. 9Ἔτνα: τῶν ὀσπρίων τὸν χυλόν. 9Ἔτνοσ: ἕψημα. 9Ἐτνήρυσιν: λέγουσι δὲ καὶ ζωμήρυσιν· Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ὦ μῆτερ, ἀνάδος δεῦρο τὴν ἐτνή ρυσιν. 9Ἐτησίαι: οἱ ἀπὸ Βορέου ψυχροῦ πνέοντες ἄνεμοι. 9Ἐτήσιοι: πρόσκαιροι· Ἐτήσιοι γὰρ πρόσιτ' ἀεὶ πρὸς τὴν τέχνην· Κρατῖνος Δηλιάσιν. 9Ἐτιθήνευσεν: οὐκ ἐτρόφησεν. 9Ἔτοσ: μάτην. 9Ἐτόπασεν: ὑπενόησεν· ἐνόμισεν. 9Ἐτραγώδουν: ἐχόρευον. 9Ἐτρύχωσεν: ἐξέτριψεν. 9Ἐτύγχανεν: ἔτυχεν. 9Ἐττημένα: σεσησμένα· Φερεκράτης. epsilon. 27 εὐαγέσ: ἁγνόν· εὐσεβές· ὅσιον· θειότατον. εὐάγωγον: εὐχερές. εὐάγωγον: εὐθήρατον· εὔληπτον. εὐαγωγία: εὐπαιδευσία. εὐαγγέλειν ὑφ' ἓν λέγουσι καὶ καταγγέλλειν. εὐαγήσ: μεταφορικῶς κύκλος. εὐάγκαλον: εὐβάστακτον. εὐαγόρασ: ὄνομα κύριον. εὐαίων: ὄνομα κύριον. εὐανδρία: Δείναρχος· εὐανδρίας ἀγὼν ἤγετο. εὐάνθης γλῶσσα: εὐαλδεῖ9: εὐεξεῖ. εὐάντητοσ: εὐαπάντητος. εὐάντητοσ: εὐικέτευτος· ἄντεσθαι γὰρ τὸ ἱκετεῦσαι. εὐάντυγα: εὐάξονα. εὐαφέσ: εὐμάλακτον· εὐψηλάφητον. εὖ βεβηκότα: εὐσταθῆ. εὐβοιεῖσ: οὐκ Εὐβοεῖς. εὔβοτον: καλὰ βοσκήματα ἔχον. εὔβουλοσ: δημαγωγὸς ἦν ἐπιφανέστατος· ἕτερος δέ ἐστιν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερίδης. εὖγε: καλῶς· ὁσίως· λέγεται δὲ καὶ ἐπὶ εἰρωνείας πολλάκις. εὐγενέστερος Κόδρου9: τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσση νίου· πατρὸς δὲ Μέδοντος καὶ Νείλεω· οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις· epsilon. 28 ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας ἐδέξατο· ἐν οἷς καὶ Μέλανθον· χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως· νοήσας τὸν χρησμὸν, ἀναλα βὼν ὑλοτόμου ἐσθῆτα, καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων, ἕνα ἐξ αὐτῶν ἀνεῖλε· διοργισθέντες δὲ οἱ λοιποὶ συλλαβόντες αὐτὸν ἀνεῖλον· ὡς Δήμων. εὐγηρότατοσ: καλὸς γέρων· ἀξιότιμος. εὐγμαοδείων: εὐχῆς ἀξίων. εὐγνώμων: τὸν εὔγνωστον λέγουσι· καὶ τὸν μὴ γι νωσκόμενον ἀγνώμονα. εὐγνωμοσύνη: εὔνοια· γνησιότης. εὐδείπνουσ: τὰς τοῖς τεθνεῶσιν ἐπιφερομένας χοάς. εὐδιάλογοσ: ὁ εὐόμιλος. εὐδαιμονία: εὐτυχία· εὐπραγία. εὔδικοσ: εἷς ἐστιν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης. εὐδίαιοσ: χειμάρρους· καὶ τὸ τρῆμα τῆς νεὼς, δι' οὗ ἡ ἀντλία ἐκρεῖ. εὐδαιμονέστατοσ: εὐτυχής· πλουσιώτατος· μακαρισ τότατος. εὔδμητον: καλῶς ωἰκοδομημένον. εὐδοκιμοῖ9: καὶ εὐδοκιμοίη· τὸ εὐκτικὸν ῥῆμα· καὶ ποιοῖ καὶ ποιοίη· καὶ τᾶλλα τὰ ὅμοια σὺν τῶ ˉη καὶ ἄνευ τούτου. εὕδοντι δ' αἱρεῖ κύρτοσ: παροιμία· καθεύδουσι γὰρ epsilon. 29 καθέντες τοὺς κύρτους· παρὰ τοῦτο ἐποίησε Κρατῖ νος Ἀρχιλόχοις· Εὕδοντι δ' αἱρεῖ πρωκτός. εὗδον: ἐκάθευδον. εὐδρανήσ: εὖ δρῶσι: καλῶς ποιοῦσιν. εὖ εἰδότεσ: καλῶς γινώσκοντες. εὖεν: ἔβρεχεν. εὐέδρωσ: βεβαίως. εὔειρον: εὐέριον. εὔεικτον: εὐπειθές· καλῶς εἶκον. εὖ ἔχειν στόμα: τὸ εὐφημεῖν· οὕτως Εὔπολις. εὐεκτικῶσ: σχετικῶς. εὐεξία: εὐρωστία σώματος. εὐεπήσ: εὐερμία: εὐτυχία· ὡς δυσερμίαν ἀτυχίαν· ἐντεῦθεν καὶ τὰ ἀπὸ τῆς τύχης εὑρήματα κοινὸν Ἑρ μῆν ἔλεγον. εὐερνήσ: εὐθαλὴς βλαστός. εὐερκήσ: εὖ τετειχισμένη. εὐερνῶ9: εὐτυχῶ. εὐετηρία: εὐθηνία· εὐνομία· εἰρήνη· τὸ καλῶς δια κεῖσθαι. εὐζωΐτου9: καλῆς ζωῆς. εὔζωνοι: ἔνοπλοι· ἢ οἱ μὴ ἔχοντες φορτία. εὔζωνοσ: ἡ εὔτοκος· καλή. εὔζωρον: εὐκέραστον. εὐηθείασ: μωρίας· ἀνοίας. epsilon. 30 εὐήθησ: βλάξ· ἀνόητος· ἢ ἄχρηστος τὸ ἦθος· ἢ μωρὸς εὐφήμως. εὔηθεσ: ἐπὶ τοῦ βελτίονος· καὶ Θουκυδίδης καὶ ὁ φιλόσοφος. εὐήλατον: τὸ καλῶς ἐληλασμένον. εὔειλοσ: εὐήλιος· Ἀριστοφάνης. εὐερκίασ: εὐπρεποῦς ἀσφαλείας καὶ περιφράξεως. εὐέστω: εὐθένεια· παρὰ τὸ ἑστάναι. εὐζωρότερον: ἀκρατότερον. εὐήθησ: οὐ μόνον ὁ μωρὸς καὶ ἄνους· ἀλλ' ἐσθ' ὅπη καὶ ὁ χρηστὸς, ἀπὸ τοῦ εὖ ἔχειν τὸ ἦθος. εὔηθεσ: ἐπὶ τοῦ ἀγαθοῦ· ἐν τωῖ κατὰ Τιμοκράτους λόγωι. εὐημερίαν: τὴν εὐδαιμονίαν· καὶ Ξενοφῶν ἐν τοῖς Ἑλληνικοῖς καὶ Φερεκράτης. εὐημερία· ὡς ἐν τηῖ συνηθείαι: Ἄλεξις Ὀλυνθία· Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι· καὶ εὐημερή σαντος Ὑπερίδης. εὐηνέμουσ: εὐδιεινούς· καλούς· ἀχειμάστους. εὐηνιώτατα: εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. εὐήνιον: εὐπειθές· καλῶς ἡνιοχούμενον· ἡνία γὰρ τὰ λῶρα. εὐήνιοσ: πρᾶος· ἐπὶ μηδενὶ ἀνιώμενος· ἢ εὐπειθής· ἀπὸ τῶν ἵππων μετάγοντες. epsilon. 31 εὐήνορα: τὸν ἀνδρείαν ποιοῦντα· ἐπὶ τοῦ οἴνου· ἐπὶ δὲ τοῦ χαλκοῦ, τὸν εὖ (τὸν ἄνδρα τιθέντα.) εὔηνοσ: δύο ἀναγράφουσι γεγράφθαι ἐλεγείων ποιη τάς· καὶ ἀμφοτέρους Παρίους. εὐήρεια: εὔπλοια· εὐχέρεια. εὐηρέσ: ἐπιεικές· πρᾶον. εὐήροτον: καλῶς ἠροτριασμένον. εὐήτριον: ἱμάτιον εὐυφές· ἢ τὸ ὁμαλὸν ὕφασμα. εὐῆρεσ: εὐάγωγον· ἀπὸ τῆς εἰρεσίας. εὐθέ9: λέγουσι καὶ εὐθέως· τὸ δὲ εὐθὺ, χωρὶς τοῦ ˉσ, ἐπὶ τόπου τιθέασιν. εὐθέοσ: φανεροῦ· εὐθοῦς. εὐθενεῖν: ἐν τῶ ˉε λεκτέον· οὐχὶ εὐθηνεῖν. εὖ θέσθαι: καλῶς διοικῆσαι. εὐθετῆσαι: κοσμῆσαι· συνθεῖναι. εὐθημονεῖσθαι: εὖ τίθεσθαι· ἢ συγκεῖσθαι. εὐθίασ: τῶν ἐπὶ συκοφαντίαι διαβεβλημένων ἦν ὁ Εὐθίας. εὔθικτον: εὐαφές· εὐψηλάφητον. εὔθινοσ: ἀρχὴ ἦν τίς· ἐξ ἑκάστης δὲ φυλῆς ἕνα κλη ροῦσι· τούτω δὲ δύο παρέδρους. εὔθρυπτα: ψωμοὶ οἴνω βεβρεγμένοι· οἷς ἐπιχεῖται καὶ φακή. εὐθύ9: κατευθύ· καὶ κατεναντίον· ἐπ' εὐθείας. εὐθυβόλωι: ἐξ εὐθείας βάλλοντι. epsilon. 32 εὐθυγενήσ: ἴσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος. εὐθυγνωμίασ: ὁ μάρτυς· ὡς τὴν οἰκείαν γνώμην εὐ θείαν διὰ λόγου παριστῶν. εὐθυμοσύνη: τάξις. εὐθύδημον: ἁπλοῦν δημότην. εὐθυεπίαισ: ὀρθολογίαις. εὐθυδικία: ὅτ' ἂν εἰσάγηταί τις κριθησόμενος περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου· τοῦτο εὐθυ δικία καλεῖται· περὶ ὧν γὰρ κεκρίσθαι τίς φησὶ, περὶ τούτων παραγράφεσθαι ἐφεῖται. εὐθὺ Λυκείου9: τὸ εἰς Λύκειον· ὅθεν Ἐρατοσθένης καὶ διὰ τοῦτο ὑποπτεύει τοὺς Μεταλλεῖς· καὶ Εὐριπί δης οὐκ ὀρθῶς· Τὴν εὐθὺς Ἄργους καὶ Ἐπιδαυρίας ὁδόν. εὐθύναι: οἱ ἀπολογισμοὶ τῶν ἀρξάντων· καὶ εὔθυνοι οἱ τούτους ἀνακρίνοντες· Νόμων ιβʹ· εἰ δὲ μὴ τού τους κατευθύνειν αὐτοὺς κατευθύνοντα· καὶ μετ' ὀλίγα· διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι· ἡμεῖς τούτους λογιστὰς λέγο μεν. εὐθύνα: κυρίως ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως· ἢ πρεσβεῦ σαι κακῶς· καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κλη ροῦσι· κατηγορεῖ δὲ ὁ βουλόμενος· καὶ τοῖς δικασ ταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. εὐθύναι: ὄνομα ἀρχῆς παρὰ Ἀθηναίοις· δέκα δὲ τὸν ἀριθμὸν ἄνδρες ἦσαν· παρ' οἷς ἐδίδοσαν οἱ πρεσ epsilon. 33 βεύσαντες, ἢ ἄρξαντες, ἢ διοικήσαντές τι τῶν δη μοσίων τὰς εὐθύνας. εὐθύναι: ἐξετάσαι ὀρθῶς. εὐθύνοντασ: ὁρμῶντας. εὔθυνοσ: εὐθυντής. εὐθύνασ: δίκας· τιμωρίας. εὐθύνουσιν: ἐρωτῶσι· δίκας εἰσπράττουσιν. εὐθύωρον: ἀντὶ τοῦ κατ' εὐθεῖαν· οὕτως Ἀντιφῶν καὶ Ξενοφῶν. εὐθύορον: τόπος ἐστὶν ἐπ' εὐθείας ἔχων τὸν ὅρον. εὐθυτενίζουσα: ὀρθῶς βαδίζουσα· ἐπιτατικῶς τρέ χουσα· ὀρθῶς φρονοῦσα· ἀπταίστως ψηφιζομένη· τὸ εὐθὺ σκοποῦσα· καὶ εὐθυτενίζων, ὁ μάρτυς ὁ τὰ εὐθῆ ἀπαρέγκλητα διατηρῶν· καὶ εὔρυθμον τὴν οἰ κείαν γνώμην διὰ τῆς εὐθυλογίας παριστῶν· ἀπὸ μεταφορᾶς τῆς ἐπιτεταμένης νευρᾶς. εὐθυρήμων: ἑτοιμολόγος. εὐθὺς καὶ εὐθέωσ: ἀμφότερα Ἑλληνικά· τὸ δὲ εὐθὺ διαφέρει τούτων· οὐ γὰρ τὸ παραχρῆμα σημαίνει· ἀλλὰ τὸ ἕως καὶ εἰς· οἷον, εὐθὺ σκοποῦ· ἀκριβὲς κατ' εὐθεῖαν. εὐθύ9: σύνεγγυς σημαίνει. εὐθυωρίαν: τὴν εὐθύτητα. εὐιλατεύειν: εὐμενῆ εἶναι. εὖ ἴσθι: καλῶς γνῶθι. εὐκατάπριστοσ: εὐκατάκαυστος. epsilon. 34 εὐκερματεῖν: Εὔβουλός που κέχρηται τῶ ὀνόματι. εὔκηλον: εὔκαυστον: εὔσχιστον· Ἴων ἐν Ὀμφάλην Ἐξανθρακώσας πυθμέν' εὔκηλον δρυός. εὐκλευέσ: εὔκληροσ: εὐεπίτευκτος. εὐκλεία: καὶ τὰ ὅμοια: μακρὰ ἡ τελευταία καὶ παροξύνεται· ὥσπερ καὶ Ἐρατοσθένης ἐν ιβʹ περὶ (κωμωιδίας.) εὐκληρία: εὐτυχία. εὔκολοσ: ῥάδιος καὶ οὐ συχνός· ὁ ἐναντίος τωῖ δυσ κόλω. εὐκόμιστοσ: ἐπιμελείας εὖ τετευχώς· κομιδὴ γὰρ ἡ ἐπιμέλεια· ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα. εὔκρασ: εὔκρατος· Εὐριπ. Βροτοῖσιν εὔκρας οὐ γένοιτ' ἂν ἡδέως· ἐν Ἀντιόphi. εὐκρινήσ: συνήθως μὲν ὁ ἐξ ἀρρωστίας ὑγιάνας λέγε ται, διὰ τὸ εὖ κεκρίσθαι· οὗτοι δὲ καὶ ἐπὶ τοῦ νεκροῦ τιθέασι κατὰ ἀντίφρασιν. εὐκρινέσ: εὐχερές. εὐκτάζου9: εὔχου. εὐκταῖον: εὐχῆς ἄξιον πολύτιμον· ὑγιές. εὔκυκλοσ: εὔχορος. εὐλάβησον: καὶ εὐλαβῆσαι λέγουσιν. epsilon. 35 εὐλαβοῦ9: φυλάσσου. εὐλαχα: τὸ ἄροτρον παρὰ Θουκυδίδηι· Δώριος δὲ ἡ λέξις. εὐληματεῖ9: εὖ ἔχει λήματος καὶ ἀνδρείας. εὐλόγηκεν: ἐβλασφήμησεν. εὐλογιστίασ: εὐλογίας· εὐβουλίας. εὐμάρειαι: εὐχέρειαι. εὐμαρήσ: εὔκολος· εὐχερής. εὐμάρειαν: ῥαστώνην· εὐχέρειαν· οἱ δὲ Ἴωνες τὸ περί τινα τῶν ἀναγκαίων τοῦ σώματος ἐκκρίσεων ἀσχοληθῆναι· οἷον οὐρῆσαι· ἀποπατῆσαι. εὐμαρίδεσ: ὑποδημάτων γένος. εὐμενίδεσ: Αἰσχύλος Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ Ἀθηνᾶ ἐπράϋνε τὰς Ἐρινύας· ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην· Εὐμενίδας αὐτὰς ὠνόμασεν· εἰσὶ δὲ τρεῖς· Ἀληκτώ· Μέγαιρα· Τισιφόνη. εὐμεταβολώτερος κοθόρνου9: κόθορνος ὑπόδημα ἁρμό ζον δεξιῶ τὲ καὶ εὐωνύμωι ποδί· ὅθεν καὶ Θηρα μένην, τὸν ἐπὶ τῶν τριάκοντα, κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι· ἐπὶ τῶν συστρεφομένων οὖν συνεχῶς ἡ παροιμία κεῖται. εὐμοιρία: εὐκληρία. εὐμολπία: πολλάκις τῆς ἡμέρας τρεπόμενος· ἢ εὐ φρονίαι· ἢ εὐμενείαι. εὐμολπίδαι: πατρία Ἀθήνηισιν ἀπὸ Εὐμόλπου· ἐγέ epsilon. 36 νοντο δὲ τρεῖς· ὁ μὲν ἐκ Θράκης ἐπιστρατεύσας, ὃν οὐ προσποιοῦνται οἱ Εὐμολπίδαι· ὁ δὲ Ἀπόλ λωνος καὶ Ἀστυκόμης· ὁ δὲ Μουσαίου καὶ Δηϊό πης. εὐμολπίδαι: γένος ἀπὸ τοῦ Θρακὸς, ὃς καὶ τὴν μύη σιν εὗρεν· ἢ ἀπὸ τοῦ Μουσαίου υἱοῦ, ὃς ἦν ἀπὸ τοῦ δευτέρου πέμπτος. εὐνάσ: κοίτας· ἢ ἀγκύρας. εὐνάσ: ἰδίως Θουκυδίδης τὰ ἐπίγεια· τὸ ἥμισυ αὐτοῖς τοῦ στρατεύματος ἐν τωῖ πρόσθεν ἦν τεταγμένον ἐπὶ ὀκτώ· τὸ δὲ ἥμισυ ἐν ταῖς εὐναῖς ἐν πλαισίωι. εὐναῖοσ: ἐγκεκρυμμένος· Σοφοκλῆς Δόλοψιν· Εὐναῖος εἴη δραπέτιν στέγην ἔχων. εὖ νένηται: εὖ πεπλήρωται. εὐνηθέντεσ: κατακοιτασθέντες. εὐνεῖδαι: γένος Ἀθήνηισι μουσικόν· ἀπὸ Εὔνεω τοῦ Ἰάσονος καὶ Ὑψιπύλης. εὐνεῖδαι: γένος ἐστὶ παρὰ Ἀθηναίοις οὕτως ὀνομα ζόμενον· ἦσαν δὲ κιθαρωδοὶ, πρὸς τὰς ἱερουργίας παρέχοντες τὴν χρείαν. εὖνοι: οἱ εὐνοοῦντες. εὐνοίασ: φιλίας. εὐνομουμένη: εἰρηνεύουσα· εὐθηνουμένη· καλῶς δια κειμένη. εὐνούστατα: φιλίως. εὐνοῦχοσ: οὐ σπάδων ὑπὸ τῶν Ἀττικῶν καλεῖται. epsilon. 37 εὔογκον: οὐ τὸ μέγα· ἀλλὰ τὸ μέτριον τωῖ ὄγκω. εὔνοστοσ: θεὸς ἐπιμύλιος· ἡ δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων. εὐοί· σαβοί9: μυστικὰ μέν ἐστιν ἐπιφθέγματα· φασὶ δὲ τηῖ Φρυγῶν φωνηῖ τοὺς μύστας δηλοῦν· ἀφ' οὗ καὶ ὁ Σαβάζιος Διόνυσος. εὐοί· σαβοί9: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· Βακχικόν τι ἐπίφθεγμά ἐστιν. εὐορνιθίαν: Σοφοκλῆς ἐπὶ οἰωνῶν. εὐόφθαλμον: τὸ εὔοπτον. εὐοφθάλμωσ: Ἀντιφῶν· ἀντὶ τοῦ εὐπρεπῶς. εὔξεινον: ὄνομα πελάγους. εὔξοον: καλῶς ἐξεσμένον. εὐόργητοσ: πρᾶος. εὐόχοον: πλήρη· ἀπὸ τῶν ποταμῶν μετῆκται. εὖ παρασχόν· ἀντὶ τοῦ παρασχόντος· δῆλον δὲ τοῦ δαίμονος· ὅ ἐστι δωρησαμένου τὴν νίκην. εὐπάρεδρον: καλῶς παραμένον καὶ διηνεκῶς. εὐπάθεια: διάχυσις καὶ ἄνεσις τῆς ψυχῆς καὶ τρυφή. εὐπατρίδαι: οἱ αὐτόχθονες καὶ μὴ ἐπήλυδες. εὐπάριστον: εὐπαράγωγον. εὐπάρυφα: εὐκατέργαστα ἢ πλούσια. εὐπάρυφοσ: ὁ πλατεῖαν παρυφὴν, τουτέστι πορφύραν, ἔχων. εὐπατρίδαι: εὐγενεῖς. εὐπερίστατον: μωρόν· ταχέως περιτρεπόμενον. epsilon. 38 εὐπετήσ: εὐχερής. εὐπετῶσ: ῥαδίως· εὐχερῶς· εὐκόλως καὶ εὐσταλῶς. εὐπινέσ: τὸ ἀφελὲς καὶ μὴ λίαν τετημελημένον· ἀλλὰ μέτριον πίνον ἔχον. εὐπλοκαμίδεσ: καλλιπλόκαμοι. εὔπονοσ: εὔποτος. εὐπότμωσ: εὐτυχῶς. εὐπραξίαν: οἱ παλαιοὶ κωμικοὶ διὰ τοῦ ˉξ· Θουκυδίδης δὲ διὰ τοῦ ˉγ. εὔπρωρον: εὐπρόσωπον. εὔπρηστον: εὐφύσητον. εὔπτορθον: εὔκλαδον. εὐράχαντεσ: ἥκοντες· ῥαχίας γὰρ ἐκάλουν τοὺς τραχεῖς καὶ παρήκοντας τόπους. εὕρασθαι: ἐκποιήσασθαι· περιποιήσασθαι. εὑρέσθαι: ἐκπορίσασθαι. εὑρήματα: βουλεύματα. εὑρήματα: οὐχὶ εὑρέματα. εὑρησιεπήσ: καινολόγος. εὑρεσιέπεια: εὑρεσιλογία. εὑρεσιλόγοσ: φλύαρος· ἑτοιμολόγος. εὑρήσεται: ἀντὶ τοῦ εὑρεθήσεται. εὔριζον: πλατὺ ὄν: ἢ καλὰς ῥίζας χαροποιοὺς ἔχον. εὔωνον: εὐτελές. epsilon. 39 εὐώνυμον: λέγουσιν, οὐ μόνον ἀριστερόν· καὶ παρὰ Θουκυδίδηι πλεῖστον. εὐωρεῖ9: παίζει· μετεωρίζεται. εὐωρία: ὀλιγωρία· εἴληπται δὲ ἐκ τῶν ἐναντίων. εὐωρία: ψιλῶς τὸ μὴ πάνυ φροντίζειν· ἀλλὰ ῥαθυ μότερόν πως ἔχειν. εὐωριάζειν: ἀφροντιστεῖν κατὰ ἀντίφρασιν· ὥρα γὰρ ἡ φροντίς. 9Ἔφα: εἶπεν. 9Ἐφάλια: παραθαλάσσια. 9Ἐφάμιλλον: ὅμοιον· ἴσον. 9Ἐφάπαξ λέγουσιν. 9Ἐφαύλιζον: εὐτέλιζον. 9Ἐφάψασθαι: ἄρξασθαι· ψηλαφῆσαι. 9Ἐφάψαι: ἐπὶ τοῦ δῆσαι λέγουσι τὸν λελυμένον ἱμάντα τοῦ ὑποδήματος. 9Ἐφεδρεύει: ἐπικάθηται. 9Ἐφεδριάζειν: παιδιὰ τίς. 9Ἐφ' ἑαυτῆσ: δι' αὐτῆς. 9Ἔφεδρον: δίφρον τραπεζοειδές. 9Ἔφεδροσ: ταυλιστὴς τρίτος· καὶ ἐνεδρεύων. 9Ἐφεῖτο: συνεχωρεῖτο. 9Ἐφεῖτο: ἐνετείλατο. 9Ἐφεκτοὺς τόκουσ: οἱ ἔγγραφοι τόκοι· οἷον ἐπεχόμενον epsilon. 40 καὶ ὡρισμένοι· μὴ μέντοι προϊόντες μήτε συλλε γόμενοι. 9Ἔφεκτος τόκοσ: ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου. 9Ἐφελκυστήσ: βοηθός. 9Ἐφέζεται: ἐπικάθηται. 9Ἐφέξει: σταθῆ· ἐφελκύσει. 9Ἐφέσια γράμματα: ἐπωδαί τινες δυσπαρακολού θητοι· ἃς καὶ Κροῖσον ἐπὶ τῆς πυρᾶς εἰπεῖν· καὶ ἐν Ὀλυμπία Μιλησίου καὶ Ἐφεσίου παλαιόντων, τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν, διὰ τὸ τὸν ἕτερον περὶ τῶ ἀστραγάλω ἔχειν τὰ Ἐφέσια γράμματα· φανεροῦ δὲ τούτου γενομένου καὶ λυθέντων αὐτῶν, τριάκοντα τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον. 9Ἐφέσια: δυσπαρακολούθητα· ὡς Ἐφεσίων τινῶν οὐσῶν ἐπαοιδῶν δυσπαρακολουθήτων, ὡς προ είρηται. 9Ἐφέσια γράμματα: καὶ Ἐφέσια ἀλεξιφάρμακα· ὀνόματα ἄττα καὶ φωναὶ ἀντιπάθειαν τινὰ φυσικὴν ἔχουσαι. 9Ἔφεσισ: ἡ εἰς ἄλλο δικαστήριον ἐφιεμένη δίκη· ὑπὲρ τοῦ κριθῆναι πάλιν· ἐγένετο δὲ Ἀθήνησιν ἐπὶ τῶν ἐν τοῖς δήμοις ἀποψηφισθέντων· ἐφεῖσθαι γὰρ αὖθις ἐξῆν αὐτοῖς εἰς δικαστήριον περὶ τῆς πο λιτείας· καὶ εἰ μὲν ἑάλωσαν, ἐπωλοῦντο ὡς ξένοι· εἰ δὲ μὴ, ἐπανηίεσαν εἰς τοὺς ἐξ ὧν ἀπεψηφίσθησαν δήμους. epsilon. 41 9Ἔφεσ: ἔπεμπον. 9Ἐφέσεισ: ὁρμάς. 9Ἔφεσισ: ἐπιθυμία· ὁρμή· ἔκκλητος αἵρεσις ἄλλου δικαστηρίου· καὶ μεταγωγή. 9Ἔφεσισ: ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μετα γωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται· καὶ τὸ ἐφεῖναι δὲ ῥῆμα ἐξ αὐτοῦ. 9Ἐφέστιοι: αὐτόχθονες· σύνοικοι. 9Ἐφεστιασάμενοσ: εὐωχηθείς. 9Ἐφεστρίσ: χλανίς. 9Ἐφεστρίδεσ: ἐπιβολαί. 9Ἐφέται: ἄνδρες οἵτινες περιιόντες ἐδίκαζον· ἐφέται δὲ ἐκλήθησαν, ἤτοι ὅτι ἐπὶ αἵματι δικάζουσιν· ἢ ὅτι ἔφεσις παρ' αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστή ριον γενέσθαι· τουτέστιν ἔκκλητος. 9Ἐφέται: ἄνδρες ὑπὲρ πεντήκοντα ἔτη γεγονότες· καὶ ἄριστα βεβιωκέναι ὑπόληψιν ἔχοντες· οἳ καὶ τὰς φονικὰς δίκας ἔκρινον· ἐκαλεῖτο δ' αὐτῶν τὰ δικα στήρια, Ἐφετῶν. 9Ἐφέται: οἱ δικάζοντες τὰς ἐφ' αἵματος κρίσεις· ἐπὶ Παλλαδίωι καὶ ἐπὶ Πρυτανείωι καὶ ἐπὶ Δελφινίωι καὶ ἐν Φρεατοῖ· ἐφέται καλοῦνται. 9Ἐφετικόσ: ἐπιθυμητικός. 9Ἐφετίνδα: παιδιὰ τίς· ὅτ' ἂν ἄλλω προδείξαντες τὴν σφαῖραν, ἄλλωι ἀφῶσιν. 9Ἐφεψιώμενοι: ἐμπαίζοντες καὶ ἐπισκώπτοντες. epsilon. 42 9Ἐφηβεία: νεότης. 9Ἔφηβοσ: παῖς νέος ἐν αὐτηῖ τηῖ ἀκμηῖ· ὅθεν ἐφηβεύων. 9Ἔφηβον: καὶ τὴν παρθένον ἐνίοτε λέγουσιν. 9Ἐφήδοιτο: τέρποιτο. 9Ἐφῆκα: ἔπεμψα. 9Ἔφηκε: ἐπάνελθε· ἡ πρώτη ὀξεῖα. 9Ἔφηλοσ: ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν. 9Ἔφηλον: καλοῦσιν ὡς ἡμεῖς. 9Ἐφήγησισ: ἐφήγησις ἐστὶ δίκη εἰσαγομένη ἀπὸ τῶν ὑποδεξαμένων τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπι βαίνειν τῆς χώρας· οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅτ' ἂν τῶν δημοσίων τί κατέχειν δοκῆ τις κρύφα. 9Ἐφημερία: ἡ πατρία· λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία. 9Ἐφήμεροσ: πρόσκαιρος. 9Ἔφηνεν: ἔδειξεν. 9Ἐφῆπτο: ἐπεκρέματο· ἐπέκειτο. 9Ἐφησθεῖεν: ἐπιχαρεῖεν. 9Ἐφήσθη: ἐχάρη. 9Ἑφθαλέου9: ἑφθοῦ· καὶ ἑφθοῦν· τὸ ὀπτοῦν. 9Ἐφθάραται: φησὶ Θουκυδίδης καὶ τετάχαται· πάντα τὰ τοιαῦτα ἀρχαϊκά. 9Ἐφιάλασ: ἐπιβαλλόμενος. epsilon. 43 9Ἐφιείσ: ἐπιπέμπων· ἐπιβάλλων. 9Ἐφιέμενοι: ἐπιθυμοῦντες. 9Ἐφιερόν: Δημοσθένης ἐν τωῖ περὶ τοῦ τριηραρχήμα τος· ἱερόν ἐστι τῶν ιβʹ θεῶν ἐν Βοσπόρωι. 9Ἐφίεται: ἐπιθυμεῖ. 9Ἐφιέτω: ἀνείτω. 9Ἐφιζάνει: ἐπικάθηται. 9Ἐφίζεται: ἐπικαθέζεται. 9Ἐφίησιν: ἐπιτρέπει. 9Ἐφικέσθαι: καταλαβέσθαι. 9Ἐφικνούμενοσ: καταλαμβανόμενος. 9Ἐφίκοντο: ἐφήψαντο. 9Ἐφικτόν: δυνατὸν καταληφθῆναι. 9Ἐφίππιον: ἀγώνισμα ἐφ' ἵππων τρεχόντων. 9Ἔφιππον: Εὔπολις Αἰξίν. 9Ἔφλα: ἔθλα· ἐμάλασσεν. 9Ἔφλιψεν: ἔθλιψεν. 9Ἐφοδευσάτωσαν: κατασκοπησάτωσαν. 9Ἐφόδια: τὰ πρὸς τὴν ὁδὸν ἐπιτήδεια ἀναλώματα. 9Ἔφοδοσ: ὁρμή. 9Ἐφόλκια: τὰ ἐκ περιττοῦ ἐπιφερόμενα τοῖς ἀποδη μοῦσι σκεύη. 9Ἐφόλκια: καράβια μικρά· παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων· καλοῦν ται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. 9Ἐφολκὰ λέγοντεσ: ὡς Θουκυδίδης· ἀντὶ τοῦ ἐπα γωγά. epsilon. 44 9Ἐφ' ὁρμήν: ὁ ἐναντίος τοῖς πολεμίοις ἐφορμήσειεν. 9Ἐφορία: ἀγορὰ Ἀθήνησιν οὕτω λεγομένη. 9Ἐφ' ὁρμήν: ἐν τῶ ἐφεδρεύειν· οὕτως Δημοσθένης ἐν Φιλιππικοῖς. 9Ἐφορεία: ἡ ἐπὶ τῶν ὅρων γιγνομένη προαγόρευσις· ὡς Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους. 9Ἐφορεία: ἐπισκοπή. 9Ἔφοροσ: ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός. 9Ἐφορεύειν: ἐποπτεύειν. 9Ἔφοροι: ἐν Λακεδαίμονι ἄρχοντες εἰσὶ, κληθέντες ἀπὸ τοῦ πάντα ἐφορᾶν. 9Ἐφ' ὅτωι: ἐφ' ὧ τινί. 9Ἔφρασεν: ἐμήνυσεν. 9Ἔφυ9: ἐγένετο. 9Ἔφυγον κακὸν, εὗρον ἄμεινον: νόμος Ἀθήνησιν ἀμφιθαλῆ παῖδα ἐστεμμένον ἀκάνθαις μετὰ δρυίνων καρπῶν, λίκνον βαστάζοντα ἄρτων πλέον, τοῦτο λέγειν· αἰνισσόμενον τὴν ἐπὶ τὸ κρεῖττον μετα βολήν. 9Ἐφ' ὕδωρ: ἐπιμελητὴς κλεψύδρων ἐν δίκαις. 9Ἐφ' ὕδωρ: ἐν ταῖς πρὸς ὕδωρ δίκαις ἐλάγχανεν ὁ ἐπιμελησόμενος τούτου. 9Ἔφυδροσ: ὕδωρ ἐπάγων. 9Ἐφύμνιον: τὸ ἐπὶ τῶ ὕμνω ἆσμα. 9Ἔφυντο: ἐνέφυσαν σφόδρα· ἐπεβάλλοντο, ὥστε δο κεῖν συμπεφυκέναι. epsilon. 45 9Ἐφύπερθεν: ὑπὲρ ἄνω. 9Ἔφυρον: ἔβρεχον ἢ ἔπλυνον. 9Ἐφώδευσαν: ἐπέτρεχον. 9Ἐχέγγυον: πιστόν· καὶ ἀνέγγυον, ἄπιστον. 9Ἐχέγγυοσ: ὁ ἀσφαλὴς ἐγγυητής· ὁ διὰ πίστεως ἄξιος. 9Ἔχε δή9: ἀντὶ τοῦ ἄγε δή· ἢ ὅρα δή· πρόσεχε· ἢ τὶ τοιοῦτο. 9Ἔχεεν: ἔχωσεν. 9Ἔχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσασ: ἀντὶ τοῦ τέθνηκεν. 9Ἐχεμυθία: σιωπή· μυστήρια. 9Ἐχεμυθεῖ9: ἔχει ἐν ἑαυτωῖ τὸν λόγον. 9Ἐχέμυθον: μυστήριον κρύπτον ἢ φρόνιμον. 9Ἐχέτλη: τοῦ ἀρότρου τὸ κράτημα. 9Ἐχελιδών: τόπος ἔχων ἱππόδρομον· ἀπὸ Ἐχέλου ὀνομασθείς. 9Ἐχθεζινόν: τὸ ἐχθεσινόν. 9Ἐχθέσ: καὶ μονοσυλλάβως χθές· ἄμφω Ἑλληνικά· καὶ χθιζινὸν, καὶ ἐχθεζινόν. 9Ἔχθημα: μίσημα. 9Ἐχθιζόμεθα: κακυνόμεθα· ἐχθραινόμεθα· ἢ ἐχθροὺς παρασκευάζομεν. 9Ἐχέφρων: συνετός. 9Ἐχηρώθησαν: ἀνδρῶν ἐστερήθησαν· ἐχήρευσαν. 9Ἐχθραίνει: μισεῖ. 9Ἔχθιστοσ: ἐχθρότατος. epsilon. 46 9Ἐχθοδοπόν: ἐχθροποιόν. 9Ἐχθόμενοσ: ἐχθρὸς ἢ μισούμενος. 9Ἔχθοσ: ἔχθρα· μῖσος. 9Ἐχῖνοσ: ἄγγος τί εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· μνημονεύει δὲ Δημοσθένης τὸ ἄγ γος τοῦτο· ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης· ἦν δὲ καὶ πόλις ἣν μνημονεύει Δημοσθένης ἐν εʹ Φιλιππικῶν· ἔστι δέ τι καὶ ζῶον χερσαῖον, καὶ θαλάσσιον ὄστρειον. 9Ἐχῖνοσ: καδίσκος τίς ἐστι χαλκοῦς· εἰς ὃν αἵ τε μαρ τυρίαι καὶ αἱ προκλήσεις ἔγγραφοι ἐνεβάλλοντο ὑπὸ τῶν δικαζομένων· καὶ κατεσημαίνοντο ἵνα μηδεὶς κακουργήσηι περὶ τὰ ἐμβαλλόμενα. 9Ἐχῖνος τὸν τόκον ἀναβάλληι: λέγεται ἐφ' ὧν τὸ ἀνα βάλλεσθαι πρὸς χεῖρον γίνεται· καὶ γὰρ οἱ χερ σαῖοι ἐχῖνοι κεντούμενοι δοκοῦσιν ἀνέχειν τὸν τόκον· εἶθ' ὕστερον ὑπὸ τραχυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τωῖ τόκωι. 9Ἐχῖνοι: οἱ μὲν χαλκοῖ· οἱ δὲ ἐκ κεράμου· εἰς οὓς καθιᾶσιν οἱ διαιτηταὶ τὰ γραμματεῖα τῶν μαρτυ ριῶν, ἃ τινὲς ἐμαρτύρησαν· καὶ κατασημηνάμενοι μετὰ ταῦτα, εἰ ἐγκληθείη ἡ δίαιτα τοῖς δικασταῖς, ἐπεδίδων. 9Ἐχόμενοσ: ἐγγύς· ἢ κατέχων. 9Ἔχοντεσ: οἰκοῦντες. 9Ἐχυρῶσ: ἰσχυρῶς ἢ ἀσφαλῶς. epsilon. 47 9Ἐχύρωσεν: ἰσχυροποίησεν. 9Ἕψειν: βάπτειν τὰς τρίχας. 9Ἕψεται: ἀκολουθήσει· ἢ ἀκολουθεῖ. 9Ἐψημυθιῶσθαι: τὸ προστετρίφθαι τὸ πρόσωπον τρίμ ματι λευκῶ. 9Ἑψητοί9: πληθυντικῶς τὰ ἰχθύδια· ὡς ἀφυῖαι καὶ μεμβράδες· Εὔπολις Αἰξίν· Καὶ τῆς λοπάδος· ἔνεισι δ' ἑψητοὶ τινές. 9Ἑψιᾶσθαι: παίζειν. 9Ἑψιοῦσα: τροφὰς διδοῦσα χόνδρου· καὶ τὰ ἑψητά· Αἰσχύλος Τροφοῖς· βιοτὴν αὔξιμον ἑψιοῦσα· Ἱπ πώναξ. 9Ἐψυχαγώγησεν: ἐπήλπισε· παρεμυθήσατο· ἢ ψυ χὰς διὰ μαγγανείας τῶν τελευτησάντων ἀνή γαγεν. 9Ἑωθινὰς δίκασ: τὰς κρινούσας ἐντὸς νʹ δραχ μῶν. 9Ἐωθώσ: χωρὶς τοῦ ˉι Ἄρχιππος· καὶ Ἀραρὼς ἔωθας· καὶ Θουκυδίδης ηʹ ἐώθεσαν. 9Ἐώκει: ὁμοία ἦν. 9Ἐώην: λέγουσι τὸ ἀφείην. 9Ἐώθουν: τὸ ὤθουν οὕτως λέγουσιν. 9Ἐωλοκρασία: τὸ χθιζὸν βρῶμα κυρίως. 9Ἐωλοκρασία: Δημοσθένης· αἴτιος δ' οὗτος, ἐωλο epsilon. 48 κρασίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατασκε δάσας. 9Ἐωλοκρασία: ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτε ρεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἐώλων δείπνων τοὺς ζωμοὺς, πρὸς τὴν τοιαύτην παιδιὰν κεκραμένους· ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος, ἀπὸ τῶν ἐώλων, ἅ ἐστιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας, κατη γορεῖ ὁ Αἰσχίνης. 9Ἕωλον: ἐχθεσινόν· ψυχρόν· μάταιον· ἀνωφελές· ἀνίσχυρον. 9Ἕωλον: τὸ μὴ πρόσφατον· ἀεὶ δασέως τὴν πρώτην συλλαβήν· καὶ γὰρ διὰ τοῦ θ συναλείφεται. 9Ἐωνημένοι: ἀγοράσαντες· ἢ ἠγορασμένοι. 9Ἐῶρα: ὕψωσις, ἢ μέταρσις. 9Ἐωρηθήτω: κρεμασθήτω. 9Ἑωράκη: τὸ πρῶτον πρόσωπον· ὡς ἐπεπόνθη· καὶ ἐπεποιήκη· καὶ ηἴδη τὸ ηἴδειν· Πλάτων τοῖς τοι ούτοις χρῆται σχηματισμοῖς. 9Ἐώρησισ: κρέμασις. 9Ἐωροκοπίαισ: ὑψηλοφροσύναις. 9Ἑώρων: οἱ Ἀττικοὶ λέγουσι· τὸ δὲ ἀνάλογον ὥρων· τὰ γὰρ ἀπὸ τοῦ ˉο ἀρχόμενα ῥήματα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἐπὶ τοῦ παρεληλυθότος ἢ ἀπ' αὐτοῦ τοῦ ˉο πάλιν ἄρχεται, ἢ ἀπὸ τοῦ ˉωˉ· λέγουσι epsilon. 49 δὲ ὅμως καὶ ὥρων ἄνευ τοῦ ˉε οἱ νεώτεροι· Θουκυ δίδης δὲ μόνος ἑώρων. 9Ἑώσ: ἡ πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ὥρα. 9Ἑώσ: οὐχὶ ἠὼς τὸ Ἀττικόν ἐστι· Ξενοφῶν δὲ ἠὼς λέγει ποιητικῶς κατακόρως ἐν Κύρου παιδεία· ἤν τε πρὸς ἠῶ, ἤν τε πρὸς ἑσπέραν. 9Ἑώνυχον: ἡμερονύκτιον. 9Ἔωσε: καὶ ἐώσατο λέγουσι· τὸ ἀνέτρεψε καὶ ἀπέ κλεισε τὴν θύραν. 9Ἑωσφόροσ: ἀνατολικὸς ἀστήρ· πρωϊνός· καλούμενος φωσφόρος. Περὶ τῶν ἕνδεκα. 9Ἕνδεκα ἄνδρεσ ὑπὲρ τετταράκοντα ἔτη γεγονότες, κλήρωι τὴν ἀρχὴν ταύτην ἐλάμβανον· ἐπεμελοῦν το δὲ τῶν ἐν δεσμωτηρίωι· κλέπτας δὲ καὶ λω ποδύτας καὶ ἀνδραποδιστὰς, εἰ μὲν ἐπ' αὐτοφώρωι λάβοιεν, ἐκόλαζον θανάτω· εἰ δὲ ἀντιλέγοιεν, εἰς κρίσιν καθίστων. Τέλος σὺν Θεωῖ τοῦ ˉε στοιχείου. Ἀρχὴ σὺν Θεῶ ˉζ. ζαβρόν: πολυφάγον. ζάγρα: λοιδορίας εἶδος· οὕτως Τιμόστρατος. ζαγρεύσ: ὁ Διόνυσος παρὰ ποιηταῖς· δοκεῖ γὰρ ὁ zeta. 50 Ζεὺς μιγῆναι τηῖ Περσεφόνη· ἐξ ἧς χθόνιος Διό νυσος. ζάειρα: ἐπιβόλιον κατὰ τῶν ὤμων φερόμενον. ζαέσ: μέγα· πολύ· λαμπρόν· ἢ ἰσχυρόν. Ζαὴν ἄνεμον: τὸν σφοδρῶς πνέοντα. Ζάκοροσ: νεωκόρος· Μένανδρος Δὶς ἐξαπατῶντι· οὐ Μεγάβυζος ἦν, Ὅστις γένοιτο ζάκορος· καὶ ὁ ὑπηρέτης· Λευκαδία· Ἐπίθες τὸ πῦρ ἡ ζάκορος οὑτωσὶ καλῶς· ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν σαρῶν· κο ρεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. Ζάκοτον: ἄγαν ὀργίλον· κότος γὰρ ἡ ὀργή. Ζάλη: μεγάλη ἄελλα· ἀπὸ τοῦ σφόδρα ἀλίζεσθαι· καὶ ζάπλουτος ὁ σφόδρα πλούσιος· Πολιτείαι· οἷον ἐν χειμῶνι ὑπὸ κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑποτείχιον ὑποστάς· καὶ ἐν Τιμαίωι· εἴτε ζάλη πνεύματος ὑπὸ ἀέρος φερομένη καταληφ θείη· συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν· τινὲς ἄνεμος λάβρος· πνεῦμα θορυβῶδες· Κλήμης· δύναται ζάλη τίς εἶναι μεγάλη συστροφὴ ἀνέμου· τινὲς ζάλην τὴν χάλαζαν. Ζαμβύκη: μουσικὸν ὄργανον. Ζάμολξισ: Πυθαγόρα δουλεύσας, ὡς Ἡρόδοτος δʹ· Σκύθης· ὃς ἐπανέλθων ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν· Μνασέας δὲ παρὰ Γέταις τὸν zeta. 51 Κρόνον οὕτω τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν· Ἑλλάνικος δὲ ἐν τοῖς βαρβαρικοῖς νομίμοις φησὶν, ὅτι Ἑλληνικός τε γεγονὼς τελετὰς κατέδειξε Γέ ταις τοῖς ἐν Θράκη καὶ ἔλεγεν, ὅτι οὔτ' ἂν αὐτὸς ἀποθάνοι, οὔθ' οἱ μετ' αὐτοῦ· ἀλλ' ἕξουσι πάντα ἀγαθά· ἅμα δὲ ταῦτα λέγων, ὠκοδόμει οἴκημα κατάγαιον· ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρα κῶν, ἐν τούτωι διηιτᾶτο· οἱ δὲ Γέται ἐπόθουν αὐτόν· τετάρτωι δὲ ἔτει πάλιν φαίνεται· καὶ οἱ Θρᾶκες αὐτωῖ πάντα ἐπίστευσαν· λέγουσι δέ τινες ὡς ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόραι Μνησάρχου Σα μίου· καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο· ἀλλὰ πολὺ πρότερός μοι δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι· ἀθανατίζουσι δὲ καὶ Τερέτιζοι καὶ Κρό βυζοι· καὶ τοὺς ἀποθανόντας ὡς Ζάμολξιν φασὶν οἴχεσθαι· ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν· θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξον τος τοῦ ἀποθανόντος. Ζάπλουτοσ: μεγαλόπλουτος. Ζατῶσαι: ὑποπτεῦσαι. Ζέα: λιμὴν Ἀθήνησιν. Ζειλα: τὸν οἶνον οἱ Θρᾶκες. Ζείδωρον: τὴν πρὸς τὸ ζῆν δωρουμένην. Ζειρά: ἤτοι σειρὰ, ὥς τινες· ἢ ἔνδυμά τι ὃ ἐπενεδύοντο μετὰ τοὺς χιτῶνας, ὥσπερ ἐφαπτίδας. Ζειρά: ζώνης ἐστὶν εἶδος. zeta. 52 Ζειραί: χιτῶνες ἀνακεκολαμμένοι· ἢ ἀνάκωλοι· Ξενοφῶν· καὶ ζειρὰς μέχρι τῶν ποδῶν ἐπὶ τῶν ἵππων ἔχουσιν· ἀλλ' οὐ χλαμύδας. Ζειροσ: ἐνδύματος εἶδος. Ζέσας θυμωῖ: ἐξαφθεὶς τηῖ ψυχηῖ. Ζέτνα: Φρύγιος ἡ λέξις· σημαίνει δὲ τὴν πύλην. Ζευγήσιον: ὃ ἐτέλει ὁ ζευγίτης· τρεῖς δὲ τάξεις Ἀθή νηισιν ἦσαν· πεντακοσιομέδιμνοι· ἱππεῖς, οἱ ἱππάδα τελοῦντες· καὶ τὸ θητικόν· οἱ μὲν πλουσιώτατοι πεντακοσιομέδιμνοι ἐκαλοῦντο. Ζεύγλη: τὸ ἄκρον τοῦ ζυγοῦ· καθ' ὃ ἐντίθησι τοὺς τραχήλους τὰ ζῶα. Ζεύγλη: ζυγός. Ζεῦγμα: οὐ τὸ σχοινίον· ἀλλ' ἡ ἐζευγμένη σχεδία, ἐν ποταμωῖ ἢ θαλάττηι· καὶ Θουκυδίδης ζʹ· τὸ ζεῦγ μα τοῦ λιμένος. Ζεῦγοσ: τὸ ἐκ δυοῖν τινῶν ζευγνύμενον· ἀλλὰ καὶ τὸ ἐκ πλειόνων· καὶ γὰρ καὶ Ἰσοκράτης τέθριππον ζεῦγος εἶπεν· καὶ Αἰσχύλος· Ζεῦγος τεθρίππων· ὥστε κἂν ἐκ τεσσάρων, κἂν ἐκ πέντε ηἶ, ζεῦγος αὐτὸ καλοῦσιν. Ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρωι, τὴν τῆς νύμφης μέθ οδον ποιοῦνται· παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρώας ἑστίας ἐπὶ τὴν ἅμαξαν, ἄγουσιν εἰς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς· κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης· μέση μὲν ἡ νύμφη· ἑκατέρου δέ τε ὁ νυμφίος καὶ ὁ πάροχος· οὗτος δέ ἐστι φίλος ἢ zeta. 53 συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος· ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου παροχούμενος πάροχος ἐκλήθη· καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσι τινὲς κόρην, ὁ τρί τος συμπαρὼν πάροχος λέγεται. Ζεῦξισ: Ἀριστοτέλης κατὰ τὸν Ἰσοκράτους χρόνον ζωγράφον. Ζευξίλεωσ: ωἷ ὑπεζευγμένοι εἰσὶν οἱ λαοί. Ζεὺς κτήσιοσ: ὃν καὶ ἐν τοῖς ταμιείοις ἱδρύοντο ὡς πλουτοδότην. Ζέφυροσ: Λὶψ ἄνεμος. Ζῆ: ἀντὶ τοῦ ζῆθι· Εὐριπίδης. Ζηλοτυπία: ζῆλος ἐξ ὑπονοίας· τοῦ ἄρρενος κατὰ τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια. Ζηλοτυποῦν: Αἰσχίνης ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν· ζηλοτυπεῖν δὲ, τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. Ζηλοῦ: μιμοῦ. Ζηλῶ: μακαρίζω. Ζηλωτόσ: μακαριστός· ἐπαινετός. Ζητητήσ: ἀρχὴ τίς Ἀθήνησιν ἡ κατὰ καιροὺς καθ ισταμένη, εἴποτε τοὺς ἀδικοῦντας τι δημοσία δέοι ζητεῖν· Δημοσθένης ἐν τῶ κατὰ Τιμοκράτους. Ζημίαν λαβεῖν: ἀντὶ τοῦ ζημιωθῆναι· οὕτως Σοφο κλῆς. Ζήσει: ἀντὶ τοῦ ζήσεται. Ζητηταί: ἀρχὴ τίς ἦν Ἀθήνησι κατὰ καιροὺς καθ zeta. 54 ισταμένη· πρὸς ἣν ἐμηνύοντο οἱ ὀφείλοντες χρή ματα τῆ πόλει καὶ μὴ ἀποδεδωκότες. Ζητεῖν: ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί· μὴ δὲ σὺ ζήτει τι πυθέσθαι. Ζητήσεται: ἀντὶ τοῦ ζητηθήσεται. Ζητρεῖον: τὸ τῶν δούλων κολαστήριον· Εὔπολις. Ζητόρων: ζητητῶν. Ζιβύνη: ὁλοσίδηρον ἀκόντιον· λόγχη· σπάθη. Ζιγγοῦν: τὸ ὑποπίνειν Κίλικες· οὕτως Νικόστρατος. Ζόφον: δύσιν. Ζυγάδην: συνεζευγμένως. Ζύγαστρον: κιβωτός· κυρίως δὲ ἡ ξυλίνη σορός· παρὰ τὸ ἐζυγῶσθαι· οὕτως Εὐριπίδης· παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλάκιον. Ζύγιοι: ἐρέται τινὲς οὕτω καλοῦνται. Ζυγόν: οὐδετέρως τὸ τῶν ὑποζυγίων. Ζυγόν: ἐν μὲν τοῖς τραγικοῖς χοροῖς, τὸ ἐκ τῶν τριῶν· ἐν δὲ τοῖς κωμικοῖς, τὸ ἐκ τῶν τεττάρων. Ζυγόσ: τοῦ σανδαλίου τὸ συνέχον τοὺς δακτύλους. Ζυγόδεσμοσ: ὁ ἱμὰς τοῦ ζυγοῦ. Ζυγομαχεῖ: στασιάζει· ὡς οἱ βόες ἐζευγμένοι· μετ ῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης· ἐκεῖνοι γὰρ πολλάκις ὅτ' ἂν ἕλκωσι κάμ νοντες, ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους· κέχρη ται Ὑπερίδης. Ζυγόσ: ἐν τοῖς τακτικοῖς, τὸ ἐκ παρεστηκότων ἀλ λήλοις πλῆθος· ἐρετικὴ καθέδρα· τὰ τοῖς ξώοις ἐπι zeta. 55 τιθέμενα· καὶ τὸν ζυγὸν ἐν θαλάμω· τῶν μουσι κῶν ὀργάνων ὁ πῆχυς· τὸ τὰς ἰσότητας διακρῖνον σκεῦος· καὶ αἱ χηλαὶ τοῦ ἐν οὐρανῶ σκορπίου· καὶ ἡ ζυγοτρυτάνη· τρυτάνη δὲ τὸ στάσιμον· καὶ ὁ περικείμενος ἱμὰς τοῖς δακτύλοις πλαγίοις ἐπὶ τῶν σανδαλίων. Ζυγοφορούμενα: ἐν ζυγωῖ σταθμιζόμενα. Ζυγώσω: καθέξω· δαμάσω. Ζῦθοσ: οἶνος ἀπὸ κριθῆς. Ζωαρκῆ: τὰ πρὸς ζωὴν ἀρκοῦντα. Ζωάγρια: δι' ὧν λύτρων τὸ ζῆν περιγίνεται. Ζωγρεῖ: ζῶντας λαμβάνει. Ζωήν: τὴν κτῆσιν· τὴν οὐσίαν. Ζῶμα: ὁ θώραξ καὶ τὸ περίζωμα. Ζῶμα: χιτῶνος τί ζωστοῦ γένος· οὕτω Μένανδρος. Ζωμεύματα: ὑποζώματα. Ζωμίλη: ἄνηθον. Ζωμὸς μέλασ: ἡ λεγομένη αἱματία. Ζῶμα φαεινόν: τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι· ἄλλοι δὲ τὸν θώρακα· οἱ δὲ κυρίως τὸ ζῶμα. Ζώννυσθαι: καθοπλίζεσθαι. Ζῶον: καὶ τὸ ἀληθινὸν καὶ τὸ γεγραμμένον λέγουσι. Ζωοδότειρα: ζωὴν παρέχουσα. Ζώπυρα: τοῦ ζῆν ποιητικά. Ζώπυρα: φυσητῆρες ὅθεν οἱ χαλκεῖς τὸ πῦρ φυσῶσι. Ζώπυρα: λείψανα. zeta. 56 Ζωπυρεῖ: ἀναζῆν ποιεῖ ἢ ἐκκαίει. Ζωπυρῆσαι: ἐκ μεταφορᾶς ἀπὸ τοῦ πυρὸς, ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρρωννυμένους λέγουσιν οἱ Ἀττι κοί. Ζωπυρεῖα: φυσητήρια. Ζώπυρον: πεπυρακτωμένον· ἔνθερμον. Ζωπύρου τάλαντα: Ζώπυρος ὁ Πέρσης αἰκισάμενος ἑαυτὸν, Δαρείω Βαβυλῶνα εἷλεν, ὡς Ἡρόδοτος ἐν γʹ· πιστευθεὶς ἀποστάτης εἶναι. Ζωπύρου τάλαντα: Κρατῖνος ἐν Πυλαία· τοῦτον φησὶ Θεόπομπος, ἐν τηῖ ὀγδόη τῶν περὶ Φίλιππον, Πέρσην ὄντα ὑπὸ φιλοτιμίας χαριζόμενον βασιλεῖ μαστιγῶσαι ἑαυτόν· καὶ τῆς ῥινὸς καὶ τῶν ὤτων ἀποστερήσαντα, εἰσελθεῖν εἰς Βαβυλῶνα· καὶ πισ τευθέντα διὰ ταύτην τὴν κακουχίαν, καταλαβεῖν τὴν πόλιν· ἐκ μεταφορᾶς οὖν εἶπε τάλαντα καὶ ζυ γά· οἱονεὶ ἔργα καὶ πράξεις. Ζωροπόται: ἀκρατοπόται. Ζωρότερον: ἀκρατότερον. Ζωστήρ: ηἷ ἐπάνω τοῦ θώρακος χρῶνται. Ζῶστρα: ἐνδύματα τινὰ ἀνδρῶν· οἷον χιτῶνας βα θεῖς. Ζωφυτεῖσθαι: ζωογονεῖσθαι. Ζώννυται: ἡ ζώνη. Τέλος ˉζ. eta. 57 Ἀρχὴ σὺν Θεῶ ˉη. Ἧ: ἀντὶ τοῦ ὣς, καθώς. Ἤ: βαρέως ἀντὶ τοῦ ἄρα. Ἦ: χωρὶς τοῦ ˉν ἢ περισπωμένως, ἀντὶ τοῦ ἔα, ἤμην· καὶ παρῆ ἀντὶ τοῦ παρήμην· περὶ ψυχῆς· καὶ αὐτὸς οὐκ ἦ μυθολόγος· ἢ σὺν τωῖ ˉν. Ηἶα: δισυλλάβως· τὸ ἐπορευόμην, σὺν τωῖ ˉι γράφεται· οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι· καὶ ἤϊσαν, τὸ ηἴεσαν· καὶ παρὰ Θουκυδίδη οὕτως ἀναγνω στέον· ὅτι ἀκμάζοντές τε ηἶσαν ἐς αὐτόν· οἱ δὲ Ἴωνες ηἴεσαν καὶ ηἶσαν· Ἀριστοφάνης Ὁλκάσιν· Ἐπεὶ δ' ἐγενόμην οἷπερ ηἶ' ἐπὶ ξύλα. Ἡβαῖ: ἀκμάζει· σφριγαῖ. Ἡβαιόν: μικρόν· ὀλίγον. Ἡβάσκει: ἀκμάζει. Ἥβη: νεότης· ἀκμή. Ἡβηδόν: ἡβῶντας· ἢ τὰς στρατείας· ἢ ἀθρόον· ὅλα καθ' ἡλικίαν. Ἡβήσαντεσ: ἀκμάσαντες. Ἧ βούλονται: καθὸ βούλονται. Ἡβρυνόμην: διεχεόμην. Ἡβυλλιᾶν: ἡβᾶν· ἀκμάζειν. eta. 58 Ἤγαλλεν: ἐθεράπευεν· Δίων ἐν ι ʹ λόγω Ῥωμαϊκῶν· διά τε οὖν ταῦτα καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλε· κέχρηνται οὖν τῆ λέξει ταύτηι ἄλλοι τὲ καὶ Εὐνόμιος ὁ δυσσεβής. Ἠγάμην: ἀπεδεξάμην. Ἦ γάρ: ἀντὶ τοῦ οὐχ' οὕτως. Ἠγάσαντο: ἐθαύμασαν. Ἠγάσθην: ἐθαύμασα. Ἠγγύα: ὡμολόγει δώσειν. Ἠγγυᾶτο: ὁ λαμβάνων. Ἤγειρα: παρώξυνα. Ἡγεῖσθέ μοι: ἄγετέ μοι. Ἡγεμονεύω: διοικῶ. Ἡγεμονία δικαστηρίου: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος· ἀλλὰ καὶ πρὸς ἄλλους τῶν ἀρχόν των ἐλαγχάνοντο δίκαι· τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὑτῶν ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον· ἡγουμένη καὶ προεστῶσα· οἷον πρὸς μὲν τὸν ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπι κλήρων· πρὸς δὲ τὸν βασιλέα αἱ τῆς ἀσεβείας· πρὸς δὲ πολέμαρχον ἀπροστασίου τὲ καὶ ἀπρονο ησίου· πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τὲ καὶ δωροξενίας καὶ συκοφαντίας· καὶ ψευδογραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ ἄλλων. Ἡγεμὼν συμμορίασ: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησι eta. 59 φῶντος· ὁ προέχων πλούτωι καὶ διὰ τοῦτον τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. Ἡγουμένου: Πολιτείας θʹ· ὑπ' αὐτοῦ τοῦ Ἔρωτος πάσαις ταῖς δορυφόροις ἡγουμένου· ἀντὶ τοῦ πασῶν προηγουμένου τοῦ Ἔρωτος. Ἠγρηγόρειν καὶ ἐγρηγόρειν: φησὶ Μένανδρος. Ἡγεμονία δικαστηρίου: τοῖς ἄρχουσιν οὐ πάσας πᾶσιν ἐφεῖτο δίκας εἰσάγειν· ἀλλὰ τωῖ μὲν ἄρχοντι τὰς τῶν ὀρφανῶν καὶ τὰς τῆς παρανοίας καὶ τὰς τῶν ἀποκλήρων ἐπιδικασίας· τοῖς δὲ λογισταῖς τὰς κατὰ τῶν ἀρξάντων εὐθύνας· τωῖ μέν τοι γε βασιλεῖ τάς τε φονικὰς καὶ τὰς τῆς ἀσεβείας· καὶ ἄν τις ἱερωσύνης ἠμφισβήτει· πρότερον δὲ καὶ τὰς περὶ τῶν ἱερῶν τοῖς ἱερεῦσιν ἀμφισβητή σεις· προηγόρευε δὲ καὶ τῶν νόμων εἴργεσθαι τοὺς ἐναντία· τωῖ πολεμάρχω δὲ ὅσαι ἀποστασίου γραφὴν ἔφερον· ἔτι μὴν καὶ ὅσα ὁ ἄρχων ἐν τοῖς ἀστοῖς, ὁ πολέμαρχος τοῖς μετοίκοις διηίτει· οἱ θεσμοθέται συκοφαντίας καὶ δώρων καὶ ὕβρεων καὶ μοιχείας καὶ βουλεύσεως· τοῖς ἕνδεκα ὅσαι ληστὰς καὶ λωποδύτας καὶ ἀνδραποδιστὰς εἰσά γουσι· τωῖ στρατηγωῖ περὶ τριηραρχίας καὶ ἀντι δόσεως· οὕτως οὖν διαιτοῦντες ἡγεμονίαν δικα στηρίου ἔχειν λέγονται· ἀλλὰ γὰρ ὁ βασιλεὺς καὶ τῶν μυστηρίων ἅμα τοῖς ἐπιμεληταῖς προΐσταται· ἔχει δὲ μόνος καὶ στέφανον. eta. 60 Ἡγεμονικόν: ὁ νοῦς. Ἡγήμων: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· εἷς ἦν τῶν Μακεδονιζόντων· καὶ τῶν ἐπὶ δωροδοκία διαβεβλημένων. Ἦγεν: ἐν Τιμαίωι· ἡγεῖτο. Ἡγέτησ: ἡγεμών. Ἥγημα: βουλή· γνώμη. Ἥγημαι: λελόγισμαι· ἔσχον. Ἠγμένοσ: τεθηρευμένος καὶ παντὶ πειθαρχῶν. Ἡγήσιπποσ: οὗτός ἐστιν ὁ Κρώβυλος ἐπικαλού μενος· οὗ δοκεῖ τισὶν εἶναι ὁ ζʹ Φιλιππικὸς, Δημο σθένους ἐπιγραφόμενος. Ἡγήσοιτο: προηγήσοιτο. Ἡγητηρία: παλάθη ἦν σύκων· ἢν ἐν τηῖ πομπῆ τῶν πλυντηρίων φέρουσιν· ὅτι ἡμέρου τροφῆς πρώτης ταύτης ἡγήσαντο. Ἡγήτορεσ: ἡγεμόνες. Ἠγλαϊσμένη: χαίρουσα· λαμπρυνομένη. Ἡ δέ: ἀντὶ τοῦ ἡ αὐτὴ δέ. Ἠδαξήσατο: ἐκνήσατο. Ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν: τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· πολλὰ δὲ καθαίρει· ὅθεν καὶ τὴν παροιμίαν Δήμων· eta. 61 ἕτεροι δὲ ἐπὶ τῶν ἀποδύντων μὲν πρᾶγμα, στραγ γευσαμένων δέ· φασὶ δὲ ταύτην Τερψίωνος εἶναι. Ἡ δὲ αἲξ τὴν μάχαιραν: ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόν των κακόν· ἀπὸ Κορινθιακῆς παροιμίας· ἡ αἲξ δοῦσα τὴν μάχαιραν· οὕτω γὰρ λέγεται· Κορινθίων γὰρ Ἥραι Ἀκραία θυόντων, ἣν λέγεται ἱδρύσθαι Μήδειαν, οἱ τὴν παροχὴν μεμισθωμένοι, γῆ κρύ ψαντες τὴν μάχαιραν, ἐσκήπτοντο ἐπιλελῆσθαι· ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. Ἥδει: τέρπει· καὶ ἤδη· ἀντὶ τοῦ νῦν. Ἤδη: ἀντὶ τοῦ πάλαι. Ἤδη: ἀντὶ τοῦ ηἴδειν· Εὐθύδημος· καὶ τῶν δὴ περὶ ψυχῆς· ἀλλὰ σχεδὸν μέν τι ἤδη ὁ Κρίτων. Ἤδη: πρὸ τούτου· λοιπόν· ἐγγὺς τοῦ παρόντος νῦν ἀτόμου· μέρος δὲ χρόνου ἢ τοῦ μέλλοντος· ἢ τοῦ παρεληλυθότος· ἤδη τὲ γὰρ βαδιεῖσθαι φαμέν· καὶ τὸ συνάπτον τὸ νῦν· ἤδη τὲ βεβαδικέναι· οὐ πολὺ ἀφιστάντες τοῦ νῦν τὸν χρόνον. Ἥδιστα: ἡδέως. Ἡδίων: ἡδύτερος. Ἡδόμενοσ: ἀρεσκόμενος. Ἦ δ' ὅσ: οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς· διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς· καὶ ἦ ἀντὶ τοῦ ἔφη· ἀλλὰ περιμε νοῦμεν, ἦ δ' ὃς ὁ Γλαύκων· καὶ ἦν δὲ ἐγώ· ἀντὶ τοῦ ἔφην δὲ ἐγώ· παρὸ δὴ καὶ Ἕρμιππος ἐν Ἀθηνᾶς eta. 62 γοναῖς ἠσὶν ἀντὶ τοῦ φησίν· Ὁ Ζεὺς, δίδωμι eta. 62 Παλλὰς, ἠσὶ, τούνομα· Ἀρίσταρχος δὲ τὸ μὲν ἦ δ' ὃς, ἀντὶ τοῦ ἔφη δὲ ὅς· τὸ δὲ ἦν δ' ἐγὼ, ἔφην δ' ἐγώ· τὸ δὲ ἦ τῶν ἀρχαίων ἔφη εἶναι λεξειδίων· Ὅμηρον δὲ οὐ κατὰ πάντα χρῆσθαι αὐτῶ· οὐδὲ σχηματίζειν ἀπ' αὐτοῦ· τὸ ἀνάλογον μὲν, ὡς ὅτ' ἂν λόγου τελευτὴν σημαίνη· Ἦ καὶ κυανέηισιν ἐπ' ὀφρύσι· καί· Ἦ καὶ ἐπ' Ἀντινόω· τοὺς δὲ μεθ' Ὅμηρον ἀδιαφόρως αὐτὸ τάσσειν. Ἦ δ' ὅσ: ἀντὶ τοῦ ἔφη δὲ οὗτος· καὶ ἀντὶ τοῦ ἔφη· τάττεται δὲ καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικός· καὶ ἀντὶ τοῦ ἔφασαν· καὶ ἀντὶ τοῦ ὦ φίλε· τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνει· διελέγχεται δὲ ὑπὸ πλειόνων. Ἧδοσ: ἡδονή· ὄφελος. Ἥδρασεν: ἐστήριξεν. Ἡδυεπήσ: ἡδυλόγος. Ἡδύλειον: ὄρος ἐστὶν ἐν Βοιωτία τὸ Ἡδύλειον. Ἡδυλισμόσ: εἶδος τι κολακείας· καὶ Μένανδρος ἐν Ἁλιεῖ κέχρηται τωῖ ἡδυλίζειν. Ἡδυπαθήσ: φιλήδονος· πάθει χαίρων. Ἡδύσ: εὐήθης· ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύσματα: βρώματα· ἢ εὐοσμία. Ἡδυντῆρεσ: ἅλες: τινὲς δὲ λέγουσιν ἡδυντῆτες. Ἡδύνθαι: ἠρτύσθαι. eta. 63 Ἡδύχρουσ: τὸ ἐν γάλατι ὑπάρχον ἀρνίον· καὶ μήπω γεγευμένον πόας· ὃ καὶ ἡδύπνουν λέγουσιν. Ἠέ: βαρυτόνως διαζευκτικὸς σύνδεσμος· Ἠὲ διατμῆξαι κοῖλον δόρυ· περισπωμένως δὲ ἀπορη ματικόν· περιπταίη μαχεούμενον ἠὲ καὶ οὐχί. Ἤει: πορεύεται. Ηἴεσαν: ἐπορεύοντο. Ἢ ἐν ὁδωῖ καθελών: ἀντὶ τοῦ ἐνεχθέντα ἑλών· τουτ έστιν ἔν τινι ἐνέδρα καταβαλών· Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους. Ἠετιωνεία: οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιῶς ἄκρα· ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος. Ἠεμεν: ἤδειμεν. Ἠεροφοῖτισ: ἡ ἀοράτως ἐρχομένη· κατὰ τὸν ἀέρα. Ἠθάδων: συνήθων. Ἧ θέμισ: ὡς νόμος· ὡς προσῆκον. Ἠθεῖοσ: παρὰ Ἴωσι νεωτέρου πρὸς πρεσβύτερον προσαγόρευσις. Ἤθεοσ: ἄφθαρτος πρὸς γυναῖκας. Ἤθη: συνηθείας· μετά τ' ἤθεα καὶ νόμον ἵππων· γράφεται καὶ ἔθη. Ἠθημένοσ: διυλισμένος· οὕτως Ἐπίλυκος. Ἠθμωδεῖν: ἀλγεῖν τοὺς ὀδόντας. Ἤθνευμαι: ἠκολάστηκα. eta. 64 Ἤθεσι: τοῖς συνήθεσι τόποις· ταῖς ἐξ ἔθους δια τριβαῖς. Ἠθολόγοσ: θεατριστής. Ἤϊα: τὴν τῶν ὀσπρίων καλάμην· οὕτως Ἐρατοσθένης· ὁ δὲ ποιητὴς ἁπλῶς ἔοικε βρώματα· Θώων παρδαλίων τε λύκων τ' ἤϊα πέλονται· καὶ τὸν εἰς τὰς ναῦς ἐπισιτισμὸν ὁμοίως. Ἠΐθεοσ: ὁ ὥραν γάμου ἔχων καὶ μηδέπω γεγαμηκώς· ὁμοίως δὲ καὶ ἡ ἐπίγαμος. Ἤϊα: βρώματα· καὶ τὸ ἐπορευόμην. Ηἴκειν: ὅμοιος ἦν. Ηἶσμεν: ἐπιστάμεθα. Ἠϊόεντι: καλὸν, αἰγιαλὸν ἔχοντι. Ἠϊόνα: αἰγιαλόν· ὄχθον. Ἥκειν: ἀντὶ τοῦ ἥκων. Ἤκειν: τὸ ἐώκειν ἐπὶ γʹ προσώπου· οὕτως Ἀριστοφάνης. Ἠκαιρεῖσθε: ἐκωλύεσθε· καιρὸν οὐκ εἴχετε. Ἧκεν: ἐφῆκεν. Ἠκέσατο: ἰάσατο· ἐθεράπευσεν. Ἠκιδωμένοσ: ἀκίδας ἔχων. Ἠκισμένουσ: ἠφανισμένους. Ἥκιστα: οὐδαμῶς· οὐχ ἧττον· καὶ Λιβάνιος φησίν· εἴ τινα ἄλλον τρόπον ὃν ἥκιστα ὤφθη μετελθών· ἐν τωῖ ˉο ἐπὶ τῆ φιάληι ἔμπορος· ἀντὶ τοῦ πάnu. Ἡ' κονήσατο: ἀντὶ τοῦ ἡ' κόνησεν. eta. 65 Ηϊσ: ὑπάρχεις. Ηἶσαν: ἐπίσταντο. Ἡκόντων: ἀντὶ τοῦ ἡκέτωσαν. Ἠκρωτηριασμένοσ: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησι φῶντος· ἠκρωτηριασμένοι τὰς αὑτῶν ἕκαστοι πατρίδας· ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαι νόμενοι τισὶν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα· τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ τοῦ ἠκρωτηρια κότες. Ἦκται: εἵλκυσται. Ἧκον δέ: ἐληλύθειν. Ἥκω: ἦλθον. Ἡ κυὼν ἐπὶ τῆς φάτνησ: παροιμία ἐπὶ τῶν μήτε χρωμένων, μήτε ἄλλοις μεταδιδόντων. Ἠλακάται: καλάμων ῥαβδία· ἀφ' ὧν καὶ τὰ κῶλα τῶν σταχύων. Ἠλακάτη: ἐργαλεῖον γυναικός. Ἤλασεν: ἔσκαψεν· ἔπληξεν. Ἠλαστρημένον: τὸν περιεφθαρμένον καὶ περιπεπ λανημένον. Ἠλεᾶτο: ἔθαλπεν. Ἠλέκτραι: τὰ ἐν τοῖς κλινόποσι τῶν σφιγγῶν ὄμματα. Ἤλεκτρον: ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλωι καὶ λιθία. Ἠλέκτρων: τῶν ἐν ταῖς κλίναις ποικιλλομένων. eta. 66 Ἠλέκτωρ: ὁ ἥλιος. Ἠλιόμην: ἠλισμένος ἤμην. Ἤλεγχον: ἐφανεροποίουν· ἢ ἀνέκρινον ὡς Ξενοφῶν. Ἤλεισ: ἤληθες. Ἠλιαῖα: τόπος Ἀθήνησιν, εἰς ὃν συνάγεται δύο δικαστήρια, ὅτ' ἂν χίλιοι δικάζωσιν· ὧν προέστη κεν εἷς γραμματεύς. Ἠλιαῖα: καὶ ἠλιάζεσθαι· ἠλιαῖα μέν ἐστι τὸ μέγιστον δικαστήριον Ἀθήνησιν· ἐν ωἷ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο, χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων· συνίασι δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων· οἱ δὲ χίλιοι πεν τακόσιοι ἐκ τριῶν. Ἠλίβατον: ὑψηλόν· ἄβατον· ἤ ἐστιν ἁλεῖν βαί νοντα· ἢ ὅπου ἥλιος πρῶτον βάλλει· ἁλὶ βεβη κυῖαν· Στησίχορος δὲ Τάρταρον ἠλίβατον βαθὺν λέγει· ἔνιοι ἠλίφατον ἀποδιδόασιν, ἡλίω φαινό μενον. Ἠλίβατοσ: ὑψηλή· ἐφ' ἣν πρῶτον διὰ τὸ ὕψος ὁ ἥλιος βαίνει. Ἠλίθιοσ: ἄφρων· ἢ σκληρός· ἢ ἀναίσθητος. Ἡλίκον: μέγα· πηλίκον. Ἡλικία τῆς πόλεωσ: ἀντὶ τοῦ ἐν ἡλικία οἱ νέοι· οὕτω Λυσίας καὶ Δημοσθένης ἐν Φιλιππικοῖς. Ἠλινδημένον: ἀντὶ τοῦ ἀνεστραμμένον· Δείναρχος ἐν τῶ κατὰ Φορμισίου· ὅπη Ἰσοκράτης καλινδεῖσθαι λέγει. eta. 67 Ἥλιοσ: ὄνομα κύριον Ἀθηναίου τινός. Ἠλισγημένοσ: μεμιασμένος· μεμολυσμένος· ἠρτυ μένος. Ἡλίσκον: τὸν μικρὸν ἧλον· Ἀριστοφάνης. Ἡλίσκοντο: ἐπορθοῦντο· ἠλέγχοντο. Ἠλίσμην: ἠλισμένος ἤμην. Ἠλιτόμηνον: τὸ παρὰ μῆνα γεννηθέν. Ἡλιωμένοσ: ἐπικεκαυμένος. Ἠλύγη: σκιά· σκέπη· καὶ ἐπηλυγησάμενος παρὰ Πλάτωνι τὸ προβαλόμενος καὶ ἐπισκιασάμενος. Ἡ Λύκου δεκάσ: Λύκος Ἀθήνησι πρὸς τωῖ δικαστηρίω ἥρως· μορφὴν ἔχων θηρίου· δεκὰς δὲ τὸ δεκάζεσθαι· πρὸς ὃ ἡ παροιμία· καὶ οἱ πρῶτοι δικασταὶ πρὸς τῶ λυκοειδεῖ ἥρωϊ ἐκλήθησαν. Ἠλύσιον: ἱερὸν περίοδον· οἱ δὲ περὶ Αἴγυπτον· οἱ δὲ περὶ Λέσβον· οἱ δὲ τὸ κεκεραυνωμένον χωρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτα ἐστὶν ἄβατα· καλεῖται δὲ καὶ Ἐνηλύσια· Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κατασκαφὲν χωρίον καλεῖν. Ἤλυσισ: πορεία. Ἥλω τὸν ἧλον ἐκκρούεισ: ἀντὶ τοῦ ἁμαρτήματι τὸ ἁμάρτημα σπεύδεις ἐξελάσαι. Ἥλω: ἐλήφθη· ἐφανερώθη· ἐπορθήθη. Ἥλωσαν: ἐνικήθησαν· ἐλήφθησαν. Ἠμαθόεντοσ: ἀμμώδους. eta. 68 Ἦμαρ: ἡμέρα. Ἤματα: ἡμέρας ἢ ἱμάτια. Ἠμάλαπτεν: ἔκρυπτεν· ἠφάνιζεν. Ἡμέδιμνον: τὸ ἡμιμέδιμνον. Ἡμεδαπῶν: ἰδίων· ἐγχωρίων· αὐτοχθόνων· δάπεδον γὰρ τὸ ἔδαφος· ὅθεν καὶ τὸ ποδαπὸς, ἀντὶ τοῦ ποῖον λαμβάνεται ἢ ποίας χώρας ἢ τῶν πατρίδων. Ἠμείβετο: ἀνταπεκρίνετο. Ἠμείφθη: ἠλλάγη. Ἤμειψα: ἤλλαξα. Ἡμένη πελειάσ: παροιμία ἐπὶ τῶν ἁπλουστέρων καὶ ἀκακοήθων ταττομένη· κατ' ἀντεξέτασιν τῶν παλευτριῶν· αἱ ἐξιπτάμεναι ἄλλας προσάγουσιν. Ἠ μὲν κλέος, ἠ δὲ καὶ ἦσθα: παροιμία ἐπὶ τῶν ὁμοίων τηῖ περὶ αὐτῶν φήμη. Ἡμερίδα: τὴν ἄμπελον· οὕτως Ἀριστοφάνης. Ἡμεροδρόμοσ: ὁ ἥλιος· λέγονται δὲ καὶ οἱ ἐν ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονούμενοι. Ἡμεροκαλλέσ: ἄνθος σπειρόμενον ὁ Δίδυμος· οὐκ ἔστι δὲ ἄνθος, ἀλλὰ φοινικοῦν ἔριον διαπεποι κιλμένον, ωἷ χρῶνται πρὸς τὰς ἱερουργίας Ἀθήνησιν· ὡς Θεόδωρος ὁ παναγὴς προσαγορευό μενος ἐν τωῖ αʹ περὶ τοῦ Κηρύκων γένους· καὶ τὴν αἰτίαν τοῦ ὀνόματος ἀποδιδούς· γράφει δέ· καλεῖται ἡμεροκαλλὲς διὰ τὸ πεπλύσθαι καὶ βεβάφθαι καὶ εἰργάσθαι ἐν μιαῖ ἡμέρα· κάλλη δὲ προσαγορεύεται τὰ ἄνθη. eta. 69 Ἡμερόλεγδον: τὸ καθ' ἑκάστην ἡμέραν ἐξαριθμεῖν. Ἡμερῶα: ἡμεροφυλάκια. Ἡμερωρεῖν: ἡμεροφυλακεῖν. Ἠ μήν: ὄντως δή· καὶ ἀλλ' οὖν· καὶ ἀλλ' ὅμως. Ἡμιδιπλοίδιον: γυναικεῖον βραχὺ περίβλημα· ὃ ἔνδον φοροῦσιν ὑπὸ τὸν μηρόν. Ἡμιδαήσ: ἡμίκαυστος. Ἡμιδαπήσ: ἡμιτελής. Ἡμίεκτον: τὸ ἕκτον μέρος τοῦ μεδίμνου. Ἡμιθνῆτα: τὸν ἡμιθάνατον. Ἡμίεκτον καὶ ἡμιμέδιμνον: τοῦ μεδίμνου ἔχοντος χοίνικας μηʹ, τὸ ἡμιμέδιμνον δηλονότι κδʹ εἶχεν· ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας· τὸ γὰρ ἕκτον χοίνικες ηʹ. Ἠμιλλᾶτο: ἠπείγετο. Ἡμιμάλλονεσ: μαινάδες· Νύμφαι ἢ Βάκχαι. Ἡμιμέδιμνον: μέτρον χωροῦν ἥμισυ μεδίμνου· τουτ έστι χοίνικας κδʹ. Ἡμῖν: ἀντὶ τοῦ ἡμᾶς. Ἡμιολία: ληστρικὸν πλοῖον· οὗ τὸ ἡμιόλιον μέρος ψιλῶν ἐρετῶν ἐστι, πρὸς τὸ ἀπ' αὐτοῦ μάχεσ θαι· τριημιολία δὲ, οὐ τριπλασία ταύτης, ἀλλὰ τριήρης. Ἡμιολία: τὸ ἥμισυ τοῦ κεφαλαίου. Ἡμιολίασ: ἡμίσεας. Ἡμιολασμόσ: Ἀντιφῶν· ἀντὶ τοῦ τὰ ἡμιόλια δοῦναι· eta. 70 ἡμιόλιος δέ ἐστιν ἀριθμὸς, ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ. Ἡμίοποι: κυρίως ἡμιτέλειοι αὐλοί. Ἡμιπέλεκα: αἱ μονόστομοι ἀξίναι. Ἡμιτύβιον: δίκροσσον· Ἀριστοφάνης Πλούτω· Ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών. Ἡμιφόριον: ἥμισυ ἱματίου. Ἡμμένοι: συνημμένοι. Ἠμοιρηκώσ: μὴ μετέχων. Ἠμπέσχετο: περιεβάλλετο. Ἤμοροσ: ἄμοιρος. Ἠμόριξεν: ἄμοιρον ἐποίησεν. Ἤμων: ἐθέριζον. Ἠμύναθον: ἤμυνα. Ἠμπείχετο: περιεβέβλητο. Ἠμπλάκομεν: ἡμάρτομεν. Ἠμφιέσθαι: τὸ περιβεβλῆσθαι. Ἦν: ἤμην. Ἦν: ἀντὶ τοῦ ἦσαν. Ἦν: ἀντὶ τοῦ ὑπῆρχεν. Ἦν: ἀντὶ τοῦ ἤμην· τὸ δὲ παλαιὸν ἔλεγον τὸ ἤμην (ἦ) κατὰ συναλιφὴν, οἷον ἦα καὶ ἔα. Ἦν: ἀντὶ τοῦ ˉη τοῦ ὑποτακτικοῦ. Ἡν: δασέως ὅτ' ἂν ἠθικῶς λέγηται· οἱ δὲ παλαιοὶ ἐν Μενάνδρωι Αὐτὸν τιμωρουμένω· τὸ δὲ ψιλὸν ἀντὶ τοῦ ἰδού· Ἀλλ' ἦν χιτών σοι. Ἤνδανεν: ἤρεσκεν. eta. 71 Ἠνδρώθησαν: ἀνδράσιν ὡμίλησαν· οὕτως Δίων πολ λάκις ἐχρήσατο. Ἤναυε πῦρ: λέγουσι τὸ ἧπτε πῦρ. Ἤνασ: κόψας. Ἦν δ' ἐγώ: ἀντὶ τοῦ ἔφην ἐγώ· τάττεται καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικός. Ἠνδρωμένη: παρθένος ἡ γεγαμημένη. Ἠνεμόεσσαν: ὑψηλήν. Ἤνεγκα καὶ ἤνεγκον: ἄμφω λέγουσι· τὸ μὲν ἀπὸ τοῦ ἐνέγκαι· τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν. Ἠνέγκατο: ἀντὶ τοῦ ἤνεγκεν. Ἠνείχετο: καὶ ἠνώχλει· καὶ ἠκηκόει καὶ ἠντιβόλει· κοινὸν τῶν Ἀττικῶν ἰδίωμα. Ἡνίκα ἀνταποδίδοται τῶ τηνικαῦτα καὶ τηνικάδε· σημαίνει δὲ τὸ μὲν ἡνίκα, καθ' ἣν ὥραν· τὸ δὲ τηνικαῦτα, κατ' ἐκείνην τὴν ὥραν· ὁμοίως δὲ καὶ τὸ ὅτε δηλοῖ καὶ τότε· τὸ δὲ ὁπηνίκα, καθ' ὁποίαν ὥραν. Ἡνίαι: λῶροι χαλινῶν. Ἡνίοχοι: οἱ εὐπορώτατοι Ἀθήνησι κατελέγοντο· ἁρματοτροφήσοντες ὥσπερ οἱ ἱππεῖς. Ἡνιόχουσ: τοὺς ἀκροκέρους κάλους· οὓς νῦν ἐκφόρους λέγουσιν. Ἤνυστρον: ἡ πρώτη κοιλία τῶν μαρυκουμένων ζώων. Ἤνυστρον: τὸ παχυμερὲς τῆς κοιλίας ἔντερον· ωἷ εἰς eta. 72 τρία τέτμηται ἡ γαστήρ· ἤνυστρον· ἐχῖνον· κεκρύ φαλον. Ἠόνησασ: κατήντλησας· ἔλουσας· τάχα καὶ τοὺς αἰγιαλοὺς ἠϊόνας φασι, παρὰ τὸ ἐπικλύζεσθαι. Ἠοῦσ: ὄρθρου· ἡμέρας· ἀνατολῆς. Ἠπάτησεν: ἐπλάνησεν. Ἠπήτην: οὐδεὶς εἴρηκε τῶν Ἑλλήνων· οὐδὲ ἠπήτριαν· ἀλλὰ ἀκέστριαν. Ἤπειρον: τωῖ Ἰσοκράτει σύνηθές ἐστι τὴν ὑπὸ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν. Ἤπειροσ: χέρσος γῆ· οἷον ἄπειρός τις οὖσα· ἤπειρος δὲ λέγεται παρὰ τοῖς ποιηταῖς ἡ γῆ καταχρηστι κῶς· κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδης· Ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα. Ἠπίαλοσ: ὁ ῥιγοπύρετος. Ἠπιάλησ: ἐπιάλης· ὁ πνιγαλίων ὑπό τινων. Ἡπιόδωροσ: ἡπία καὶ προσηνῆ δωρουμένη· χρηστή. Ἥπιοσ: πρᾶος· ἢ λιπαρός. Ἡ Περγαῖα Ἄρτεμισ: τάσσεται ἐπὶ τῶν ἀγυρτῶν καὶ πλανητῶν· παρόσον καὶ ἡ θεὸς ἐν αὐτηῖ. Ἤ ποθεν: ἀμόθεν· οὕτως Ἀριστοφάνης. Ἤ που: ἄρα γε. Ἤπου: ἴσως· σχεδόν. Ἤπου γε: πολλῶι πλέον. Ἡράκλεισ: ἐπίφθεγμα θαυμαστικόν· τὸ δὲ Ἥρακλες κλητικὴ πτῶσις· ὥσπερ τὸ ὦ Δάματερ τοῦ Δή μητερ διαφέρει· ἐπικαλοῦνται δὲ καὶ τοὺς Ἡρακλεί eta. 73 δας ὁμοίως· Μένανδρος· Ἀλλ' Ἡρακλεῖδαι καὶ θεοί. Ἡράκλεια: πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, Δημοσθένης ἐν τῶ κατ' Αἰσχίνου· ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει μνη μονεύει· ταῦτα γὰρ διὰ τιμῆς μάλιστα ἦγον Ἀθηναῖοι. Ἡρακλείαν λίθον: τινὲς τὴν μαγνῆτιν ἀπέδοσαν· διὰ τὴν Ἡρακλείαν τῆς Μαγνησίας· ἔνιοι δὲ, ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον, Ἡρακλεῶτις· ἡ δὲ μαγνῆτις ὁμοία ἐστὶν ἀργύρω [ὁμοία ἐστὶν] ὡς Εὐρ. Οἰν. τὰς βροτῶν Γνώμας σκοπῶν, ὥστε μαγνῆτις λίθος, Τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν· οὐ λέγει νῦν ὑπὸ τῆς μαγνήτιδος λίθου τὸν σίδηρον· ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι πλανωμένην ὡς ἐπὶ ἀργύρω. Ἡράκλεια λουτρά: τὴν Ἀθηνᾶν ἐν Θερμοπύλαις κατιόντι Ἡρακλεῖ ἀνεῖναι· οἱ δὲ ἐν Σικελία τὰς Νύμφας· οἱ δὲ αὐτὸν αὐτὰ κατασκευάσαι. Ἡρακλεώτης λίθοσ: ὁ ὑφ' ἡμῶν μάγνης ὁ ἐπισπώ μενος τὸν σίδηρον· Ἡρακλεία γὰρ ἐλέγετο ἡ Μαγνησία. Ἡρακλείδην: τὸν Ἡρακλέα οὕτως ἔλεγον. Ἤραρεν: ἥρμοσεν. Ἠρασάμην: ἠράσθην. eta. 74 Ἥρας δεσμοὺς ὑπὸ υἱέοσ: Πολιτείας βʹ οὕτω γραπτέον· παρὰ Πινδάρω γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τωῖ ὑπ' αὐτοῦ κατασκευασθέντι θρόνω· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διὸς καὶ φασὶ δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ· Κλήμεντος ἡ ἱστορία· καὶ παρ' Ἐπιχάρμω ἐν Κωμασταῖς ἢ Ἡφαίστω. Ήραον τεῖχοσ: χωρίον ἐστὶν ἐν Θράκη· ὑπὸ Σαμίων δὲ ὠκίσθη. Ἠρᾶτο: εὔξατο. Ἠρδαλωμένοσ: λεπρὸς καὶ μεμιασμένος. Ἦρδεν: ἀντὶ τοῦ ὕγραινεν, διέβρεχε. Ἠρέμα: ἀτρέμα· πράως· ἡσυχῆ· ἡ γὰρ ἠρεμία ἡσυχία. Ἤρετο: ἠρώτησεν. Ἤρεφεν: ἐστέγαζεν. Ἤρειδε: σφοδρῶς κατηγόρει· ἀπὸ τῶν ἐρεσσόντων. Ἠρία: οἱ τάφοι· φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι· κατ' ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει ὠκοδομημένους· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν. Ηἱρηκότεσ: πεπορθηκότες. Ἡρημένον: ἐπικριθέν· ἐκλελεγμένον. Ἠρήρειστο: ἥρμοστο. eta. 75 Ἤρθη: ηὐξήθη· ὑψώθη. Ἦρι: ὄρθρου· ἕωθεν· ἢ ἔαρι. Ἠριγένειαν: τὸν ὄρθρον. Ἠριδανόσ: ποταμὸς ἐν τηῖ Ἀττικῆ· οὗ αἱ πηγαὶ ἐντὸς τῶν Διοχάρους πυλῶν. Ἠρικνωμένον: ἐρρυτιδωμένον· παλαιόν. Ἠρινοῦ τόκου: ἐπεὶ ἔαρος οἱ φόροι ἐφέροντο. Ἤρειπεν: εἰς τὴν ἔραν κατέπεσεν. Ἠριστάναι: Ἕρμιππος· ὡς καὶ δεδειπνάναι φασίν. Ἤρκεσεν: ἐβοήθησεν. Ἡρματισμένον: ἠσφαλισμένον. Ἡρμόττετο: οὐχ ἡρμόζετο. Ἠροάνθια: ἑορτὴ γυναικεῖα ὅτε τὸ ἔαρ ἀνθεῖ. Ἠροῦτο: ἠροτριᾶτο. Ἤρρησεν: ἐφθάρη· ἦλθεν· ὅθεν καὶ τὸ εἰσήρρησεν. Ἤρτηται: κρέμαται. Ἤρτα: ἐκρεμάννυεν. Ἠρτικροτοῦντο: συνεφώνουν. Ἠρτίαζον: ἀστραγάλοις ἔπαιζον. Ἠρτυκώσ: κατηρτυκώς. Ἠρτύνετο: παρεσκευάζετο. Ἤρυγεν: ἠρεύξατο· ἤντλει. Ἠρύγγη: λεπτὸν καὶ ἀκανθῶδες κάρφος. Ἥρως ἰατρόσ: οὗ μέμνηται Δημοσθένης ἐν τωῖ περὶ τοῦ στεφάνου. Ἥρως ποικίλοσ: τοῦτο ἔλεγον ἐπὶ τῶν ἐστιγμένων· eta. 76 ἢ διὰ τὸ τοὺς ὄφεις ποικίλους ὄντας ἥρωας κα λεῖσθαι. Ἥρωσ: ἡμίθεος· δυνατός· γενναῖος. Ἡρῶσσαι: αἱ ἡρωΐδες. Ἡρωΐναι: ὁμοίως ἡρωΐδες. Ἦσάν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι· παροιμία ἀπὸ χρησμοῦ ἐπὶ τῶν προγεγονότων. Ἤσασ: χάριν ἐποίησας· ἔδοξας. Ἥσασ: ἡδύνας. Ἦσθα: ἀντὶ τοῦ ὑπῆρχες. Ἥσθην: ἐχάρην. Ἥσσητο: ἥττητο. Ἧσσον ἑτοίμως κατέχειν: ἀντὶ τοῦ οὐδὲ ὁμοίως. Ἥσεισ: ἀντὶ τοῦ ἀφήσεις. Ἠσὶ δέ: ἀντὶ τοῦ φησὶ δέ. Ἠσκάριζεν: ἀντὶ τοῦ ἤσπαιρεν. Ἦσμεν: ἀντὶ τοῦ ὑπήρχομεν· ἀπὸ τοῦ ἐσμέν. Ἤστην: ἐκαθίζοντο δυϊκῶς. Ἠσυνθέτηκασ: ἢ συνέθου καὶ ὡμολόγησας. Ἠσχάτισεν: ὑστέρησεν. Ἢ τὰν ἢ ἐπὶ τάν: ἢ ταύτην ἢ ἐπὶ ταύτην· ἐκείνην. Ἡττήσομαι: ἡττηθήσομαι. Ἧττον: οὐδαμῶς. Ἡταίρηκεν: ἠτάκτησεν. eta. 77 Ἠτημένην: ἀντὶ τοῦ κεχρημένην· καὶ γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κιχρᾶσθαι. Ἠτίμησεν: ἠτίμασεν· ὕβρισεν. Ἧτορ: ψυχή. Ἠτριαῖον ἢ ἤτριον: ἐφ' ὕψους τάττεται ἡ φωνή. Ἤτριον: ἔνδυμα ὑμενῶδες. Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι: τὸ γὰρ παλαιὸν τρισὶν ἐχρῶντο κύβοις πρὸς τὴν παιδίαν· διχῶς δὲ λέγε ται, καὶ ὁ ἀναρριπτούμενος καὶ ἰδίως ὁ κενός. Ἦτρον: τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος. Ηὔδα: ἔλεγεν· εἶπεν. Ἠσχάτισεν: ἐταπείνωσε· καὶ ἠσχατίσμαι· τετα πείνωμαι· ἐσχατίζω γὰρ τὸ θέμα. Ηὐλήσαντο: ἐταράχθησαν· ἐστράφησαν· πεφύ σηνται. Ηὖχεν: ἀντὶ τοῦ ἤλπιζεν. Ἡ Φανοῦ θύρα: τὸν Φανὸν φησὶ Δήμων ὀβολοστάτην εἶναι· ἄλλως δὲ τυφλόν· ὑπανοιγομένης δὲ αὐτωῖ τῆς τοῦ ταμιείου θύρας, κατασκευάσαι τοιαύτην ἣν οὐκ ἄν τις ἤνοιξε μὴ ψόφον ποιήσας· ἐνίους δὲ λέγειν ὡς μοιχευομένης αὐτῶ τῆς γυναικὸς, τὴν αὔλειον θύραν εἰργάσατο ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι· τῆς δὲ κατὰ τοῦ τέγους δεχομένης τὸν μοιχὸν, χλευά ζοντας τοὺς γείτονας ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῶ φυλάττειν, τὴν Φανοῦ θύραν εἶναι λέγειν. Ἡ φάρυξ: λέγεται θηλυκῶς. Ἥφαιστοσ: ὁ θεὸς καὶ τὸ πῦρ. eta. 78 Ἡφαιστία: δύο πόλεις ἦσαν τῆς Λήμνου· Μύρρινά τε καὶ Ἡφαιστία. Ἠφειδηκότεσ: καταπαύσαντες· μὴ φεισάμενοι. Ἠφείθη: ἐάθη· συνεχωρήθη. Ἠχαρίστηκα: τὸ ἀχαριστεῖν λέγουσιν. Ἠχήν: ἦχον· ἢ φήμην. Ἦχθαι: τεθηρεῦσθαι. Ἠχθησμένην: καταβεβαρημένην. Ἤχλυσε: συνεσκότασεν. Ἠχὼ πετραῖα: ἡ Αἴγινα· ἐπειδὴ πετρώδης ἐστὶ καὶ πολλὰ ἔχει κεράμια. Ἡψιμάχουν: συνῆπτον μάχην. Ἠών: Δημοσθένης ἐν τῶ κατὰ Τιμοκράτους πόλις ἐστὶ Μενδαίων ἀποικία. Ἠώσ: ἡμέρα ἀπὸ ὄρθρου. Ἠώσ: πρωΐ· ἡμέρα· ὄρθρος· ἐπὶ μὲν τῆς θεᾶς· Ἠὼς δ' ἐκ λεχέων· ἐπὶ δὲ ὅλης ἡμέρας· ἥδε (δὲ) μοι νῦν Ἠὼς ἑνδεκάτη· ἐπὶ δὲ τῆς πρωΐας ἕως ἕκτης ὥρας· Ἔσσεται ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ. Τέλος ˉη. Ἀρχὴ σὺν Θεῶ ˉθ. Θαλαμαῖαι: καταδύσεις· θαλάμαι δὲ τόπος ἱερὸς τῶν Διοσκούρων. Θαιρούσ: τοὺς στροφεῖς τῆς θύρας. theta. 79 Θᾶκοι: θρόνοι· καθέδραι. Θαλαμηπόλοσ: ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη καὶ φυλάττουσα. Θάλαμοσ: οἶκος ἢ κοιτών. Θαλαμίδιοι κῶπαι: αἱ ἡρέμα ἐλαύνουσαι. Θαλαττοκοπεῖσ: ματαιολογεῖς. Θαλλόσ: λέγεται καὶ ὁ στέφανος τῆς ἐλαίας. Θαλλοφόροι: οἱ γεραίτατοι παρὰ Ἀθηναίοις ἐλέγοντο. Θάλασσα κοίλη: τὸ θέατρον. Θάλεια: εὐωχία· ἀπὸ τοῦ θάλλειν. Θαλεροί: δίυγροι· νέοι· ἀκμαῖοι· ἢ ταχεῖς. Θαλίαισ: ἑορταῖς. Θαλλόσ: κλάδος ἐλαίας· ἢ πᾶν τὸ θάλλον. Θαμᾶ: συνεχῶς· πυκνῶς· διηνεκῶς. Θαμάκισ: πυκνῶς. Θαμίζεισ: πυκνάζεις· συχνάζεις. Θαμινὰ καὶ θαμινῶσ: συνεχῶς πυκνῶς. Θάμνοσ: ἔστι μὲν τὸ χαμαίζηλον φυτόν· λέγεται δὲ καὶ ὁ σύνδενδρος τόπος. Θανατήσιον: οὐ θανάσιμον λέγουσιν. Θανατῶν: θανάτου ἐπιθυμῶν· λέγεται δὲ καὶ ὁ ἀπο κτέννων. Θαργηλία: ἑορτὴ Ἀρτέμιδος καὶ Ἀπόλλωνος· καὶ μὴν Θαργηλίων· ὁ τῶν σπερμάτων μεστὸς χύτρος ἱεροῦ ἑψέματος· ἥψουν δὲ ἐν αὐτηῖ ἀπαρχὰς τῶ θεωῖ τῶν πεφηνότων καρπῶν· ὀνομαζόμενον ἀπὸ theta. 80 τοῦ θέρειν τὴν γῆν τὸν αὐτὸν ὄντα τῶ Ἡλίω· ἵσταντο δὲ ἐν αὐτηῖ καὶ χοροὶ καὶ ἀγὼν Θαργήλια. Θαργήλεια: Ἀγησαγόρου θυγάτηρ, βασιλεύσασα Θετταλῶν λʹ ἔτη· Μιλησία τὸ γένος, ἀναιρεθεῖσα δὲ ὑπό τινος Ἀργείου δεθέντος ὑπ' αὐτῆς. Θαργήλια: ἑορτὴ τὰ Θαργήλια· ἄγεται δὲ Θαργη λιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος. Θαργηλιών: μὴν Ἀθήνησιν ιαʹ· ὠνομάσθη δὲ ἐπεὶ ὁ ἥλιος τότε πυρώδης· τὸ δὲ θερμὸν θαργήλιον ὠνόμαζον· τὰ δὲ ἄνθη τότε ἐξηραίνετο. Θάρνυται: θαρσύνεται. Θάρνυσθαι: συγγίνεσθαι. Θαρραλέον: θάρσος. Θάρσυνοσ: τεθαρρηκώς. Θασίαν: καὶ ῥάφανον καὶ ἅλμην λέγουσιν. Θάσιος πάϊς Ἀγλαοφῶντοσ: Πολύγνωτος ὁ ζωγρά φος οὕτως ἐπεγέγραπτο. Θάτερα καὶ θάτερον: λέγεται τό, τε ἑνικὸν καὶ τὸ πληθυντικόν· τὸ δὲ ἀρρενικὸν ἅτερος λέγεται· τὰ δὲ θηλυκὰ οὕτω συναλείφεται· ἡτέρα καὶ θητέρα. Θάτερον: ἕτερον μέρος. Θᾶττον: τάχιον. Θᾶττον ἢ Βούτησ: οἷον κατεσκευάσθη· Νίκων γὰρ ὁ ζωγράφος ὀφθαλμὸν ποιήσας καὶ κράνος περιφαι νόμενον, ἐπέγραψε Βούτης. theta. 81 Θᾶττον ἢ βάδην: λέγουσι συνήθως τάχιον ἢ βραχέως. Θαύματα: ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται. Θαυματίζομαι: ἐκπλήσσομαι. Θαυμαστὴν ὅσην: τουτέστιν, λίαν πολλὴν, ὥστε θαυμάσαι. Θαυμαστικά: ἀντὶ τοῦ θαυμαστά. Θαυμάζω: ὅτε πρὸς γενικὴν συντάσσομεν, τὸ καταγινώσκω σημαίνει· πρὸς δὲ αἰτιατικὴν τὸ ἐπαινῶ. Θαυμαστότερον: οὕτως Πλάτων. Θάψινον χρῶμα: ἀντὶ τοῦ ξανθόν. Θάψοσ: ξύλον ωἷ ξανθίζουσι τὰ ἔρια καὶ τὰς τρίχας· ὃ Σαπφὼ Σκυθικὸν ξύλον λέγει. Θέαν: τὴν ὄψιν καὶ τὴν θεωρίαν. Θεατήρ: ὁ τὸ θέατρον ὁρῶν· ἢ ὁ τὸ θέατρον συνιστῶν. Θέαν παρ' αἴγειρον: τὴν πόρρωθεν λέγουσιν· αἴγειρος γὰρ ἦν τῶν ἰκρίων πλησίον. Θεαιδέστατον: θεοῦ ἰδέαν ἔχον· εἶπε δὲ Ἀντιφῶν ἐν τῶ περὶ ὁμονοίας οὕτως· ἄνθρωπος ὃς φησὶ πάν των θηρίων θεαιδέστατος γενέσθαι. Θεατροκορασία: ὀχλοκορασία. Θεάμονασ: θεατάς. Θεηγόροι: θεολόγοι. Θεήλατοσ: ὑπὸ θεοῦ πεμφθείς. theta. 82 Θεηπολεῖν: θεῶν εἰκόνας ἔχοντα περιπολεῖν ἀργύριον εἰσπρασσόμενον. Θέειν καὶ θεῖν: τρέχειν. Θεῖα: εὐθεια· καὶ ὀρθά· καὶ θαυμαστά. Θειαζόντων: μαινομένων. Θειάσαντεσ: θεόληπτοι γεγονότες. Θιάσω μαινόληι: χορῶ μανικωῖ. Θιασῶται: χορευταί· οἱ τὰ θεῖα ἄδοντες. Θιασώτησ: ὁ τῶν θυσιῶν κοινωνός· ἐκαλοῦντο δὲ καὶ ὀργεῶνες· ἐκλήθησαν δὲ ἀπὸ τοῦ θιάσου, ὅσπέρ ἐστιν ἡ ἀπὸ τοῦ πίνειν συναγωγή. Θεῖεν: ποιήσειαν. Θεῖναι: ποιῆσαι. Θεῖον: ἀντὶ τοῦ θεός. Θέλγει: ἀγαπᾶ· ἢ κακοῖ· ἢ ἀπατᾶ· ἢ θάλπει. Θέλγητρον: τὸ εἰς ἡδονὴν ἄγον. Θέλειν: ἀντὶ τοῦ δύνασθαι. Θέλημοσ: ἀντὶ τοῦ ἥσυχος. Θελητή: εὔκαρπος καὶ γονιμωτάτη. Θελκτώ: κολακευτική. Θέμεθλα: τὰ ἐσώτερα μέρη· τὰ ἐν βάθει. Θέμενος τὰ ὅπλα: ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλι σάμενος· Δημοσθένης καὶ Ὅμηρος καὶ Αἰσχίνης. Θέμιν: δικαιοσύνην. Θέμισ: τὸ δίκαιον. Θεμισσέτω: αἰκιζέτω. theta. 83 Θεμιστεύειν: ἀντὶ τοῦ χρησμωιδεῖν· Λυσίας· γέγονε δὲ τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος. Θεμίσων: τυράννου ὄνομα· Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος. Θεμιτῶσ: νομίμως. Θεμιστόσ: δίκαιος. Θέμιστα: νόμον ἢ δίκην. Θεμιστεύσαντοσ: ἄρξαντος· δικάσαντος. Θέναρ: τὸ κοῖλον τῆς χειρός· λέγεται δὲ καὶ τὸ τοῦ ποδὸς ἐλλύχνιον. Θεογενεσίαν: Θεόδμητοσ: ὑπὸ τοῦ θεοῦ κατεσκευασμένος. Θεοδρομῶν: κατὰ θεὸν πορευόμενος. Θεοειδήσ: θεοῖς τὸ εἶδος ὅμοιος. Θεοείκελοσ: θεῶ ὅμοιος. Θεόθυτα: ἱερόθυτα. Θεογείτων: Δημοσθένης καὶ Δείναρχος καὶ ἄλλοι Θεογένην ὀνομάζουσιν. Θέογνισ: εἷς ἦν τῶν παρ' Ἀθηναίοις λʹ τυράννων· ἔστι δὲ καὶ ποιητὴς ὁ Θέογνις· οὗτος δ' ἦν Με γαρεύς. Θεοίνιον: τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγοντο· ἐν οἷς οἱ γεννηταὶ ἀπέθυον· τὸν γὰρ Διόνυσον Θέοινον ἔλεγον. Θεοίνιον: ἱερὸν Διονύσου, ἀφ' οὗ καὶ γένος. theta. 84 Θεοὶ Μολοττικοί: οἱ χθόνιοι· ἐπεὶ ψυχοπομπεῖον ἦν ἐν Μολοττοῖς. Θεοκλυτήσαντεσ: θεοῦ ἀκούσαντες· θεὸν ἐπικαλε σάμενοι. Θεοκλυτοῦμαι: θεόθεν μυοῦμαι· θεοφοροῦμαι· θεόθεν δοξάζομαι. Θειοτελὴς φύσισ: οἱ ἄγγελοι οἱ τὰ θεῖα τελοῦντες· λέγεται καὶ θεοτελὴς φύσις. Θεοκρίνησ: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· ἦν δὲ συκοφάντης. Θεόκλυτοσ: θεότιμος. Θεόληπτοσ: Θεομητί: θεόφρονι· θεοβούλωι. Θεομάντεισ: οἱ ἐνθουσιῶντες. Θεοπροπία: ἁμαρτία· καὶ θεοπρόπιον· τὸ ἐκ θεοῦ μάν τευμα ἢ προφήτευμα. Θεοπολεῖν: τὸ περὶ θεοὺς ἀναστρέφεσθαι. Θεοπρόποσ: μάντις ἢ θεοῦ προφήτης. Θεορημοσύνη: τὴν θείαν διδασκαλίαν· τὴν κατή χησιν. Θεόρρυτον: ἐκ θεοῦ προϊὸν ἢ προχεόμενον. Θεοσέπτωρ: θεοσεβής. Θεοστυγήσ: θεομίσητος. Θεὸς ἡ Ἀναίδεια: λέγεται ἐπὶ τῶν δι' ἀναισχυντίαν theta. 85 ὠφελουμένων· ἐτιμᾶτο δὲ καὶ Ἀθήνηισιν ἡ Ἀναίδεια· καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ. Θεσσαλὸν σόφισμα: ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν ταῖς παρατάξεσιν, ἀλλὰ κακουργούντων. Θεοφορία: θεοφόρησις. Θεραπίσ: ἡ θεραπεύτρια. Θεράπναι: τόπος ἐστὶν ἐν Λακεδαίμονι· οὗ μνημονεύει καὶ Ἰσοκράτης καὶ Ἀλκαῖος. Θεράποντεσ: δοῦλοι· ὑπηρέται. Θέρεται: καίεται. Θεριστον καὶ θέριστρον: θερινὸν ἱμάτιον. Θερίζειν: τὸ ἁμᾶσθαι τὸν καρπόν. Θεριῶ καὶ κομιῶ καὶ ποριῶ καὶ ὁριῶ καὶ πάντα τὰ εἰς ˉζˉῶ βαρύτονα καὶ ὑπὲρ δύο συλλαβὰς βραχυνό μενον τὸ ˉι ἔχοντα, ἐν τῶ μέλλοντι ἄνευ τοῦ σ ἐκφέρουσιν Ἀττικοί· τὰ γοῦν ὁριστικὰ καὶ ἀπαρέμφατα· τὰ δὲ ὑποτακτικὰ οὐδαμῶς· σολοι κισμὸς γὰρ τὸ ἐὰν θεριῶ καὶ ἐὰν κομιῶ· ἐφ' ὧν δὲ τὸ ˉι ἐκτείνεται, καὶ σὺν τῶ ˉσ ὁ μέλλων λέγεται χρόνος, καὶ ἐκτεινομένης τῆς παρεσχάτης συλ λαβῆς· οἷον δανείζω, δανείσω· οὐκέτι δὲ τὸ δανειῶ· βάρβαρον οὕτως· ὥστε καὶ τοὺς Ἀθηναίους φασὶν ἀθρόως εἰς ἐκκλησίαν συναθροισθέντας ἐπὶ τῶν διαδόχων· ἐπειδὴ εἰς ἀπορίαν καθειστήκεσαν χρη μάτων· ἔπειτά τις αὐτοῖς τῶν πλουσίων ὑπισχνεῖτο ἀργύριον, οὕτω πως λέγων, ὅτι ἐγὼ ὑμῖν δανειῶ· θορυβεῖν καὶ οὐκ ἀνέχεσθαι λέγοντος διὰ τὸν theta. 86 βαρβαρισμόν· καὶ οὐδὲ λαβεῖν τὸ ἀργύριον ἐθέ λειν· ἕως αἰσθόμενος ὁ μέτοικος, ἢ καὶ ὑποβα λόντος αὐτῶ τινὸς, ἔφη, δανείσω ὑμῖν τοῦτο τὸ ἀργύριον· τότε δὲ ἐπαινέσαι καὶ λαβεῖν· διὰ τοῦτο βαδίσω καὶ βαδιῶ ἀμφότερα δόκιμα· ἐπεὶ καὶ αὐτὸ τὸ ἐνεστηκὸς ἑκατέρως λέγεται, καὶ ἐκτει νομένου καὶ συστελλομένου τοῦ ἐν τῆ μέση συλ λαβῆ ˉι· οὐκέτι δὲ ἀγορῶ, οὐδὲ κολῶ· οὐδὲ γὰρ ὅλως τὸ ˉι παραλήγει. Θέρμα: ἡ πύρωσις· Θέρμη δὲ ἡ πόλις, ἀφ' ἧς ὁ κόλπος καλεῖται. Θερμάν: Θράκιον πόλισμα. Θερμαυστρίσ: ἡ σύντονος καὶ διάπυρος ὄρχησις. Θερμοπύλαι: ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι· Φιλέας δὲ Θερμοπύλας λέγει καλεῖσθαι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ Ἡρακλεῖ ἐποίησε. Θερμόσ: θρασύς. Θέροσ: ὁ θερισμός. Θέσθαι: ὑποθέσθαι. Θέσισ: πρᾶξις. Θέσμιον: νόμιμον. Θέρσανδροσ: οὗτος εἰς παιδεραστίαν δεινῶς διε βάλλετο. Θέσθαι: ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερίδης· ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι νόμον Δημο theta. 87 σθένης ἐν τωῖ περὶ ἀτελειῶν· ἐν μέντοι τῶ κατὰ Στεφάνου φησὶν, ἑαυτῶ νόμους θέμενον, ἀντὶ τοῦ θέντα. Θεσμοθέτησ: νομοθέτης ἢ νομοφύλαξ. Θεσμοθέται: ἀρχὴ Ἀθήνησιν ἀνδρῶν ἕξ· οἱ τὴν τῶν νόμων ἐπιμέλειαν ἐποιοῦντο· καὶ τὰς εἰσαγγελίας εἰσήγγελλον εἰς τὸν δῆμον· καὶ τὰς χειροτονίας καὶ τὰς προβολὰς ἁπάσας καὶ γραφὰς παρα νόμων· καὶ ἦσαν διορθωταὶ τῶν νόμων. Θεσμοθέται: ἀρχὴ τίς ἐστιν Ἀθήνηισιν· ἓξ δὲ ὄντων τὸν ἀριθμὸν καίτοι ἐκ τῶν καλουμένων θʹ ἀρχόντων· καλοῦνται δὲ οὕτως ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ' ἐνιαυ τὸν ἕκαστον, εἴρηκεν Αἰσχίνης ἐν τῶ κατὰ Κτησι φῶντος. Θεσμόσ: ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός· καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύν ταγμα· Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους εἶπεν. Θεσμοφόρια: ὄνομα ἑορτῆς. Θεσμοφορίων ἡμέραι δʹ: δεκάτη Θεσμοφόρια· ἑνδε κάτη κάθοδος· δωδεκάτη νηστεῖα· τρισκαιδεκάτη Καλλιγένεια. Θεσμοφόροσ: ὁ τοὺς νόμους ἐπιφερόμενος. Θεσπέσιοσ: θεῖος· θαυμαστός· πρᾶος. Θεσπίζει: νομοθετεῖ. theta. 88 Θεσπίσματα: θεῖα δόγματα. Θεσσαλὸν νόμισμα: παροιμιῶδες τοῦτο τασσόμενον ἐπὶ ἀπάτης. Θέτησ: ὁ εἰσποιησάμενος θετοὺς τινάς· μήποτε δὲ θέτης ὁ εἰς ὑποθήκην λαβὼν ὁτιοῦν. Θετταλικὰ πτερά: τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θετταλικὰς χλαμύδας· πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι, διὰ τὸ ἐοικέναι πτέρυξιν. Θετταλικοὶ δίφροι: διάφοροι. Θετταλικὴ ἔνθεσισ: ὁ μέγας ψωμός. Θετταλίσ: ὑπόδημα ποιόν. Θετόν: εἰσποιητόν· οὐ γνήσιον. Θετταλόσ: εἷς τῶν Κίμωνος παίδων οὕτως ἐκαλεῖτο. Θετταλῶν σόφισμα: καὶ ἐπὶ μάχης καὶ ἐπὶ σχή ματος καὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάσσουσιν· ἀπὸ αἰτίας τοιαύτης· Ἀρατίω γὰρ κατιόντι ὁ θεὸς ἔφη φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχῆ μείζονι καὶ λαμπροτέρα κατ' αὐτοῦ χρησάμενοι· ὁ δὲ ἑκατόμβην ἀνδρῶν εὔξατο θύσειν τῶ Ἀπόλλωνι· κατορθώσας δὲ ἃ ἐβούλετο, τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι ἀνεβάλ λετο. Θευδουσία: χωρίον κείμενον ἐγγὺς Σκυθῶν· ὃ πολιορ κῶν Σάτυρος ἐτελεύτησεν. Θεωρικὸν καὶ θεωρική: Ἀθήνησιν ἦν χρήματα κοινὰ, ἃ θεωρικὰ ἐκαλεῖτο, διδόμενα τοῖς Ἀθηναίοις theta. 89 εἰς διανομήν· προήχθη δὲ οὕτως· τὸ παλαιὸν ὄχλου γενομένου ἐν τοῖς θεάτροις καὶ τῶν ξένων τὰς θέας προκαταλαμβανόντων, διεδίδοτο τοῖς πολίταις τὸ θεωρικὸν, ὅπερ ἦσαν δύο ὀβολοί· ἵνα τοῦτο λαμβά νοντες οἱ πολίται διδόασιν αὐτὸ τῆ πόλει μισθὸν τῆς θέας· ὁ τοίνυν ἐπιμελούμενος τῶν χρημάτων τούτων ἄρχων ἐλέγετο τῶν θεωρικῶν· ἦν δὲ καὶ ἄλλα θεωρικὰ, ἃ διενέμετο ἐν ταῖς ἑορταῖς ἡ πόλις. Θεωρικά: ἐν ταῖς λεγομέναις Διονυσίαις θεωρίαις, ἀγώνων τελουμένων φιλοτίμων, συνέβαινε τινὰς τῶν πολιτῶν εἰς ὕβρεις καὶ τραύματα διαφέρεσθαι· ἔδοξεν οὖν τῶ δήμω μηκέτι προῖκα θεωρεῖν· ἐκμισ θοῦν δὲ ταῖς θέαις τοὺς τόπους· πλεονεκτουμένων δὲ τῶν πενήτων, διὰ τὸ ῥαδίως τοῖς πλουσίοις πλείο νος τιμῆς τοῦτο γίνεσθαι, ἐψηφίσαντο ἐπὶ δραχμῆ καὶ μόνον εἶναι τὸ τίμημα· θεωρικὸν αὐτῆ θέντες ὄνομα· καὶ τὸν ἐπὶ τούτω ἐφεστηκότα θεωρικὴν ἀρ χὴν ἔλεγον ἄρχειν· ἀπὸ τούτου δὲ καὶ τὰ λοιπὰ ὅσα Ἀθηναῖοι ἐλάμβανον, θεωρικὰ εἴρηται. Θεωρικά: χρήματα τινὰ ἦν ἐν κοινῶ ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ἃ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατηγικά· ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δη μοσίας κατασκευὰς καὶ διανομὰς τῶν πολιτῶν· ἦν δὲ τὸ μὲν πρότερον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ θεωρικὰ ἐκλήθη· Φιλῖνος δέ φησιν, ὅτι theta. 90 διὰ τοῦτο ἐκλήθη θεωρικὰ, διότι τῶν Διονυσίων ὑπογύων ὄντων, διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ μηδεὶς ἀπολείπηται δι' ἐνδείαν ἀναλωμάτων· ἄλλοτε δὲ ἄλλως ὡρίζετο τὸ διδόμενον· εἴς τε τὰς θέας καὶ τὰς θυσίας καὶ τὰς ἑορτάς· οὐκ ἐξῆν δὲ τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν· ἦν δὲ καὶ ἀρχὴ τίς ἐπὶ τοῦ θεω ρικοῦ· ὡς Αἰσχίνης ἐν τῶ κατὰ Κτησιφῶντος δηλοῖ. Θεωρίσ: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστογείτονος, εἰ γνήσιος· μάντις ἦν ἡ Θεωρὶς καὶ ἀσεβείας κρι θεῖσα ἀπέθανεν. Θεωροί: οἱ εἰς θεοὺς πεμπόμενοι φύλακες τῶν θυσιῶν καὶ χρησίμων· θεωροὶ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι· καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τὸ θεῖον φροντίζοντας οὕτως ὠνόμαζον· ὥρην γὰρ ἔλεγον τὴν φροντίδα. Θεῶν ἀγορά: ἐπὶ τῶν τολμώντων τι λέγειν ἐν τοῖς ὑπερέχουσι. Θήγοντεσ: ἀκονῶντες. Θηλάζειν: τὸ τρέφειν τωῖ γάλακτι οἱ ἀρχαῖοι πάν τες· οὕτως μάλιστα οἱ Ἴωνες. Θηλάστριαν: ἣν θηλάσεταί τις· ἰδίως· οὕτως Κρα τῖνος. Θηλή: μαστὸς ὁ γαλουχῶν. Θηλυδρίασ: τεθηλυμμένος. Θήλυνοι: ἥσυχοι. theta. 91 Θημακεύσ: δῆμος ἐστὶ φυλῆς τῆς Ἐρεχθηΐδος ὁ Θη μακός. Θημαχόσ: δῆμος Ἐρεχθηΐδος. Θημῶνεσ: οἱ σωροὶ τῶν δραγμάτων. Θηραστεύεσθαι: ἀναβάλλεσθαι. Θηραμένησ: οὗτος ἀνηρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λʹ. Θηράτορασ: κυνηγούς. Θηραιον: ποικίλον ἱμάτιον. Θηρικλέους τέκνον: κύλιξ, ἣν λέγεται πρῶτος κερα μεῦσαι Θηρικλῆς. Θηρίκλειον: ποτήριον ὑέλινον. Θηρῶντεσ: ἐπιτηροῦντες. Θῆσσαν: μισθωτικὴν ἢ εὐτελῆ· (θῆσσαν τράπε ζαν) δουλικὴν τροφήν. Θῆσσα: ἡ πενιχρά· ἀπολειφθεῖσα ὑπὸ τῶν γονέων καὶ ἐπιδικαζομένη γάμου τῶν ἀγχιστείων. Θησεῖον: τὸ Θησέως ἡρῶον, ὃ τοῖς οἰκέταις ἄσυλον ἦν· ἐλέγοντο δὲ δίκαι καὶ ἐνταῦθα. Θησεῖον: τέμενος ἐστὶν ἀνειμένον τῶ Θησεῖ. Θήσομαι: ὁρίσω· ποιήσω· ἀναδείξω. Θητεία: παραμονὴ ἢ δουλεία. Θῆτεσ: οἱ ἕνεκα τροφῆς δουλεύοντες. theta. 92 Θητεὺς καὶ θητικόν: εἰς τέσσαρα διαιρουμένης παρ' Ἀθηναίοις τῆς πολιτείας, οἱ ἀπορώτατοι θητεῖς ἐλέ γοντο καὶ θητικὸν τελεῖν· οὗτοι δὲ οὐδὲ μιᾶς μετεῖ χον ἀρχῆς, οὐδὲ ἐστρατεύοντο· καὶ θῆσσαν δὲ ὠνό μαζον οἱ Ἀττικοὶ τὴν πενιχρὰν κόρην, ἣν ἐπάναγ κες ἦν τοὺς ἔγγιστα γένους ἢ λαμβάνειν πρὸς γά μον, ἢ πέντε μνὰς διδόναι. Θητεύειν: μισθῶ ἐργάζεσθαι. Θίασοσ: τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τέλει καὶ τιμῆ θεοῦ· οὕτως Δημοσθένης καὶ Ξενοφῶν· Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τοὔνομα· θιασῶται δὲ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· οὕτως Ἰσαῖος. Θίβη: κιβώτιον ἐκ βύβλου πλεκτὸν, ὡς κοφινῶδες. Θιβρώνιον νόμισμα: ἐδόκει ἀπὸ Θίβρωνος τοῦ χαράξ αντος εἰρῆσθαι. Θίγειν: ψαῦσαι· ἐγγίσαι. Θιγγάνει: ἅπτεται. Θίμβρων: Λακεδαιμόνιος· οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά. Θῖνα: αἰγιαλόν· σωρόν. Θλαδίασ: εὐνοῦχος. Θλίβει: ἐκπιέζει. Θοάσ: ταχείας ὁρμάς. Θοηρόσ: τεταραγμένος. Θοιμάτιον: τὸ ἱμάτιον. Θοινᾶται: εὐωχεῖται. theta. 93 Θοίνη: τροφή· εὐωχία· κατάβρωμα. Θόλοσ: οἶκος περιφερής· ἐν ωἷ οἱ πρυτάνεις εἱστιῶν το· πρυτάνειον δὲ ὠνόμασται, ἐπεὶ πύρων ἦν τα μιεῖον. Θόλοσ: τόπος ἐν τοῖς ἀρχείοις θολοειδής· ὀροφὴν ἔχων ἐξ οἰκοδομῆς, ἀλλ' οὐχὶ ξυλίνην· ἢ διὰ τὸ οἰκοδο μεῖσθαι αὐτὸν στρογγύλον· λέγεται δὲ καὶ θηλυκῶς ἡ θόλος. Θολερὸς προσβαίνεισ: μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν ἔχων· ἀλλὰ ἀστάτως καὶ τεταραγμένως προΐων. Θοραί: δῆμος Ἀντιοχίδος. Θόρικοσ: δῆμος Ἀκαμαντίδος. Θοῦ: κατάθου. Θορόσ: τὸ σπέρμα τοῦ σώματος. Θορών: πηδήσας. Θοῦρον: πηδητικόν· ταχύν· πολεμικώτατον. Θουριομάντεισ: τοὺς περὶ Λάμπωνα· τὴν γὰρ εἰς Σύβαριν ἀποικίαν οἱ μὲν Λάμπωνι ἀνατιθέασιν· οἱ δὲ Ξενοκρίτω· οἱ δὲ τῶ Χαλκιδεῖ Διονυσίω· οἱ δὲ καθάριοι τωῖ Λάκωνι· οἱ δὲ Πλησίππω Ἀθηναίω. Θρᾶκες ὅρκια οὐκ ἐπιστάνται: ταύτης μέμνηται Μέ νανδρος ἐν τῆ πρώτη· λέγει γὰρ ὅτι ἐν αὐτῆ τηῖ theta. 94 γηῖ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο· καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα ἐγένετο· Θρᾶκες ὅρκια οὐκ ἐπίστανται. Θράνοσ: ὑποπόδιον· καὶ θρανίδιον λέγουσιν. Θρανίου: δίφρου. Θράττειν: ταράσσειν· ἐνοχλεῖν· νύσσειν· δυσωπεῖσ θαι καὶ ὑφορᾶσθαι. Θρανεύομαι: συντρίβομαι· συγκόπτομαι. Θρανιτρίδεσ: κῶπαι θρανιτῶν. Θραύεται: κλᾶται. Θραύματα: νευροσπάσματα. Θραῦσισ: φθορά· ἧττα ἐν πολέμω· θάνατος· ἀρρωσ τία· συντριβή· πληγή. Θρεῖα: δῆμος Οἰνηΐδος. Θρεκτόσ: δρόμος. Θρέμματα: πρόβατα. Θρέπτρα: τροφεῖα. Θρέψασ: πήξας. Θρησκεύει: θεοσεβεῖ· ὑπηρετεῖ τοῖς θεοῖς. Θρῆσκοσ: ἑτερόδοξος. Θρῖα: τὰ φύλλα τῆς συκῆς. Θρίαι: αἱ μαντικαὶ ψῆφοι. Θριαμβεύσασ: δημοσιεύσας. Θριάμβουσ: τοὺς ἰάμβους ἔνιοι ἔλεγον. Θρίαμβοσ: ἐπίδειξις νίκης· πομπή· καὶ τὸ σεμνύ νεσθαι. theta. 95 Θριάσιαι· πύλαι οὕτως καλοῦνται. Θριάσιον: πεδίον. Θριγκόσ: τὸ περίφραγμα· στεφάνη· μικρὸν τειχίον· περίβολον. Θριδακίνασ: εἶδος μάζης. Θρίναξ: ὄργανον γεωργικὸν ὀδοντικόν. Θριπηδέστατα: τὰ ξύλα τὰ ὑπὸ θριπῶν διαβεβρω μένα, οἷς ἀντὶ σφραγίδων ἐχρῶντο· θρὶψ γὰρ ζῶον ἐστὶ κατεσθίον ξύλα καὶ κέρατα. Θριπηδεστόν: Ὑπερίδης τὴν Ἑλλάδα εἶπεν· ἀντὶ τοῦ διεφθαρμένην· ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσ μένων ξύλων. Θρόνιον: πόλις ἐστὶ τῆς Λοκρίδος. Θροῦσ: ἦχος· φωνὴ ἄσημος· λαλιά· θόρυβος. Θρυαλλίσ: ἐσχάρα· λύχνος· ἀκτίς· καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα· Ἀριστοφάνης Νεφέλαις. Θρυαλλίσ: ἄνθος λυχνίδος ἢ λύχνου· τὸ περικαιόμε νον τοῦ ἐλλυχνίου. Θρυλεῖ: λαλεῖ· κυκᾶ. Θρύλοσ: ψιθυρισμός· ὁμιλία μὴ φανερῶς γινομένη. Θρυμματίσ: σκεύασμα διὰ στέατος καὶ σεμιδάλεως καὶ συκαλλίδων. Θρύπτεται: μαλακίζεται· ἢ βλακεύεται· χαυνοῦται ἢ ἀνακλᾶται. Θρωίσκει: πηδᾶ. theta. 96 Θρωσμόσ: βουνοειδὴς τόπος· ἀφ' οὗ ἐπικαταβαίνοντα θορεῖν, ὅ ἐστι θεάσασθαι. Θυγατριδῆ: ἐγγόνη· τῆς θυγατρὸς θυγάτηρ. Θυγατρίζουσα: θυγατέρα καλοῦσα. Θύειν: τὸ ὁρμᾶν· καὶ τὸ θυμιᾶν. Θύελλα: συστροφὴ ἀνέμου. Θυηλαί: αἱ διὰ τῶν θυσιῶν μαντεῖαι. Θυηπόλοσ: ὁ θύων ἱερεύς. Θυηπολοῦσι: περὶ τὴν θυσίαν ἀναστρέφονται. Θυηπολοῦσι: περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι θεοὺς ἐξιλάσκεσθαι. Θυηχόοι: οἱ ἱερεῖς οἱ ὑπὲρ τῶν ἄλλων θύοντες τοῖς θεοῖς. Θυηκετάδαι: δῆμος Ἱπποθοωντίδος. Θύλακοσ: ὁ ῥαπτὸς φάσκωλος. Θυλακοφόροι: οἱ μεταλλεύοντες, ὅτι θυλάκους ἐφό ρουν. Θυλήματα: πέμματα· ἀπαρχάς· ἄλφιτα ἃ ἔμισ γον οἴνω καὶ ἐλαίω εἰς θυσίαν ἀναφέροντες. Θυμαλγέα: λυπηρά. Θυμάλωψ: δαίμων τις οὕτως καλεῖται· καὶ θυμά λωπες, οἱ κεκαυμένοι ἄνθρακες, ἢ ἡμίκαυτα ξύλα, ἢ σπινθῆρες. Θύματα: θυμιάματα. Θυμβροφάγον: δριμύ. Θύμελον: τὸν βωμόν. theta. 97 Θυμηδία: τέρψις· τρυφή· εὐφρασία. Θυμηρέστερον: ἡδύτερον. Θυμῆρεσ: καταθύμιον. Θυμικόν: ὀργίλον. Θυμαιτάδαι: δῆμος Ἱπποθοωντίδος· ἀπὸ Θυμαίτου τοῦ ἥρωος. Θυμοβόροσ: ἡ τὴν γῆν διαφθείρουσα. Θυμολέων: θυμώδης τὴν ψυχήν. Θυμόμαντισ: ὁ διὰ τοῦ συλλογίζεσθαι προγινώσκων τὸ μέλλον. Θυμόσ: ἡ ψυχή. Θυμόσοφοσ: εὐμαθής· φυσικός· εὐφυής. Θυμοφθόρα: τὰ τὴν ψυχὴν φθείροντα. Θύνων: ὁρμῶν. Θυννάζοντεσ: ἀντὶ τοῦ κεντοῦντες· τοὺς γὰρ μεγά λους θύννους τριόδοις ἐλάμβανον. Θυοσκόποσ: ὁ διὰ τῶν θυσιῶν μαντευόμενος. Θυοσκόποι: καὶ ἱερουργοὶ, καὶ ἱεροσκόποι· καὶ οἱ διὰ τῶν ἐμπύρων σημαίνοντες τὸ μέλλον. Θύραζε καὶ θύραθεν καὶ θύρασιν: τὸ μὲν εἰς τὸ ἐκτός· τὸ δὲ ἔξωθεν· τὸ δὲ ἔξω. Θύραζε Κᾶρες· οὐκέτ' Ἀνθεστήρια ἦ: οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαι φασίν· ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων· τῆς οὖν ἑορτῆς τελεσθείσης λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς· Θύραζε Κᾶρες· theta. 98 οὐκέτ' Ἀνθεστήρια ἦ· τινὲς δὲ οὕτως τὴν παροιμίαν φασί· Θύραζε κῆρες· οὐκ ἔνι Ἀνθεστήρια· ὡς κατὰ τὴν πόλιν τοῖς Ἀνθεστηρίοις τῶν ψυχῶν περιερ χομένων. Θυρέαν: τὴν τοῦ μεσοτοίχου διακοπήν. Θυραῖα: τὸ ἄνοιγμα τῆς θύρας· Μένανδρος. Θυραυλεῖν: πλανᾶσθαι κατὰ τὴν πόλιν· ἢ παρὰ ταῖς θύραις αὐλίζεσθαι· ὅπέρ ἐστι καθέζεσθαι καὶ προσεδρεύειν. Θυργωνίδαι: δῆμος Πτολεμαΐδος φυλῆς. Θύρετρα: θυρώματα ἢ ἀραιόθυρα. Θυρσόσ: βακχικὴ ῥάβδος, ἢ λαμπὰς ἣν ἐβάσταζον εἰς τιμὴν τῶ Διονύσωι. Θυρσοί: θύματα. Θυρσόν: τὸ ὅπλον· Φιλήμων. Θυσάνοισ: κροσσοῖς. Θύστιον: πόλις τῆς Αἰτωλίας· τινὲς δὲ Θύτιον, ἄνευ τοῦ ˉσ. Θύσθλα: ῥάβδοι· νάρθηκες. Θυτεῖον: ὁ τόπος ὅπου ἔθυον. Θυτηρίοισ: θυμιατηρίοις. Θύψαι: καπνίσαι. Θύψαντα: πῦρ καύσαντα. Θυωμάτων: θυμάτων· μύρων· ἀρωμάτων· θυμιαμά των. Θωή: κόλασις. Θώμιγξ: λεπτὸν σχοινίον. theta. 99 Θωμοί: οἱ τῶν σπερμάτων σωροί. Θωμίζει: τῶ κέντρω ἐρεθίζει· καὶ τὸ μαστίζει. Θωπευτικόσ: κολακευτικός. Θωπεία: κολακεία. Θῶπεσ: οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακεία. Θωρακείοισ: προμαχῶσιν ἢ δρυφάκτοις· λουρικίοις· διὰ διφθόγγου· οὕτως αὐτὸ Ἡρωιδιανός. Θώραξ: πύργος· χιτών· στῆθος· σῶμα· καὶ τὸ ὅπλον. Θωραχθείσ: ὁπλισθείς. Θωρήσσετο: καθωπλίζετο. Θωρόντεσ: ὁρμήσαντες. Θωχθείσ: θωραχθείς. Θῶψαι: τὸ θωπεῦσαι. Θώων: θηρία ἐξ ὑαίνης καὶ λύκου γεννώμενα. Τέλος τοῦ θ στοιχείου. Ἀρχὴ σὺν θεῶ ˉι. Ἰαίνει: εὐφραίνει. Ἰαλεμῶ: θρηνῶ· Ἰάλεμος γὰρ θρήνου εἶδος· λέγεται δὲ καὶ Ἰάλεμος ὁ υἱὸς Καλλιόπης· καὶ ὁ καλός· iota. 100 καὶ ὁ ὀρφανός· ἔνιοι δὲ καὶ τὸν κακὸν δαίμονα· καὶ Ἰαλεμώδη, τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια. Ἴακχοσ: Διόνυσος ἐπὶ τῶ μαστῶ· καὶ ἥρως τίς, καὶ ἡ ἐπ' αὐτῶ ὠδή· καὶ ἡ ἡμέρα καθ' ἣν εἰς αὐτὸν ἡ πανήγυρις· ἔνιοι δὲ θόρυβος. Ἰαμβίζειν: τὸ χλευάζειν. Ἰαμβύκη: ὄργανον μουσικόν· εἴρηται δὲ ἐν ἑτέροις καὶ ὠνομάσθη, ὡς φασὶν, ὅτι πρὸς αὐτὸ ἰάμβους ἦδον· ἡ δὲ σαμβύκη νεώτερον· καὶ ὀψὲ ὑπὸ Σάμ βυκός τινος εὑρέθη. Ἰαμβύκαι: ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ηἶδον· οἱ δὲ σαμβύκαι. Ἰάνθη: ἥσθη· ἐχάρη· διεχύθη. Ἰάπυξ: ἄνεμος ἐλαφρός. Ἰατήρ: ἰατρός. Ἰαχή: βοή· ἦχος ἢ θρῆνος. Ἴβισ: ὄρνεον ὀφιοφάγον. Ἰβύ μέγα: ἀντὶ τοῦ ἀναφθεγξάμενοι μέγα· οὕτως Τηλεκλῆς. Ἰγνύη: ὁ ὑπὸ τὸ γόνυ τόπος, ὀπίσω τοῦ γόνατος. Ἰδάλιμοσ: εὐειδής. Ἰδαρναῖοι: μάντεις ἀπό τινος Ἰδαρνοῦ μάντεως· οἱ δὲ ἀπὸ πόλεως Καρικῆς· Καλλίστρατος δὲ τοὺς ἐκτο μίας. Ἰδέασ: μορφάς· ἐν Ἀλκιβιάδη· ἀπὸ τοῦ ἰδέσθαι. Ἰδέρωσ: ὁ ἅμα τωῖ ἰδεῖν ἐρῶν. Ἰδίαις δαπάναισ: ταῖς ἰδιωτικαῖς. iota. 101 Ἰδιάσαι: τὸ ἰδιολογήσασθαι. Ἰδίαν: ἀντὶ τοῦ ἰδιωτικήν· Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος· καὶ ἴδιον, τὸ ἰδιωτικόν. Ἴδη: πᾶν σύμφυτον ὄρος. Ἰδίειν: ἱδροῦν· καὶ ἀνιδιτὶ, τὸ ἀνιδρωτί. Ἰδιαίτερον: ἰδικώτερον. Ἰδιόξενοσ: ἴδιος φίλος. Ἰδιόξενοσ: ὁ ἰδία καθ' αὑτὸν ξένος ὤν· πρόξενος δὲ ὁ ὅλης πόλεως ξένος· παρ' ωἷ καὶ οἱ πρέσβεις κατά γονται· καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον· καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τηῖ πατρίδι τηῖ ἑαυτοῦ τὰ τῆ πόλει ἐκείνη δια φέροντα ἧς προξενεῖ· δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονὼς τινί· ἀστόξενος δὲ ὁ ἐκ προγόνων μὲν ἀστῶν αὐτὸς δὲ ξένος καὶ ἀνανεώσεως δεόμε νος· οἷον Ἀγαμέμνων ἐν Λυδία. Ἰδιοπραγεῖ: τὰ ἴδια πράσσει· ἡσυχάζει. Ἰδιώσασθαι: ἰδιοποιήσασθαι. Ἰδίων: ἰδιωτικῶν. Ἰδιώτασ: τοὺς πολίτας· οὕτως Θουκυδίδης. Ἰδνωθείσ: καμφθείς. Ἱδριεύσ: δυνάστης ἦν οὗτος ἐν Καρία· υἱὸς Ἑκατόμνου· ἀδελφὸς δὲ Μαυσωλοῦ καὶ Ἀρτεμισίας. Ἴδρισ: ἔμπειρος. Ἱδρυμένοσ: τεθεμελιωμένος. Ἱδρύσαντο: ἐκάθισαν· ἵδρυσαν. iota. 102 Ἵδρυσισ: ἑδραῖα· ἀσφάλεια. Ἰδύουσ: τοὺς μάρτυρας· οὕτως Σόλων. Ἵει: πέμπει· ἀμφιβάλλει. Ἰέμενοι: ἐπιθυμοῦντες. Ἰέναι: πορεύεσθαι ἢ πορευθῆναι. Ἴενται: ὁρμῶσιν. Ἱέντεσ: ἀφιέντες. Ἱερᾶσθαι: ἱερουργεῖν. Ἱέραξ: εἷς ἦν τῶν Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἱερὰ συκῆ: οὕτω λέγεται ἡ παρὰ τὴν Ἐλευσῖνα ὁδός. Ἱερὰ ὁδόσ: ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ ἄστεος ἐπὶ Ἐλευσῖνα. Ἱερὰ τριήρησ: λέγοιτ' ἂν ἡ πάραλος. Ἱεράτω: κατὰ νόμον ὀργιαζέτω· καὶ θυέτω· ὀργεῶνες γὰρ οἱ θύται. Ἱερεῖον: θῦμα· πᾶν τὸ θυόμενον. Ἱερείας ἐνύπνιον: ἄλλοι δὲ φασὶ δεῖν μᾶλλον Ἱμεραίας ἐνύπνιον λέγεσθαι· Ἱμεραῖα δὲ γραῦς τίς, ὡς φασὶν, ὁρᾶν ἑαυτὴν ἐδόκει εἰς οὐρανοὺς ἀναγομένην, καὶ δῆτα ἐλθοῦσαν εἰς τὰ τοῦ Διὸς οἰκήματα θεά σασθαι ἄνδρα πυρρὸν δεδεμένον ἁλύσει σιδηρᾶ ὑπὸ τὸν βασίλειον θρόνον· πυθομένην δὲ τίς εἴη, ὁ ἀλάστωρ, ἀκοῦσαι, τῆς Σικελίας· τὸ μὲν ἐνύπνιον iota. 103 ἐν τούτω· ὕστερον δὲ χρόνοις ἰδοῦσα τυραννοῦντα τὸν Διονύσιον, τό, τε ὄναρ πολλοῖς διηγήσατο καὶ αὐτὸν εἶναι τὸν τεθεαμένον ἀπήγγελλεν· ἣν ὀργισθεὶς ἀπέκτεινεν ὁ Διονύσιος. Ἱέρευσεν: ἔθυσεν. Ἱερή: θαυμαστή. Ἱερομηνία: αἱ ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται· Δημοσθένης κατὰ Τιμοκράτους. Ἱερομηνία: ἱερὰ ἑορτή· ἢ καταμήνια. Ἱερομνήμονεσ: οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμ ματεῖς. Ἱερομνήμονεσ: οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν· ἢ οἱ συνθύοντες εἰς τὸ συνέ δριον τῶν Ἀμφικτυόνων ἐξ ἑκάστης πόλεως· ὠνο μάσθησαν δὲ παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν· ἱερὰ δὲ τὰ Ἀμφικτυονικὰ δόγματα· καὶ ἱερὸν τὸ τῶν Ἀμφικτυόνων συνέδριον. Ἱερομύστησ: ἱερὰ μυστήρια εἰσηγούμενος· ἅγιος. Ἱερὸν γάμον: Ἀθηναῖοι ἑορτὴν Διὸς ἄγουσι καὶ Ἥρας, ἱερὸν γάμον καλοῦντες. Ἱερὸν τί νεωκορήσασ: ἀντὶ τοῦ εὐφημότερον ἱερα τεύσας. Ἱεροποιοί: κληρωτοὶ ἄρχοντες, δέκα τὸν ἀριθμόν· οἳ τά τε μαντεύματα ἱεροθυτοῦσι· κἄν τις καλλιερήση, συγκαλλιεροῦσι τοῖς μαντεύμασι· καὶ θυσίας τὰς νομιζομένας ἐπιτελοῦσι· καὶ τὰς πενταετηρίδας iota. 104 ἁπάσας διοικοῦσι, πλὴν Παναθηναίων· εἰσὶ δὲ καὶ ἄλλοι ἱεροποιοὶ τῶν σεμνῶν θεῶν, οἱ τὸν ἀριθμὸν εἰσὶν ἀόριστοι. Ἱερώνυμοσ: στρατηγὸς Ἀθηναίων· ἕτερος δέ ἐστιν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημο σθένης ἐν τωῖ κατ' Αἰσχίνου. Ἱερώσυνα: τὰ εἰωθότα διδόσθαι ἱερὰ ἐξαίρετα τοῖς ἱερεῦσιν ἐπὶ τιμῆ τῆς ἱερωσύνης. Ἱεροφάντιδεσ: αἱ τὰ ἱερὰ φαίνουσαι τοῖς μυουμένοις. Ἱεροφάντησ: μυσταγωγός· ἱερεύς. Ἱεροφάντησ: οὕτως ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην· τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἀπι όντα τὰ ἱερά. Ἱεροφωνῶν: μεγαλοφωνῶν. Ἱερωῖ: θείω· ἤτοι μεγάλωι. Ἱερῶσθαι: φησὶ Θουκυδίδης· νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι· σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι καὶ οἷον καθ ιερῶσθαι. Ἰέσθην: ἐπροθυμοῦντο· ἐπορεύοντο. Ἴεται: προθυμεῖται· πορεύεται. Ἵζει: καθίζει ἢ κάθηται. Ἵησιν: ἀφίησιν. Ἰθαγενήσ: αὐτόχθων· γνήσιος. Ἰθέωσ: ὀρθῶς. Ἴθι: ἔρχου ἢ πορεύου. Ἴθματα: ἴχνη· βήματα· δικαιώματα· ὁρμάς. iota. 105 Ἴθοροσ: παροιμιῶδες ἐπὶ τῶν παρακελευομένων. Ἰθὺ καὶ ἰθύσ: ἐπ' εὐθείας. Ἴθυμβοσ: ὠδὴ μακρὰ καὶ ὑπόσκαιος. Ἰθύνει: διοικεῖ· κατευθύνει· ὀρθοῖ. Ἰθυντήρ: ὁδηγός· κυβερνήτης· χαλινός· πηδάλιον. Ἴθυσεν: ἐπ' εὐθείας ὥρμησεν. Ἰθυτενέσ: εἰς εὐθείαν τεταμένον. Ἰθύφαλλοι: οἱ ἐπίορκοι καὶ ἀκολουθοῦντες τῶ φαλλῶ γυναικείαν στολὴν ἔχοντες· λέγεται δὲ φαλλὸς ὁτὲ μὲν καὶ τὸ αἰδοῖον καὶ ποιήματα δὲ καλεῖσθαι ἃ ἐπὶ τῶ ἱσταμένω φαλλῶ ἄδεται. Ἰθύφαλλοι: οἱ τοὺς ἰθυφάλλους ἐν τῆ ὀρχήστρα ὀρχούμενοι· ποιήματα δέ τινα οὕτω λέγεται, τὰ ἐπὶ τῶ φαλλῶ ἀδόμενα· ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον. Ἱκάνειν: παρεγένετο. Ἱκαριεύσ: δῆμος φυλῆς τῆς Αἰγηΐδος· καὶ Ἱκάριοι οἱ αὐτοί. Ἴκελοσ: ὅμοιος. Ἱκέσθην: παρεγένοντο. Ἱκέτω: παραγενέσθω. Ἱκετηρία: Αἰσχίνης ἐν τῆ ἀπολογία· ἱκετηρία κα λεῖται ἐλαίας κλάδος, στέμματι ἐστεμμένος. Ἱκνοῦμαι: εὔχομαι· ἱκετεύω. Ἱκνούμενοσ: παρακαλῶν. iota. 106 Ἵκοντο: παρεγένοντο. Ἴκρια: ὀρθὰ ξύλα· ἢ σανιδώματα τῆς νεώς. Ἴκρια: τὰ ἐν τῆ ἀγορᾶ· ἀφ' ὧν ἐθεῶντο τοὺς Διονυ σιακοὺς ἀγῶνας πρὶν ἢ κατασκευασθῆναι τὸ ἐν Διονύσου θέατρον. Ἵκταρ: ἐγγύς· εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι· οὕτως Πλάτων. Ἵκτεροσ: λέγουσιν εἶναι πόνον ὠχροειδῆ ἀπὸ θυμοῦ ἐγειρόμενον· ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατη μένων ὠχροὺς καὶ μέλανας ποιεῖν, ὡς καὶ τῶν ἰκτίνων, ἀφ' οὗ καλεῖται. Ἰλαδόν: ἐν ἀθροίσει· κατὰ ἴλας· δηλοῖ δὲ καὶ τὸ δασύ. Ἰλαπινάζω: εὐωχοῦμαι. Ἰλαπίνασ: θυσίας· ἑορτάς· εὐωχίας. Ἴλασ: ἀγέλας ἢ τάξεις· καὶ ἰλάρχας ταξιάρχας. Ἱλασμόσ: εὐμενής· πραότατος· συγχώρησις. Ἱλαστήριον: θυσιαστήριον. Ἰλεόσ: κατάδυσις θηρίου. Ἱλεω: ἱλασμόν. Ἵλεωσ: ἱλαρὸς καὶ εὔθυμος. Ἱλεωτήριον: ἱλαστήριον. Ἰλιὰς κακῶν: ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν. Ἰλιγγιᾶ: ὅτ' ἂν περὶ τὴν καρδίαν στρόφος γένηται, ἐπακολουθεῖ σκότος, καὶ τοῦτο λέγουσιν ἴλιγγον. iota. 107 Ἴλιον: τὸ ἐφήβαιον. Ἰλισσόσ: ποταμὸς ἐν τηῖ Ἀττικηῖ. Ἴλλειν: συνέχειν. Ἰλλόν: στρεβλόν· στραβόν. Ἰλλώπτειν: ἐμβλέπειν ἐπιμύουσι καὶ ἐγκεκλασ μένοις ὀφθαλμοῖς. Ἰλλωτρύει: στραβίζει. Ἰλύσ: βόρβορος. Ἰλυσπῶντεσ: συνειλούμενοι ἢ τὴν ἰλὺν σπώμενοι. Ἰμᾶν καὶ ἰμῆν: ἀντλεῖν· ἀνέλκειν· ἀνασπᾶν. Ἰμᾶν: τὸ ἀνασπᾶν· τὸ γὰρ παλαιὸν ἱμάντας ἐνδησά μενοι, ἀνίμων ἢ καθίμων. Ἰμάντασ: τοὺς τῶν ἱστίων· Ἀρισταγόρας. Ἰμάντεσ: λῶροι· δεσμοί. Ἰμάντωσισ: δέσις ξύλων ἐμβαλλομένων ἐν τοῖς οἰκοδομήμασιν. Ἰμαοιδόσ: ἡ ἐπιμύλιος ὠδή· ἱμαλιὰ γὰρ ἡ τροφή· καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. Ἴμασεν: ἐμάστιξεν. Ἱμάσω: πλήξω· πατάξω. Ἰμαῖοσ: ἡ ἐπιμύλιος ὠδή. Ἴμβριοι: οἱ τὰς δίκας ὑποφεύγοντες· ἐπειδὴ ἐσκέπ τοντο ἐν Ἴμβρω εἶναι. Ἱμείρω: ἐπιθυμῶ. iota. 108 Ἱμερόεντα: λάμποντα. Ἵμεροσ: ἐπιθυμία. Ἱμερτόσ: καλός· ἐπέραστος· ποθεινός. Ἰμονιά: τὸ τοῦ ἀντλήματος σχοινίον. Ἵνα: ὅπου· Ἀντιφῶν ἐν τῶ περὶ τῆς ὁμονοίας· ἵνα οὐδὲν ἔργον ὀκνεῖν. Ἱνᾶσθαι: καθαίρεσθαι· ἐκκενοῦσθαι· καὶ ὑπέρινος· ὁ ὑπερκεκαθαρμένος. Ἰνδάλλεται: καταφαίνεται· ὁμοιοῦται. Ἰνδάλματα: φαντάσματα· ὀνείρατα· ἅπερ μὴ παρ όντα ὑπονοεῖ τίς· ὁμοιώματα· ἀπεικονίσματα. Ἶνεσ: νεῦρα. Ἶννοσ: ἐξ ἡμιόνου καὶ θηλείας ἵππου· πεντήκοντα ἔτη ζῆ ἡμίονος· ὁ δέ γ' ἶννος ἐξ ἀμφοτέρων ἵππων, ἐν τῆ κυήσει νοσησάσης τῆς ἵππου· οἷον νάννος. Ἰνύκιος οἶνοσ: ἡδύς· Ἴνυκος δὲ πολισμάτιον Σικελικὸν ἐν ωἷ γίνεται οἶνος κάλλιστος. Ἰξάλη: ἡ αἰγεῖα· ἐπεὶ ἴξαλοι οἱ αἶγες· καὶ ἴξαλος πηδητικός. Ἰξία: ὁ παρ' ἐνίοις λεγόμενος κιρσός· ἔστι δὲ αἷμα νενοσηκὸς, ὀνομασθεὶς ἀπὸ τῶν δρυῶν, ἐν αἷς συστροφαί εἰσιν, ὅθεν ὁ ἰξὸς ἀπορρεῖ. Ἰξύν: τὴν ὀσφύν. Ἰοδόχη: βελοθήκη. Ἰόν: τὸ βέλος. Ἰόνιον πέλαγοσ: ὁ νῦν Ἀδρίας· καὶ Ἰόνιος κόλπος· τὸν γὰρ Ἀδρίαν οὕτως ὠνόμαζον. iota. 109 Ἰόντεσ: πορευόμενοι. Ἴοντο: προεθυμοῦντο· προηροῦντο. Ἰού: σχετλιαστικὸν ἐπίρρημα· ἀντὶ τοῦ οἴμοι. Ἰοῦλοσ: ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ· πολύπουν δέ τι ζῶον· καὶ τὸ ἐξάνθημα τὸ ἐπὶ τῶν γενείων· καὶ τὸ ἐπὶ ταῖς καρύαις ἄνθος· καὶ ὠδῆς τί γένος ἰοῦ λος καὶ ὁ προσφιλὴς τηῖ Ἀρτέμιδι· ἔνιοι δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρείαις γιγνόμενον πολύποδα καὶ συστρε φόμενον ἰοῦλον καλοῦσιν. Ἰοῦλοσ: τὸ δασὺ ἐπισεῖον τῶν γενείων· καὶ ὠδὴ εἰς Δήμητρα· τοὺς γὰρ ἐκ πολλῶν δραγμάτων δεσ μοὺς ἰούλους καλοῦσι. Ἰοῦλοσ: χνοῦς τριχῶν· ἤτοι ἡ πρώτη τῶν γενείων βλάστη. Ἰουλίζων: ὁ τῆς γενειάδος ἀρχόμενος. Ἰοῦσαν: πορευομένην. Ἴποροσ: πικρὸς περὶ τὰς τιμωρίας. Ἱππαγρέται: τρεῖς οὗτοι ἐγένοντο ἄρχοντες ἐν Σπάρτη. Ἱππάκη: Σκυθικὸν βρῶμα· διὰ γάλακτος ἵππου σκευαζόμενον. Ἱππαλεκτρυών: γρύψ· διὰ τὸ τετράσκελον εἶναι· καὶ πτέρυγας καὶ ῥύγχος ἔχειν ἐπικαμπές· ἔνιοι τὸν μέγαν ἀλεκτρυόνα· ἔνιοι παράσημον. Ἵππαρχοι: δύο ἦσαν· οἳ τῶν ἱππέων ἡγοῦντο, διε λόμενοι τὰς φυλὰς ἑκάτερος ἀνὰ πέντε· ἐπιμελη ταὶ δὲ εἰσὶ τῶν ἱππέων καθάπερ οἱ ταξίαρχοι δέκα ὄντες εἷς ἐφ' ἑκάστης φυλῆς τῶν ὁπλιτῶν. iota. 110 Ἵππαρχοσ: ὁ τῶν ἵππων ἄρχων. Ἱππάσ: Σόλων τοὺς νόμους Ἀθηναίοις γράψας, εἰς πέντε τέλη τὸ πᾶν πλῆθος αὐτῶν διέταξε καὶ τῶν κατὰ τὰς οὐσίας τιμημάτων· καὶ τὸ πρῶτον ὠνό μασε πεντακοσιομεδίμνων· τὸ δεύτερον ἱππέων· τὸ τρίτον ζευγιτῶν· τὸ τέταρτον θητῶν· τὸ πέμπ τον ἱππὰς ἐκαλεῖτο. Ἱππάσ: Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτεία φησὶν ὅτι Σόλων εἰς τέσσαρα διεῖλε τέλη τὸ [δὲ] πλῆθος τῶν Ἀθηναίων· εἰς πεντακοσιομεδίμνους· εἰς ἱπ πέας, ζευγίτας καὶ θῆτας· τῶν οὖν ἱππέων οἱ ἱππάδες. Ἵππαρχοσ: τύραννος Ἐρετρίας· ἕτερος δὲ Ἵππαρχος ὁ Πεισιστράτου· ἄλλος δὲ Ἵππαρχος ὁ Χάρμου· ὃς συγγενὴς ἦν Πεισιστράτου τοῦ τυράννου· καὶ πρῶτος ὑπέστη τὸν ἐξοστρακισμὸν διὰ τὴν ὑπο ψίαν τὴν Πεισιστράτου· ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν· ἄλλος δέ ἐστιν Ἵππαρχος ὑποκριτὴς οὗ μνημονεύει Δημοσθένης· λέγεται δὲ Ἵππαρχος παρ' Ἀθηναίοις καὶ ὁ τῶν ἱππέων ἄρ χων· δύο δὲ ἦσαν οὗτοι. Ἱππέας εἰς πεδίον προκαλεῖ: δηλονότι ἔνθα ἂν εὐη μερῆ τίς· τὰ γὰρ ἱππικὰ ἐν πεδίω κρατεῖ· Πλά των εἰς τὸν Θεαίτητον ἐχρήσατο. Ἶπεσ: θηρίδια λυμαντικὰ τῶν ξύλων καὶ τῶν καρ πῶν. Ἶπνοσ: ὁ φοῦρνος· ἢ κάμινος· ἢ ὁ φανός. iota. 111 Ἶπνοσ: μέρος τί τῆς οἰκίας, τὸ λεγόμενον παρ' ἡμῖν μαγειρεῖον· λέγεται δὲ κυρίως ἶπνος ἡ κάμινος. Ἱππέρων: τὸν ἐφ' ἵπποις ἔρωτα. Ἱππεῖσ: ὁ ἐκ τεσσάρων σταδίων δρόμος. Ἱππήλατον: εὐρύχωρον· πλατύ· λεῖον· ἐψιλωμένον. Ἱππικαί: αἱ ἐξ ἵππων· ἱππικαὶ νευραί. Ἱπποδαμῆ: δῆμος Οἰνηΐδος. Ἱππόβοτοσ: μεγάλην γῆν ἔχων· δυνάμενος ἵππους τρέφειν. Ἱπποδάμοι: ἐφ' ἵππους ἀναστρεφόμενοι. Ἱπποδάμου Νέμεσις ἐν Πειραιεῖ: ἦν δὲ Ἱππόδαμος Εὐρυκόοντος Μιλήσιος· ἢ Θούριος μετεωρολόγος· οὗτος διένειμεν Ἀθηναίοις τὸν Πειραιᾶ. Ἱπποδάμεια: ἀγορᾶς τόπος καλούμενος οὕτως ἐν Πειραιεῖ, ὑπὸ Ἱπποδάμου τοῦ Μιλησίου ἀρχιτέκ τονος, τοῦ τὸν Πειραιᾶ κατασκευάσαντος καὶ τὰς τῆς πόλεως ὁδούς. Ἱπποδασείησ: ἐξ ἱππείων τριχῶν λόφον ἐχούσης· ὃ δὴ δασύ ἐστιν. Ἱππόθοροσ: ἵππους βιβάζων· θόρος γὰρ τὸ σπέρμα· ἔστι δὲ καὶ αὔλημα. Ἱπποθοώντειον: τὸ ἡρῶον· ἀπὸ τοῦ Ἀλόπης καὶ Ποσειδῶνος· ἀφ' οὗ καὶ ἡ φυλή. Ἱπποκλείδην: τὸ γυναικεῖον αἰδοῖον· παρὰ τὸ ἱπ πεύειν. iota. 112 Ἱππόλυτοσ: σωφροσύνης παράδειγμα. Ἱππομανέσ: ωἷ χρῶνται πρὸς φίλτρον Ἱππόστρατος οφθορα ζῶα· γαλεώτης καταπίνων τὸ γῆρας· φάρ μακον ὂν ἐπιλήπτων· καὶ ἔλαφος τὸ δεξιὸν κέρας ἐνορύττων· ὅτι εἰς πολλὰ χρήσιμον· καὶ ἵππος τῶν πώλων τὸ ἱππομανές· χρήσιμον γὰρ πρὸς φίλτρον. Ἱππία Ἀθηνᾶ: ταύτην Ποσειδῶνος εἶναι φασὶ θυγατέρα καὶ Πολύφης τῆς Ὠκεανοῦ· ἅρμα δὲ πρώτην κατασκευάσασαν, διὰ τοῦτο Ἱππίαν κλη θῆναι. Ἱπποδαμεία: ἀγορὰ ἐν Πειραιεῖ οὕτω καλουμένη ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησα μένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ. Ἱππότησ: ἱππεύς· ἔφιππος. Ἱππότροχοσ: τὸ τρυσίππιον· διὰ τὸ τοῖς διὰ γῆρας ἐκτρυχωθεῖσιν ἵπποις ἐκτυποῦσθαι τροχὸν ἀπολε γόντων αὐτοὺς τῶν στρατηγῶν. Ἱππόπορνε: ἀντὶ τοῦ μεγαλόπορνε· σπανίως. Ἰππούμενοσ: πιεζόμενος· ἀναγκαζόμενος. Ἵππουριν: τὴν ἐξ ἱππείων τριχῶν κατεσκευασμένον λόφον ἔχουσαν. Ἱππόφορβοσ: ἱππότροφος· φορβὴ γὰρ ἡ τροφή. Ἵπταται: πέτεται. iota. 113 Ἶρισ: νέφος· ὑγρότης κατ' ἔμπτωσιν ἡλίου πεποι κιλμένον οἷον τόξον. Ἶροσ: ὁ πτωχός. Ἴσ: δύναμις· νεῦρα. Ἰσάζει: ἴσα ἦ. Ἰσαία: ἡ μερίς. Ἴσα λέγουσιν: ἀντὶ τοῦ παροῦ· ἔστι δὲ σχῆμα λό γου. Ἴσαι ψῆφοι: τὸν νόμον τὸν τοῦ ἀπολύεσθαι τὸν κατηγορούμενον, ἐὰν ἴσων τύχηι ψήφων. Ἴσαι ψῆφοι: ἐπὶ τῶν παρ' ὀλίγον ἐν τοῖς δικαστη ρίοις ἀλισκομένων· ἀναλύονται γὰρ οἱ διωκόμενοι ἐπὶ τῶν δικαζομένων· καὶ ἴσαι γεννῶνται ψῆφοι· ἐν αἷς ἀπολύεται ὁ ἐγκαλούμενος. Ἴσαι ψῆφοι: Αἰσχίνης κατὰ Κτησιφῶντος· ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀν άνδρως ἤνεγκεν, πρώην μέν ποτε εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῶ ἐγένοντο· εἰ δὲ μία ψῆφος ὑπερ έπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν. Ἴσα βαίνων Πυθοκλεῖ: Δημοσθένης ἐν τῶ κατ' Αἰσ χίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μὴ βραχὺ ἀφιστά μενος· καὶ Μένανδρος· Παρ' αὐτὸν ἴσα βαίνουσ' ἑταίρα πολυτελής. iota. 114 Ἰσαῖοσ: εἷς μέν ἐστι τῶν δέκα ῥητόρων· μαθητὴς δὲ Ἰσοκράτους· διδάσκαλος δὲ Δημοσθένους· Ἀθη ναῖος τὸ γένος· Δημήτριος δὲ Χαλκιδέα φησιν αὐ τὸν εἶναι. Ἰσακίωι: ἀνδρείωι. Ἴσαν: ἐπορεύθησαν. Ἴσσα: ἐπιφθέγμα ἐπὶ τῶν ἀπολαχόντων καὶ ὅλως δυσπραγούντων· ἔστι καὶ ἐν Μεσσηνίαι Μενάν δρου καὶ ἑτέρωθι. Ἰσηγορεῖ: ἐπίσης λέγει· ἰσολογεῖ. Ἴσθι: γίνωσκε. Ἴσθμια: περιστόμια· περιτραχήλια. Ἴσθμιον: τὸ τοῦ φρέατος περιστόμιον. Ἰσθμιάζει: καταπίνεται· ἰσθμὸς γὰρ ὁ τράχηλος. Ἰσθμόσ: θάλασσα μεταξὺ δύο γαιῶν· πορθμὸς γὰρ γῆ μεταξὺ δύο θαλασσῶν. Ἴσκειν: λέγειν· παλαιὸν τὸ λεξείδιον. Ἴσμεν: οἴδαμεν. Ἰσμηνίασ: εἷς παρ' Ἀθηναίοις ἦν πολέμαρχος ἐπιφανής. Ἰσοβόλων: ἰσοστασίων. Ἰσοκλέησ: ἰσόδοξος. Ἰσόκτητον: ἴσην ἔχουσαν τὴν κατασκευήν. iota. 115 Ἰσοπαλῆ: ἴσα ἐν κλήρωι· πάλος γὰρ ὁ κλῆρος. Ἰσόρροπον: ἰσοβαρές· ἰσοστάσιον. Ἰσοσθενήσ: ἰσοδύναμος. Ἰσοστάσιον: ἰσόσταθμον. Ἰσοτελεῖσ: ἴσα τελοῦντες· ἴσα τοῖς ἀστοῖς, ὅ ἐστι τοῖς πολίταις, τέλη διδόντες. Ἰσοτελήσ: ὁ ἐξελεύθερος μετέχων τῶν νόμων· μετοί κιον δὲ οὐ φέρων. Ἰσοτελὴς καὶ ἰσοτέλειαι: πολλάκις τιμὴ τίς ἐδίδοτο τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων· καθ' ἣν τοῦ μετοικίου ἄφεσις αὐτῶν ἐγίγνετο· ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι, ἄφεσιν εἶχον ἰσο τελεῖς, Θεόφραστος λέγει· καὶ πόλεσι δὲ ὅλαις ἐψη φίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι· ὥσπερ Ὀλυνθίοις καὶ Θηβαίοις· ὁ δὲ ἰσοτελὴς ὡρισμένον τι τέλος ἐδίδου. Ἰσοδαίτησ: ξενικός τις δαίμων ωἷ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει. Ἰσουργόσ: ἴσα ἐργαζόμενος. Ἰσοφαρίζειν: ἐξισοῦσθαι. Ἰσοφυᾶ: ἴσα. Ἴστε: γινώσκετε. Ἴστεα: δῆμος Αἰγηΐδος. Ἵστη: ἱστάναι προστακτικῶς. Ἰστιατόρια: δειπνητόρια. iota. 116 Ἰστιατόρια: τὰ ἐν οἷς εἱστιῶντο χωρία· ἃ νῦν καλεῖ ται _0_ἀ_γ_υ_τ_ή_ρ_ι_α0 _1_ε_υ1. Ἱστίον: ἄρμενον. Ἱστιοφόροσ: ἀρμενοφόρος. Ἱστοπέδη: ξύλον ὀρθὸν ἀπὸ τῆς τρόπιδος ωἷ προσδέ δεται ὁ ἱστός. Ἱστορῆσαι: θεάσασθαι. Ἵστορι: μάρτυρι ἢ κριτηῖ. Ἵστωρ: ὁ ἐπ' ἄκρωι τωῖ ῥυμωῖ ἐμπεπηγμένος πάτ ταλος. Ἱστὸς καὶ κεραία: ὁ μὲν ἱστὸς, τὸ ἐπίμηκες ξύλον ἄνω τεταμένον· κεραία δὲ, τὰ πλάγια, ὥστε γε νέσθαι γράμμα τὸ ˉτˉαˉυ· διετείνετο δὲ πολλάκις ὁ τῆς Ἀθηνᾶς πέπλος εἰς τοιοῦτο σχῆμα ξύλων καὶ ἐπόμπευσεν. Ἰσχάνει: κωλύει. Ἴσχανδροσ: τραγικὸς ὑποκριτής. Ἴσχε: κατέσχε. Ἴσχεσθαι: παύσασθαι. Ἰσχίον: τὸ κοῖλον τοῦ γλουτοῦ ἐν ωἷ ἡ κοτύλη στρέ φεται. Ἰσχιάζειν: τὸ ἐν τωῖ βαδίζειν ἐπιπολὺ ἑκατέρωσε ἑαυτὸν μεταφέρειν. Ἰσχνομυθίασ: λεπτολογίας. Ἰσοευρὴς αὐλόσ: ἴσον εὖρος κεκτημένος· ὥσπερ τεῖχος, iota. 117 εὐτειχής· καὶ σθένος, ἰσοσθένης· οὕτως εὖρος, ἰσο ευρής. Ἰσοπαχήσ: ἴσον πάχος κεκτημένος. Ἰσομήκησ: ὁμοίως· τὰ γὰρ παρὰ τὸ μῆκος σύνθετα βαρύνεται· εὐμήκης· ὀλιγομήκης· ἰσομήκης. Ἰσχνομυθοῦντεσ: ἀκριβολογοῦντες. Ἰσχνόσ: σχοιζος· ἰσχνοὶ γὰρ οἱ παλαιοί· οὕτως Ἀριστοφάνης. Ἰσχυρικοί: ἰσχυροί. Ἰσχυρίσκοσ: ἀντὶ τοῦ ἰσχυρός· οὕτως Ἄλεξις. Ἰσωνία: ἰσοτιμία. Ἰταβύριον: ὄρος οὕτω καλούμενον. Ἰταλιάζειν: ἐν Ἰταλίαι διατρίβειν. Ἰταλιώδησ: ὁ ἀλαζὼν ἀπὸ τῶν Πυθαγορικῶν διὰ τὴν Σύβαριν ὁ λάγνος. Ἰταλιώτησ: Πυθαγόρειος· ἐκεῖ γὰρ διέτριβον. Ἰταμόσ: ἀναιδής· σκληρός· ὠμός· παρὰ τὸ ἴεσθαι, ὅ ἐστιν ὁρμᾶν· τοιοῦτοι γὰρ καὶ οἱ ἀναιδεῖς. Ἰτέον: πορευτέον. Ἰτέασ: τὰς ἀσπίδας. Ἰτεαῖοσ: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς Ἰτεα, ἀφ' ἧς ὁ δημότης Ἰτεαῖος. Ἴτην: ἐπορεύθησαν. iota. 118 Ἴτησ: ὁ ἰταμός· οὕτως Ἀριστοφάνης· Θρασὺς, εὔγλωττος, τολμηρὸς, ἴτης. Ἴτηλον: τὸν οὐκ ἐξίτηλον· ἀλλ' ἀνεξάλειπτον· οὕ τως Αἰσχύλος. Ἰτρία: καπυρώδη πλάσματα. Ἴτυξ: ὄρνεον. Ἴτυσ: περιφέρεια ὅπλου. Ἴτω: ἰέτω· ἐρχέσθω. Ἰυγγαί: γυναικῶν οἰμωγαί· ὀλοφύρσεις. Ἴυγγεσ: λεπτοὶ πόροι καὶ αἱ τέρψεις. Ἴυγξ: Ἠχοῦς ἢ Πειθοῦς θυγάτηρ ἱερὰ Νίκης καὶ Ἀφροδίτης· καταφαρμάττουσα δὲ τὸν Δία ἐπὶ Ἰοῖ ἀπελιθώθη ὑπὸ Ἥρας· καλεῖται δὲ ὑπ' ἐνίων κιναίδιον· ἔστι δὲ καὶ ὄργανόν τι Ἴυγξ κα λούμενον ὅπερ εἰώθασιν αἱ φαρμακίδες στρέφειν ὡς κατακαλούμεναι τοὺς ἀγαπωμένους· ἔστι δὲ καὶ ὄρνεόν τι ωἷ πρόκειται τὴν αὐτὴν δύναμιν ἔχειν· ὅθεν δεσμεύουσι τοῖς τροχίσκοις. Ἴυγξ: τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα. Ἴφθιμοσ: ἰσχυρός. Ἶφι: ἰσχυρῶς. Ἰφικρατίδεσ: αἱ Ἐπικρατίδες· ἔστι δὲ εἶδος ὑποδήματος. Ἴφυον: λάχανόν τι ἄγριον. iota. 119 Ἰχθυόκεντρον: τὴν τρίαιναν· χρῶνται γὰρ αὐτηῖ ἐπὶ τῶν μεγάλων ἰχθύων. Ἰχθυουλκὸς καὶ ἰχθυοβολεύσ: ὁ ἁλιεύς. Ἰχθυοπτὸς ἐσχάρα: αὕτη ἐπὶ τῶν μεγάλων ἰχθύων. Ἰχνευταί: οἱ ἰχνεύμονες. Ἰχνηλατῆσαι: κατ' ἴχνος ἀναζητῆσαι. Ἴχνοσ: ὁδόν· πορείαν· βῆμα. Ἰωκάσ: ὁρμάς· διώξεις. Ἰων: βελῶν ἢ πορευθείς. Ἴων: τραγωδίας ποιητὴς, Χῖος τὸ γένος. Ἴωνεσ: Ἀσιῶται καὶ Ἀττικοὶ ἈθηναῖοιἸωνιά: ὁ λειμὼν τῶν ἴων. Ἰωνία: πόρνης ὄνομα. Ἰωνίδαι: δῆμος Αἰγηΐδος φυλῆς. Ἰωρόσ: θυρωρός· φύλαξ. Ἰωνόκυσοσ: κατεαγώς· οὕτως Κρατῖνος. Τέλος τοῦ ˉι στοιχείου. Ἀρχὴ σὺν Θεωῖ τῆς ˉκ Κάβαξ: πανοῦργος. Κάβαισοσ: ἄπληστος· κάβος γὰρ μέτρον σιτικόν· καὶ τὸν μέθυσον ἡμεῖς πίθον. kappa. 120 Κάβειροι: δαίμονες ἐκ Λήμνου διὰ τὸ τόλμημα τῶν γυναικῶν μετενεχθέντες· εἰσὶ δὲ ἤτοι Ἥφαιστοι ἢ Τιτᾶνες. Κάβησισ: ὄρνεόν τι. Καβύλη: χωρίον τῆς Θραίκης ἱδρυμένον πρὸς τωῖ Τάξωι ποταμωῖ κατὰ μέσον τῆς Θράκης. Κάγκανον: ξηρόν. Καγχάζει: ἀθρόως γελαῖ. Καδίσκοσ: οὗ αἱ ψῆφοι τῶν δικαστῶν βάλλονται. Καδίσκοσ: ἀγγεῖον τί, εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταὶ, οὕτως ἐκαλεῖτο· Φρύνιχος Μούσαις· Ἰδοὺ δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι Ὁ μὲν ἀπολύων οὗτος, ὁ δ' ἀπολλὺς ὁδί. Καδμεία: ἡ τῶν Θηβαίων ἀκρόπολις. Καδμεία νίκη: παροιμία· λέγεται ἐπὶ τῶν ἐπὶ κακωῖ νικώντων· οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες, ὕστερον ὑπὸ τῶν Ἐπιγόνων ἡττήθη σαν· οἱ δὲ ὅτι Οἰδίπους τὸ αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγημεν· τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτε λῶν· ὡς δὲ αὐτὸς ὁ τὰ περὶ Θηβῶν συντάξας, ὅτι Κάδμος ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα· θητεύσας Ἄρει ηʹ ἔτη. Καθαγιάζεται: ἀφιεροῦται. Καθάπαξ: παντελῶς. Καθαίρωμεν: ἀντὶ τοῦ διακαθαίρωμεν· Πολιτείας γʹ. kappa. 121 Καθαίρων: στάμνος ἐν ωἷ ὁ καταδικάζων τὰς δύο ψήφους ἔπεμπε. Καθάπτω: καθιερώσω· συντελέσω. Καθαρῶσ: ἀκριβῶς. Καθάρσιον: χοιρίδιον ἦν ὀπτὸν ωἷ ἐκάθαιρον τὴν ἐκ κλησίαν οἱ λεγόμενοι περιστίαρχοι· περιστίαρχοι δὲ ἀπὸ τοῦ περιστείχειν. Καθάρσιον: ἔθος ἦν Ἀθήνησιν καθαίρειν τὴν ἐκκλη σίαν καὶ τὰ θέατρα· καὶ ὅλως τὰς τοῦ δήμου συν όδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθ άρσια· τοῦτο δὲ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, ὀνομασθέντες οὕτως ἢ ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας. Καθαιρήσονται: καταλήψονται. Καθαιρήσετε: οὐ καθελεῖτε· Θουκυδίδης καὶ τῶν ἄλλων οἱ πλείους. Καθεδοῦνται: καθεσθήσονται. Καθέδρα: ἡ ἐπίσχεσις παρὰ Θουκυδίδη. Καθέδρα: τηῖ πρώτηι ἡμέρα τοῦ τελευτήσαντος οἱ προσήκοντες συνελθόντες ἐδείπνουν ἐπὶ τωῖ τελευ τήσαντι κοινῆ· ἐκαλεῖτο δὲ καθέδρα· ὅτι καθεζό μενοι ἐδείπνουν καὶ τὰ νομιζόμενα ἐπλήρουν. Καθεῖναι: ἐπὶ τὸ κάτω ἀπολῦσαι. Καθέντεσ: καταγαγόντες. kappa. 122 Καθελών: Δημοσθένης ἀντὶ τοῦ ἀνελὼν ἤτοι ἀπο κτείνας· καὶ Στησίχορος καὶ Σοφοκλῆς. Καθέξει: κρατήσει. Κάθεσ: χάλασον. Καθεστηκώσ: καθεσταμένος. Κάθετον: ἔστι μὲν γραμμή τις παρὰ τοῖς γεωμέ τραις· σημαίνει δὲ καὶ βοῦν τινὰ καθιέμενον εἰς τὴν θάλασσαν ἐπὶ θυσίαι τωῖ Ποσειδῶνι. Καθηγεῖσθαι: τὸ ὑφηγεῖσθαι· οὕτως Φερεκράτης. Καθῆκαν: κατέβαλον. Κάθετοσ: ὁ καθιέμενος εἰς τὸ πέλαγος ἀμνός· οὕτως Λυσίας καὶ Μελίτων. Καθηκόντωσ: δεόντως· πρεπόντως. Καθήκοντα: Δημοσθένης ἐν ιαʹ Φιλιππικωῖ φησίν· ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ' ἑαυτὸν ποιεῖν· ἀντὶ τοῦ τὰ ἥκοντα. Καθῆστο: ἐκαθέζετο. Καθιγμένοσ: καθελών· φθάσας. Καθιγνῦσαι· νεκροῖς θῦσαι. Κάθιδροσ: κεκμηκώς. Καθιεροῖ: θεωῖ ἀνατίθησιν. Καθίζεσθε: καταπήξετε. Καθίκετο: καθήψατο. Καθικνεῖται: ἅπτεται. Καθίμησεν: κατήντλησεν. Καθιμῶσιν: χαλῶσι· καὶ καθιμῆσαι, χαλάσαι σχοινίον ἢ τί τοιοῦτον. kappa. 123 Καθόδοισ: ἀγωγαῖς· περιόδοις. Κάθοιμον: κάθοδον. Καθόρμια: περιθέματα. Καθοσίωσισ: δικαίωσις. Καθύπερθεν: ὑπεράνωθεν. Καθυπέρτερον: μεῖζον. Καθυφῆκεν: ἐκδέδωκεν· ὑπεκατέβη. Καθωσιωμένοσ: ἀνακείμενος· ἐγγεγραμμένος. Καὶ ἀπόδοσ· καὶ κατάστησον καὶ σπεῖρον. Καὶ δή: ὡς δή. Καικίασ: ἄνεμος ἀπὸ Καΐκου τοῦ ἐν Μυσίαι ποτα μοῦ. Καὶ μάλα: καὶ πάνυ μὲν οὖν. Καινοτομεῖν: καινὴν λατομίαν τέμνειν κυρίως. Καιρόσ: σειρά τις ἐν ἱστωῖ δι' ἧς οἱ στήμονες διεί ρονται. Καιρόσ: καίριος τόπος καὶ συνήθως. Καὶ τέωσ: καὶ πρότερον. Καὶ τὸ ἤδη: ἀντὶ τοῦ ἤδειν· καὶ τὸ πεπόνθει ἀντὶ τοῦ ἐπεπόνθει. Καὶ τὸ τοῦ λύκου: φασὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ καὶ κύνα τῶν ποιμενικῶν πρόβατον ἐσθίοντα, εἰ kappa. 124 πεῖν· ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετο. Καὶ μήν: ἀλλὰ μήν. Καινοτάφια: τινά εἰσιν ἑλισσόμενα ὡς τύπος νεκροῦ. Καὶ δή: ἤδη. Καινοτομεῖ: καινουργεῖ. Καινόσ: Ἰσοκράτης ἀντὶ τοῦ ὃς τοῖς νεωτέροις ἁρ μόττει πράγμασιν· οὕτω δὲ καὶ Ἔφορος. Καινόφιλον: λέγουσι τὸν μὴ τοῖς αὐτοῖς φίλοις χρώ μενον ἀεί. Καίριον: φθοροποιόν· θανατῶδες. Καίριον: εὔκαιρον. Καιριώτατα: ἐπικινδυνότατα· θανάσιμα. Καιροφυλακῆσαι: καιρὸν ἐπιτηρῆσαι. Καιροφυλάκιον: [....]* Καὶ τάχα ἴμεν: καὶ ταχέως πορευόμεθα. Καὶ χερσί: καὶ ἔργοις. Κακὰ κακῶν: Διοκλῆς Βάκχη· Πλύνει τε τὰ κακὰ τῶν κακῶν ὑμᾶς. Κακεργέτησιν: κακοἔργοις. Κάκη: κακία· οὕτω Πλάτων. Κακὴ μὲν ὄψισ: κόμμα· παροιμία· Κακὴ μὲν ὄψις· ἐν δὲ δειλαῖαι φρένες· Μένανδρος Σικυωνίωι. Κακιζόμενοι: ταπεινούμενοι. Κακκάβην δεῖ λέγειν, οὐχὶ κάκκαβον· σημαίνει δὲ τὴν χύτραν. kappa. 125 Κακκάβη: ὃν ἡμεῖς κάκκαβον· ἔστι δὲ λοπαδῶδες, ἔχων ἐξ ἑαυτοῦ τρεῖς πόδας. Κακκάζειν: μίμησις τικτουσῶν ὀρνίθων φωνῆς. Κάκαλον: τεῖχος. Κάκη: δειλία καὶ κακία· ἐν ὧ τὸ μετὰ κακίας περιποιεῖσθαι τὸ ζῆν, ῥιπτοῦντα τὰ ὅπλα· διαβέ βληκεν Νόμων ηʹ. Κάκκη: ἡ δειλία· παρὰ τὸ ἀποπατεῖν· τὸν γὰρ ἀπό πατον κάκκην καλοῦσιν. Κάκη: βαρέως ἡ κακία· ἐν Νόμοις Πλάτων· μετὰ κάκης μᾶλλον ἢ μετὰ ἀνδρείας. Κακοδαίμων: ὁ θεωῖ ἐπαχθής· καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Κακοήθησ: κακότροπος. Κακοεπία: βλασφημία. Κακοπαθεῖν: στραγγεύεσθαι. Κακορραφίαι: κακοσυνθέσεις. Κακοττείαν: κακοφημίαν· βλασφημίαν. Κακοτεχνιῶν: δίκης ὄνομα· εἰσήεσαν δὲ ταύτην οἱ λέγοντες μάρτυρας ψευδομαρτυρεῖν κατὰ τῶν παρα σχομένων αὐτούς. Κακοτεχνιῶν: δίκης ὄνομα· ἣν οἱ ἑλόντες τινὰ ψευ δομαρτυριῶν κατὰ τοῦ παρασχομένου ἐδίδοσαν. Κακόχαρτον: κακοῖς χαίροντα. Κακῶς εἰδότεσ: ἀντὶ τοῦ ἀγνοοῦντες· Ἰσοκράτης ἐν τωῖ περὶ εἰρήνης. kappa. 126 Κακώσεωσ: δίκης ὄνομά ἐστιν ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων· καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι· καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν· οὕτω Δημοσθένης καὶ Λυσίας καὶ Ὑπερίδης. Κακώσεωσ: δίκης ὄνομά ἐστιν κατὰ τριῶν ταττό μενον· ἢ γὰρ κατὰ τῶν ἀνδρῶν ταῖς γυναιξίν· ἢ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐξιοῦ σιν· ὧν ἡ μὲν ἐλέγετο κακώσεως· ἡ δὲ παίδων κακώσεως. Καλὰ δὴ παταγεῖσ: ἀντὶ τοῦ λέγεις. Κάλλαια: τὰ τῶν ἀλεκτρυόνων γένεια. Καλλαβίδεσ: τὸ διαβαίνειν ἀσχημόνως καὶ διέλκειν τὰ ἰσχία ταῖς χερσίν. Καλαμίνθα: ὕλη ὁμοία ἡδυόσμωι. Καλαμᾶσθαι: τὰ λείψανα τῶν τετρυγημένων συνά γειν. Καλαμώμενοσ: σταχυολογῶν. Καλάσειρισ: χιτὼν πλατύς· δῆμος πολεμικός· οὕ τως Αἰγύπτιοι. Καλαύρωψ: βουκολικὴ δίκη. Καλαύρεια: νῆσος πλησίον Τροιζῆνος· ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη. Κάλλειον: δικαστήριον Ἀθήνησιν ἀπὸ Καλλείου τοῦ πεποιηκότος ἐπώνυμον. kappa. 127 Καλιά: νοσσιά· ἢ οἶκος ξύλινος κυρίως· κάλα γὰρ τὰ ξύλα. Καλινδούμενοι: κυλιόμενοι. Καλήβορον: ἀπεσκολυμμένον. Καλλιέρημα: θυσία εὐπρόσδεκτος. Καλίδιον: μικρὸν οἴκημα. Καλιόσ: ξύλινον δεσμωτήριον. Καλλιγένειαν: Ἀπολλόδωρος μὲν τὴν γῆν· οἱ δὲ Διὸς καὶ Δήμητρος θυγατέρα· Ἀριστοφάνης δὲ ὁ κω μικὸς τροφόν. Καλλικύριοι: οἱ ἀντὶ τῶν γεωμόρων ἐν Συρακόσσαις γενόμενοι πολλοί τινες τὸ πλῆθος· δοῦλοι δ' ἦσαν οὗτοι τῶν φυγάδων ὡς Τιμαῖος ἐν ʹ· ὅθεν τοὺς ὑπερβολῆ πολλοὺς Καλλικυρίους ἔλεγον· ὠνομά σθησαν δὲ ἀπὸ τοῦ εἰς ταυτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακοσσίων πολιτείαι, ὅμοιοι τοῖς παρὰ Λακεδαιμονίοις Εἴλωσι, καὶ παρὰ Θεσσαλοῖς Πενέσταις, καὶ παρὰ Κρησὶ Κλαρώταις. Καλλιρόην: κρήνην. Καλλίροον: καλῶς ῥέοντα. Καλλιώνυμοσ: τὸ θαλάσσιον αἰδοῖον. Καλλύνειν: κοσμεῖν· λέγουσι δὲ καὶ σαροῦν. Καλλυντήρια καὶ πλυντήρια: ἑορτῶν ὀνόματα· γίνον ται μὲν αὗται Θαργηλιῶνος μηνὸς, ἐννάτη μὲν ἐπὶ δέκα καλλυντήρια· δευτέρα δὲ φθίνοντος τὰ πλυν kappa. 128 τήρια· τὰ μὲν πλυντήρια φησὶ διὰ τὸν θάνατον τῆς Ἀγραύλου ἐντὸς ἐνιαυτοῦ μὴ πλυθῆναι ἐσθῆτας· εἶθ' οὕτω πλυθείσας τὴν ὀνομασίαν λαβεῖν ταύτην· τὰ δὲ καλλυντήρια, ὅτι πρώτη δοκεῖ ἡ Ἄγραυλος γενομένη ἱερεία τοὺς θεοὺς κοσμῆσαι· διὸ καὶ καλ λυντήρια αὐτῆ ἀπέδειξαν· καὶ γὰρ τὸ κοσμεῖν καὶ λαμπρύνειν ἐστίν. Καλλωπίζεσθαι: οἷον καλοκαγαθίαν ἐνδείκνυσθαι ἢ σεμνύνεσθαι· οὕτω Πλάτων. Καλοκαγαθία: ἀγαθότης. Κάλοσ: σχοινίον. Καλὸς κ' ἀγαθόσ: λέγεται κατὰ συναλιφὴν, οὐχὶ καλὸς καὶ ἀγαθός. Καλοῦμεν: ἀντὶ τοῦ καλέσομεν. Καλύμματα: ἅ τινες φατνώματα· οὕτως Ἀριστο φάνης. Κάλπη: ὑδρία. Κάλυκασ: σύριγγας. Κάλυντρα: κόσμητρα. Κάλυξ: ἄνθος ῥόδου μεμυκός. Καλώδιον: σχοινίον. Καλχαίνει: ἐκ βάθους ταράσσεται. Καλῶσ: τιθέασι κατὰ τὸν ἐπιδέξιον· διωτῶν καλῶς ταύτη μετὰ παιγνίας· ἐπὶ τοῦ ἀνανεύειν τιθέασι· καὶ ὅτε καλούμενοι ἐπὶ δεῖπνον ἀρνοῖντο. kappa. 129 Καμάριον: κοιτὼν καμάραν ἔχων. Καμάριον: δωμάτιον καμαρωτόν· καὶ ὅλως ἡ καμάρα Ἑλληνικὸν τὸ ὄνομα. Κάμπτεισ: ἀντὶ τοῦ θραύεις. Κάμαξ: χάραξ· ὀρθὸν ξύλον. Καμπυλιάζειν: κάμπτειν καὶ στρέφειν. Κάμπιος δρόμοσ: δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες. Κάναστρον: τρυβλίον. Κάνδυσ: ἔφαμμα χειριδωτὸν, τοῖς ναυτικοῖς στε γάστροις ἐοικός. Κάνδυσ: χιτὼν Περσικός. Κανδύτανεσ: ἱμάτιοφορίδες· οἱ δὲ εἶδος ἰχθύος· ἔστι δ' ὅτε τὸ αἰδοῖον. Κάνδυτοσ: σκευασία ὀψοποιική· μετὰ γάλακτος καὶ στέατος καὶ μέλιτος· ἔνιοι δὲ διὰ κρέως καὶ ἄρτου καὶ τυροῦ· οὕτως Ἀριστοφάνης. Κανηφόροι: παρθένοι αἱ τὰ κανᾶ φέρουσαι τηῖ Ἀθηναῖ ἐν τῆ Παναθηναίων πομπηῖ· αὗται δὲ τῶν ἀστῶν καὶ τῶν εὐγενῶν ἦσαν. Κανηφόροι: Φιλόχορος φησὶν ὡς Ἐριχθονίου βασι λεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρ θένοι φέρειν τὰ κανᾶ τηῖ θεωῖ ἐφ' ωἷ ἐπέκειτο τὰ kappa. 130 πρὸς τὴν θυσίαν τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. Κάνθαροσ: ποτηρίου εἶδος. Κανθάρου μελάντεροσ: παροιμία· Μένανδρος Θη σαυρωῖ. Κανθήλιοι: τοὺς βραδεῖς καὶ νωθεῖς οὕτως λέγουσιν μεταφορικῶς ἀπὸ τῶν ὄνων. Κανθήλιοι: ὄνοι· καὶ τὰ ἐπὶ τηῖ πρύμνη σκηνώματα τῶν στρατηγῶν. Κανθήλιοσ: βραδὺς νοῆσαι ἢ ἀφυής. Κάνθων: ὄνος. Κάναβισ: φυτὸν λινωῖ παραπλήσιον, ἐξ οὗ καὶ ἐσθῆτες γίνονται· ἧς τὸ σπέρμα θυμιώμενον ἱδροῦν ποιεῖ πάντας. Κάνιτρον: λυχνίσκιον· κανίσκιον. Κάνναι: πλεκτὰ τινὰ ἐκ καλάμων. Καντήρια: καταβατήρια. Κανοῦν: κανίσκιον. Καπανοι: ἀλφίτων εἶδος. Κάπηλοσ: μεταβολεὺς, πραγματευτής. Καπηλίασ: ἐμπορείας. Καπηλεύειν: μεταπωλεῖν. Κἄπειτα: καὶ ἔπειτα. Καπνίας οἶνοσ: κεκαπνισμένος. Καπνίασ: Ἐκφαντίδης, διὰ τὸ μὴ δ' ἓν λαμπρὸν γράφειν. kappa. 131 Κάπνοι: ἄλφιτα· οὕτω Φερεκράτης. Καπρῶντασ: ὁρμητικῶς ἔχοντας πρὸς συνουσίαν. Καραδοκεῖ: προσδοκεῖ· κατασκοπεῖ. Καρανούσθω: τελειούσθω. Καρατομεῖται: ἀποκεφαλίζεται. Καραντεσ: καταφέρεις. Καρβατίνη: ἀγροικικὸν ὑπόδημα. Καρβανίζει: βαρβαρίζει. Κάρδακεσ: οἱ στρατιῶται ἐν Ἀσίαι· λέγονται δὲ καὶ οἱ φύλακες κάρδακες. Καρδαμάλη: μάζα ἐκ καρδάμου μεμαγμένη· βρῶμα γινόμενον Περσικόν· οἱ δὲ παρδαμάλη λέγουσιν. Καρδάμη: ἐπὶ ἐργάτιδος ὄνου καὶ βοὸς λέγεται. Καρδιαλγίαι: λύπαι καρδίας. Καρδιουλκία: τὰς καρδίας ἕλκειν τῶν θυμάτων. Καρδιώττειν: τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖς βουλιμιᾶν· Ἀπολλόδωρος ἐν ʹ περὶ Ἐπιχάρμου τοὺς Σικελιώτας φησὶν τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν· ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν· καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν. Καρδοπεῖον: καρδόπου πῶμα· ὧ καὶ παυσικάπη χρῶνται. kappa. 132 Καρδοπίων τὴν μητέρα: μύθου ἀρχή. Κάρδοποσ: ἡ μάκτρα τοῦ ἀλεύρου. Καρηβαρῶν: τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου. Καρηβοᾶν: ὑπὸ ἤχων τὴν κεφαλὴν ἰλιγγιᾶν· ὑπὸ βοῆς ἐσκοτῶσθαι. Κάρηνα: ἀκρόπολις. Κάριος Ζεύσ: ἐν Θεσσαλία καὶ Βοιωτία. Καρκίνοι: ὑποδημάτων εἶδος. Καρκίνοσ: πυράγρα. Καρκίνοσ: Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησὶν, αἱ κύνες· καὶ ὅτ' ἂν ὁ σῖτος ῥιζωθηῖ κατὰ τῆς γῆς, κεκαρκινῶσθαι φασί· Φερεκράτης· Ὁπόταν σχολάζης, νῖψον, ἵνα τὰ λήϊα Συγκαρκινωθηῖ· λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα λέγεται· εὑρίσκεται δὲ πολλάκις· καὶ κύριον ὄνομα. Καρκίνου ποιήματα: Μένανδρος Ψευδηρακλεῖ· αἰνιγ ματώδη· ὁ γὰρ Καρκίνος Ὀρέστην, ὑπὸ Ἡλίου ἀναγκαζόμενον ὁμολογῆσαι ὅτι ἐμητροκτόνησεν, ἐποίησε δι' αἰνιγμάτων ἀποκρινόμενον. Κάρκαρον: τὸ δεσμωτήριον· οὕτως Σώφρων. Καρκαδόνα: τοῦτο λέγεται Χάροντος δανεῖον, συνα γόμενον ἐκ τοῦ ὀβολοῦ τοῦ συγκηδευομένου τοῖς kappa. 133 τελευτῶσιν· οὐχ ὡς ἔνιοι πλανώμενοι βοτάνης ὄνομα φασὶν εἶναι. Καρικηῖ μούση: τῆ θρηνώδει· δοκοῦσι γὰρ οἱ Κᾶρες θρηνωδοί τινες εἶναι καὶ ἀλλοτρίους νεκροὺς ἐπὶ μισθρωῖ θρηνεῖν· τινὲς δὲ ἐξήκουσαν τηῖ βαρβάρωι καὶ ἀσαφεῖ· ἐπειδὴ οἱ Κᾶρες βαρβαρόφωνοι. Καρπαία: εἶδος ὀρχήσεως· οὕτως Ξενοφῶν ἐν τηῖ Ἀναβάσει· λέγει δὲ καὶ τὸ εἶδος ταύτης. Καρποῦ δίκη: οἱ γῆς ἀμφισβητοῦντες ὡς προση κούσης αὐτοῖς λαγχάνουσι τοῖς διακρατοῦσιν· εἶτα ἑλόντες, λαγχάνουσι καὶ περὶ ἐπικαρπίας· τοῦτο καρποῦ δίκη καλεῖται. Καρποῦ δίκη: Λυσίας ἐν τῶ κατὰ Δημοσθένους ἐπι τροπῆς· εἰ γάρ τι ἐγκαλεῖς τῶδε τῶ μειρακίω καὶ τῶν σῶν τί ἔχει, δίκασαι αὐτωῖ κατὰ τοὺς νόμους· εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ· εἰ δὲ οἰκίας, ἐνοικίου· ὥσπερ νῦν οὗτός σοι ἐπιτροπῆς δικά ζεται. Καρπασινοί: κορτῖναι. Καρπίζουσιν: ποτίζουσιν· εὔκαρπα ποιοῦσιν. Κάρπωμα: θυσία· προσφορά. Κάρτα: λίαν ἢ μεγάλως. Καρτερώνυχασ: ἰσχυροὺς ὄνυχας ἔχοντας. Καρυάνδα: πόλις Καρίας. Καρυάτεια: ἑορτὴ Ἀρτέμιδος· τὰς δὲ Καρύας, Ἀρκάδων οὔσας, ἀπετέμοντο Λακεδαιμόνιοι. kappa. 134 Καρυβοᾶν: ὑπὸ βοῆς κεκαρῶσθαι. Καρυκεύων: ἀρτύων· ἡδύνων. Καρυκεία: ἡ ἡδύτης τῶν ζωμῶν. Καρύκη: ἔδεσμα ἐκ πολλῶν συγκείμενον. Κάρυννοσ: βόλων ὀνόματα. Καρυστεία: γένος καρυῶν. Καρφαλέον: ξηρόν· καὶ καρχαλέον· κατάξηρον. Καρχαρίασ: ἰχθὺς ποιός· καὶ κήτους εἶδος θαλαττίου. Καρχαρόδουσ: τραχεῖς ὀδόντας ἔχων· καὶ κάρχαρον τὸ τραχύ. Καρχήσιον: τὸ ἄκρον τοῦ ἱστοῦ. Καρωθείσ: βαρηθεὶς τηῖ κεφαληῖ. Κασθανέα: πόλις ἐν Μακεδονία, ἐκ τῶν περιπεφυ κότων δένδρων, ἢ ἀπὸ τῆς νύμφης. Κασαύριον: οἴκημα, ἐφ' οὗ αἱ πόρναι. Κασίγνητοσ: γνήσιος ἀδελφός. Κάσισ: ἀδελφός. Κάσιν: τὴν πρώτην τῶν σταχύων ἔκφυσιν, ἣ καὶ ἀμφίκαυστις ἐλέγετο. Κατάβα: ἀντὶ τοῦ κατάβηθι. Κατάβαλε: οἷον ῥίψον· ἄφες καὶ κατάθου. Καταβολή: περιοδικὴ λῆψις πυρετοῦ. Καταβολή: τὸ ἐκ περιόδου γινόμενον. Κατά: κυρίως, ἔξ· ἐπί· ἐκ· ἀπό· ἢ ἀντὶ τοῦ εἶτα. Καταβραβευέτω: καταλογιζέσθω· κατακρινέτω· καταγωνιζέσθω. Καταβολή: Δημοσθένης Φιλιππικωῖ· ὥσπερ περίοδος kappa. 135 ἢ καταβολὴ πυρετοῦ· ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολὴ, διὰ τὸ ἐν ἀποδεδειγμένωι προϊέναι χρόνωι· καθάπερ οἱ ἐρανισταὶ τὰς κατα βολὰς ποιοῦνται τῶν χρημάτων. Καταγευσθείσ: τηῖ γεύσει νικηθείς. Καταγιγαρτίσαι: συνουσιάσαι. Καταπελτάσονται: καταδραμοῦνται. Καταγλωττίσματα: περίεργα φιλήματα. Καταγλωττίζειν: τὸ βλασφημεῖν· ὡς ἐν Ἀχαρνεῦσι· ψευδῆ κατεγλώττιζέ μου. Κάταγμα: κατάσπασμα ἢ μήρυμα. Καταγοητεύων: ἀπατῶν. Κατάγραπτοσ: ποικίλος. Καταγώγιον: τὸ κατάλυμα· καὶ καταγωγὴ, ἡ κατά λυσις· καὶ κατάγεσθαι, τὸ καταλύειν· οὕτως φασὶν Ἀττικοί. Καταγωνίζεσθαι: νικᾶν. Καταδαρθάνειν: κατακοιμᾶσθαι· καθυπνοῦν. Καταδεδέσθαι: ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέ σθαι φαρμάκοις· Δείναρχος ἐν τηῖ κατὰ Πυθέου εἰσαγγελίαι. Καταδείσασ: φοβηθείς. Καταδεῖται: φοβεῖται. Κατὰ δὲ φρόνιν ἤγαγεν: ἐμίσησεν· κατεφρόνησεν. Κατὰ δήμους δικασταί: οὗτοι πρότερον μὲν ἦσαν λʹ· kappa. 136 καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον· ὕστερον δὲ γεγόνασι μʹ. Καταδηοῦν: κατακόπτειν· καταπραιδεύειν. Καταδιιστᾶσι: καταχωρίζουσι. Καταδικασάμενοσ: ἀντὶ τοῦ νικήσας· καὶ καταδικα σθῆναί τινα ποιήσας· Ἰσαῖος ἐν τωῖ κατὰ Διο κλέους ὕβρεως. Κατάγειν τὰ πλοῖα: Δημοσθένης ἐν ηʹ Φιλιππικωῖ· ἀντὶ τοῦ ληΐζεσθαι καὶ κακοῦν καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅπου βούλοιντο πλεῖν· ἀλλ' εἰς τὰ οἰκεῖα χωρία τοῖς ληστεύουσι κατάγειν. Κατάδουποσ: καταράκτης ἢ ψόφος. Καταδύεται: καταβυθίζεται· κρύπτεται. Καταδύνοντα: κρύπτοντα. Καταδύσεισ: φωλεούς· ὑπονόμους· σπήλαια. Καταθεῖναι τιμήν: καταβαλεῖν. Καταθέειν: κατατρέχειν. Καταθεῶτο: βλέποιτο. Καταθλήσαντεσ: καταγωνισάμενοι. Καταθρήσομεν: κατασκοπήσομεν. Καταθύμιον: κατὰ ψυχὴν εὐάρεστον. Καταθῶμαι: ἀπερείσωμαι· καταπαύσωμαι. Καταιγίσ: ἐπιφορὰ ἀνέμου σφοδροῦ· λέγεται δὲ καὶ ἡ ζάλη. Καταιγίσασ: κατασχίσας· οἱ γὰρ ἀνατιθέντες τί τοῖς θεοῖς κατασχίζουσιν ἵνα μή τις ἄρη. kappa. 137 Καταιδεῖ: καταισχύνει. Καταινέσαι: συγκαταθέσθαι καὶ συνεπινεῦσαι. Καταίροντεσ: καταπλέοντες. Κατ' αἶσαν: κατὰ τρόπον· κατὰ τὸ προσῆκον. Καταῖτυξ: εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον· κατωφερής. Καταιονῶσι: βρέχουσιν· ἀντλοῦσιν· ἀλείφουσιν. Κατακᾶ: κατακαύσει. Κατὰ κάθετον: τὰ ἀπὸ ὕψους εἰς βάθος διαστήματα. Κατακάνειν: ἀνελεῖν. Κατακαχρύσω: καταφρύξω· καὶ συντρίψω· ἀπὸ τῶν καχρύων μετενήνεκται. Κατακεγχροῦται: τραχύνεται· καὶ ἐντεῦθεν καὶ κέγχρος. Κατακεκερματίσθαι: εἰς πολλὰ μέρη διηρῆσθαι. Κατακεχρίσθαι: τὸ λιπαρῶς ἀληλείφθαι. Κατακερτομεῖν: καταχλευάζειν. Κατακηλοῦσαν: θέλγουσαν· πραΰνουσαν. Κατάκλιτα: κλίνας· θρόνους εἰς ἀνάκλισιν ἐπιτη δείους. Κατακορὴς ξυνουσία: ἐπιπλεονάζουσα. Κατακαχρύσαι: ῥῆξαι· ψοφῆσαι· ποιῆσαι ἀπὸ τῶν φρυγομένων κριθῶν. kappa. 138 Κατακρῆσαι: καταχέαι. Κατακορμίσαι: κατακόψαι ξύλον. Κατακριδεῦσαι: καταλαλῆσαι· καταναστῆσαι· λάλοι γὰρ αἱ ἀκρίδες. Κατακροτεῖ: ἄγαν ἐπαινεῖ. Κατακωκῦσαι: θρηνῆσαι. Κατὰ κῶλον: κατὰ λέξεις. Καταλαβεῖσ: πάσσαλοι. Καταλαμβάνειν: τίθεται καὶ ἀντὶ τοῦ νοεῖν. Καταλεγέσθω: καταταττέσθω. Καταλελάβηκεν: τὸ κατείληφεν Ἡρόδοτος. Καταλεύσιμον: τὸν ἄξιον τοῦ καταλευσθῆναι λίθοις· εἶπεν Δείναρχος ἐν τωῖ κατὰ Λυκούργου. Καταλείβει: καταστάζει. Καταληΐζεται: διαρπάζει. Καταλιναι: καταλιψαι. Κατάλληλον: ἁρμόδιον. Καταλλήλωσ: ἀκολούθως· ἁρμοζόντως. Καταλογάδην: τὰ πεζῶ λόγωι γραφόμενα. Καταλογεύσ: Ἀθήνησι τινὲς ἦσαν κατάλογον διδόντες ὀνομάτων τῶν τὰ κοινὰ διοικεῖν δυναμένων πράγ ματα· οἱ αὐτοὶ δὲ καὶ συγγραφεῖς ἐκαλοῦντο· ὅτι ἐνέγραφον τινὰς ὡς χρὴ μετέχειν τῆς πολιτείας. Καταλογιεῖται: καταριθμήσει. Κατάλογοσ: ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύ εσθαι· καὶ ἡ ἐξαρίθμησις. Καταλοφάδεια: κατὰ τοῦ τραχήλου. kappa. 139 Καταλῦσαι: τὸν ἀπαγξάμενον καθελεῖν. Καταλύσασ: καταστρέψας· ἀφανίσας· ἢ εὐωχηθείς· τάττεται δὲ καὶ ἐπὶ τῆς τοῦ ἀπαγξαμένου κατε νέξεως· οὐ γὰρ δεῖ λέγειν κυρίως κατενεγκεῖν ἐπ' αὐτοῦ, ἀλλὰ καταλύσαι. Καταμεμυγμένα: τὰ τὰς ἀμυχὰς ἔχοντα. Καταμηλῶν: μηλῶσαι καλοῦσιν οἱ ἰατροὶ τὸ μήλην καθεῖναί που· ἦν δὲ καὶ παροιμία τίς ἐπὶ τῶν τὰ ἄδηλα τεκμαιρομένων· λέγεται δὲ κατα μηλοῦν, καὶ τὸ βάπτειν ἔρια ὅτ' ἂν πιέζηται κινού μενα. Καταμόνασ: κατιδίαν. Καταμνίων: κατεσθίων. Καταμυκτηρίζειν: τὸ καταγελᾶν. Κάναβοσ: τὸ πρῶτον τιθέμενον ξύλον ὑπὸ τῶν πλαστῶν· περὶ ὃ τὸν πηλὸν τιθέντες πλάσσουσιν. Καταμύουσιν: κλείονται. Κατὰ ναῦν: κατὰ τάξιν· εἴρηται δὲ ἀπὸ τῆς παρ οιμίας· κατὰ ναῦν τὰ ἄρμενα. Κατανδρίζεσθαι: καταπαλαίειν. Κατανεανιεύεται: κατισχύει ἢ καυχᾶται. Κατάντικρυ: κατ' ἐναντίον. Καταντικρὺ καὶ κατευθύ: τηῖ τὰ οἰκεῖα συναγούση ἀποτυπώματα. Κάταντεσ: καταφερές. Κατάνυται: συντελεῖται. Κατανυγείσ: λυπηθείς· μεταγνούς. Κατανωτίσασθαι: ἀντὶ τοῦ κατὰ νώτου φέρειν. kappa. 140 Κατάξαι: συντρίψαι. Καταξανεῖ: κατατρίψει. Κατάξεται: καταλύσει. Κατὰ ξυμφοράν: κατὰ συντυχίαν. Καταπέρπεροσ: [....] Καταπέλτησ: εἶδος κολαστηρίου. Καταπημήνειεν: καταβλάψειεν. Καταπινεύσ: τὸ ἐπιὀρκῆσαι. Καταπεπλησμένον: κατάπλεων. Καταπίονα: λιπαρά. Καταπλαστόν: τὸ περιπεπτόν· προσποιητόν. Καταπλῆσαι: μολῦναι. Καταπλήττεσθαι: κατανίστασθαι. Κατὰ πόδα: παραυτά· κατὰ τάξιν. Καταποντοῦν: καταποντίζειν. Καταπόσον: πλεονάκις. Καταπρέσβην: κατὰ πρεσβυτερίαν. Καταπροΐξεται: καταφρονήσει· καταπροδώσει· οἷον προῖκα ἐκφύγοι. Κατὰ πρόσκλισιν: καθ' ἑτεροβάρειαν ἢ ἑτερομέρειαν. Καταπρωτείρασ: πρωτείραι οἱ περὶ εἴκοσι ἔτη παρὰ Λάκωσι. kappa. 141 Καταπύγουσ: κιναίδους. Καταπύγων: ὁ μέσος δάκτυλος. Καταπύγων: κατασελγαίνων. Καταπύγων: ὁ λάγνης· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλφηστῶν οὕτως λεγομένων ἰχθύων, ὅτι ἕπονται κατ' οὐράν· ἡ γενικὴ δὲ καταπυγόνος καὶ κατα πυγόνα ἡ αἰτιατικὴ καὶ αἱ ἄλλαι πτώσεις εὕ ρηνται· εὕρηται καὶ τὸ θηλυκὸν καταπυγών· καὶ ἡ πρᾶξις καταπυγοσύνη. Καταπυγίζειν: τὸ τὴν πυγὴν ἐπιπολὺ μεταφέρειν ἐν τωῖ βαδίζειν. Κατὰ ῥάβδον ἔφρασεν: κατερραψώδησεν ἢ κατὰ στίχον διῆλθεν. Καταῥαψωδήσει: φλυαρήσει. Κατάρξασθαι τῶν τριχῶν: ἀπάρξασθαι τοῦ ἱερείου. Καταῥουν: κατὰ τρόπον· κατ' εὐθεῖαν. Κατάρρουσ: τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καταρρέον διὰ μυκτήρων· οἱ δὲ τὴν διάρροιαν οὕτω καλοῦσιν. Κατάρρησισ: κατάγνωσις. Καταρρυῆναι: καταπεσεῖν. Κατασείει: καταράττει· καταβάλλει. Κατασεσείκασι: καταβεβλήκασιν. Κατασίνεσθαι: καταβλάπτεσθαι. kappa. 142 Κατασκελετούμενα: λελεπτυσμένα· ἐξησθενηκότα. Κατασκήψαντοσ: ἐμπεσόντος. Κατασκεδάζειν: ἔθος ἦν Θράκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅτ' ἂν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνανται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδά ζειν· οὕτω Ξενοφῶν ἐν τῶ ζʹ τῆς τοῦ Κύρου ἀνα βάσεως· μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις· καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς ὡς εὐθὺς συνέπιεν καὶ συγκατεσκεδάσατο αὐτοῦ τὸ κέρας. Κατασκιδναμένη: σκορπιζομένη. Κατὰ σκοπόν: κατὰ τὸ προκείμενον δέον. Κατασοβεῖται: καταδιώκεται. Κατασοβήσονται: καταδιωχθήσονται. Κατασοφισθεῖσα: χλευασθεῖσα. Κατασοφισόμεθα: τεχνασόμεθα· μηχανῆ τινι κακώ σομεν. Κατασπέρχων: σπουδάζων. Κατάστασισ: ἔοικεν ἡ κατάστασις ἀργύριον εἶναι ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῆ καταστάσει· οὕτω Λυσίας· ἀλλὰ καὶ Εὔπολις φησίν· Οὐκ ἐσωφρόνησας, ὦ πρεσ βῦτα, τὴν κατάστασιν Τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν· ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ' αὐτῶν ἕτεροι καθίσταντο· ἀπήτουν δὲ αὐτὸ οἱ φύλαρχοι. kappa. 143 Καταστολή: ἡ στολή. Κατὰ στόμα: κατὰ τὴν ἀρχὴν μεταφορικῶς. Καταστοχάζεται: κατὰ σκοποῦ βλέπει· κατὰ σκο ποῦ βάλλει. Καταστρέψαντεσ: τελευτήσαντες. Καταστροφή: τέλος. Κατὰ σφέασ: καθ' ἑαυτούς. Κατὰ σχολήν: πράως καὶ λάθρα· οὕτως Ἀριστο φάνης. Κατατεθήπεσαν: κατεθαύμασαν· ἐξεπλάγησαν. Κατατείνασ: συντείνας. Κατατείνας ἐρῶ: ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύ σομαι· Πολιτείας βʹ· διὸ κατατείνας ἐρῶ. Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν: ἔοικεν νόμος περὶ ὠνίων κεῖσθαι, ὃς κελεύει ἀψευδεῖν ἐν τηῖ ἀγοραῖ Θεό φραστος γ' οῦν ἐν τοῖς περὶ νόμων φησίν· δυοῖν τού των ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῆ ἀγορᾶ εὐκοσμίας, καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους. Κατατικόν: χιτωνίσκου γένος· οὕτως Μένανδρος. Κᾶτα τί: εἶτα τί. Κατατομήν: οἱ μὲν τὴν ὀρχήστραν· οἱ δὲ μέρος τι τοῦ θεάτρου. Κατατομή: Ὑπερίδης ἐν τῶ κατὰ Δημοσθένους· kappa. 144 καὶ καθήμενος κάτω ὑπὸ τηῖ κατατομηῖ· καὶ Φιλόχορος· καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας. Καταπλήξ: ὁ συνεχῶς πεπληγμένος· Θεόπομπος· Ἀλλ' ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει Ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην. Καταῦσαι: καταντλῆσαι. Καταφαγεῖν: ἀντὶ τοῦ φαγεῖν. Καταφάναι: κατειπεῖν. Κατάφασισ: πρόρρησις διὰ συγκαταθέσεως. Καταφάσκει: προλέγει· ἐπινεύει. Καταφερήσ: οὐχ ὁ ἄσωτος, ἀλλ' ὁ κάτω φερόμενος. Καταφιλοσοφῶν: διὰ τῆς σιγῆς νικῶν. Καταφορικῶσ: σφοδρῶς. Καταφυέν: γεννηθέν. Κατάφωροσ: φανερός. Κατὰ χεῖρασ: εὐκόλως. Κατὰ χειρὸς ὕδωρ λέγουσιν, οὐ κατὰ χειρῶν, οὐδὲ ἐπὶ χεῖρας, οὐδὲ ἄλλως πως· καὶ τὸ ῥαῖστον πάν των καὶ εὐχερέστατον κατὰ χειρὸς ὕδωρ καλοῦσιν· οὕτως Τηλεκλείδης ἐν Ἀμφικτύοσιν· Εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρῶν. Καταχειροτονίασ· ἔθος ἦν Ἀθήνησιν καταχειροτονεῖν τὸν ἄρχοντα· μάλιστα δὲ στρατηγὸν, εἰ δόξειεν ἀδικεῖν. Καταχήνη: κατάγελως. kappa. 145 Καταχήνη: καταχάσμησις. Κατάχυσμα: ἐνίοτε τὸ καταχεόμενον κατὰ τῶν ὄψων ὑπότριμμα· καταχύσματα δὲ πληθυντικῶς· τὰ παρὰ τὴν ἑστίαν κατασκεδαννύμενα τῶν γαμούν των καὶ τῶν πρωτοθεωρῶν· ταῦτα δὲ ἐστὶν ἰσχά δες καὶ πανσπερμία. Καταχύσματα: τῶν νεωνήτων οἱ δεσπόται τραγή ματα κατέχεον· ἀλλὰ καὶ τῶν ἀπὸ θεωρίας ἐλθόν των· κατεχεῖτο δὲ καὶ τῶν νυμφίων, φασὶν, ὡς Θεόπομπος. Καταχύσματα: ἔθος ἦν Ἀθήνησιν, ὅτε νεώνητος οἰ κέτης εἰσάγοιτο εἰς τὴν οἰκίαν, τὸν δεσπότην ἢ τὴν δέσποιναν ἰσχάδων καὶ καρύων πλῆθος κατα χεῖν αὐτοῦ· ἃ καταχύσματα ἐκάλουν· φασὶ δὲ καὶ ἐπὶ τῶν πρῶτον πρεσβευόντων καὶ ἐπὶ τῶν θεωρῶν τοῦτο γίγνεσθαι, ὅτε πρῶτον τοῦτο ἐποίουν. Κατάχυτλον: σκεῦός τι. Καταψαίρουσι: κινοῦνται. Καταψευδομαρτυρησάμενοσ: ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψευδῆ μαρτυρήσαντας· Δημοσθένης ἐν τῶ κατὰ Στεφάνου. Καταψηφίζεται: κατακρίνει. Καταψήχεται: ἀντὶ τοῦ καταψύχεται τῆς γλισχρό τητος χωριζομένης· ἢ καταψᾶται· οὕτως Πλάτων ἐν Τιμαίωι. kappa. 146 Κατεβαυκάλισεν: κατεκοίμησεν. Κατεαγότα: κεκλασμένα. Κατεβρόχθισεν: κατέπιεν. Κατεγγυᾶν: παραδιδόναι. Κατεγγυῶ: ἀνεγγυῶ. Κατεγλώττιζεν: κατεφλυάρει· κατηγόρει· ἐλοιδόρει. Κατεγνυπωμένωσ: νωθρῶς· ἀνάνδρως· οὕτω Μέναν δρος. Κατεδηδοκώσ: καταβεβρωκώς. Κατεδάρθη: κατεκοιμήθη. Κατεδιήτησεν: κατεδίκασεν. Κατέδραθεν: κατεκοιμήθη. Κατέδων: κατεσθίων. Κατέθεμεν: τὸ κατεθήκαμεν. Κατέθορεν: κατεπήδησεν. Κατειργάσατο: κατηγωνίσατο. Κατείρηκεν: κατεῖπεν λάθρα. Κατειλλώπτειν: καταβλεφαρίζεσθαι. Κατειρωνεύεται: μεγαλοφρονεῖ· ὑποκρίνεται· δολιεύ εται. Κατειρωνευσάμενοι: καταρραθυμήσαντες· καὶ στραγ γευσάμενοι· ὅθεν καὶ εἴρωνα τὸν ἀργὸν λέγουσι. Κατεκήλησαν: κατεπράϋναν. Κατεκίκλασκε: κατέκλα. Κατέλεκτο: κατεκοιμήθη. Κατέλευσαν: ἐλίθασαν. kappa. 147 Κατέληξεν: κατέπαυσεν. Κατεντευκτήν: κατεντυγχάνουσαν· καὶ κατεντευκ τής· κατήγορος. Κατεντευχθέντα: κατεντυχηθέντα. Κατεπερπερεύετο: ἐχαριεντίζετο. Κατεπτήχασιν: συνεστάλησαν. Κατέρεψεν: ἐστέγασεν ἢ ἐστεφάνωσεν. Κατεργάσασθαι: ἀντὶ τοῦ καταπονῆσαι· Θουκυ δίδης. Κατερικτά· τὰ ἐρεικόμενα ὄσπρια καὶ σχιζόμενα. Κατερρινημένοισ: εὐτελέσιν. Κατερρύηκεν: ἐσάπη· ἠφάνισται. Κατέσβη: ἐσβέσθη· ἐπαύσατο. Κατέσειε· λέγουσιν ἐπὶ τῶν ἐν τοῖς πότοις προπι νόντων· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Κατεσκιρωμένη: πεπαλαιωμένη. Κατεσκηλητευμένοσ: ἐξίτηλος· τεταλαιπωρημένος. Κατέσκηψεν: κατέσχεν. Κατεσκληκώσ: κατεξηραμμένος. Κατεστιγμένον: πεποικιλμένον. Κατεστόρεσεν: κατέστρωσεν. Κατεστρατοπέδευσεν: κατέδραμεν πολεμικῶς. Κατεστυγημένοσ: μεμισημένος. kappa. 148 Κάτευγμα: κατάρα. Κατευθικτήσασ: ἐπιτυχών. Κατευμαρίζων: κατευχειρίζων. Κατευμεγεθεῖν: καταδυναστεύειν. Κατευνάζεται: κατακοιμίζεται. Κατεύχεσθαι: τὸ καταρᾶσθαι· οὕτως Πλάτων. Κατεύχεσθαι τῶν Ἀχαιῶν· ἀντὶ τοῦ κατὰ τῶν Ἀχαιῶν εὔχεσθαι· οὕτως Σοφοκλῆς. Κατεφοίνιξασ: κατέβαψας. Κατεφύοντο: κατέτρεχον. Κατεχειροτόνησαν αὐτοῦ· ἀντὶ τοῦ κατεψηφίσαντο αὐτοῦ· καταχειροτονία δὲ καὶ ἀποχειροτονία καὶ διαχειροτονία διαφέρει· καταχειροτονία μὲν γὰρ ἐγένετο οὕτως· ἔλεγεν ὁ κῆρυξ· ὅτω Μειδίας δοκεῖ ἀδικεῖν, ἀράτω τὴν χεῖρα· εἶτα οἱ θέλοντες ἐξέ τεινον τὰς χεῖρας καὶ ἐκαλεῖτο τοῦτο πρῶτον [γίνε ται] καταχειροτονία· (ἀποχειροτονία δὲ) ἐγίνετο οὕτως· ὅτω μὴ δοκεῖ ἀδικεῖν Μειδίας, ἀράτω τὴν χεῖρα, καὶ ἐξέτεινον τινὲς, καὶ ἐκαλεῖτο τοῦτο ἀπο χειροτονία· λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας καὶ ἑώρα ὁ κῆρυξ ποῖαι πλείους εἰσίν· ποτέρων τῶν φασκόντων αὐτὸν ἀδικεῖν ἢ μή· καὶ ὅσαι ἂν ἦσαν πλείους εὑρεθεῖσαι, ἐκεῖ καὶ ἡ γνώμη ἐκράτει. Κατέχεσθαι: θεοφορεῖσθαι. Κατεώρυκτο: κατορωρυγμένον ἦν. kappa. 149 Κατηβολή: περιοδικὴ νόσος. Κατηβολή: περιβάλλει. Κατηγορευκότα: κατειπόντα. Κατηγορίας ἔχω: ἀντὶ τοῦ κατηγοροῦμαι Δημοσθέ νης περὶ τοῦ στεφάνου. Κατήδεσαν: κατήσχυναν. Κατήλιψ: μεσόδμη. Κατηλοίωσεν: οὐχ ἁπλῶς ἀπέκτεινεν· ἀλλὰ ξύ λοις παίων· ἀφ' ὧν καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Κατεχορδεύθη: καθηδύνθη· κατεβομβήθη· ὅλος τῆ χορδῆ γέγονεν. Κατήλιψ: μεσοδμή. Κατημαξευμένοσ: τετριμμένος· ἐγγεγυμνασμένος. Κατημελήσ: κατήκοος. Κατηρεφέα: κατεστεγασμένα. Κατηρεφον: κατεστεγασμένον ἢ κατώτερον ἐστεγασ μένον. Κατῆρεν: κατέπλευσεν. Κατηφόνεσ: στυγνοὶ, ἢ ἀναίσχυντοι. Κατηχθημένοσ: καταβεβαρημένος. Κατιαλίζειν: καταδύνειν. Κάτιμεν: κατερχόμεθα. Κατισχνοῦν: καταλεπτύνειν. Κατ' ὄναρ, οὐ χρὴ λέγειν: βάρβαρον γὰρ παντελῶς· ἀλλὰ ὄναρ· καὶ κατὰ τοὺς ὕπνους· καὶ ἐνύπνιον. Κατοκωχή: ἔνιοι ἀντὶ τοῦ κατοχή. kappa. 150 Κατόπιν: μετὰ ταῦτα· ἀπὸ τοῦ ὄπισθεν ἰέναι. Κατόπιν: ἢ μετὰ ταῦτα, ἢ μεταξύ. Κατοιόμενοσ: ὀνομάζων ἑαυτὸν μέγαν καὶ φυσῶν ὑπερήφανος. Κατοιχομένου: νεκροῦ· τεθνεῶτος. Κατ' ὀρφναίαν: κατὰ τὴν σκοτεινήν. Κατοργᾶν: ὑπερακμάζειν. Κατορώρυκται: κατακέχωσται. Κατουλάδα: Σοφοκλῆς Ναυπλίωι· Ἐπεύχομαι δὲ νυκτὶ τηῖ κατουλάδι· τὴν κατίλλουσαν καὶ κατείρ γουσαν· καὶ ἐξούλης δίκη, ἡ ἐξείρξεως· οἱ δὲ τηῖ πανωλέθρωι ἐσομένηι τοῖς Ἕλλησιν· οὖλον γὰρ τὸ ὀλέθριον· καὶ ἡ ˉκˉαˉτˉα πρόθεσις αὔξησιν ἔχει· ἢ ζοφώδη, ἀπὸ τῆς κατὰ τὸ σῶμα γινομένης οὐλῆς· μελάντεραι γάρ· καταιγίδας ἔχουσαν καὶ συστρο φὰς ἀνέμων· εἴλλειν γὰρ τὸ συστρέφειν· Ὅμηρος. Κατ' οὐράν: κατόπισθεν· ἐκ τῶν ὀπίσω. Καττύεσθαι· Ὑπερίδης τὸ ὑποδεδέσθαι· ἀπὸ τῶν καττυμάτων. Καττύεισ: μεταφορικῶς ἀπὸ τῶν ῥαπτόντων τὰ δέρ ματα. Καττύει: συρράπτει· [καττύει]. Καττύμα: ἀπάτη· δόλος. kappa. 151 Καττύν: ἀπότριμμα δερματίου βαλλόμενον εἰς τὴν στελλείαν ὅταν μὴ σφίγγηι. Κατωθούμενοσ: ἀνατρεπόμενος. Κάτω κάρα: κάτω τὴν κεφαλὴν ἔχοντα. Κατωκοδόμησεν: Ἰσαῖος ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινεν. Κατώλισθον: κατέπεσον. Κατωμαδόν: κατὰ τῶν ὤμων. Καθωραΐζεται: σεμνύνεται. Κατωρχήσαντο: κατεχάρησαν· ἔπαιξαν. Καυλόσ: τὸ ἄκρον τοῦ δόρατος. Καυνόσ: σκληρός. Καύνακασ: ἔνδυμα ποιόν. Καυρόσ: κακός· οὕτως Σοφοκλῆς. Καυσία: εἶδος πίλου βαρβαρικοῦ ἐπὶ τῆς κεφαλῆς ὡς τιάρα. Καυστόν: καρπωτόν· ὃ ἐναγίζεται τοῖς τετελευτη κόσιν. Καχλάζει: ταράττεται· φλεγμαίνει· βράττει. Κάχρυσ: κριθαὶ πεφρυγμέναι. Καχυπότοποσ: καχύποπτος· τοπάσαι γὰρ τὸ ὑπο νοῆσαι. Κάψα: κίστη ἢ θήκη. Κέβρινα: πόλις Τρωάδος Κυμαίων ἄποικος. Κεδνόσ: συνετός· σώφρων ἢ φρόνιμος. Κεγχρεών: τόπος Ἀθήνησιν· ἐν ὧ ἡ ἀργυρῖτις ἐκαθ αίρετο κέγχρος· καὶ ἡ ἀπὸ τῶν ἀργυρείων ἀνα φερομένη ἄμμος. kappa. 152 Κεγχρεών: Δημοσθένης ἐν τηῖ πρὸς Πανταίνετον γραφηῖ· κἄπειτα ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν Κεγχρεῶνα· ἀντὶ τοῦ εἰς τὸ καθ αριστήριον· ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον. Κέδρον: οὐδετέρως λέγουσι τὸ θυμίαμα. Κεδρίδεσ: κέδρου καρπός· λέγονται δὲ καὶ ἀρκευ θίδες. Κέδροπα: ὄσπρια· καὶ οἷον χέδροπα. Κειμήλια· κτήματα· ἢ ἀποκείμενα χρήματα. Κείρει: ἐσθίει· κατεσθίει. Κειριάδαι: δῆμος Ἱπποθοωντίδος. Κείρυλοι: οἱ ἄρσενες τῶν ἀλκυόνων· οἵτινες γηρά σαντες ὑπὸ τῶν θηλείων βαστάζονται. Κεκάληκασ: καλὸς γέγονας. Κεκαρυκευμένα: συγκεκρυμμένα. Κεκασμένον: κεκοσμημένον. Κεκαυτηριασμένοσ: μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν. Κεκιβήλευται: διαβέβληται· κατέγνωσται· ἀπο δεδοκίμασται· νενόθευται. Κεκλασμένουσ: ἰσχύοντας. Κεκλιμένοσ: περιεχόμενος. Κέκλοιο: ἀντὶ τοῦ λέγοις. Κεκμηκώσ: κάμνων. Κεκομψευμένοσ: σεμνός· ἢ ἀστεῖος ἢ εὐκαλλώπισ τος. Κεκοινωνημένοι: κοινὴν ἔχοντες τὴν οὐσίαν· ὡς φη σὶν Λυσίας. kappa. 153 Κεκοτυλισμέναι: συνεσπειραμέναι. Κεκοῦροσ: εἶδος πλοίου βραχέος. Κεκραγμόν: τὴν βοήν. Κεκραιπαληκώσ: εὐφραμμένος. Κεκριγότα: τρίζοντα. Κεκρόπη: Ἀθηνῆ. Κεκροπίσ: μία τῶν ἐν Ἀθήνησιν δέκα φυλῶν. Κεκρύφαλον: κεκρύφαντον· σαββακάθιον· σουδά ριον. Κεκτώμεθα: κεκτημένοι ὦμεν. Κεκυπτάκασιν: ἀσχολοῦνται. Κεκωδωνισμένοσ: ἐξητασμένος· ἀπὸ τῶν τοὺς φύλα κας διὰ τοῦ κώδωνος ἐξεταζόντων· καὶ διακωδω νίσαι, τὸ ἐξετάσαι· Ἀριστοφάνης Λυσιστράτηι· Ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν. Κεκωφῶσθαι: κωφὸν γεγονέναι. Κελάδησαν: ἐβόησαν. Κελαδεινή: κυνηγός· θόρυβον κατὰ τὰς ἄγρας ποι οῦσα. Κελαδοῦσιν: ἠχοῦσιν. Κελέοντεσ: κυρίως κελέοντες καλοῦνται οἱ ἱστόπο δες· Ἀντιφῶν δὲ ἐν τηῖ πρὸς τὸν Δημοσθένην γρα φηῖ τὰ ὀρθὰ ξύλα οὕτως ὠνόμασεν. Κελέοντεσ: ἱστόποδες· καὶ πάντα τὰ μακρὰ ξύλα. kappa. 154 Κελεόσ: οὗ αἱ θυγατέρες ὑπεδέξαντο τὴν Δήμητραν ἐν Ἐλευσῖνι. Κελαρύζειν: μετὰ ἠχοῦς ῥεῖν. Κελενδρύονα: κιχήσιππον· ἀπὸ τοῦ κελέοντος καὶ τῆς δρυὸς, ὡς μακρὸν καὶ δασύ. Κέλευθοσ: ὁδός· ἀπὸ τοῦ κέλλειν, ὅ ἐστιν εἰς τούμ προσθεν ἰέναι· ὅθεν καὶ ἐξω [κέλης, τὸ ληστρικὸν πλοῖον ἢ ἄστρωτος ἵππος] κεῖλεν ὅ ἐστιν ἔξω τοῦ κέλλειν γέγονεν. Κέλησ: τὸ ληστρικὸν πλοῖον ἢ ἄστρωτος ἵππος. Κέλυφοσ: τὸ λέπυρον τοῦ ὠοῦ. Κελύφανα: τὰ λεπίσματα τῶν τραγημάτων. Κελωρύειν: βοᾶν. Κεμάσ: ἔλαφος· ὁ κοιμώμενος ἐν σπηλαίωι· κοιμὰς τίς ὤν. Κένανδρον: κένον ἄνδρα. Κενέβρια· ἐν οἷς τὰ νεκριμαῖα καὶ τοὺς ἀπέργους ὄνους κατακόπτουσιν· καὶ τὰ θνησιμαῖα. Κενεμβατεῖν: εἰς κενὰ βαίνειν· κενὰ ἐπιχειρεῖν. Κενεόν: μάταιον. Κενεών: ὁ περὶ τὸν λαγόνα τόπος. Κένκω: πεινῶ. Κενταυρικῶσ: ἀγροίκως. Κενοφωνίασ: ματαιοφωνίας· ἀσεβείας· ἠγοῦν αἱρετι κάς. Κενοφροσύνη: ἡ ματαιοφροσύνη. kappa. 155 Κένταυρον: τὸ μόριον· ἢ τὸ γυναικεῖον αἰδοῖον· οὕτω Θεόπομπος. Κεντριάδαι: πατριὰ κηρύκων. Κεντρότυποσ: μοχθηρός. Κεντυρίων: ἑκατόνταρχος. Κενῶν φάουσ: τυφλῶν. Κέοιτο: ὑπάρχοιτο. Κέπφοσ: εἶδος ὀρνέου ὀξύτατον. Κεπφωθείσ: ἐπαρθείς· ἐρεθισθείς· ὀξέως ἐλαυνόμε νος. Κεραμίσ: δῆμος Ἀκαμαντίδος φυλῆς. Κεραμικαί: πλατεῖαι πληγαί· τοὺς γὰρ ῥαθύμως τρέχοντας τύπτουσιν. Κεραμικαί: ὁ τόπος ἐν ωἷ αἱ πόρναι. Κέραμοσ: οἱ μὲν τὰ κεράμια· ἀφ' οὗ καὶ κεραμεύς· οἱ δὲ τὰς ὀπτὰς πλίνθους. Κεραννύουσι: κέρνουσιν· Ὑπερίδης. Κεραόν: τέλειον. Κέρασ: τὸ τοῦ πολέμου μέρος καὶ τόξον. Κέρασ· κέρωσ· κέρα: ἐπὶ τῆς παρατάξεως· Θουκυ δίδης ηʹ· τοῦ εὐωνύμου κέρως· ἐν τηῖ αὐτηῖ· καὶ οἱ μὲν Ἀργεῖοι τωῖ σφετέρωι αὐτῶν κέρα· καὶ ἐν πᾶσιν οὕτως. Κεραμικὴ μάστιξ: ὀστρακισμός. Κεραΐζει: πορθεῖ· ἀναιρεῖ· διαρπάζει. Κεραμίσ: δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος ἡ kappa. 156 Κεραμίς· εἴληφε δὲ τούνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμω τινὶ ἥρωϊ. Κεραμικόσ: δύο ἦσαν Κεραμικοί· ὁ μὲν ἔνδον τῆς πόλεως· ὁ δὲ ἔξω· ἔνθα καὶ τοὺς ἐν πολέμωι τελευ τήσαντας ἔθαπτον δημοσία· καὶ τοὺς ἐπιταφίους ἔλεγον. Κερασβόλα: τὰ σκληρὰ καὶ ἐν τοῖς πυροῖς καὶ ἐν τοῖς ὀσπρίοις συμφυόμενα· τηῖ μὲν χροιᾶ μέλανα· στρογγύλα δὲ καὶ ἰσομεγέθη κέγχροις· ἃ συνεψό μενα τοῖς ὀσπρίοις οὐ τήκεται· εἴρηται δὲ οὕτως ἀπὸ τοῦ τὴν κατασπορὰν καὶ τὸ ἄροτρον τοῖς κέ ρασι τῶν βοῶν βεβλῆσθαι καὶ ἀντιτύπτειν· ὅτ' ἂν οὖν λέγη κερασβόλους, τοὺς ἀπαιδεύτους καὶ σκλη ροὺς καὶ μὴ πειθομένους τοῖς νόμοις φησί. Κερασφόροσ: κερατοφόρος. Κεραυνόσ: ἱμάτιον ποιόν. Κέραμον: λέγεται ἐπὶ τῶν λεκανίδων· αὗται δέ εἰσιν αἱ λεκανίδες κεραμεαῖ παραπλησίαι τηῖ κατα σκευηῖ κρατῆρι· ἃς νῦν ὀψοδόκας αἱ γυναῖκες καλοῦσιν· ἀρώματα οὖν εἰς ταύτας ἐμβάλλουσι καὶ στήμονας· κομίζουσι δὲ αὐτὰς αἱ νύμφαι εἰς τὰς τῶν νυμφίων οἰκίας. Κερβέριοι: οἱ παρ' Ὁμήρωι Κιμμέριοι· τὴν δὲ πόλιν οἱ μὲν Κίμμερον, οἱ δὲ Κερβερίαν. Κερδίασ: κερδοσύνης· φιλοκερδίας. kappa. 157 Κερδαλέοσ: ποικιλος· πανοῦργος· κερδαλῆ γὰρ ἡ ἀλώπηξ. Κερδαλεόφρων: δολιόφρων· σκολιὰ βουλευόμενος. Κέρδιον: κρεῖττον· ὠφελιμώτερον. Κέρδιστοσ: πανουργότατος. Κερδοσύνη: πανουργία. Κερκίδασ: εἷς ἦν τῶν τὰ Μακεδονικὰ φρονούντων. Κερκίσ: φυτὸν αἰγείρωι ὅμοιον. Κερκῖται: ἔθνος Ἰνδικόν· ὃ χρῆται μακρωῖ πηδαλίωι ὃ καλεῖται κερκέτης. Κέρκοσ: ἡ οὐρά. Κέρκουροσ: εἶδος πλοίου οὕτως καλοῦσιν. Κερκώπη: τέττιγι παρόμοιον, ἕνα φθόγγον προϊ έμενον. Κέρκωπεσ: πανοῦργοι δόλιοι· ἀπατεῶνες· κόλακες· οἳ, καθάπερ ἡ ἀλώπηξ τοὺς θηρατικοὺς κύνας ἀπαταῖ, τοὺς ἁπλουστέρους φενακίζουσι τηῖ κέρκωι τῶν λόγων. Κερκωπίζοντεσ: χλευάζοντες· μωκίζοντες ὡς οἱ πίθηκοι. Κέρκωψ: ἀπατεών· ἢ καὶ γένος πιθήκου. Κέρκωπεσ: ἐξαπατητῆρες· ἱστοροῦνται καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησί· καὶ τὰς Πιθηκούσσας νήσους kappa. 158 ἀπ' αὐτῶν κληθῆναι· δύο δὲ ἦσαν οἱ Κέρκωπες· ὧν ὁ μὲν Ἄνδουλος, ὁ δὲ Ἄτλαντος ὀνομάζεται. Κερματίζει: εἰς λεπτὰ διαιρεῖ. Κερουτιᾶν: γαυριᾶν. Κεροβάτασ: ὁ Πάν· ὅτι κέρατα ἔχει ἢ κερατίνας βάσεις. Κερουτιασμόσ: ἀπὸ τοῦ κόρου λέγουσιν. Κερσοβλέπτησ: παῖς μὲν ἦν Κότυος· καὶ νεώτατος ὢν, βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θραίκης. Κερτόμιοσ: ἐρεθιστικός. Κερτομῶν: χλευάζων· ἐρεθίζων· σκώπτων. Κέρχανα: τὰ ἐντάφια. Κερχνοῖ: τραχύνει. Κερχνηΐσ: ὄρνεον. Κέρχνοσ: τραχύ τι ἐν τοῖς ἐνωτίοις. Κερχνῶ: πίνω. Κεστὸν ἱμάντα: ποικίλον ἱμάντα. Κεστόσ: ὁ διακεκεντημένος καὶ διαπεποικιλμένος ἱμάς· οἷον ἔνδυμα Ἀφροδίτης· καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύ ματα. Κεστρεῖσ νήστεις ἐκάλουν κεχηνότας καὶ πεινῶντας· λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες· καὶ ἡ παροιμία· kappa. 159 κεστρεὺς νηστεύσεις· εἴρηται ἐπὶ τῶν δικαιοπρα γούντων μὲν, ἧττον δὲ φερομένων διὰ τοῦτο αὐτό· μετενήνεκται δὲ ἀπὸ τοῦ ἰχθύος· οὗτος γὰρ πάντων τῶν ἰχθύων ἀλληλοφαγούντων, μόνος ἀπέχεται· νέμεται δὲ ἰλὺν, ὡς Ἀριστοτέλης ἐν τοῖς περὶ ζωίων· καὶ δῆλον ὅτι ταλαιπωρεῖ καταδυόμενος εἰς τὴν ἰλὺν καὶ ἧττον τι φέρεται. Κέσκοσ: ἦν πόλις ἐν Κιλικίαι καὶ παρ' αὐτὴν πο ταμὸς Νοῦς ὄνομα· δι' ὅπερ οἱ κωμικοὶ παίζοντες τοὺς νοῦν οὐκ ἔχοντας κέσκον φασὶν οὐκ ἔχειν. Κέστραν: τὴν μύραιναν. Κεστρίνουσ: τὰ τεμάχη τῶν ἰχθύων. Κεστόν: ποικίλον. Κεστρῖνοσ: εἶδος ἰχθύος· σκεπτέον δὲ εἰ διαφέρει κεστρέως. Κέφαλοσ: ἔστιν καὶ ὄνομα δημαγωγοῦ. Κεύθειν: κρύπτειν. Κευθήμων: φωλεῶν· ἀποκρύφων τόπων. Κευθμώνων: κρυπτῶν τόπων· ἐνδοτάτων. Κεφάλαιον: παραλαμβάνεται ἐπὶ ἐπιγράμματος· καὶ λόγου· καὶ ἀργυρίου· οὕτως Αἰσχίνης ἐν τῶ κατὰ Κτησιφῶντος καὶ Δημοσθένης ἐν τῶ πρὸς Ἄφοβον. Κεφαλή: δῆμος Ἀκαμαντίδος· καὶ Κεφαλῆθεν· ἐκ τῆς αὐτῆς. kappa. 160 Κεφαλαίωσον: συντόμισον· συνάγαγε. Κεχαρισμένε: πεφιλημένε. Κεχαρισμένωσ: εἰς χάριν αὐτῶν πάντα ποιεῖν. Κεχειρωμένοι: ἡττημένοι. Κεχήληνται: καταπεπράϋνται. Κεχήνη: κεχηνὼς ἤμην· ὡς τὸ ἤδη (ἤδεα) ἤδειν. Κεχηνότεσ: χαυνῶς ὁρῶντες. Κεχραμμαίνειν: πικραίνεσθαι· ἢ τοὺς ὀδόντας συγ κρούειν. Κεχρησμωδημένων: μεμαντευμένων. Κηδεία: ταφή· ἐκφορά. Κήδειν: κακοῦν· λυπεῖν. Κηδείουσ: οἰκείους· προσφιλεῖς. Κηδεμονία: πρόνοια· καὶ κηδεμὼν, φροντιστὴς, προ νοητής. Κηδεστήσ: ὁ κατ' ἐπιγαμβρίαν οἰκεῖος· ἢ πενθερός. Κήδεται: φροντίζει· βοηθεῖ· ἐπιμελεῖται. Κηδεύειν: φροντίζειν· ἢ θάπτειν. Κηδίδησ: διθυραμβοποιητὴς ἀρχαῖος. Κηδήσαντεσ: θεραπεύσαντες ἢ λυπήσαντες. Κῆδοσ: ἡ συναλλαγὴ τοῦ γάμου ἢ τοῦ πένθους. Κηδωνίδησ: οὗτος τεθρυλημένος ἦν ἐπὶ παιδεραστίαι ἀνυπερβλήτωι. Κήθια: ὀξύβαφα οἷς κυβεύουσιν. kappa. 161 Κήθιον: πλεκτόν τι σύστομον· εἰς ὃ ἐντιθέντες τοὺς ἀστραγάλους βάλλουσιν. Κηκάζειν: κακολογεῖν. Κηκίσ: ἔστι μὲν καὶ καρπός τις περιφερής· ἔστι δὲ καὶ βάμμα τί καὶ στύμμα· ἢ καὶ ὀπὸς δρυὸς ἐπιτήδειος εἰς βαφήν. Κηλῖδεσ: σπίλοι. Κήλησισ: πειθὼ μετὰ τέρψεως. Κηλίσ: ῥύπος· μῶμος· μορφή· ἕλκος· οὐλή. Κηλούμενοσ: φλεγόμενος· τερπόμενος· οἷον αὐλοῖς καὶ ἡδυφωνίαις. Κημόσ: εἶδος χαλινοῦ· ἢ φιμός. Κημόσ: πλέγμα κωνοειδές· δι' οὗ καθιᾶσιν οἱ δικα σταὶ τὴν ψῆφον εἰς τὸν κάδον· καὶ τὸ τοῖς ἵπποις ἐπιτιθέμενον· καὶ γυναικεῖον προκόσμημα· καὶ αἱ αὐλητικαὶ φορβειαί· καὶ κρίκου τι γένος· καὶ πόα τίς· καὶ ὄσπριόν τι παρὰ Θραξίν. Κήνυγμα: σκιὰ καὶ εἴδωλον. Κῆποσ: πόλις κατὰ Βόσπορον οὕτω καλουμένη. Κῆποσ: κουρὰ τίς ἐπὶ καλλωπισμωῖ διαβαλλο μένη. Κῆποσ: γυναικὸς αἰδοῖον. Κῆποσ καὶ παράδεισοσ διαφόρως παρ' αὐτοῖς λέγεται. Κήπουρεύμα: τὸ ὕδωρ τοῦ κηπουροῦ, εἰς ἄρδευσιν πεποιημένον. kappa. 162 Κήρ: ψυχή· θανατηφόρος μοῖρα· καὶ κῆρες, θανα τηφόροι μοῖραι. Κήρυκεσ: γένος ἐν Ἀθήναις ὠνομασμένον ἀπὸ Κή ρυκος τοῦ Ἑρμοῦ. Κηρίναι: μάστιγες γίνονται τινὲς οὕτως ὡς οἱ κηρίωνες· εἰ μὴ ἄρα αἱ διπλαῖ· ἢ διπύξιναι. Κηρίω βῦσαι: αἱ ὑποβαλλόμεναι κηρίον ἐπετίθεσαν τοῖς παιδίοις ἵνα μὴ βοᾶ. Κηρυκίδαι: γένος Ἀθήνηισιν. Κηραίνει: τήκει· πρὸς φθορὰν ἄγει. Κημᾶν: φιμοῦν· χαλινοῦν. Κηρυκίνην: γυναῖκα κηρύττουσαν λέγουσιν. Κήτειον: λάχανον ἀνθερίκωι ὅμοιον. Κηττόσ: δῆμος Λεοντίδος φυλῆς. Κήτταν: τὴν περὶ τὸν στόμαχον τῶν κυουσῶν γυναι κῶν διάθεσιν· καὶ τὸ ὄρνεον ὁμοίως καλοῦσιν. Κηφισόδωροσ: ἄλλος μὲν ὃς κεκωμώδηται ὡς ὀνώδης· ἕτερος δὲ ὁ ὕπαρχος ὃς ἐν Μαντινείαι μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν. Κηφισόδοτοσ: οὗτος Ἀλωπεκόννησον πολιορκῶν ἀπε χειροτονήθη· καὶ κριθεὶς ἑάλω· καὶ ἀπέτισε πέντε τάλαντα. Κηφήν: ἀργός· ἀπρόκοπος· μετέωρος. kappa. 163 Κηφήνεσσι κοθούροισι: τοῖς καθεζομένοις καὶ φυλάτ τουσι τὴν τῶν μελισσῶν ἔξοδον· οὖροι γὰρ οἱ φύλακες· καὶ θυρωροὶ, οἱ τὰς θύρας φυλάσσοντες. Κηφισιεύσ: δῆμος τῆς Ἐρεχθηΐδος. Κίαλον: χρῶμα ὑπόφαιον. Κιβαδεσ: ἡμέραι. Κιβδηλιᾶν: ὠχριᾶν. Κιβδηλιῶντασ: ὠχριῶντας. Κιβδῶνεσ: οἱ μετάλλειοι. Κίβδηλον: οὕτως ἐκάλουν τὸ νόθον καὶ ἀδόκιμον νόμισμα καὶ παρακοπέν· Νόμων ιαʹ· ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν· κίβδηλον μέν ἐστιν ὅτἂν ἔχη ἐπιφάνειαν ὡς ἀστεῖον, ηἶ δὲ μοχθηρὸν τωῖ τρόπωι. Κιβωτόσ: λάρναξ· κίστη. Κιγκλίζει: σαλεύει· μοχλεύει· ἦχον ποιεῖ· κινεῖ. Κιγκλίσ: ὁ τοῦ δικαστηρίου κάγκελλος· ἤτοι τοῦ ἱεροῦ οἴκου. Κιγκλίδεσ: αἱ τῶν δικαστηρίων θύραι. Κίγκλοσ: ὄρνεον τὴν ὀσφὺν πολλὰ κινοῦν· ὅ τινες σεισοπυγίδα καλοῦσιν· σφόδρα λεπτόν· καὶ kappa. 164 ἡ πτωχότερος κίγκλου παροιμία· ἧ κέχρηται Μένανδρος Θαΐδι. Κίδαρισ: περίθεμα κεφαλῆς ἢ ἐκ τῆς τριχὸς ὕφασμα· ἤτοι εἶδος καλαμαυκίου, ὃ καὶ τιάρα νοεῖτε τινὲς δὲ κίδαριν λέγουσι· περικράνιον πίλιον· ἢ στέφανον ἢ φακιόλιον ἢ πῖλον βασιλικὸν Περσῶν· ἢ τὸ στρόφιον ὃ οἱ ἱερεῖς φοροῦσιν. Κιγκιόπραγοι: ἀντὶ τοῦ δασεῖς. Κιγχάνειν: τὸ ἐπεξιέναι· οὕτως Σόλων. Κιδάφη: ἀλώπηξ. Κιδαφίων: πανοῦργος· δόλιος· κιδάφη γὰρ ἡ ἀλώπηξ· οἱ δὲ ἀπὸ τῶν κίων. [....] Κίδναται: σκορπίζεται. Κίθαροσ: ἰχθὺς ποιός· λέγεται καὶ τὸ στῆθος. Κιθαιρών: ὄρος ἐν Βοιωτίαι. Κικλήσκουσι: καλοῦσι. Κίκκαβοσ: ὀνοματοπεποίηταί τι νομισμάτιον ἐν Αἵδου. Κίκκασοσ: ὀβολοῦ ὄνομα. Κικκαβίζειν: τὴν τῶν γλαυκῶν φωνὴν οὕτως καλεῖ Ἀριστοφάνης. Κιλίκων: ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροπος, ἀπὸ kappa. 165 τροφοῦ Κιλίσσης· ὃς τὴν πατρίδα Μίλητον πρού δωκεν τοῖς Πριηνεῦσι· καὶ τὸν βασιλέα στρατηγῶν· ἢ, παρόσον Κίλικες διεβέβληντο ἐπὶ πονηρίαι καὶ ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων· Φερεκράτης· Ἀεὶ πόθ' ἡμῖν ἐγκιλικίζουσ' οἱ θεοί. Κιλίκιος ὄλεθροσ: [....] Κιλικισμόν: Θεόπομπος ὁ ἱστορικὸς τὸν ἐκ παρα νομίας φόνον λέγει. Κιλικίουσ: τὰς πικρὰς τιμωρίας οὕτως ἐκάλουν. Κιλλεία: πρὸς τῶ Ὑμηττωῖ δασύ· οἱ δὲ κρήνην· Καλλίστρατος δὲ ἄγριον λάχανον τραχύ· Εὐ φρόνιος δὲ τὰ ἀκανθώδη τῶν ἐχίνων. Κιλλικύριοι: ἐν Συρακόσσαις τινὲς ἐκλήθησαν· οἱ ἀντὶ τῶν γεωμόρων μέρος καταλαβόντες τοῦ πολιτεύ ματος· οἷον Εἴλωτες καὶ Πενέσται τινες. Κίλικι λιμῶ: ἀντὶ τοῦ ὀλέθρωι· καὶ Κιλικιστούς· τοὺς ἔκ τινος παρανομίας φόνους. Κιλλόν: χρῶμα παρὰ τὸ φαιόν. Κίμβικα: σφικία· ἢ μέλισσα· ἡ μικρολογία· ἢ διαστροφή. Κίμβικασ· καὶ κικκάβουσ: τοὺς αἰσχρούς. Κιμμερικόν: εἶδος χιτωνίσκου· οὕτως Ἀριστο φάνης. kappa. 166 Κιμώνεια: ἐρείπια Ἀθήνησιν· ἐν οἷς ἀπεπάτουν καὶ kappa. 166 ἐπεραίνοντο. Κιναβευμάτων: πονηρευμάτων. Κινάβρα: μικρολογία· οἱ δὲ τὰ ἀποκαθάρματα· οἱ δὲ τὴν τῆς ἀλώπεκος σόβην. Κιναβρεύεσθαι: τὸ σκευωρεῖσθαι. Κίναδοσ: θηρίον· Δημοσθένης ἐν τῶ κατὰ Κτησι φῶντος· ἰδίως δὲ Σικελιώτας φασὶ τὴν ἀλώπεκα κινάδιον καλεῖν. Κίναιδοσ: ἀσελγής· μαλακός. Κιναθισμόν: οἱ μὲν τὴν κίνησιν ἀποδιδόασιν· οἱ δὲ τὸν θησαυρισμὸν κίναθον καλοῦσιν. Κιμβάζειν: στραγγεύεσθαι. Κίνδαξ: κίνδυνος. Κίνδασ: εὐκίνητος. Κινδαψόσ: ὄργανον ποιόν. Κίνδυνον ἀναρρίψαι λέγουσι μεταφέροντες ἀπὸ τῶν κύβων. Κινδυνεύει: ἀντὶ τοῦ ἐγγίζει. Κινεῖ: οἷον ἐρεθίζει· λέγουσι δὲ οὕτω καὶ τὸ ἀροτριᾶν· καὶ ἀκίνητον, τὴν ἀναροτρίατον. Κινησίασ: ὄνομα κύριον· οὗτος ἐπὶ ἀσεβείαι καὶ παρανομίαι διεθρυλεῖτο· ἦν δὲ διθυραμβοποιός. kappa. 167 Κινύρα: ὄργανον μουσικόν· ἢ κιθάρα. Κινυρή: οἰκτρά· θρηνητική. Κινύρεσθαι: ὀδύρεσθαι. Κίξασ: τοὺς ἐν ὁδωῖ ληστάς. Κίοσ: νῆσος μὲν μία τῶν Κυκλάδων παρακειμένη τηῖ Ἀττικηῖ· πόλιν δὲ τὴν νῆσον Λυσίας ἐκάλεσεν· ἀλλὰ καὶ ἄλλοι πολλάκις τῶν ῥητόρων τὰς νήσους πόλεις ὀνομάζουσιν. Κίρκον: ἱέρακα· ἢ οὐράν· ἢ κωπηλάτην. Κιρρόν: πυρρόν· ἢ αἷμα τὸ ἀπὸ ζῶντος. Κιρραῖον πεδίον: Κίρρα πόλις ἐστιν ἀπέχουσα Δελ φῶν λʹ σταδίους· ἔοικεν οὖν Αἰσχίνης Κίρραιον πεδίον καλεῖν τὸ παρακείμενον ταύτηι τηῖ πόλει. Κισσύβιον: ἐκ κισυβίνου ξύλου ποτήριον κυρίως. Κισθήνη: ὄρος τῆς Θραίκης. Κίστη καὶ κοίτησ: ἀγγεῖον ἐν ωἷ τὰ βρώματα κεῖται· ἢ ἱμάτιά τινα· ἠγοῦν κιβώτια. Κιστοφόροσ: ἔοικεν δὲ τὰς κίστας ἱερὰς εἶναι Διο νύσου καὶ ταῖν θεαῖν. Κιττοφόροσ: ἔνιοι δὲ μετὰ τοῦ ˉσ γράφουσιν. Κιχλισμόσ: ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως. Κιχόρεια: τὸ ἄγριον λάχανον· Ἀριστοφάνης. Κιχρᾶ: δανείζει. kappa. 168 Κίων: ἡ ἐν τῶ στόματι σταφυλή. Κλᾶν ἄμπελον: τὸ τέμνειν. Κλαγγή: ποιά τις φωνὴ ὀρνέου. Κλαγγηδόν: μετὰ κραυγῆς. Κλαιήσει: ὃ ἡμεῖς κλαύσει λέγομεν. Κλαρώται: μέτοικοι· ὡς Μαριανδυνοὶ ἐν Ἡρακλείαι· καὶ Εἴλωτες ἐν Λακεδαίμονι· καὶ ἐν Θετταλίαι Πενέσται· καὶ Κιλλικύριοι ἐν Συρακόσσαις. Κλαστάσαι: κλάσαι· προϊέναι· ἢ παρατηρεῖν. Κλαυμυρίζεται καὶ κλαυμυριεῖται λέγουσιν· οὐ κλαίει καὶ κλαύσει. Κλέοσ: τὴν φαύλην δόξαν Ἀριστοφάνης. Κληῖσαι: οἱ ἀρχαῖοι λέγουσιν· οὐ κλεῖσαι· καὶ κληῖδα· οὕτω καὶ οἱ τραγικοὶ καὶ Θουκυδίδης. Κλειτοριάζειν: τὸ ἀκολάστως ἅπτεσθαι τοῦ γυναι κείου αἰδοίου. Κλείθροισ: κλειδώμασιν. Κλεινόσ: ἔνδοξος· ἀπὸ τοῦ κλέους. Κλεμμάδιον: κλεψιμαῖον. Κλεπία: κλοπή. Κλεπτόμενοι: ἀπατώμενοι. Κλέπτοσ: φώριον. Κλεψούμενοσ: λέγουσι τὸ ὑφαιρησόμενος. Κλεψύδρα: κρήνη ἐν ἀκροπόλει οὕτως καλεῖται. Κλεψύδρα: ὄργανον ἀστρολογικόν· ἐν ωἷ αἱ ὧραι μετροῦνται. kappa. 169 Κλῆροσ: οὐσία ἢ λαχμὸς λέγεται κλῆρος· καὶ τὸ σύστημα τῶν διακόνων καὶ πρεσβυτέρων, κλῆρος καὶ ἡ κληρονομία· κλῆρος καὶ μέτρον γῆς, ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ οἱ τοὺς κλήρους καὶ τὰ μέτρα τῆς γῆς κατέχοντες. Κλῆρος Ἑρμοῦ: συνήθεια ἀρχαία· ἔβαλλον οἱ κλη ροῦντες εἰς ὑδρίαν ἐλαίας φύλλον, ὃ προσηγόρευον Ἑρμῆν· καὶ πρῶτον ἐξήρουν τοῦτο, τιμὴν τωῖ θεωῖ ταύτην ἀπονέμοντες· ἐλάγχανεν δὲ ὁ μετὰ τὸν θεόν· Εὐριπίδης ἐν Αἰόλωι μνημονεύει τοῦ ἔθους τούτου. Κληδών: φήμη· μαντεία. Κληροῦχοι: οἱ παρὰ τῶν Ἀθηναίων εἰς τὰς πόλεις ἃς ἐλάμβανον πεμπόμενοι εἰς τὸ διανεῖμαι τοὺς κλήρους ἑκάστου· ἡ δὲ κληρουχία αὕτη διανομὴ τῆς χώρας ἦν. Κληροῦχοι ἐκαλοῦντο, οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον· κλήρους ἑκάστοις διανέ μοντας· οὕτως Ἰσοκράτης ἐν Πανηγυρικωῖ· Δημο σθένης δὲ ἐν τωῖ περὶ τῶν συμμορίων κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν, ἥντινα δήποτε κατὰ κληρουχίαν· πῶς γάρ· οὐ γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησιν τρι ηραρχεῖν. Κλητεῦσαι: κοινῶς μὲν τὸ κλητῆρα δίκης γενέσθαι· ἰδίως δὲ ἐπὶ τῶν μαρτύρων λέγεται τὸ κλητεῦσαι· kappa. 170 καὶ ἐκκλητεῦσαι μετὰ τῆς προθέσεως, ὅτ' ἂν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστη ρίοις ἐφ' οἷς καλοῦνται· ἐπιτίμιον δὲ ἦν κατὰ τῶν ἁλόντων. Κλητῆρες καὶ κλητεύειν: καὶ κλητῆρες, οἱ ἄνδρες, δι' ὧν εἰς τὰς δίκας προκαλοῦνται οἱ δικαζόμενοι τισίν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προκλήσεως· κλητεῦσαι δὲ ἔστιν τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος· λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων· ὅτἂν μὴ ὑπα κούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τωῖ δικαστηρίωι· καὶ ἔστιν ἐπιτίμιον κατ' αὐτῶν δραχμαὶ χίλιαι· ὡς Ἰσαῖος ἐν τωῖ ὑπὲρ Πυθῶνος ἀποστασίου. Κλητεύεισ: μαρτυρεῖς. Κλητῆρεσ: οἱ μαρτυροῦντες τοῖς προσκαλουμένοις δίκην τινά· οὗτοι δὲ ἦσαν δύο. Κλιμακίζειν: σκελίζειν καὶ διαστρέφειν· ἔστιν γάρ τι καὶ βασανιστικὸν ὄργανον, κλίμαξ καλούμενον· ὃ τὰ σώματα τῶν βασανιζομένων διαστρέφει. Κλιμακίζειν: μέμνηται Δείναρχος ἐν τηῖ ὑπὲρ Αἰσχίνου εἰσηγορίαι λέγων· οὗτος κλιμακίζει τοὺς νόμους· ἔστι δὲ οἷον παράγει καὶ διαστρέφει· ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος· ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώ ματα τῶν βασανιζομένων. Κλιμάζει: Δείναρχος· ὅτ' ἂν οὖν κλιμάζηι καὶ kappa. 171 παράγηι τοὺς νόμους· ἀντὶ τοῦ παρακλίνηι καὶ τρέπηι· μήποτε δὲ δεῖ γράφειν βλιμάζειν ἀντὶ τοῦ θλίβειν καὶ βιάζεται. Κλιμακτῆρασ: οὓς ἔνιοι βασμοὺς λέγουσι τῶν κλι μάκων. Κλίνη ἀμφικέφαλοσ: ἡ ἔχουσα ἑκατέρωθεν ἀνά κλιντρον. Κλινίσ: κλίνη βραχεῖα· οἷον ἥ τε παράβυστος καὶ ἡ ἐπὶ τωῖ ζεύγει τοῦ νυμφίου καὶ τῆς νύμφης τιθεμένηι. Κλιντήρ: εἶδος φορείου· ἔστιν δὲ καὶ κλινοκαθέδριον. Κλιντηρίδιον: κλινίδιον. Κλισιάδεσ: αἱ μεγάλαι θύραι τῆς αὐλῆς· δι' ὧν ζεῦγος εἰσελαύνεται· καλοῦνται δὲ οὕτως διὰ τὸ κεκλεῖσθαι κατὰ τὸ πλεῖστον. Κλινοπετῆ: τὸν κλινήρη λέγουσιν. Κλισιάδεσ: θύραι δίπτυχαι ἢ σκηναὶ, καὶ κλισία, ἡ σκηνή. Κλίσισ: ἡ πρόσκλισις· παραγγελία εἰς κρίσιν· οὕτω Δημοσθένης. Κλῖτοσ: μέρος. Κλοιόσ: περιτραχήλιος δεσμός. Κλόνοσ: θόρυβος· τάραχος· ἢ στρόφος. kappa. 172 Κλοπαί: παραλογισμοί. Κλυδώνιον: τὸν κλύδωνα λέγουσιν. Κλυδώνιον: κῦμα καὶ κλύδωνα ἄμφω· Θουκυδίδης βʹ· καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν. Κλύει: ἀκούει. Κλύθι: ἐπάκουσον. Κλύτοσ: δόξα. Κλώζειν: ἐκβάλλειν τῆ γλώσσηι ἠχοῦντα· καὶ κλωγμὸν τὴν φωνὴν ἔλεγον ταύτην· ὑποσύροντες γὰρ τὴν γλῶτταν καὶ πλήσσοντες τὸν οὐρανίσκον, ποιὸν ἦχον ἀπετέλουν. Κλώθει: κατασπαῖ· ἐπιμερίζει. Κλώϊοσ: ὁ δεσμός. Κλωπᾶσθαι: ἐπιθυμεῖν· καὶ τὸ λάθρα. Κλωπωμένη: ἐφιεμένη· ἐπιθυμοῦσα. Κλωστῆρα: ἐκκεκλωσμένον. Κλῶψ: κλέπτης. Κνάπτοντεσ: καταξύοντες· κατακεντοῦντες. Κνάφοσ: ἡ γναφικὴ ἄκανθα. Κνάφοσ: ὄργανόν τι ἐν κύκλωι κέντρα ἔχον· δι' οὗ τοὺς βασανιζομένους κτείνουσιν· ὅμοιον δέ ἐστι κναφικωῖ κτενί. Κνεόμενον: καταπονούμενον. Κνίψ: εἶδος μύρμηκος. Κνεφαῖοσ: σκοτεινός. kappa. 173 Κνέφαλον: τύλη. Κνέφασ: σκότος· νύξ. Κνέψοσ: σκότος. Κνέωρον: φυτὸν θαμνῶδες ἐπιτήδειον εἰς κάθαρσιν· ὧ καὶ ἰατροὶ χρῶνται· ὅτε δὲ τὸ γυναικεῖον αἰδοῖον. Κνημία: τὰ ἐν τοῖς θρόνοις καὶ τροχοῖς διερείσματα· καὶ πληγαὶ ἐν κνήμαις· καὶ τὸ κνημιοπαχὲς ξύ λον, ὡς Ἀριστοφάνης. Κνίζων: λυπῶν ἢ τέμνων. Κνησιῶντα: ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι. Κνηκίδασ: ὡς ἡμεῖς, τὰς τὸν χειμῶνα σημαινούσας νεφέλας. Κνηστὰ λάχανα: συγκοπτά. Κνοιθιδεύσ: ὄρος τῆς Ἀττικῆς. Κνοῦσ: τὸ πρὸς τωῖ ἄκρωι ἄξονι τοῦ τροχοῦ. Κνύειν: ξύειν καὶ οἱονεὶ θεῖν· Μένανδρος. Κνώδων: ἡ ἀκμὴ τοῦ ξίφους. Κνίσσαισιν: ἀναθυμιάσεσιν. Κνίσσησ: λίπους ἢ ἀναθυμιάσεως. Κνυζώμενον: στένοντα· μεταφορικῶς ἀπὸ τῶν σκυ λάκων. Κνίψ: ζωύφιον· τὸ τοῦ κνιπός ἡ γενικὴ μετέστη εἰς εὐθεῖαν καὶ σημαίνει τὸν ὀλίγα δαπανῶντα. kappa. 174 Κνώδαλον: ζωῖον μικρὸν θηρίον· κυρίως μὲν τὸ θα λάσσιον· ποτὲ δὲ τὸ χερσαῖον. Κόγχη: ἡ κογχύλη, ὅθεν ἡ πορφύρα. Κόγχην: τὸ ἐλάχιστον λέγουσι· καὶ κόγχης ἄξιον· τὸ οὐδενὸς ἄξιον· καὶ κόγχην διελεῖν· ἐπὶ τῶν ῥαιδίων. Κόθορνοσ: ὑπόδημα ἀμφοτεροδέξιον. Κοῖλον: βαθύ. Κοῖλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν· καὶ οἷον ἐπὶ τοῦ προσώπου μῆλα. Κοινὰ τὰ φίλων: Τιμαῖος φησὶν ἐν τῶ θʹ ταύτην λεχθῆναι κατὰ τὴν μεγάλην Ἑλλάδα· καθ' οὓς χρόνους Πυθαγόρας ἀνέπειθεν τοὺς ταύτην κατοι κοῦντας ἀδιανέμητα κεκτῆσθαι· κέχρηται τηῖ παροιμίαι Μένανδρος Ἀδελφοῖς. Κοινὸν γραμματεῖον καὶ ληξιαρχικόν: τὸ μὲν κοινὸν, εἰς ὃ ἐνεγράφοντο εἰς τοὺς φράτορας καὶ γεννητάς· τὸ δὲ ληξιαρχικὸν εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι. Κοίθουρον: κηφῆνα· εἴρηται δὲ, ὅτι κεύθει τὴν οὐράν· ἢ ὅτι ἄκεντρος. Κοινεῖον: πορνεῖον. Κοινολογία: κοινὴ διάλεκτος. Κοίρανοσ: βασιλεύς· ἄρχων. Κοινωνικόν: Δημοσθένης ἐν τῶ περὶ τῶν συμμοριῶν κοινωνικοὺς λέγει τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν νέμοντας ἀδελφούς· ὧν ὁ μὲν πατὴρ ἐδύνατο λει kappa. 175 τουργεῖν· οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ' ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δ' ἂν καὶ περὶ τῶν ἑκουσίαν κοινωνίαν συνθεμένων ἐμπορίας ἢ τινὸς ἄλλου· ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας. Κοῖτοσ: κοίμημα. Κόγχη: χήμη· σπανίως λέγεται χήμη. Κοάλεμοσ: ἠλίθιος· φλύαρος. Κόβαλοσ: ἡ προσποίητος καὶ σὺν ἀπάτη παιδιὰ κοβαλεία ἐκαλεῖτο· καὶ κόβαλος ὁ ταύτηι χρώ μενος. Κόβαλοσ: πανοῦργος· ἀπατεών· ἢ τωθαστής. Κοβαλεία: οὕτως ἐλέγετο ἡ προσποίητος μετὰ ἀπά της παιδιά· καὶ κόβαλος ὁ ταύτηι χρώμενος· ἔοι κεν δὲ συνώνυμον τωῖ βωμολόχωι· Φιλόχορος βʹ Ἀτθίδος· οὐ γὰρ, ὃ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γενέσθαι νομιστέον τὸν Διόνυ σον· Ἀριστοτέλης δὲ ἐν ζʹ ζώων ἱστορίας τὸν ὦτον φησὶν κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλίσκεσθαι. Κόβατρα: κοβαλεύματα. Κοδομή: ὄνομα θεραπαίνης. kappa. 176 Κόδρουσ: τοὺς ἀρχαίους. Κοδομεύτριαι: αἱ φρύγουσαι καὶ ἐν ἰπνωῖ ἀναστρεφό μεναι. Κοδράντησ: τὸ πᾶν, ἢ λεπτὰ δύο. Κόθορνοσ: ὑπόδημα ἀρχαῖον κοινὸν ἀνδρῶν καὶ γυ ναικῶν· ταυτὸν ἀμφοτέροις τοῖς ποσὶν ἐφαρμότ τον. Κοθύλη: καὶ Κυθήριοι· καὶ Κυδαθῆναι· δῆμος Παν δίονος. Κοθωκίδαι: δῆμος Οἰνηΐδος. Κοικύλλειν: περιβλέ (πειν). [....] Κρατηρίζων: οἶνον ἐν κρατῆρι κιρνῶν· ἢ ἀπὸ κρα τήρων ἐν τοῖς μυστηρίοις σπένδων. Κραυαλλίδαι ἢ Κραγαλλίδαι: ἡ ἐν Φωκεῦσι πλησίον Κίρρας χώρα. Κραυγασμόσ· καὶ κραυγάζειν: κραυγὰς λέγουσι τὰς μαρτυρίας τῶν ἐπαίνων· ἃς καὶ βοὰς καλοῦσιν. Κραυγή: νόσημα παιδίων. Κραυμυρίζεται: ἐπὶ τῆς παιδικῆς φωνῆς λέγεται. Κραυρόν: ψαφαρόν· καπυρόν· ξηρόν· καὶ κραυρότε ρον· εὐθραυστότερον, σκληρότερον· κραύρα δὲ καὶ kappa. 177 ἡ τῶν συῶν νόσος, ἰσχυρά τις οὖσα· ὡς Ἀριστο τέλης. Κρέασ: τὸ ἐν Ἀρείωι πάγωι ἐπανάρυμα· καὶ τὸ σῶμα· τὴν περὶ τῶν κρεῶν: ὁ δὲ Ἰξίων γράφει τὴν περὶ τῶν νεκρῶν· τῶν ἐν Ἀργινούσαις ἀτάφων, ὑπὲρ ὧν ἀνηρέθησαν οἱ στρατηγοί. Κρείων: βασιλεὺς ἢ ἄρχων· κρατῶν μεγάλως. Κρείττονεσ: οἱ ἥρωες· δοκοῦσι δὲ κακωτικοὶ εἶναι· δι' ὃ καὶ οἱ τὰ ἡρῶα παριόντες σιωπῶσιν. Κρεμβαλιάζειν: ἐλεφαντίνοις τισὶ κροταλίζειν. Κρέξ: ἀντὶ τοῦ ἀλαζών· οὕτως Εὔπολις. Κρεόφυλοσ: Πολιτείας ιʹ· ὁ γὰρ Κρεόφυλος, ὦ Σώ κρατες, ἴσως ὁ τοῦ Ὁμήρου ἑταῖρος· τοῦτον τινὲς καὶ διδάσκαλον Ὁμήρου λέγουσι γεγονέναι· καὶ ἔστιν αὐτοῦ ποίημα Οἰχαλίας ἅλωσις· ἀρχαῖος μὲν οὖν ἐστι· νεώτερος δὲ ἱκανῶς Ὁμήρου. Κρεῦσισ: ἀντὶ τοῦ παραλογισμός. Κρήγυον: ἀληθές· ἀγαθόν. Κρήδεμνον: κεφαλοδέσμιον ἢ μαφόριον. Κρημνοί: ἐξέχοντες τόποι. Κρημνοκοπεῖν: κυμπάζειν· ἀλαζονεύεσθαι. Κρηνοφύλαξ: λέων χαλκοῦς ἐπὶ κρήνης· δι' οὗ τὸ ὕδωρ ἐφέρετο· ἦν δὲ καὶ ἀρχή τις Ἀθήνησιν. Κρηπίσ: θεμέλιος· ἢ εἶδος ὑποδήματος· ὑποβάθρα. Κρηπίσ: τόπος Ἀθήνησιν· οὕτω Φιλόχορος. Κρησέρα: ὀθόνιον ἀραιόν· εἰς ὃ ἐμβάλλοντες τὰ ἄλευ ρα σήθουσιν· κατασκευάζουσι δὲ ἔνιοι καὶ ἐρεᾶ· kappa. 178 καλεῖται δέ τι καὶ ὑπὸ τῶν ἁλιέων, ὧ θηρεύουσι τὰς ἀφύας. Κρῆσαι: καταχέαι· καὶ ἐπικρησαμένη· καταχεα μένη. Κρησφύγετα: τὰ πρὸς τοὺς χειμῶνας στεγνὰ καὶ ὀχυρώματα· οἱ δὲ φασὶν ὅτι Κρῆτες τοὺς νησιώτας ἅμα Μίνωι τωῖ βασιλεῖ θαλασσοκρατοῦντι ἔφυγον εἰς σπήλαια τινά· ὅθεν ἐκεῖνα ὠνομάσθησαν κρησ φύγeta. Κρητήριον: ἐπίχυσις· ἐπικρῆσαι δὲ, ἀντὶ τοῦ κατα χέαι. Κρητίζειν: τὸ ψεύδεσθαι· Ἰδομενεὺς γὰρ ἐπιτραπεὶς τὸν ἀπὸ τῶν λαφύρων χαλκὸν διανεῖμαι, τὸν ἄρισ τον αὐτωῖ ἐξείλετο. Κρητίδαι: μάντεις ἀπὸ Κρήτης. Κρητικόν: μέλος τί καὶ ῥυθμός. Κρητικόν: βραχὺ ἱμάτιον· οὕτως Εὔπολις· οὐ πάνυ ταχὺ Ῥίψας ἐμοὶ τοῦτ', ἀναβαλεῖ τὸ Κρητικόν. Κριάδδεμεν: τὸ γελᾶν Βοιωτοί. Κρίβανον: οἱ Ἀττικοὶ λέγουσιν, οἷον κριθῶν βαῦνον· τοῦτέστιν κάμινον. Κρίζει: τρίζει ἀπαχθὲς καὶ μιαρόν. Κρινάμενοσ: ἐπιλεξάμενος. kappa. 179 Κριὸν ἀσελγοκέρων: τὸν Ἀθήνησι χαλκοῦν· κυρίτ τοντα· καὶ ὑβρίζοντα κέρασιν. Κριθώτη: πόλις τῶν ἐν Χερροννήσωι κατοικισθεῖσα ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγε νομένων. Κριὸς τροφεῖα ἀπέτισεν: παροιμία ἐπὶ τῶν ἀχαρίσ των· ἐπεὶ τὰς φάτνας οὗτοι πλήττουσιν. Κριωεύσ: δῆμος τῆς Ἀντιοχίδος Κριώα. Κριοῦ διακονία: παρὰ τὴν παροιμίαν· κριὸς τὰ τρο φεῖα· κυρίττει γὰρ τοὺς τρέφοντας. Κρίσσαμισ: Κωῖος· οὗτος ἦν πολυθρέμματος· τούτω φασὶν ἔγχελυν τὸ κάλλιστον τῶν προβάτων ἁρπά ζειν· καὶ τὸν Κρίσσαμιν ἀνελεῖν αὐτήν· φαινομέ νην δὲ αὐτῶ ὄναρ κελεῦσαι καταθάψαι αὐτήν· τὸν δὲ μὴ φροντίσαντα, παγγενεὶ ἀπολέσθαι. Κρίσεωσ: δοκιμασίας· ἀκολουθίας. Κρίσισ: ἐξέτασις· ψῆφος· βάσανος. Κριτόσ: ἐπίλεκτος. Κροαίνων: τοῖς ποσὶ κρούων ἢ ἐπιθυμῶν. Κρόκαι: ψῆφοι παραθαλάσσιοι. (Κρατίκλη:) kappa. 180 Κρόκην νήθειν λέγουσιν: καὶ καθ' ὅλου δὲ πᾶν τὸ εἰς λεπτὸν ἀγόμενον νῆμα ἐκάλουν· ὅθεν καὶ τὰ μηρύματα νήματα λέγουσιν, ὡς Ὅμηρος· Νήμα τος ἀσκητοῖο βεβυσμένον· καὶ Εὐριπίδης. Κρόνια: ἑορτὴ Κρόνου καὶ μητρὸς τῶν θεῶν. Κρόκη: ῥοδάνη. Κροκοῦν: οἱ μύσται ὡς φασὶ κρόκη τὴν δεξιὰν χεῖρα καὶ τὸν πόδα ἀναδοῦνται· καὶ λέγεται τοῦτο κρο κοῦν· οἱ δὲ ὅτι ἐνίοτε κρόκωι καθαίρονται. Κρόσσασ: κλιμακίδας. Κροταλίζειν: οὐ διὰ τῶν χειρῶν κροτεῖν, ἀλλὰ διὰ κροτάλου τῆς κροταλισάσης, ὡς Εὐριπίδης φησὶν ὁ κωμικὸς περὶ τῆς Ὑψιπύλης λέγων. Κρονικώτερα: ἀρχαιότερα· μωρότερα. Κροτήσατε: ἐπαινέσατε ταῖς χερσίν. Κρότωνοσ: τοῦτο δεῖ ἐπὶ τοῦ ζωίου δέχεσθαι· τὸ γὰρ εἶναι πάντοθεν ὅμοιον καὶ μηδεμίαν ἔχειν δια κοπὴν, ἀλλ' εἶναι ὁμαλός· διὰ τοῦτο ἀπ' αὐτοῦ λέγουσιν· ὑγιέστερος κρότωνος. Κροτώνων: κυνείων φθειρῶν. Κρουπέζαι: ξύλινα ὑποδήματα, ἐν οἷς τὰς ἐλαίας ἐπάτουν· οἱ δὲ κρόταλον, ὃ ἐπιψοφοῦσιν οἱ αὐληταί· τὸ βάταλον. Κρουστὰ γράμματα: τὰ ἀπὸ τοῦ παρακρούεσθαι καὶ μὴ εὐθέως λέγειν. kappa. 181 Κρουσιδημῶν: ἀντὶ τοῦ κρουσιμετρῶν. Κρουσιμετρεῖν: φαύλως μετρεῖν. Κροῦσισ: ἀναλογισμός. Κρύβδην: λαθραίως. Κρυψίνουσ: δόλιος· πανοῦργος. Κρώβυλοσ: πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον· ἐκαλεῖτο δὲ τοῦτο ἐπ' ἀνδρῶν· κόρυμβος δὲ ἐπὶ γυναικῶν· σκορπίος δὲ ἐπὶ παίδων· καὶ Θουκυδίδης· κρωβύ λους ἀναδούμενοι. Κρώβυλοσ: κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θου κυδίδην. Κρώβυλοσ: ὁ μαλλὸς τῶν παιδίων. Κρωβύλου ζεῦγοσ: ἐπὶ πονηρῶν· ἀπὸ πορνοβοσκοῦ δύο πόρνας ἔχοντος. Κρώζει: ὡς κόραξ ἢ κορώνη κράζει. Κρωνεια: δῆμος Λεοντίδος. Κτηδόνεσ: τριόδοι ἰχθύες· καὶ θηρίδια· καὶ ἐπ' εὐ θείας τῶν ξύλων ἐκφύσεις. Κτηματίτην: τὸν κτήματα πολλὰ ἔχοντα· οὕτως Λυκοῦργος. Κτίλοσ: ὁ προηγούμενος τῶν προβάτων κριός. Κτησίου Διόσ: τὸν κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο. Κτησιφῶν: εἷς τῶν δέκα πρέσβεων τῶν μετὰ Δη μοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων· ἕτερος δ' kappa. 182 ἂν εἴη ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγρα φὼς Δημοσθένει· καθ' οὗ καὶ λόγος ἐστι τωῖ Αἰσ χίνηι. Κύαθοσ: ἀντλητήριον· μέτρον ὑγρὸν ὀγκιῶν δύο. Κυαμεῦσαι: κυάμωι ψηφοφορῆσαι· ὧ ἐχρῶντο οἱ βουλευταί. Κυαμοτρώξ: ἀπὸ τοῦ ἐν ταῖς ψήφοις κυάμου. Κυαμίτησ: ἡρῶος ἦν ὄνομα κύριον· ἴσως δὲ ἐξ ἐπω νυμίας τῶν κυάμων, δι' ὅτι παρ' αὐτωῖ ἐκληροῦντο οἱ κυαμίται ἄρχοντες· ἢ ὅτι ὁ κύαμος ἐπιπράσκετο παρ' αὐτωῖ. Κυάμω λαχεῖν: νόμος ἦν Ἀθήνησιν ἄρχοντας τινὰς κυάμωι κληροῦν. Κυανέοι: μέλανες. Κυανοχαίτησ: μελάνθριξ· πορφυρόθριξ· Ποσειδῶν. Κύβεθρον: θήκη μελισσῶν. Κυβεία: πανουργία. Κυβεία: ἐπὶ τῶν παραβόλων πραγμάτων ἔλεγον. Κυβηβᾶν: μαίνεσθαι· ἐνθουσιᾶν. Κύβηβοσ: ὁ κατεχόμενος τηῖ μητρὶ τῶν θεῶν· θεο φόρητος· Χάρων δὲ ὁ Λαμψακηνὸς ἐν τηῖ πρώτηι τὴν Ἀφροδίτην ὑπὸ Φρυγῶν καὶ Λυδῶν Κυβήβην λέγεσθαι. Κυβευτήν: τὸν περὶ ἀργύρου κυβεύοντα. kappa. 183 Κύβηβον: Κρατῖνος Θράτταις· τὸν θεοφόρητον· Ἴω νες δὲ τὸν μητραγύρτην καὶ γάλλον νῦν καλούμε νον· οὕτως Σιμωνίδης. Κυβηλίσαι: πελεκῆσαι· κύβηλις γὰρ ὁ πέλεκυς. Κύβηλισ: μάχαιρα ἣ τοὺς βοῦς τραχηλοκοπεῖ. Κύβηλισ: ἀγγεῖον κεραμεοῦν ὡς πυξίς. Κύβηλοσ: τυρόκνηστις. Κυβήσινδα: ἐπὶ κεφαλὴν φέρειν ἢ κατὰ νώτου. Κύβηττον: Ἴωνες· τὸ ἄκρον τοῦ ἀγκῶνος· οὕτως Ἐπίχαρμος. Κύβοι: πλάσεις τινὲς ἄρτων· οὕτως Εὔπολις. Κύβοσ: πᾶν τετράγωνον. Κυδάζεσθαι: λοιδορεῖσθαι. Κυδαθηναιεύσ: δῆμος φυλῆς τῆς Πανδιονίδος· ἢ ἀπὸ δήμου τῆς Ἀττικῆς. Κυδοιδοπαῖν: ταράσσειν. Κύδαροι: πλοιάρια ἄττα· παρ' Ἀντιφάνει τὸ ὄνομα. Κυδαντίδαι: δῆμος τῆς Αἰγηΐδος φυλῆς. Κυδάλιμον: ἔνδοξον· τίμιον· εὐπρεπές. Κυδοιμόσ: θόρυβος· τάραχος. Κύδιστοσ: ἔνδοξος. kappa. 184 Κύδοσ: λοιδορία ἀρσενικῶς· καὶ παροιμία· κύδου δίκην ὀφείλειν (ἐπὶ τῶν) συκοφαντησάντων. Κῦδοσ: γαῦρος· δύναμις· δόξα· φήμη. Κύει: γεννᾶ. Κύειν: τὴν ἐν γαστρὶ ἔχουσαν λέγουσιν. Κυζικηνοὶ στατῆρεσ: οἱ καλοὶ μητέρα θεῶν ἔχοντες. Κυζηθμόσ: ἡ ἀσαφὴς τῶν κυνῶν βοή. Κυθέρεια: οὐχ ὅτι προσέκυρσε Κυθήροις, ὡς Ἡσίοδος φησίν· ἀλλ' ἡ ἐν αὐτηῖ κευθόμενον ἔχουσα τὸν ἔρωτα, ὃν πᾶσιν ἐφίησιν· διὰ γὰρ τοῦ κεστοῦ ἔχει τὴν δύναμιν. Κυθήριοσ: Κυθηρὸν δῆμος τῆς Πανδιονίδος. Κύθνιοι: Κύθνος μία τῶν Κυκλάδων. Κυκᾶ: ταράττει. Κυκᾶν: ταράττειν τὰ ἄλφιτα. Κυκεών: πόμα ἐκ διαφόρων μιγμάτων κιρνώμενον. Κυκήθρα: ταραχή· συμφορά· σκυθρωπότης. Κύκλα: τροχούς. Κυκλάμινοσ: ὁ τῆς κομάρου καρπός· ὃν οἱ πλεῖστοι φαγόντες κεφαλαλγοῦντες διατελοῦσιν· ἔστι δὲ καὶ ἕτερον ταῖς ῥαφανῖσι κυκλοειδές. Κυκλήσομεν: ἀναζεύξομεν. Κυκλόβοροσ: ποταμὸς τῆς Ἀττικῆς. kappa. 185 Κύκλιον χορόν: ὃν Ἀρείων ἐν Κορίνθωι πρῶτος ἔστη σεν. Κύκλοι: κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντο τινές· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλω περιεστάναι τοὺς πωλουμένους. Κυκλοφορεῖται: κατὰ κύκλον φέρεται ἢ κινεῖται. Κύκλωπεσ: ἄγριοι ἄνθρωποι. Κύκνοι: τὸ μὲν ζωῖον δῆλον· ἔστιν δὲ καὶ εἶδος πλοίου· ἴσως ὅτι κύκνος κατὰ τῆς πρώρας τῆς νεὼς ἐκτετύπωτο ἐπισήμου ἕνεκα. Κυκώμενοσ: ταραττόμενος. Κύλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν μέρη· καὶ κυ λοιδιαῖν ἐπειδὰν οἰδηῖ ταῦτα. Κυλάραβισ: γυμνάσιον ἐν Ἄργει· ἀπὸ Κυλαράβεως τινός. Κυλινδεῖ: κυλίει· ἐπιφέρει. Κύλιξ: φιάλη· ποτήριον. Κυλιχνίδα: τὴν ἰατρικὴν πυξίδα· ἔσθ' ὅτε δὲ καὶ τὴν λιβανώτιδα. Κυλλήστεισ: τοὺς ὀξεῖς ἄρτους Αἰγύπτιοι. Κυλλοῦ πήραν: ἡ Πήρα χωρίον πρὸς τωῖ Ὑμηττωῖ, ἐν ωἷ ἱερὸν Ἀφροδίτης· καὶ κρήνη ἐξ ἧς αἱ πιοῦσαι εὐτοκοῦσι· καὶ αἱ ἄγονοι γόνιμοι γίνονται· Κρατῖ kappa. 186 νος δὲ ἐν Μαλθακοῖς καλιὰν αὐτὴν φησίν· οἱ δὲ κολλοπήραν· τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Κυλοιδιαῖν: τὸ τὰ κύλα οἰδεῖν ἐκ μέθης· κύλα δὲ λέγεται τὰ ὑποκάτω τοῦ κάτω βλεφάρου· ἃ ἡμεῖς ὑπώπια καλοῦμεν. Κῦμα: τὸ κυούμενον. Κυμαίνει: ταράσσει. Κυμάτια: αἱ ὑπεροχαὶ παρὰ τέκτοσι καὶ λιθοποιοῖς. Κύμβαχοσ: ἐπὶ κεφαλὴν πεσὼν καὶ ἄνω τοὺς πόδας. Κύμβιον: εἶδος τί ἐκπόματος ἐπίμηκες καὶ στενόν· καὶ τῶ σχήματι παρόμοιον τωῖ πλοίωι, ὃ καλεῖ ται κύμβη. Κύμβηκα: τὸν κύαμον λέγουσιν. Κύμινον: ἐπὶ μικρολόγου Μένανδρος. Κύνα: τονωπα δοκεῖ πρῶτος ὀνομάσαι Σωκράτης. Κυνᾶσ: τὰς περικεφαλαίας ἤτοι τὰς ἀπὸ κυνέων δερμάτων γιγνομένας· ἢ ἀπὸ Κυνὸς τινὸς κατα σκευάσαντος πρώτου· μέμνηται Δημοσθένης ἐν τῶ κατὰ Νεαίρας οὕτως· οἱ τὰς κυνᾶς τὰς Βοιωτίας ἔχοντες. Κυνέη: περικεφαλαία. kappa. 187 Κυναλώπεκα: τὸν Φιλόστρατον. Κυνῆ Βοιωτία: ἐπεὶ ἐκεῖ καλαὶ γίνονται αἱ κύνες. Κύνβη: πλοίου εἶδος· Σοφοκλῆς. Κυνηδόν: ὡς κύων. Κυνηδόν: καὶ τὸ χαμαὶ συνουσιάζειν· καὶ τὸ μὴ ἀπολύεσθαι συμπλακέντας. Κύνειοσ: Ἀπόλλων Ἀθήνησιν οὕτως λεγόμενος· ὃν ἱδρύσατο Κύνης Ἀπόλλωνος καὶ Παρνηθίας νύμφης· ὡς Σωκράτης ἐν ιβʹ· θεμένης τῆς Λητοῦς τὰ βρέφη ὑπὸ κυνῶν ἁρπασθῆναι τοῦ κνύζειν· τοὺς γὰρ αἰσθο μένους κύνας καὶ ποιμένας ἀνασῶσαι τῆ μητρί· ὀνομασθῆναι οὖν ἐν Ὑμηττωῖ ἀπὸ τῶν κυνῶν· Κράτης ἐν τωῖ περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· τὸ δὲ Κυνήειον ἐστιν Ἀπόλλωνος ἱερόν· Κυννείου τὸ ἐκ τοῦ θυννείου γινόμενον· τοῦτο δέ ἐστι τὸ θυννεῖον Ἁληῖσι· καὶ γίνεται πρόσοδος μεγάλη· ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τωῖ Ἀπόλλωνι τωῖ Κυνηείωι· Ἁλησίου Δημήτριος ὁ βασιλεύς. Κύννα: πόρνης ὄνομα. Κυννίδαι: γένος τι Ἀθηναίοις οὕτω καλούμενον. Κυνόσαργεσ: ἓν τί τῶν παρ' Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες. Κυνόσαργεσ: τόπος ἐστι παρὰ Ἀθηναίοις καὶ ἱερὸν Ἡρακλέους κατ' αἰτίαν τοιαύτην· Δίδυμος ὁ kappa. 188 Ἀθηναῖος ἔθυεν ἐν τῆ ἑστίαι· εἶτα κύων λευκὸς παρὼν ἥρπασεν τὸ ἱερεῖον καὶ ἀπέθετο εἴς τινα τόπον· ὁ δὲ περιδεὴς ἦν· ἔχρησε δὲ αὐτῶ ὁ θεὸς, ὅτι εἰς ἐκεῖνον τὸν τόπον, οὗ τὸ ἱερεῖον ἀπέθετο ὁ κύων, Ἡρακλέους βωμὸν ὀφείλει ἱδρύσασθαι· ὅθεν ἐκλήθη Κυνόσαργες· ἐπειδὴ οὖν καὶ ὁ Ἡρακλῆς δοκεῖ νόθος εἶναι, διὰ τοῦτο ἐκεῖ οἱ νόθοι ἐτελοῦντο, οἱ μήτε πρὸς πατρὸς μήτε πρὸς μητρὸς πολῖται. Κυνοδέσμη: δερμάτιον ὧ τὰς ἀκροποσθίας ἀποδοῦσιν οἱ περὶ τὰς ἀποδύσεις ἀσχημονοῦντες. Κυνοκέφαλον: ἐν τοῖς δύο ˉλˉλ λέγουσιν· οὕτως Ἀρι στοφάνης. Κυνοραισταί: κρότωνες· οἱ τῶν κυνῶν τὸ αἷμα ἐκπιπίζοντες. Κυνόσουρα: φυλὴ Λακωνική· καὶ ἄκρα Μαραθῶνος. Κυνοφθαλμίζεται: ἀναιδῶς ἐμβλέπει. Κυνοπίσ: ἀναιδής. Κυνόπιδοσ: ἀναιδοῦς. Κυνοῦχοσ: βαλάντιον ἢ θύλακος. Κυντερώτατα: καὶ κυντατώτατα λέγουσιν· Εὔβουλος Παρμενίσκωι· Ἀπὸ τῶν ἐκείνου καὶ τὰ κυντα τώτατα· Φερεκράτης Λήροις· ἔπειτα (καὶ) ἕτερα Τούτων ποιοῦντα πολλὰ κυντερώτερα· καὶ Αἰσχύλος. Κύοσ: κύημα. kappa. 189 Κύπασσισ: ἔνδυμα γυναικεῖον. Κύπελλον: κισσύβιον· ποτήριον. Κύπερον: ὅμορον. Κυπρίζουσαι: ἀνθοῦσαι. Κυπρόθεμισ: ὄνομα κύριον· ὃν κατέστησεν Τιγράνης φρούραρχον Σάμου, βασιλέως ὕπαρχον. Κυπτάζουσιν: στραγγεύονται· ἢ διὰ μικρολογίαν περὶ τὰ βραχύτατα ἀσχολοῦνται. Κυρβασίαν: κεφαλὴν ἀλέκτορος. Κυρβασία: τιάρα· ηἷ οἱ μὲν βασιλεῖς ὀρθηῖ ἐχρῶντο· οἱ δὲ στρατηγοὶ ἐπικεκλιμένη· καὶ περικεφαλαίας εἶδος καὶ πίλου. Κύρβεισ: τοὺς κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγε γραμμένους ἔχειν τοὺς νόμους· εἶναι (δὲ) λίθους ὀρθοὺς ἑστῶτας· ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι· ἀπὸ δὲ τῆς εἰς ὕψος παραστάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην· Ἀριστοτέλης δέ φησιν ἐν τηῖ Ἀθηναίων πολιτείαι· ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τηῖ στοαῖ τηῖ βασιλίδι. Κύρβεισ: τρίγωνοι ἄξονες ἢ πίνακες ἔχοντες τοὺς πολιτικοὺς νόμους καὶ τὰς δημοσίας ἀναγραφάς· εἴρηται δὲ ἀπὸ τοῦ κεκορυφῶσθαι εἰς ὕψος· ἢ κατ kappa. 190 εσκειρῶσθαι, ὡς Ἀπολλόδωρος· Θεόφραστος δὲ ἀπὸ τῶν Κρητικῶν Κορυβάντων· τῶν γὰρ Κορυ βαντικῶν ἱερῶν οἷον ἀντίγραφα αὐτοὺς εἶναι. Κύρβεισ: τρίγωνοι πίνακες ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ οἱ πολιτικοί· καὶ ἄξονες δὲ ἐκαλοῦντο οἱ περὶ τῶν ἰδιωτικῶν ἔχοντες τοὺς νόμους καὶ τετράγωνοι. Κυρσάνια: τοὺς μειρακίσκους Λάκωνες. Κυρεῖ: τυγχάνει. Κυρηβάσασθαι: διαμαχέσασθαι. Κυρηβάζεσθαι: λοιδορεῖσθαι. Κυρήβια: πίτυρα καὶ τὰ τῶν κριθῶν ἀποβρέγματα. Κυρήβια: τὰ ἐκ τῶν κυάμων ἐρείγματα· καὶ τὰ ἀπὸ σίτου καρφία· ἃ τινὲς καλοῦσι γόνατα. Κυρηβίων: Δημοσθένης ἐν τωῖ κατ' Αἰσχίνου· ἐπώνυμόν ἐστιν Ἐπικράτους, τοῦ Αἰσχίνου κη δεστοῦ. Κύρημα: ἐπίτευγμα· συγκύρημα· ἕρμαιον. Κυρήνη: πόρνης ὄνομα. Κυρσῖλοσ: ὄνομα κύριον· ὃν Ἀθηναῖοι κατέλευσαν, δι' ὅτι ὑπακούειν Πέρσαις προυτρέπετο. Κυρία ἐκκλησία: οἱ Πρυτάνεις συνῆγον τὴν βουλὴν καὶ τὸν δῆμον· ἢ τὴν βουλὴν ὁσήμεραι, πλὴν ἐάν τις ἀφέσιμος ἦ· τὸν δὲ δῆμον τετράκις τῆς πρυτα kappa. 191 νείας ἑκάστης· ἐν δὲ τηῖ κυρίαι ἐκκλησίαι ἔδει τὰς ἀρχὰς ἀποχειροτονεῖν, οἳ ἐδόκουν μὴ καλῶς ἄρχειν· καὶ περὶ τῆς φυλακῆς δὲ τῆς χώρας· καὶ τὰς εἰσαγγελίας ἐν ταύτη τηῖ ἡμέραι οἱ βουλόμενοι ἐποιοῦντο. Κυρία: ἡ κατὰ φύσιν ὑπάρχουσα δύναμις· καὶ κυρία, ἡ ὡρισμένη καὶ ἐμπρόθεσμος ἡμέρα. Κυρία ἐκκλησία: ἐν ἧ τοὺς ἄρχοντας ἐχειροτόνουν· οἷον στρατηγοὺς, ἱππάρχους καὶ τοὺς τοιούτους· ἄλλοι δὲ φασὶν καθ' ἕκαστον μῆνα ἐκκλησίας εἶναι τρεῖς, αἳ κύριαι πρὸς σύγκρισιν ἐλέγοντο τῶν συγ κλήτων. Κυριβάσασθαι: διαμαχέσασθαι· οὕτως Κρατῖνος. Κύρειον: Κύρειον στράτευμα Ἰσοκράτης ἐν τωῖ πανηγυρικωῖ φησίν· ἔστιν δὲ τὸ μετὰ Κύρου ἀναβεβηκὸς ἐπὶ Ἀρταξέρξην τὸν ἀδελφὸν αὐτοῦ. Κυρίσσει: κέρατι τύπτει. Κυρίττοντεσ: κυρίως ἐπὶ τῶν κριῶν, ὅτ' ἂν ἐνσείωσιν ἀλλήλοις τοῖς κέρασιν. Κυρίσαι: φιλῆσαι. Κυρκανᾶν: κυκᾶν· ταράσσειν. Κύρνοσ: ἐρώμενος Θεόγνιδος· Μακεδόνες δὲ τοὺς σκοτίους κύρνους καλοῦσιν. Κῦροσ: ἐξουσία. Κυραννή: ὄνομα θεοῦ γυναικείας Κιλικίου· οὕτω Μένανδρος. kappa. 192 Κύρρη: στήλη τρίγωνος πυραμοειδὴς, νόμους ἔχουσα περὶ θεῶν. Κυρριβάζεσθαι: λοιδορεῖσθαι· διασύρεσθαι. Κυρσάνια: Λάκωνες τὰ μειράκια. Κυρωνίδαι: γένος ἐστιν ὠνομασμένον ἀπὸ Κύρωνος, ὃν νόθον ἀδελφὸν εἶναι φασὶ τοῦ Κρόκωνος· παρὸ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας τῶν Κυρωνίδων· τριχῆ δὲ αὐτοὺς ὀνομάζουσι· Κυρωνίδας· Φιλιεῖς καὶ Περιθοίδας. Κυσινόχωλος καὶ ἐγκυσινόχωλοσ: ὁ ἀπὸ τοῦ κατὰ τὸν κυσὸν τόπου χωλός. Κυσολάκων: ὁ Κλεινίας ὁ τωῖ κυσωῖ Λακωνίζων· τὸ δὲ τοῖς παιδικοῖς χρῆσθαι Λακωνίζειν λέγουσιν· Μελαίνηι γὰρ Θησεὺς οὕτως ἐχρήσατο, ὡς Ἀρι στοτέλης. Κυσοχήνη: εὐρυπρωκτία. Κύστιν: οὐρήθραν· ἐφήβιον· ὑπογάστριον. Κύτοσ: ὄγκος· χώρημα· βάθος. Κύτταροσ: ἡ τῆς βαλάνου πυελίς· ἢ τὸ προεξάνθημα τῆς ῥοιᾶς· ἢ ἡ ἐν τοῖς κηρίοις τῶν μελιττῶν πυελὶς καὶ κατάτρησις. kappa. 193 Κύτταροι: σφηκίαι. Κύτταροι: βόστρυχοι, καὶ τὰ τῶν μελισσῶν ἀγγεῖα. Κύτταροσ: οἱ μὲν ἀπέδωκαν ἐν ωἷ αἱ σφηκίαι ἐγκά θηνται· μάχεται δὲ αὐτοῖς τὸ τοῦ Ἀριστοφάνους ἐν Σφηξίν· Ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι· ἔοικεν δ' ἐπὶ τῶν ἀγγειώδων τίθεσθαι· τοῦτο δὲ καὶ Ἀριστοτέλης ἀποδέδωκε· Θεόφραστος δὲ προάνθησιν τινὰ τῆς πεύκης καὶ τῆς πιτύος κύτταρον προσαγορεύει· τοῦτο δέ ἐστιν ὥσπερ ὁ στάχυς μικρὸς ἐκ μεγάλων πυρήνων· ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπέπτει. Κύτινοσ: τὰ ἄνθη τῶν ῥοιῶν. Κύφων: ὁ εὐτελὴς ἄνθρωπος. Κύφων: ἔστι μὲν δεσμὸς ξύλινος, δι' οὗ τὸν τράχηλον καὶ τὰς χεῖρας διείρουσιν· χρῶνται δὲ ἤδη τηῖ λέξει καὶ ἐπὶ πάντων τῶν δυσχερῶν. Κυφόν: κεκυμμένον. Κύφωνεσ: ἱμάτια γυναικεῖα· ἢ χιτῶνος εἶδος· οὕτως Ποσείδιππος. Κυφόσ: κεκυρτωμένος· καὶ πάγκυφος ἐλαία, ἡ κατα κεκαμμένη. Κύψαι: ἀντὶ τοῦ ἀπάγξασθαι· Ἀρχίλοχος· Κύψαντες ὕβριν ἀθρόην ἀπέφλοσαν. Κυψέλαι: φρονημάτων ἀγγεῖα· ἢ κενοὶ παντάπασιν. Κυψέλη: κυβέρτιον μελισσῶν· λέγεται δὲ καὶ ἡ ὀπὴ τοῦ ὠτός. kappa. 194 Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίαι: ἐν Φαίδρωι· παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίαι ἐστάθη κολοσσὸς, ἀλλ' οὐ τῶν Κυψε λιδῶν· Κυψέλου δὲ φασὶ τὸ ἀνάθημα· ὡς Ἀγά κλυτος ἐν τωῖ περὶ Ὀλυμπίας φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιὸς, ἀνάθημα Σκιλλουντίων· οὗτοι δὲ εἰσὶν Ἠλείων· ἔνεστιν δὲ ἐν αὐτωῖ χρυσοῦς κολοσσὸς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύ σειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώ σειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον, κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν· Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον· ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους· καὶ γὰρ Θεόφραστος ἐν τωῖ περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δὲ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατείας ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ωἴετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὐτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσιν· ἐοί κασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτωι, καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς, καὶ πάντα τὰ τοιαῦτα τὴν kappa. 195 αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν· φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· Εἰμὶ ἐγὼ χρυσοῦς σφυρήλατος εἰμὶ κολοσσὸς, Ἐξώλης εἴη Κυψελιδῶν γενεά· ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· Εἰμὶ ἐγὼ ναξος παγχρύσεος εἰμὶ κο λοσσὸς, Ἐξώλης εἴη Κυψελιδῶν γενεά. Κύων: τὸ αἰδοῖον. Κύων ἐπὶ φάτνην: παροιμία ἐπὶ τῶν μήτε χρωμένων, μήτε ἄλλους ἐώντων. Κύων παρ' ἐντέροισ: παροιμία ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν παρακειμένων· ἢ ἐπὶ τῶν ἀχρήστων σφόδρα· καὶ ἀνωφελῶν· δύσβρωτα γὰρ τωῖ κυνὶ καὶ δυσκατάποτα. Κωβηλη: συνουσιασμός. Κώδιον: προβάτειον δέρμα. Κωδύαι: μηκώνων κεφαλαί. Κώδυα: ἡ τῆς μήκωνος κεφαλή. Κωδωνίσαι: ἀπὸ τῶν ἵππων μετενήνεκται· εἰώθασι γὰρ οὕτως δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται τὸν ἐν τωῖ πολέμωι θόρυβον· τοὺς κώδωνας ψοφοῦντες. Κώθων: εἶδος ποτηρίου. Κώθων: ποτήριον Λακωνικὸν στρατιωτικόν· καὶ κουρᾶς εἶδος. Κωθωνίσαι: μεθύσαι. Κωκύοντεσ: θρηνοῦντες. kappa. 196 Κωκυτόσ: ὄνομα ποταμοῦ· ἢ θρῆνος· κοπετός· ὀδυρμός. Κωλακρέται: ταμίαι τοῦ δικαστικοῦ· οἳ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα παρεῖχον. Κωδωνοφορῶν: περιπολῶν καὶ ἐξετάζων εἰ γρη γοροῦσιν οἱ φύλακες· οἱ γὰρ τὰς φυλακὰς ἐπισκο ποῦντες κώδωνας εἶχον καὶ ἐψόφουν· ἵν' οἱ φυλάσ σοντες ἀντιφθέγγωνται· οὕτως Νικοφῶν. Κωλέα: μέρος κρέατος. Κωλήβη: μήποτε ὁ λάσταυρος· κώληβοι γὰρ οἱ ταῦροι. Κωλὴν λεκτέον: οὐχὶ ἀκροκώλιον, οὐδὲ κωλεόν· οὕτως Ἀριστοφάνης. Κωλῆν: κωλέαν. Κωλιάσ: τόπος ἐν Ἀττικηῖ ἐκκείμενος, ὅμοιος ἀν θρώπου κώλωι· ἐν ωἷ ἱερὸν Ἀφροδίτης· ἦν δὲ καὶ ναυκληρία. Κώληπα: τὸ ὀπίσω τοῦ γονατίου μέρος· ἡ κόξα. Κωλύμη: κώλυμα· κώλυσις· ἐμπόδιον· ἔστι δὲ ἡ λέξις Θουκυδίδου. Κωλαγρέται: οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων. Κωλώτησ: ἀσκαλαβώτης. kappa. 197 Κῶμα: κοίμημα. Κῶμαι: αἱ βραχεῖαι πόλεις. Κώμασ: τὰ ἄμφοδα. Κωμάζει: κῶμον ἢ δρᾶμα ἄδει· ὑβρίζει. Κωμαστής· ὁ τρυφῶν μετ' ὠδῆς ἀσελγοῦς. Κώμην: οἱ πλεῖστοι τὸν στενωπόν· καὶ τὴν οἷον γειτνίασιν· οἱ δὲ τοὺς ἐν τηῖ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι· καὶ κωμήτας τοὺς δημότας ἐν πόλει· καὶ οἷον ἐν τηῖ αὐτηῖ τάξει καὶ μοίραι τῆς πόλεως οἰκοῦντες· οὕτως Ἀριστοφάνης· εἴρη κεν δὲ καὶ Θουκυδίδης κώμας τοὺς δήμους ἐν πρώ τωι· κατὰ κώμας δὲ τωῖ παλαιωῖ τρόπωι οἰκη θεῖσα. Κωμήτησ: γείτων· κῶμαι γὰρ τὰ ἄμφοδα [ἐκ τῆς Κωπαΐδος λίμνης τῆς Βοιωτίας·] ὅθεν καὶ τὸ ἐπι κωμάσαι, παρὰ τὸ ἐν αὐτοῖς κοιμᾶσθαι καὶ βιοῦν. Κῶμοι: ὠδαί· ἢ ὀρχήσεις μετὰ μέθης. Κῶμοσ: εἶδος ὀρχήσεως. Κωμωδεῖν: σκώπτειν. Κώμυθα: δέσμη χόρτου. Κωμωδίαι: ὕβρεις· διασυρμοί· ἐμπαίγματα. Κωνῆσαι: περιενεγκεῖν· διακαῦσαι· ἀπὸ τῶν πισ σούντων· ἐπεὶ περιδινοῦσιν ἐν κύκλωι τὰ πισσού μενα· κώνους γὰρ καλοῦσι τοὺς στροβίλους· εἰκό τως καὶ οἱ πιττοῦντες τὰ ἀγγεῖα ἀπὸ τῆς περιαγω kappa. 198 γῆς κωνᾶν· καὶ τοῦ ἐλαίου δὴ περικωνῆσαι· εἴ ληπται ἀπὸ τῆς τῶν κώνων περιαγωγῆς· οὐκ ἀπὸ τῆς πιττώσεως. Κωνειαζομέναισ: θανάσιμον φάρμακον πινούσαις. Κώνειον: θανάσιμον· δηλητήριον. Κωνοειδέσ: σχῆμα τοιοῦτον οἷον στροβιλοειδές. Κῶνοι: στρόβιλοι. Κῶοσ: ἑξείτης. Κωπαΐδεσ: ἐγχέλυες (ἐκ τῆς Κωπαΐδος λίμνης τῆς Βοιωτίας). Κωπαῖοι: σφῆκες· οὕτως Ἀριστοφάνης. Κώπην: μαχαίρας λαβήν. Κωπῆρες πλοῖον: ὡς ἡμεῖς· καὶ Θουκυδίδης ἐν δʹ. Κωπητήρ: σκαλμός. Κωραλίσκον: τὸ μειράκιον Κρῆτες. Κώρυκοσ: θυλάκιον. Κωρυκαῖοσ: θεὸν τινὰ παρεισάγουσιν οἱ κωμικοὶ ἐπακροώμενον ἀπὸ παροιμίας τινός· Κώρυκος γὰρ τῆς Παμφυλίας ἀκρωτήριον, παρ' ωἷ πόλις Ἀττα λία· ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως, ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων τὴν ἄκραν ληστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις kappa. 199 λιμέσιν ὁρμοῦντας κατηκροῶντο· καὶ τοῖς λησταῖς ἀπήγγελλον· καὶ τίνες εἰσὶν καὶ ποῖ πλέουσιν· ὅθεν καὶ ἡ παροιμία· Τοῦ δ' ἆρα Κωρυκαῖος ἠκροάζετο· οἱ δὲ κωμικοὶ Κωρυκαῖον τὸν θεὸν εἰσάγουσι· Μέ νανδρος Ἐνχειριδίωι· Διωξίππος Θησαυρωῖ μὴ κατακούσειεν δέμας Ὁ Κωρυκαῖος· ἀλλὰ μὴν κατακήκοα Σοῦ κατακολουθῶν ἔνδοθεν· ὁ δὲ Ἔφο ρος ἐν γʹ· ὑπ' ἄκραι, φησὶν, ωἴκουν οἱ καλούμενοι Κωρυκαῖοι, ἀνατεινούσηι εἰς πέλαγος, συμμικτοὶ τινὲς κατασκευασάμενοι πολισμάτιον, γείτονες Μυονήσωι· τοῖς οὖν ὁρμῶσιν ἐμπόροις προσήεσαν ὡς ἐωνούμενοι σύμπλοοι· εἶτα μαθόντες τί τε κομί ζουσι καὶ ποῖ πλέουσι, τοῖς Μυονησίοις ἀπήγγελ λον· κακεῖνοι ἐπετίθεντο αὐτοῖς· ἐλάμβανον δὲ καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων. Κῶσοσ: ἀστράγαλος ὁ ἑξείτης ὑπὸ τῶν πολλῶν κα λούμενος. Κώτιλοσ: πανοῦργος· ἢ κόλαξ· ἀπατεών. Κωτίλλω: λαλῶ. Κωφεῖν: βλάπτειν· πηροῦν. Κωφόν: ἄηχον· ἀσθενές· ἀμβλύ. Κωφόσ: ὁ οὔτε λαλῶν οὔτε ἀκούων. kappa. 200 Κωφότερος κίχλησ: παρ' Εὐβούλωι ἐν Διονυσίω λέ γεται ἀφωνότερος κίχλης. Κωφότερος τοῦ Τορωνέος λιμένος· περὶ Τορώνην τῆς Θράκης καλεῖται τίς κωφὸς λιμήν. Τέλος τοῦ ˉκ στοιχείου. Ἀρχὴ σὺν Θεῶ ˉλ στοιχείου. Λάμβδα: ἐπὶ ταῖς ἀσπίσιν οἱ Λακεδαιμόνιοι ἐπέγρα φον· ὥσπερ οἱ Μεσήνιοι ˉμ· Εὔπολις· ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάμβδα· οὕτως καὶ Θεό πομπος. Λαβαῖσ: ἐπαφαῖς· ἢ ἀφορμαῖς· ἢ μέμψεσιν. Λαβέ: ὀξυτονεῖν φασὶ τοὺς περὶ Ἀρίσταρχον παρὰ τὴν χρῆσιν καὶ τὸ ἔθος. Λαβήν: ἡ μεταφορὰ μὲν ἀπὸ τῶν παλαιστῶν· λέγε ται δὲ ἐπὶ τῶν ἀφορμὴν κατὰ τῆς τέχνης τῆς κατ' αὐτῶν διδόντων. Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι. Λαβοῦ: ὡς καλοῦ· καὶ τὰ ὅμοια· τὸ λαβέ. Λάβρα: δημόσιος στενωπός· ἄμφοδος· ῥύμη δι' ἧς οἱ λαοὶ ῥέουσιν. Λαβραγόρην: σφοδρῶς δημηγοροῦντα. Λαβρώνιον: εἶδος ποτηρίου πλατὺ τηῖ κατασκευηῖ καὶ μεγάλα ὦτα ἔχον· οὕτως Μένανδρος. lambda. 201 Λαβύρινθοσ: κοχλοειδὴς τόπος· λέγεται δὲ ἐπὶ τῶν φλυάρων. Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι. Λαβών: κυρίως καὶ ἀγοράσας καὶ μισθωσάμενος. Λάγανα: (τὰ λαλάγγια) πλακουντάρια ὡς καπυ ρώδη. Λαγίσκα: ἑταίρα τις ἧς Λυσίας μνημονεύει. Λαγαριζόμενοσ: σκαλεύοντες· τὰς λαγόνας τύπτον τες. Λάγεσισ: θεὸς Σικελιακή. Λαγκρύζεσθαι: λοιδορεῖσθαι. Λάγνασ: τοὺς καταφερεῖς εἰς τὰ Ἀφροδίσια. Λάγματα: ἱερὰ ἀπάργματα. Λάγνησ: οὐ λάγνος ὑπὸ τῶν Ἀττικῶν λέγεται· Τοι αῦτα μέντοι πολλὰ ἀναγκαίως ἔχει Πάσχειν, ὅτ' ἂν λάγνην τὸν ὀφθαλμὸν φορῆς· ἡ δὲ ἀναλογία, οἶμαι, καὶ λάγνητα, ὡς κράτητα καὶ μάγνητα. Λάγνοσ: πόρνος· αἰσχρός· καταφερὴς πρὸς τὰ Ἀφρο δίσια. Λαγῶα: τὰ λάγεια κρέα ὀνομάζουσιν· οὕτως Ἀρισ τοφάνης. Λαγωὸς καθεύδων: παροιμία ἐπὶ τῶν προσποιουμέ νων καθεύδειν. Λαγωὸς περὶ τῶν κρεῶν: παροιμία· δειλὸν γὰρ τὸ lambda. 202 ζῶον ὁ λαγώς· ὅθεν καὶ ὁ Ῥηγῖνος λαγὼς ἐλέχθη· καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίαι ἐκωμώδουν· παρ οιμία δέ τις ἐστιν, λαγὼς τὴν περὶ τῶν κρεῶν τρέχει, ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων ταττομένη. Λαθύρουσ: ἀράκους. Λαθών: ἀντὶ τοῦ λησόμενος. Λαιά: ἀριστερά· ἢ κολόβιον. Λαιλαι: κατὰ ἀποκοπὴν ἐπὶ τῆς αἰσχρολογίας. Λαίλαψ: μετὰ ἀνέμων ὄμβρος καὶ σκότος. Λαῖμα: ἀπὸ τοῦ λαιμᾶν εἴρηται τὸ βρένθυμα. Λαιμαργία: ἡ σύντονος ἐπιθυμία. Λαιῶν: ἀριστερῶν. Λαῖφοσ: ἱμάτιον. Λαιψηρόν: ταχύ· ἐλαφρόν· κοῦφον· Λάκωνες τὸ ἡμίξηρον. Λακερύζεσθαι: λογοποιεῖσθαι ἢ λοιδορεῖσθαι. Λακεδαιμῶν: τὴν κλητικὴν περισπῶσιν· οὕτως Ἀριστοφάνης. Λακεδαίμονα καὶ Σπάρτην ὁρίζουσι τινέσ: Λακεδαί μονα μὲν πᾶσαν νομίζοντες καλεῖσθαι τὴν Λάκαι ναν· Σπάρτην δὲ τὴν μίαν πόλιν· οἱ δ' οὖν Ἀττι κοὶ τὴν πόλιν αὐτὴν οὐ μόνον Σπάρτην, ἀλλὰ καὶ Λακεδαίμονα καλοῦσιν· οὕτως Κρατῖνος. lambda. 203 Λακέρυζα κορώνη: ἡ μεγάλα κράζουσα. Λακεῖν: ἀντὶ τοῦ φθέγγεσθαι. Λακιάδαι: καὶ Λουσίαι· δῆμος Οἰνηΐδος. Λάκισμα: σχίσμα. Λακκατάρατοι: οἱ ἄγαν κατάρατοι· καὶ λακκατα πύγων, ὁ ἄγαν καταπύγων. Λάκκοι: σιροί· οἰκοδομήματα χριστά· οἴνου· ἐλαίου ὑποδοχεῖα. Λακκόπλουτον: Καλλίαν τὸν Ἀθηναῖον οὕτως ἔλεγον ἐξ αἰτίας τοιαύτης· Ξέρξην ἡττηθέντα ἐν τηῖ περὶ Σαλαμῖνι ναυμαχίαι φεύγειν ἐξ Ἀθηνῶν· ἐσταθ μευκότος δὲ τινὸς τῶν Περσῶν ἐν τοῖς Καλλίου καὶ τὴν ἀποσκευὴν ἐκεῖ καταλελοιπότος· τῶν δὲ βαρβάρων ὀξεῖαν τὴν φυγὴν ποιησαμένων, βαλεῖν τοὺς οἰκέτας τοῦ Πέρσου πολὺν χρυσὸν εἰς λάκ κον, ἐλπίζοντος ὕστερον ἀνασώσειν ἐπανελθόντας· οὐ μὴν γενέσθαι λέγεται· πρότερον γὰρ κυριεῦσαι τῶν χρημάτων Καλλίαν. Λάκκοσ: ὄρυγμά τι κατασκευαζόμενον ἐν οἰκία ὄμ βρους ὑποδέξασθαι· ἢ πρὸς ἄλλων τινῶν ἀπό θεσιν. Λάκκοσ: Ἀθηναῖοι καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς ὀρύγματα ὑπὸ γῆν ποιοῦντες εὐρυχωρῆ καὶ στρογ γύλα καὶ τετράγωνα, καὶ κονιῶντες αὐτὰ, οἶνον lambda. 204 ὑποδέχονται καὶ ἔλαιον εἰς αὐτά· ταῦτα καὶ λάκ κους καλοῦσιν· καὶ Δημοσθένης ἐν τωῖ πρὸς Ἄφο βον ψευδομαρτυριῶν· τῆς οἰκίας τὰ σκεύη λαβὼν καὶ τὰ ἀνδράποδα ἀπαγαγὼν καὶ τὰ λακκώματα ἀποσπάσας· καὶ μονονοὺ δὲ αὐτὴν τὴν οἰκίαν ἐμ πρήσας, Μεγάραδε ἐξωικίσθη. Λακωνικὸν τρόπον: περαίνειν ἢ παρέχειν ἑαυτὰς τοῖς ξένοις· ἥκιστα γὰρ τὰς γυναῖκας φυλάσσουσιν οἱ Λάκωνες. Λακωνίζειν: παιδικοῖς χρῆσθαι· Ἀριστοφάνης Θεσ μοφοριαζούσαις βʹ. Λακωνικόσ: στερρός· ἀνδρεῖος. Λακόπεδον: τοὺς ὄρχεις· οὕτως Ἀνταγόρας. Λακκοσκαπέρδαν: ἀντὶ τοῦ λακκόπρωκτον ἢ μέγαν σκάπερδον· ὡς καὶ λακκαταράτους, τοὺς ἄγαν καταράτους. Λακκοσχέασ: τοὺς καθειμένον ἔχοντας τὸν ὄσχεον· ὅ ἐστι τῶν διδύμων ἀγγεῖον. Λακκοσχέων: μαλακῶν. Λακπατεῖν: Φερεκράτης Πετάληι· Παίειν με, τύπτειν, λακπατεῖν, ὠθεῖν, δάκνειν. lambda. 205 Λακρατίδασ: τὰ κατεψυγμένα· ἐπὶ γὰρ Λακρατίδα ἄρχοντος πολλὴ χιὼν ἐγένετο. Λάκωνεσ: κυβευτικοῦ βόλου ὄνομα. Λακωνικαί: ὑπόδημα ἀνδρεῖον· σεμνόν. Λαλίστατον: τὸ κατὰ λόγον σοφόν· λέγεται δὲ καὶ ὁ εὔγλωττος καὶ ὁ εὔφωνος. Λαλίστερον: ἀδολεσχέστερον. Λάμια: θηρίον. Λάμια: ταύτην ἐν τηῖ Λιβύηι Δοῦρις ἐν δευτέρωι Λιβυκῶν ἱστορεῖ γυναῖκα καλὴν γενέσθαι· μιχθέν τος δὲ αὐτηῖ Διὸς, ὑφ' Ἥρας ζηλοτυπουμένην ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορ φον γεγονέναι· καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπά ζουσαν διαφθείρειν· ἔστι δὲ καὶ πόλις Θεσσαλίας, ὅθεν ὁρμηθέντες οἱ Ἕλληνες μετὰ τὸν Ἀλεξάνδρου θάνατον, Ἀθηναίων ἡγουμένων, τῆς ἐλευθερίας ἀντι ποιησάμενοι τὸν Ἀντίπατρον ἐνίκησαν· Μένανδρος Ἀνδρογύνωι· Πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεως ποθὲν Τὰς ἐν Λαμίαι πάσας. Λάμια: γυνὴ Ἀθήνησιν ἐν ἀγορᾶ διατρίβουσα, σκύ ταλον ἔχουσα καὶ ἐπιψοφοῦσα· ἔστι δὲ καὶ θηρίον. Λαμπάδιον: ὃ νῦν λαμπάδα καλοῦσιν· οὕτω Δείναρ χος καὶ Πλάτων. Λαμπάδοσ: τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπά δος· Παναθηναίοις· Ἡφαιστείοις· καὶ Προμηθεί lambda. 206 οις· Ἴστρος δὲ φησὶν λαμπάδα νομίσαι ποιεῖν πρῶτον Ἀθηναίους, Ἡφαίστωι θύοντας· ὑπόμνημα τοῦ κατανοήσαντος τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους. Λαμπάδιον: Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ἔρια οἰσυ πηρά· οἱ μὲν τὸ λεπτὸν ἐρίδιον, ωἷ καταδεῖται τὰ κατάγματα· οἱ δὲ δεσμοῦ τί γένος· οἱ δὲ τὴν χοί νικα εἰς ἣν καθιᾶσιν τὴν κνήμην οἱ ἀφηρημένοι τὸν πόδα· οἱ δὲ νάρθηκα καὶ καλάμους, οἷς δεσμοῦσι τοὺς τὴν κνήμην κατάξαντας. Λαμπάσ: ἀγὼν Ἀθήνησι Πανὶ καὶ Προμηθεῖ ἀγό μενος. Λαμπή: παχὺς ἀφρὸς ἐπιπολῆς τοῦ οἴνου. Λαμπήνη: εἶδος ἅρματος ἁμάξης· οὕτω Μέναν δρος. Λαμπιστίνη: ἅμαξα βασιλική· ἤρδιον περιφανὲς, ὅ ἐστιν, ἅρμα σκεπαστόν. Λαμπουρίσ: ἡ ἀλώπηξ παρ' Αἰσχύλωι. Λαμπρὰν ἡμέραν λέγουσιν, οὐ καθαράν. Λαμπραί: δῆμος Ἐρεχθηΐδος. Λάμιοσ: ἐκαλεῖτο τίς Ἀθήνησιν· οὕτω καὶ Μνησί θεος. Λαμπριεῖσ: δισσοὶ δῆμοι τῆς Ἐρεχθηΐδος φυλῆς. Λαμπροείμων: λαμπροφορῶν. Λαμπρόσ: ὁ ἐπιπολάζων ἀφρὸς τωῖ οἴνωι καὶ τοῖς ἄλλοις ὑγροῖς. lambda. 207 Λαμπρόψυχοσ: ἀντὶ τοῦ μεγαλόψυχος. Λαμπρῶσ: τὸ φανερῶς, οὐ τὸ ἐνδόξως· καὶ παρὰ Θουκυδίδηι· καὶ λελυμένων λαμπρῶς τῶν σπον δῶν· καὶ παρὰ τοῖς ἄλλοις τοῖς παλαιοῖς. Λαμπτήρ: ὁ νῦν φανός· φανὸς δὲ ἡ ἐκ κλημάτων δέσμη. Λαμπτρεῖσ: Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος· δύο δέ εἰσι Λαμπτραί· αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν. Λάμπων: κυβιστικὸς βόλος· οὕτως Εὔβουλος. Λαμύνθιοσ: ποιητὴς ἐρωτικῶν μελῶν. Λαμυρόν: εὔλαλον· εὐτράπελον· καταπληκτικόν· τερπνόν. Λὰξ ἐντείνων: λακτίσματι τύπτων· λὰξ δέ ἐστιν ὁ ὑπὸ τοὺς δακτύλους τοῦ ποδὸς ποιὸς ψόφος. Λὰξ ποδὶ κινήσασ: τῶ πλάτει τοῦ ποδὸς κινήσας. Λαξευτήριον: ἐργαλεῖον οἰκοδομικόν· λαοξόος γὰρ ὁ οἰκοδόμος. Λαοξόοσ: ὁ λιθοκόπος. Λαοσσόσ: ἡ τοὺς λαοὺς σώζουσα. Λαπαδεσ: τὰ ὄστρεα· καὶ λαπάδες τὰ ἀγγεῖα. Λάπαθον: ὄρυγμα εἰς θηρίων ἐνέδραν· καὶ λάχανον κενωτικὸν γαστρός· ὅθεν καὶ τὸ λαπάξαι· κενῶσαι· Ὅμηρος· νέων ἀλάπαξε φάλαγγας· ἀντὶ τοῦ πορθῶν ἐκένου. lambda. 208 Λαπάττων: παλάσσων καὶ λαρον ποιῶν. Λαπήττειν: τὸ ψεύδεσθαι· καὶ ἀλαζονεύεσθαι· καὶ λαπήκτης, ὁ ψεύστης διὰ τοῦ ˉκ· ὡς σαλπίγκτης· συρίγκτης· οἱ δὲ Δωριεῖς διὰ τοῦ ˉσ· λαμπιστὴν καὶ λαμπίζειν. Λαπιεῖσ: λαπίξεις. Λαπιστήσ: ψεύστης· προπετής. Λαπίστρια: μετεωριζομένη· ῥεμβομένη· θέλουσα εὐωχεῖσθαι. Λαπτώμενοσ: ἀπὸ τοῦ λάπτειν εἴρηται· ὁ αἰσχρο λοιχός. Λαρινοὶ βόεσ: οἱ ἐν Ἠπείρωι ἀπὸ Λαρείνου βουκόλου κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος· ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε· Πρόξενος δὲ αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναι τινας τωῖ Δωδωναίωι Διί· Ἀπολλόδωρος δὲ τοὺς εὐτραφεῖς λαρίνους· λαρι νεύειν γὰρ τὸ σιτεύειν. Λαρινοί: οἱ πίονες· σιτιστοί· λιπαροί. Λάρκοσ: φορμός ἐστιν εἰς ὃν ἄνθρακας ἐνέβαλον· κέχρηται τωῖ ὀνόματι Λυσίας καὶ Ἀριστοφάνης καὶ ἕτεροι. Λάρκοσ: ἀνθρακικὸν σκεῦος. Λαρόν: χλιαρόν· προσηνές· ἡδύ. lambda. 209 Λάρναξ: σορὸς ἢ κιβωτός. Λάρος ἐν Νεμέσει: παροιμία ἐπὶ τῶν ταχὺ ἀποδι δόντων. Λάρυγγα: ἀρρενικῶς λέγουσιν· οὕτως Εὔπολις. Λαρυγγίζειν: τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι· ἀλλ' ἐπιτηδεύειν περι εργότερον τωῖ λάρυγγι χρῆσθαι· Δημοσθένης ἐν τωῖ κατὰ Κτησιφῶντος. Λάσανα: χυτρόποδες κυρίως· ἤδη δὲ καὶ τὸ παρα πλήσιον ἐφ' ὧν ἄν τις ἴπνον ἐπιστήσειεν ἢ τί τῶν τοιούτων καὶ τῶν ὁμοίων· ἐφ' ὧν ἔψεταί τι καὶ φρύγεται· καὶ ἐφ' ὧν ἀπεπάτουν ἔλεγον· οὕτω Φερεκράτης. Λάσια: δασέα. Λάσιοι: πολύτριχοι ἢ συνετοί. Λάσιον: λινοῦν περίζωμα. Λασιόκωφοσ: ὁ λίαν κωφός· οἷον, λάσια τὰ ὦτα ἔχων, ὡς συγκεκωφῶσθαι καὶ ἀναισθητεῖν. Λάσθαι: συμφοραί. Λάσκε: λέγε. Λάσταυροι: λασιόταυροι καὶ ἐξωστρηκότες σφόδρα. Λάταγεσ: οἱ κότταβοι· εἰώθασι γὰρ παρὰ τὰς μέθας, χαλκίον στρογγύλον ἐμφερὲς κρανίωι τιθέντες ἐν μέσωι καὶ τούτου στοχαζόμενοι, τοὺς κοττάβους βάλλειν περί τινων ἄθλων καθάπερ οἱ κυβεύ lambda. 210 οντες· ἐκρίνετο δὲ νικᾶν ὁ τοῦ χαλκίου τυχὼν καὶ μέγιστον ποιήσας ψόφον· ἐτίθετο δὲ ἔπαθλα ὠὰ καὶ τραγήματα· ἃ ἐκαλεῖτο κοττάβια. Λάτρισ: θεράπαινα· δούλη· προσαίτις. Λατύπη: λιθουργική· ἢ τὸ λεπτὸν τοῦ λίθου. Λαύρα: ῥύμη· δι' ἧς ὁ λαὸς ἐπανέρχεται. Λαυκανία: τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος. Λαυρεῖον: τόπος τῆς Ἀττικῆς, ἐν ωἷ τὰ ἀργύρεια ἦν μέταλλα. Λαυροστάται: μέσοι τοῦ χοροῦ· οἱονεὶ γὰρ ἐν στε νωπῶ εἰσί· φαυλότεροι δὲ οὗτοι· οὕτω Κρατῖνος. Λάφυρα: τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανό μενα· τὰ δὲ τεθνεώτων αὐτῶν σκῦλα λέγεται. Λαφύξασ: διασπαράξας· ἀφειδῶς θοινησάμενος. Λαφύττειν: ἀναλίσκειν ἀθρόως καὶ ἀσώτως· καὶ λαφυγμὸς ἡ τοιαύτη δαπάνη· οὕτως Ἀριστοφάνης. Λαχανίζεσθαι: ἀντὶ τοῦ λάχανα συλλέγειν· ὡς ξυλί ζεσθαι καὶ φρυγανίζεσθαι. Λαχεῖν δίκησ: τὸ παλαιὸν πολλῶν ὄντων οἳ ἐβούλοντο εἰς δικαστήριον εἰσιέναι, ἢ οἱ ἄρχοντες ἵνα κατὰ τάξιν εἰσίωσιν, κλήρω λαχεῖν αὐτοὺς τῆς δίκης διέταττον· ἢ λαχεῖν δίκης ἐστιν, ὡς ἔνιοι, οἷον τὸ τυχεῖν· ὥσπερ ὕπνου λαχεῖν καὶ τροφῆς καὶ τῶν τοιούτων. lambda. 211 Λαχεῖν δίκην: δικάσασθαι. Λάχνη: τρίχωσις· λέγεται δὲ καὶ ὁ τῆς κεφαλῆς ἀφρός. Λαχνήεντα: δασέα· τετριχωμένα. Λάχνοσ: δασύς. Λάχοσ: μέρος· κλῆρος. Λάψαι: τηῖ γλώττη πιεῖν. Λάων: δεδορκώς· διὸ καὶ κατὰ ἀπόφασιν ἀλαὸς ὁ τυφλός· ἔνιοι δὲ ἀπέδωκαν φθεγγόμενος· μαχόμενος ἄμφω. Λέαινα ἐπὶ τυροκνήστιδοσ: σχῆμα ἀκολάστων· Ἀρι στοφάνης. Λεβαδεία: πόλις Βοιωτίας, ἐν ηἷ Διὸς μαντεῖον, Τροφωνίου κατασκευάσαντος. Λεβερίσ: τὸ γῆρας ὃ ἀποδύεται ὁ ὄφις. Λεβηρίσ: ὄρνεόν τι δυσοιώνιστον. Λέγει: τοὺς χρόνους ἐναλλάσσουσιν· ὡς καὶ τὸ γαμεῖ ἀντὶ τοῦ ἔγημεν. Λέγειν: ἀντὶ τοῦ οἰκοδομεῖν καὶ συλλέγειν. Λεγνῶδεσ: ποικίλον. Λεγωνῆσαι: ἀντὶ τοῦ παῖσαι· οὕτως Ἀριστοφάνης. Λεηλασία: αἰχμαλωσία. Λεηλατεύειν: ληστεύειν· ἁρπάζειν. Λεία: ἡ ἐν πολέμωι ὠφέλεια· καὶ λεῖα, ἀροῦραι. Λείασ: πραίδας ἀπὸ πολεμίων. lambda. 212 Λείβει: βάλλει· στάζει. Λείβηθρον: ὀχετὸς ὑδραγωγικός. Λειόβατοσ: ἰχθύος εἶδος· ἔστι δὲ ὅμοιον νάρκηι. Λειπομαρτύριον: ἀδικήματος εἶδος· ἐφ' ωἷ γραφὴ ἦν, εἴτις ἐκλείποι μαρτυρίαν· ἔοικεν δέ πως τωῖ ἐκ κλητεύειν· πλὴν ὅτι ὁ μὲν οὐδὲ τὴν ἀρχὴν θελήσας μαρτυρεῖν ἐξεκλητεύετο· ὁ δὲ ὑποσχόμενος μὲν, ἐκλιπὼν δὲ, λειπομαρτυρίου ἐκρίνετο· ὥσπερ καὶ ὁ μὲν μὴ δ' ὅλως στρατευσάμενος ἀστρατείας· ὁ δὲ στρατευσάμενος μὲν, λιπὼν δὲ τὴν τάξιν, λειπο ταξίας. Λειπομαρτυρίου δίκη: τοῖς ἐπισταμένοις τί τῶν πεπραγμένων καὶ μάρτυσιν ὑπεσχημένοις ἐν δικα στηρίωι· εἶτα δὲ ὕστερον ἀποφυγοῦσιν ἐλάγχανον δίκην· κὰν μὲν ἥλωσαν, ἐτιμῶντο κατ' ἀξίαν· εἰ δὲ μὴ ἕλοι ὁ διώκων, πρόστιμον ἐτίθετο δραχμήν. [Λειμωῖ Μηλίωι: παροιμία· ἐπεὶ οἱ Ἀθηναῖοι ἐκά κωσαν Μηλίους πολιορκοῦντες λιμωῖ· ὡς Θουκυ δίδης ἐν τηῖ εʹ.] Λειμών: ἀνθηρὸς τόπος. Λείρια: ἄνθη· ἢ κρίνα. Λειριόεντα: ἁπαλὰ παρὰ τὴν λειότητα· λείριον γὰρ τὸ ἄνθος· προσηνῆ· τερπνά· ἡδέα. Λειτά: τὰ δημόσια· λειτὰ δὲ ὡς εἰ τὰ ἱμάτια παρ' Ὁμήρωι. Λειτόν: τὸν πένητα ὡς ἡμεῖς· οὕτω Μένανδρος. lambda. 213 Λειτουργίασ: ὑπηρεσίας. Λειτουργική: κυρίως μὲν ἡ ἱερατική· καταχρηστικῶς δὲ ἡ δουλική. Λειφαιμεῖ: λείπεται αἵματος. Λειώσασ: διακόψας. Λεκανεισ: ἐν τοῖς ἐπαυλίοις οἱ πατέρες ταῖς νύμφαις δῶρα ἔπεμπον· ἐν μὲν ταῖς κοίτισι χρυσία· ἐν δὲ ταῖς λεκανίσι παρθενικὰ παίγνια. Λεκανεισ: κεραμέα λοπάς· καὶ τὰ ἐκπέταλα τρυβλία. Λεκάνη: παρώνυμος ποῦ λέκους· οὐχὶ ἀπὸ τοῦ λάλακος· λάλαικος δὲ πλατὺ καὶ ἐκπέταλον καὶ ἀναπεπταμένον ἀγγεῖον· ἀλλ' οἱ παλαιοὶ, ὃ ἡμεῖς λεκάνην, ποδονιπτῆρα ἐκάλουν· λεκάνιον δὲ καὶ λεκανίδα ἀγγεῖα ὦτα ἔχοντα πρὸς ὑποδοχὴν ὄψων καὶ τοιούτων τινῶν· οὕτως Ἀριστοφάνης. Λεκάρια: λεκανίδια. Λεκαρύταινα: εὑρεῖα. [Λέαινα ἐπὶ τυροκνήστιδοσ: σχῆμα ἀκόλαστον.] Λέκρανα: οἱ ἀγκῶνες. Λέκτροισ: κοίταις. Λέκτρον: κοίτη. Λελάβηκεν: Ἡρόδοτος· καὶ καταλελάβηκεν. Λελάφασιν: οἷον πεπώκασιν. Λελιουργημένα: κεκαλλωπισμένα. Λέλογασ: ἀντὶ τοῦ εἴρηκας λέγουσι. Λέλογχεν: ἔτυχεν· ἀπήλαυσεν. lambda. 214 Λέκος καὶ λεκίσκιον· καὶ λεκάνη καὶ λεκανίς· τὰ ἐκπέταλα τρυβλία· οὕτως Ἀριστοφάνης. Λελεπασμένον: πεπεμμένον· οὕτως Στράττις. Λελυθρωμένον: ὅλον ἐξ αἵματος πλυνόμενον· αἱματω μένον. Λέμβον: μικρὸν πλοῖον. Λέμβοσ: εἶδος νεώς. Λέμβοσ: ἐφόλκιον· καὶ λέμβαρχοι, οἱ τοῖς ἐφολκίοις πλέοντες. Λέμμα: λέπισμα. Λέμμα: κυρίως μὲν ὁ φλοιός· καταχρηστικῶς δὲ ἐπὶ τοῦ δέρματος καὶ τοῦ ἀνθρωπείου· ἐν Τιμαίωι. Λέμφασ: πέπωκας. Λέμφοι: τὰ θνησείδια τῶν θρεμμάτων καὶ ξηρὰ ὑπὸ νόσου. Λέμφοσ: ἀνόητος· μυξώδης. Λέμφουσ: τὰς πεπηγυίας μύξας. Λέξεται: λεχθήσεται. Λέοντα ξυρᾶσ: παροιμία λεγομένη ἐπὶ τῶν τὰ ἀδύ νατα ἐπιχειρούντων. Λεοντή: ἡ δορὰ τοῦ λέοντος. Λεοντίσ: φυλὴ Ἀθήνηισιν· ἀπὸ Λεὼ τοῦ Ὀρφέως. Λεωφόροσ: δημοσία ὁδός. Λεπαδευόμενοσ: λεπάδας συλλέγων. Λέπαδνα: οἱ μασχαλιστῆρες τῶν ἵππων. Λέπαργοι: οἱ τὰς λαπάρας λευκὰς ἔχοντες. lambda. 215 Λεπάσται: κύλικες τινὲς οὕτως ἐκαλοῦντο· Κρατῖ νος. Λέπατνα: οἱ περὶ τὰ στήθη τῶν ὑποζυγίων ἱμάντες. Λέπραι: λεπίδας ἔχοντα ταρίχη· καὶ λεβίαι κα λοῦνται. Λέπρεον: τῆς Τριφυλίας πόλις· ἀπὸ τοῦ παρακειμέ νου τραχέος ὄρους· οἱ δ' ἀπὸ τοῦ τοὺς κτίζοντας αὐτὴν νόσωι χρήσασθαι λέπραι. Λεπτὰ πλοῖα: τὰ μικρά· ηʹ Θουκυδίδης. Λέπτει: κατεσθίει: οὕτως Εὔπολις. Λεπτήκεισ: λέπτας. Λεπτὴν πλέκειν: λεγόμενον τί ἐπὶ τῶν πενήτων· οἷον ἀκριβῆ· στενήν· ἀσθενῆ. Λεπτογέα: κακὸς ἀγρός· λεπτὴ γῆ· λυπρά. Λεπτολογίαν: Ἕρμιππος Δημόταις. Λεπτόμιτον φάροσ: τὸ λεπτὸν ἱμάτιον. Λέρνη θεατῶν: ἀντὶ τοῦ κακῶν θέατρον· Κρατῖνος· οἱ μὲν διὰ τὴν ὕδραν· οἱ δὲ διὰ τὸ τοὺς Ἀργείους τὰ καθάρματα ἐκεῖ ἀποφέρειν· ὁ γὰρ Δαναὸς ἐν τῆ Λέρνηι τὰς κεφαλὰς τῶν Αἰγυπτιάδων ἀπέθετο· καὶ, ὡς εἰκὸς, ἐφ' ὕβρει ἐκέλευσεν τὰ δεισαια ἐκεῖ ῥίπτειν. Λεσβίων ἀξία: παροιμία ἐπὶ τῶν ἀπράκτων. Λέσβιον ὠδόν: τὸν Φρύνιχον· οἱ δὲ Εὐαίνετον. lambda. 216 Λεσβίσαι: μολῦναι τὸ στόμα· Λέσβιοι γὰρ διεβάλ λοντο. Λέσχαι: οἱ τόποι εἰς οὓς συνιόντες ἐλέσχαινον. Λέσχαι: λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί· Ὅμηρος· Οὐκ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, Ἠέ που ἐς λέσχην· Κλεάνθης δὲ φησὶν ἀπονενεμῆσθαι τωῖ Ἀπόλλωνι τὰς λέσχας· ἐξέδραις δὲ ὁμοίας γίνεσθαι· καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ' ἐνίοις λέσχην ὄρειον ἐπικαλεῖσθαι. Λέσχη: πολλὴ ὁμιλία· φλυαρία· τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ τόποι, ἐν οἷς εἰώθεσαν φιλοσοφεῖν ἀθροιζόμενοι, λέσχαι ἐκαλοῦντο· οὕτω φησὶ καὶ Ἱεροκλῆς ἐν αʹ φιλοσοφουμένων. Λεσχηνεύειν: φλυαρεῖν. Λευγαλέα: διάβροχος· οὕτω Σοφοκλῆς. Λευκάσ: νῆσος ἐστὶν πρὸ τῆς ἠπείρου κειμένη. Λευκαὶ φρένεσ: μαινόμεναι· καὶ ἀγαθαὶ, ἢ ἥμεροι. Λευκάτησ: σκόπελος τῆς ἠπείρου· ἀφ' οὗ ῥίπτουσιν αὐτοὺς εἰς τὸ πέλαγος οἱ ἱερεῖς· Σαπφὼ δὲ πρώτην ἐπὶ Φάωνι τοῦτο ποιῆσαι τὴν ποιήτριαν· οἱ δὲ τὴν ἑταίραν· ἐγένετο γὰρ ἄλλη Λεσβία ἑταίρα. Λεύκη: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· τοὺς ἐστεφανωμένους τωῖ μαράθωι καὶ τηῖ λεύκηι· ἐσ τέφοντο δὲ οἱ τὰ Βακχικὰ τελούμενοι τηῖ λεύκηι, διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον· τὴν δὲ λεύκην πε lambda. 217 φυκέναι φασὶν πρὸς τωῖ Ἀχέροντι· ὅθεν καὶ Ἀχερωΐδα καλεῖσθαι αὐτὴν παρ' Ὁμήρωι. Λευκὴ ἀκτή: πλειόνων ὄντων λευκῶν, Λυσίας τοὺς ἐν Προποντίδι μνημονεύει. Λευκὴ ἡμέρα: ἡ ἀγαθὴ καὶ ἐπ' εὐφροσύνηι· Εὔπολις Κόλαξι. Λευκὴν μάζαν φυρῶ σοι: παροιμία ἐπὶ τῶν μεγάλα ὑπισχνουμένων. Λευκὴ στάθμη: ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειου μένων· ἢ ἐπὶ τῶν μηδὲν συνιέντων· Σοφοκλῆς Κη δαλίωνι· Τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρο μαι, Οὐ μᾶλλον ἢ λευκωῖ λίθωι λευκὴ στάθμη. Λευκόνιον: δῆμος Λεοντίδος· οἳ καὶ Λευκόνιοι. Λευκοί: οἱ δειλοὶ καὶ λευκόπυγοι. Λευκοπύγουσ: δειλούς· ὡς μελαμπύγους τοὺς ἀν δρείους. Λευκόσυροι: οἱ Καππάδοκες· καὶ οὓς οἱ Ἴωνες Σύ ρους. Λευκορύτουσ: δειλούς. Λευκώλενοσ: λευκοβραχίων. Λεύκωμα: τοῖχος ἐστὶ γύψωι ἀληλιμμένος, πρὸς γραφὴν τινῶν πολιτικῶν ἐπιτήδειος. Λεύκτρα: χωρίον Βοιώτιον περὶ Θεσπίας. Λευχείμων: λευκοφόρος. Λέχαιον: ἐπίνειον Κορινθίων. lambda. 218 Λέχοσ: συνουσία· κοίτη· μίξις. Λεχώ: ἡ ἀρτίτοκος. Λεωκόρητοσ: ἐξωλοθρευμένος· τὸ γὰρ λέως ἔστι τε λέως· Ἀρχίλοχος· Λείως γὰρ οὐδὲν ἐφρόνεον· καὶ λεουργὸς ἀπὸ τούτου, ὁ μεγαλουργός. Λεωκόριον: ἱερὸν Ἀθήνηισι· τοῦ δὲ Λεὼ θυγατέρες ἐγένοντο τρεῖς· Φρασιθέα· Θεόπη· Εὐβούλη· αἳ παρθένοι ὑπὲρ τῆς πόλεως ἐσφαγιάσθησαν κατὰ χρησμὸν, ἑκόντος τοῦ πατρὸς ἐπιδόντος· ὁ δὲ Λεὼς υἱὸς ἦν Ὀρφέως, οὗ ἐπώνυμος καὶ ἡ Λεοντὶς φυλή. Λεωκόριον: ἐν μέσωι τωῖ Κεραμεικωῖ ἡρωῖον· Λεὼς γὰρ ὁ Ὀρφέως, υἱὸν μὲν ἔσχε Κύλανθον, θυγατέρας δὲ τρεῖς, Φρασιθέαν, Θεόπην, Εὐβούλην· ἃς ὑπὲρ τῆς χώρας σφαγιασθείσας ἔτι παρθένους ἐτίμη σαν Ἀθηναῖοι τωῖ ἡρώωι. Λεοπετρία: λεῖος λίθος. Λεωργόν: ἐν τωῖ ˉω, καὶ Ἀττικοὶ καὶ Ἴωνες· καὶ Ξενοφῶν· θερμουργότατον καὶ λεωργότατον· Δωρι εῖς δὲ διὰ τοῦ ˉοˉυ, λεουργόν. Λεώσ: ὁ λαὸς, ὁ ὄχλος, Ἀττικῶς. Λῆγε: παύου. Ληθεδών: λήθη. Λήθην κυνῶν: λήθην ἐμποιούντων φαρμάκων. Ληΐδιον: ἱμάτιον· τριβώνιον· ληϊδίωι δὲ τριβωνώδης ἡ χλαμύς. lambda. 219 Λήϊον: ὁ χλωρὸς σῖτος. Ληϊσθείσ: ληστευθείς. Ληϊστάσ: καὶ τοὺς ἐν τηῖ θαλάττηι. Λήϊα: σιτοφόρα πεδία· χωράφια. Ληϊσταί: ἀντὶ τοῦ πειραταί. Ληϊτόν: δημόσιον. Ληΐσατο: ἐμερίσατο ἢ ἐλαφυραγώγησεν. Ληΐζεται: αἰχμαλωτίζει· διαρπάζει· πορθεῖ· ἐρη μοῖ· ἴσως δὲ καὶ ἐν παθητικωῖ σημαινομένωι λέ γεται. (Ληστικὸν καὶ ληστρικὸν διαφέρει: τὸ μὲν γὰρ ἐκ τὸς τοῦ ˉρ, σημαίνει τὸ σύστημα τῶν ληστῶν· τὸ δὲ μετὰ τοῦ ˉρ, τὸ κτῆμα τῶν ληιστῶν· Θουκυδίδης αʹ· τό, τε ληιστικὸν καθήιρει ἐκ τῆς θαλάττης.) Ληκᾶσθαι: περαίνεσθαι. Ληκῆσαι: παῖσαι· καὶ ἐπὶ τοῦ πλησιάσαι τίθεται· οὕτως Φερεκράτης. Ληκούμεσθ' ὅλην τὴν νύκτα: τουτέστι διαπαιζόμεθα· οὕτως Φερεκράτης. Λήκυθον: τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβασ τον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστον εἶπεν Ἡρόδοτος. Λήκυθοσ: εἰώθεσαν ἐν ληκύθοις νομισμάτων ἔχειν νέων τινές· ὅθεν καὶ τοὺς ἐκδημοῦντας αὐτοληκύ θους ἔλεγον. Ληκυθιστήσ: ὁ μικρόφωνος· οὕτως Σοφοκλῆς. lambda. 220 Ληκώ: τὸ μόριον λέγουσι τὸ ἀνδρεῖον. Ληλάντου πεδίον: τῆς Εὐβοίας ἀπὸ Ληλάντου βα σιλέως. Λῆμαι: κανθοί· ὄμματα. Λημᾶν χύτραις καὶ λημᾶν κολοκύνταισ: ἐπὶ τῶν λίαν παρορώντων καὶ ἀμβλυωττόντων. Λημᾶν καὶ γλαμᾶν: τὸ λήμας ἐν τοῖς ὀφθαλμοῖς ἔχειν. Λημάτια: τὰ βουλεύματα. Λῆμμα: φρόνημα· κέρδος. Λήμματα: προφητεῖαι· λέγεται δὲ καὶ τὰ ἐξ οἰ κείας καρδίας ἀποφθέγματα. Λήμματα λέγουσι: λήψομαι δὲ οὐκέτι· οἱ μέντοι Δω ριεῖς φυλάσσουσι τὴν ἀναλογίαν τοῦ λήψομαι. Ληματίασ: φρονηματίας· γεννάδας. Λήμη: λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον, καὶ ἀμβλυώττειν παρασκευάζον. Λημνία δίκη: ἡ κακίστη. Λήμνιον πῦρ: ἔστιν ἀναφορὰ ἐν Λήμνωι πυρὸς χα λεπὴ τίς. Λήμνιον κακὸν βλέπων: πυρῶδες· καὶ παροιμία· lambda. 221 Λήμνιον κακόν· ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυ ναῖκας οἱ Λήμνιοι καὶ τεκνοποιησάμενοι ἐξ αὐτῶν, κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων· ἐπὶ δὲ Θό αντος αἱ γυναῖκες τοὺς ἄνδρας, ὅτι αὐταῖς οὐ προσ εῖχον, ἅμα ταῖς τῶν Θραικῶν γυναιξίν· ἐπὶ τηῖ δυσωδίαι ἣν Μυρσίλος μὲν διὰ τὸν Μηδείας ἐπὶ τηῖ Ὑψιπύληι ζῆλον κατασχεῖν· Καύκασος δὲ διὰ τὸ ὀλιγωρῆσαι τῆς Ἀφροδίτης τὰς Λημνίας· ἔνθεν τὰ μεγάλα κακὰ Λήμνια λέγεται. Λῆνοσ: τὸ ἔριον οἱ ἀρχαῖοι. Ληναῖον: περίβολος μέγας Ἀθήνηισιν· ἐν ὧ τοὺς ἀγῶνας ἦγον, πρὸ τοῦ τὸ θέατρον οἰκοδομηθῆναι, ὀνομάζοντες ἐπὶ Ληναίωι· ἔστιν δὲ ἐν αὐτωῖ καὶ ἱερὸν Διονύσου Ληναίου. Ληνόσ: γεωρκικὸν σκεῦος· ἢ ἄγγος ξύλινον οἴνου δεκτικόν. Ληξιαρχικὸν γραμματεῖον: εἰς ὃ ἐνεγράφοντο οἱ τελειωθέντες τῶν παίδων· οἷς ἐξῆν ἤδη τὰ πατρωῖα οἰκονομεῖν· παρὸ καὶ τούνομα γέγονε διὰ τὸ τῶν λήξεων ἄρχειν· λήξεις δέ εἰσιν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι· λῆξις τὸ ἔγκλημα· καθ' οἷον λόγον φαμὲν καὶ λαχεῖν δίκην. Ληξιαρχικὸν γραμματεῖον: Ἀθηναίων τῶν ἀστῶν τῶν ἐχόντων ἡλικίαν ἄρχειν ἀναγράφεται τὸ ὄνομα προστιθεμένων τῶν δήμων αὐτοῖς· καὶ ἐξ ἐκείνων τῶν γραμματείων κληροῦσι τὰς ἀρχάς. lambda. 222 Λήξεις θεῶν: λάχοι· κλῆροι· τεμένη· ἀρχῆς δὲ λῆξιν, ἀντὶ τοῦ διακλήρωσιν. Λῆξιν δίκης καὶ λαχεῖν δίκην: τὸ καταγγεῖλαι κρίσιν ἰδιωτικῶν πραγμάτων φασίν· τὸ δὲ ἀντικαλέσαι, ἀντιλαχεῖν· τὸ δὲ διανείμασθαι χρήματα, δια λαχεῖν. Λῆξισ: παῦσις· ἡ μερίς· κληρονομία. Λῆροι: κόσμος γυναικεῖος χρυσοῦς. Λῆροσ: φλύαρος· ματαιόφημος. Λήσομαι: ἐπιλάθωμαι. Ληστικήν: ἀφαιρετικήν. Ληστοσαλπίγκτασ: τοὺς Τυρρηνούς· ἀπὸ Πισαίου τοῦ εὑρόντος. Λιάζειν: λίαν ἐσπουδακέναι. Λιαινούσησ: πραϋνούσης. Λίαν ἐντόσ: σφόδρα πόρρω. Λιβαδία: πόλις τῆς Βοιωτίας. Λιβάδα: σταγόνα· κρήνην· ἔνυδρον τόπον. Λιβάζεισ: ἀπορρυεὶς ἢ ἀποφθαρείς. Λιβάζω: φθερῶ. Λίβανον: τὸ δένδρον θηλυκῶς· Πίνδαρος. Λίβερνα: καράβια. Λίβηθρα: τὰ ἔφυδρα χωρία· καὶ αἱ διαρύσεις τῶν ὑδάτων· οὕτως Εὔπολις. Λιβρόν: τὸ σκοτεινὸν καὶ ἀόρατον· οἱ τραγικοί. lambda. 223 Λιγαίνειν: τὸ τύπτειν· ὥσπερ λέγειν εἰώθαμεν τὸ ξαίνειν. Λιγαίνειν: ὀξέως ὁρμᾶν. Λιγαίνων: κηρύσσων. Λίγδην: οὐ κατὰ βάθος, ἀλλ' ἐκ τῆς ἐπιφανείας. Λίγδοσ: χῶνος τρήματα ἔχων συνεχῆ τέσσαρα παρα πλήσια, δι' ὧν ὁ χαλκὸς ἠθεῖται. Λιγνύσ: ἡ ἀνάδοσις τοῦ καπνοῦ. Λιγύσ: ἡδύς· ὀξύς. Λιγύφωνοσ: ἡδύφωνος. Λιθολόγοι: οἰκοδόμοι. Λιθόλευστοσ: λιθοβόλητος. Λίθων ποτίμων: μήποτε τῶν πώρων λέγει· οἱ πίνοντες τὸ ὕδωρ ἰσχυρότεροι γίνονται· ἢ τῶν τὴν σάρκα τῶν ἐντιθεμένων καταναλισκόντων σωμάτων. Λίθων χοαί: ἄργυρος καὶ χρυσός· καὶ γὰρ Εὐριπίδης φησί· Λευκοὺς λίθους ἔχοντες αὐχοῦσιν μέγα. Λιθῶντασ: τρισυλλάβως, οὐ λιθιῶντας· Πλάτων ιαʹ Νόμων· καὶ βραγχᾶν λέγουσιν, οὐ βραγχιᾶν· καὶ ἕτερα τοιαῦτα. Λίθον ἕψεισ: παροιμία· ἀδυνάτω ἐπιχειρεῖς. Λίθοσ: Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος· τῶν τε παρόντων καθ' ἕνα ἡμῶν οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες· εἰρήκασιν οὖν Ἀθηναῖοι πρός τινι λίθωι τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστο τέλης καὶ Φιλόχορος ὑποδηλοῦσιν. lambda. 224 Λιθουργόσ: λιθογλύπτης. Λιθουλκῆσαι: τὸ στῆσαι ἐπὶ τῆς βάσεως τὸ ἀνά θημα. Λικμήσονται: λείξουσιν. Λιμοδωριεῖσ: Πελοποννησίων οἱ διὰ λιμὸν μετοι κήσαντες εἰς Ῥόδον καὶ Κνίδον. Λικμῶ: κοσκινεύω· διασκορπίζω. Λιμωῖ Μηλίωι: παροιμία· ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λίμωι· ὡς Θουκυδίδης ἐν τηῖ πέμπτηι. Λικνευτησ: ἐπὶ δὲ τοῦ Διονύσου ἀπὸ τῶν λίκνων ἐν ἧ τὰ παιδία κοιμᾶται. Λίκνον: κόσκινον ἤτοι πτύον. Λικνοφόροσ: ὁ φέρων τὸν λίκνον· καὶ γὰρ μυστικόν τι σημεῖον τῆς Δημητρίου τροφῆς ἐτίθετο ἐπὶ τῶν λίκνων. Λικνοφόροσ: τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειον ἐστιν· ὁ δὲ τοῦτο φέρων λικνο φόρος λέγοιτ' ἄν. Λίμνην: τὴν θάλασσαν κυρίως. Λιμόν: ἀρρενικῶς οἱ Ἀττικοὶ τὴν λιμόν. Λινεύσ: κεστρεύς. Λινὸν λινωῖ συνάπτεισ: ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν δρώντων· Στράττις Ποταμοῖς· καὶ Ἀρι στείδης ὁ ῥήτωρ καὶ Πλάτων. Λινόν: κοινῶς μὲν ἄνθος· Θεόφραστος δὲ νάρκισσον· Μυρσίλος δὲ Λεσβιακοῖς εἶδος ἄνθους. lambda. 225 Λινόν: Ἡρακλείδης ὁ Ποντικὸς ἐπειδὴ οἱ παλαιοὶ λινοῖς ἀντὶ χορδῶν ἐχρῶντο· ἀλλὰ καὶ Ὅμηρος ἤδη χορδὰς ἐπιστάμενος λινὸν καλεῖ· ἐγένοντο δὲ τρεῖς ἥρωες Λίνοι· Καλλιόπης· ὁ δὲ Ἀλκιόπης καὶ Ἀπόλλωνος· τρίτος δὲ Ψαμάθης τῆς Κροτίου καὶ Ἀπόλλωνος. Λινόπται: οἱ ἀποσκοπούμενοι τὰ ἐμπίπτοντα τοῖς κυνηγετικοῖς λίνοις θηρία· Ἀθηναῖοι δὲ καὶ τοὺς φυλάσσοντας τὰς οἰκίας ὁμοίως ἔλεγον. Λινόπληγοσ: φρενόπληγος. Λῖξαι: ἐκτεταμένως· Ἀριστοφάνης Ἱππεῦσιν. Λίπα ἀλείψασθαι: τὸ ἐλαίωι ἀλείψασθαι λέγουσιν. Λιπάρα: μία τῶν καλουμένων Αἰόλου νήσων· περὶ τὴν Σικελίαν δὲ ἡ Λιπάρα. Λιπαρέετε μένοντεσ: προσεδρεύετε μένοντες· ἢ ἐπι μελεῖσθε μένοντες. Λιπαρεῖ: παρακαλεῖ. Λιπαρεῖν: τὸ σφόδρα προσκαρτερεῖν καὶ δεῖσθαι· ἀπὸ τοῦ λίαν παρεῖναι καὶ ἀξιοῦν. Λιπαρέσ: συνεχές. Λιπαρήσ: καρτερικός· λίαν ἐγκείμενος. Λιπερνοῦντασ: πενιχρούς. Λιπέρνητεσ: ἤτοι λιποπόλεις ἢ πένητες· τὸ δὲ ὄνομα καὶ παρὰ τοῖς κωμικοῖς, ὅτ' ἂν παρωδῶσι τοὺς Ἴωνας. Λιπομαρτύριον: Λυσίας· καὶ λειποτάξιον Δημοσθένης ἐν τῶ κατὰ Μειδίου καὶ Πλάτων ἐν Ἀδώνιδι. lambda. 226 Λιπογνώμων: ὁ μηκέτι ἔχων ὀδόντας· γνῶμα γὰρ καὶ γνώμων, ὁ τῶν ὑποζυγίων ὀδούς· ἀφ' οὗ τὰς ἡλικίας αὐτῶν διαγινώσκομεν. Λιποτάκτησ: φυγάς· τὴν τάξιν αὐτοῦ καταλιπών. Λιποτακτήσασ: καταλείψας· φυγών. Λιπῶσι: λιπαρῶσι. Λίριον: κοινῶς τὸ ἄνθος· καὶ ἰδίως τὸν νάρκισσον καλοῦσιν Ἀττικοί. Λισσάνιε: ἀγαθὲ ἢ φίλε· Λάκωνες. Λίσσομαι: ἱκετεύω. Λίσπασ: ἐκωμωδοῦντο λίσπαι οἱ Ἀθηναῖοι ἀπὸ Θησέως· ἐπεὶ Ἡρακλῆς δοκεῖ ἁρπάσαι ἀπὸ τῆς πέτρας τὸν Θησέα ὁ τὴν ἐν Αἵδου ὡς μειαν την πρὸς τὴν πέτραν τῶν ἰσχίων. Λίσπαι: οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετριμμένοι· καὶ λίσπη γλῶσσα, ἡ ἐπιτετριμ μένη· λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι ἐπιθετικῶς λίσπαι, διὰ τὸ ναυτικοὺς ὄντας ἕνεκα τῆς ἐν τωῖ κωπηλατεῖν συνεχοῦς ἐφέδρας ἀπογλούτους εἶναι· ἐν ωἷ διὰ τὸ Θησέα μετὰ Πειρίθου καταβάντα εἰς Αἵδου καὶ πρός τινα πέτραν ὑπὸ Περσεφόνης ἐπι καθεσθέντα σὺν τωῖ Πειρίθωι· Ἡρακλέους ἐπὶ τὸν Κέρβερον κατελθόντος, παρὰ τῆς θεοῦ τε αὐτὸν lambda. 227 ἐξαιτησαμένου, καὶ τῆς πέτρας ἀποσπῶντος, ἐγ καταλειφθῆναι τὸ προσηνωμένον αὐτηῖ τῶν γλου τῶν μέρος· διόπερ εἰς τιμὴν ἐκείνου καὶ τοὺς λοιποὺς Ἀθηναίους οὕτως ὀνομάζεσθαι. Λίστριον: στρογγύλον· πρυπτυον· ὃ ἡμεῖς τηγανό στροφον. Λισχρόσ: φειδωλός. Λιτάζομαι: παρακαλῶ· δέομαι. Λιτανεύει: εὔχεται. Λιταργίζειν: τρέχειν. Λιταργίσαι: κνίσαι. Λιταργιοῦμεν: ὀξυνοῦμεν. Λιτή: τῆς Μακεδονίας· ἧς Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου μνημονεύει. Λιτή: παράκλησις. Λιτοῖσ: ψιλοῖς· εὐτελέσιν. Λίτρα: ἦν μὲν καὶ νόμισμά τι, ὡς Δίφιλος· ἐπὶ δὲ τοῦ σταθμοῦ Ἐπίχαρμός τε καὶ Σώφρων ἐχρήσαντο· Σοφοκλῆς δὲ λιτροσκόπον φησὶ τὸν ἀργυραμοιβὸν ἀπὸ τοῦ νομίσματος. Λίτρα: τὴν νομισμοδόκην καλοῦσι· τὴν δὲ αὐτὴν καὶ λιτροδόκην καλοῦσιν. Λίτρον: οὐ νίτρον Ἀττικοί· οὕτως Ἀριστοφάνης. Λιτυέρσαν: ὠδὴν τινὰ ἣν ἄδουσιν οἱ θερίζοντες, ὡς ἐπίσημον τινὰ γεγονότα τῶν παλαιῶν τὸν Λιτυέρσαν ἀνακαλούμενοι· ἦν δ' οὗτος Μίδα υἱὸς νόθος, οἰκῶν lambda. 228 δὲ ἐν Κελαιναις τῆς Φρυγίας τοὺς παριόντας ἠνάγlambda. 228 καζεν σὺν αὐτωῖ θερίζειν· εἶτα ἀποκόπτων τὰς κεφαλὰς τωῖ δρεπάνωι, τὸ λοιπὸν σῶμα τοῖς δράγμασιν ἐνειλῶν ηἶδεν· ἀνηρέθη δὲ ὑπὸ Ἡρακλέους· ἡ δὲ ὠδὴ βάρβαρος· Φρύγες γὰρ αὐτὴν ἦδον. Λιτυέρσησ: εἶδος ωἰδῆς· Μένανδρος Χαλκηδονίωι· Αἴδοντα Λιτυέρσην ἀπ' ἀρίστου τέως· οἱ δὲ αὐλή σεως γένος· Μίδου δὲ ἦν ὁ Λιτυέρσης νόθος υἱός· κατοικῶν δὲ ἐν Κελαιναις, τοὺς παριόντας ὑπο δεχόμενος, ἠνάγκαζεν μετ' αὐτοῦ θερίζειν· εἶτα ἀποκόπτων τὰς κεφαλὰς, τὸ ἄλλο σῶμα συνείλει ἐν τοῖς δράγμασιν· ἀπέθανεν δὲ ὑπὸ Ἡρακλέους· εἰς τιμὴν δὲ τοῦ Μίδου θεριστικὸς ὕμνος ἐπ' αὐτωῖ συνετέθη. Λιφαιμεῖ: αἱμορροεῖ· λείπει τωῖ αἵματι. Λιχνεύουσα: λίχνως ζητοῦσα. Λιχνεία: πύκνωσις. Λίχνοσ: προαπτόμενος τῶν ὄψων· κατεπιθυμῶν· λιμβός· λαίμαργος. Λιψύδριον: χωρίον τῆς Ἀττικῆς. Λοβόσ: τὸ ἄκρον τοῦ ὠτίου. Λογγάσω: στραγγεύσομαι· ὃ ἡμεῖς λαγγάσω καὶ λαγγονεύσω λέγομεν· Αἰσχύλος δὲ ἐξ ὧν τὰ ἀπό γεια δοῦσιν, τὰ λογγάσια. lambda. 229 Λογάδην: ἐπίλεκτος. Λογίαι: ἐκλογαί· καρποφορίαι. Λογισμόν: ἡ λογιστικὴ τέχνη· ὡς Ἰσοκράτης Βου σίριδι. Λογισμόσ: ὅτε μὲν συνήθως· ὅτε δὲ ἐπὶ ψήφου ἔλεγον. Λογισταί: οἱ μεθοδικοὶ καὶ περίψηφοι. Λογισταί· καὶ λογιστήρια: ἀρχὴ τίς παρ' Ἀθηναί οις οἱ λογισταί· εἰσὶν δὲ τὸν ἀριθμὸν δέκα· οἳ τὰς εὐθύνας τῶν διωικημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα· ὅτ' ἂν τὰς ἀρχὰς ἀπόθωνται οἱ ἄρχον τες· λογιστήρια δέ ἐστι τὰ τῶν λογιστῶν ἀρχεῖα· ὡς Δείναρχος καὶ Ἀνδοκίδης δηλοῦσιν. Λογιστήσ: κριτής· δοκιμαστής· ἐξεταστής. Λογογράφοσ: ὁ δίκας ἢ τοὺς δικανικοὺς γράφων. Λόγον ἔχειν: ἀντὶ τοῦ φροντίζειν· Θεόπομπος Φιλιπ πικῶν πρώτωι. Λογοποιόσ: ὁ ὑφ' ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκρά της καὶ Ἡρόδοτος. Λογοποιῶν: πλάττων λόγους ψευδεῖς. Λόγου τυχεῖν: ἀντὶ τοῦ ἐπαίνου· Δημοσθένης ἐν τωῖ κατὰ Κτησιφῶντος. Λόγου χάριν: φησὶν Ὑπερίδης. Λογάρια: Φαίδων Σωκρατικὸς Ζωπύρωι. Λοιβή: σπονδή· θυσία. Λοιγόν: φθοράν· ὄλεθρον. lambda. 230 Λοιδίασ: ποταμὸς Μακεδονίας· οὗ Αἰσχίνης μέμ νηται. Λοιδορούμενοσ: ἀντὶ τοῦ λοιδορῶν. Λοιδορησμόσ: λέγουσιν ἀντὶ [....] Λοιμεύεται: φθοροποιεῖ· βλάπτει. Λοιπὰ ἄττα: λοιπὰ τινά. Λοίσθω: ἐσχάτωι. Λοκρῶν ξυνθήματα: παροιμία· τάσσεται ἐπὶ τῶν παρακρουομένων. Λολλοῦν: τὰ παιδία τὸν θεόν· οὕτως Ἕρμιπ πος. Λοξίασ: εἰώθασι τὸν πρὸ τῶν θυρῶν ἱδρυμένον βωμὸν τοῦ Ἀπόλλωνος Λοξίαν καὶ Ἀπόλλω προσαγορεύειν καὶ Ἀγυιᾶ. Λοξά: σκολιά· καμπύλα· οὐκ ἐξ εὐθείας γινόμενα. Λοπασίν: κλέπταις. Λοπάσ: σορός. Λοπάδα: τὴν θεὸν Θεόπομπος. Λοπίζειν: οὐ λεπίζειν. Λόπισμα: καὶ λέμμα. Λοποσ: ἡ περικειμένη ἔξωθεν τοῦ κρομμύου λεπίς· καὶ πᾶν λέπος· φλοιός· δέρμα· λεπτόν· ξηρόν. Λορδόν: τὸ ὑπόκυρτον· καὶ λορδότατον, τὸ ἀποσεσι μωμένον καὶ ἐναντίον τωῖ κυρτωῖ, ὃ καὶ κυφὸν καλεῖται. Λορδόσ: ἀπεξυλώμενος· συγκεκαμμένος τὸ σῶμα. lambda. 231 Λοῦσθαι λέγουσιν, οὐχὶ λούεσθαι· καὶ λούμενος, οὐχὶ λουόμενος· οὕτως Ἀριστοφάνης. Λουσιεύσ: δῆμος τῆς Οἰνηΐδος Λουσία· ἀφ' οὗ οἱ δη μόται Λουσιεῖς. Λουτρά: ἔθος ἐστι κομίζειν ἐπὶ ζεῦγος ταῖς γαμου μέναις καὶ τοῖς γαμοῦσιν· ἔφερον δὲ τὸ μὲν πα λαιὸν ἀπὸ τῆς Ἐννεακρούνου λεγομένης κρήνης ὕδωρ· νῦν πάντοθεν λουτροφόρους εἰς τοὺς γάμους ἔπεμπον· καὶ λουτροφόρον ἐπετίθεσαν τοῖς ἀγά μοις ἐπὶ τῶν τάφων. Λουτρίδεσ: δύο κόραι περὶ τὸ ἕδος τῆς Ἀθηνᾶς· ἐκα λοῦντο δὲ αὗται καὶ πλυντρίδες· οὕτως Ἀριστο φάνης. Λούτριον: ἀπόλουμα καὶ ἀπόνιμμα. Λουτροφόρον: τὸ ἀγγεῖον, οἷον ἡ ὑδρία· καὶ λουτρο φόρος, ὁ φέρων ἢ ἡ φέρουσα τὸ λουτρόν. Λουτροφόρος καὶ λουτροφορεῖν: ἔθος ἦν τοῖς γαμοῦσιν Ἀθήνηισι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν· ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγ γυτάτω γένους παῖδα ἄρρενα· καὶ οὗτοι ἐλουτρο φόρουν· ἔθος δὲ ἦν καὶ τοῖς ἀγάμοις ἀποθανοῦσι λουτροφορεῖν καὶ ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων· τὰ δὲ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης· πρό τερον δὲ Καλλιρόης. lambda. 232 Λοφαδια: κατὰ τοῦ αὐχένος. Λοφίασ: ὁ τράχηλος. Λοφαῖν: λόφου ἐπιθυμεῖν· οὕτως Ἀριστοφάνης. Λόφοσ: γῆς ἀνάστημα· ἢ περικεφαλαία. Λοφοπωλεῖν: ἐπινεύειν· οἱ γὰρ τοὺς λόφους πωλοῦν τες, ἐπὶ τὴν κεφαλὴν ἐπιτιθέμενοι συνεχῶς ἔνευον, ἵνα παραδείξωσιν ὑγιεῖς τὰς τρίχας καὶ ἀβρόχους τοῖς ὠνηταῖς. Λούτριον: τὸ τῶν νενιμμένων ῥυπαρὸν ὕδωρ. Λόφοσ: τράχηλος· καὶ τὸ τῆς περικεφαλαίας ἄκρον. Λοχαγοῖσ: στρατηγοῖς· ταξιάρχαις. Λοχαῖος σῖτοσ: ὁ βαθύς· ἢ ὁ δι' ἐπομβρίαν κεκλη μένος. Λοχεία: ἡ τῶν τετοκυιῶν ἐπιμέλεια· ὡς νοσηλεία, ἡ τῶν καμνόντων. Λοχεύει: ἐνεδρεύει. Λοχεύονται: γεννῶσι. Λόχοι: Λακεδαιμονίων δʹ, ὡς Ἀριστοφάνης· Θουκυ δίδης δὲ εʹ· Ἀριστοτέλης ζʹ. Λόχμη: πλαγία σύμφυτος καὶ λοχμώδης. Λόχοσ: ἐνέδρα· τάξις. Λοχῶντεσ: ἐνεδρεύοντες. Λυγαίωσ: σκοτεινῶς. Λυγίζει: στρέφει· κάμπτει· ἀπὸ τῶν λύγων. lambda. 233 Λυγιζόμενοσ: στρεφόμενος· καμπτόμενος· ἀπὸ τῶν λύγων· λύγος δὲ φυτὸν ἱμαντῶδες· δίδη μόσχοισι λύγοισιν· ἐν Γοργία· πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διελθὼν ἀποστραφῆναι λυγιζό μενος, ὥστε μὴ παρέχειν δίκην· τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν, λυγίζειν· καὶ αἱ μάσ τιγες αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦν ται. Λυγίσμασιν: συγκλάσμασιν. Λύγκεσ: εἶδος θηρίου ὀξυδερκές. Λυγμόσ: ὀλολυγμός. Λύγοσ: φυτὸν ἱμαντῶδες. Λυγρόν: χαλεπόν· ὀλέθριον· κακόν· ἰσχυρόν· πενθι κόν· ἐλεεινόν. Λυγῶδεσ: ὄργανον ἐν ωἷ τῶν συμπηγνυμένων ξύλων οἱ τέκτονες συνάγουσι τὰς ἁρμονίας. Λυδία λίθοσ: καὶ βάσανος· ἡ τὸν χρυσὸν ἐξετάζουσα· ἡ δὲ μαγνῆτις τὸν σίδηρον προσάγεται, ἣν καὶ Ἡρακλειῶτιν ὀνομάζουσιν. Λυδιάζων: Λυδοὶ Μάγνητος τοῦ κωμικοῦ διεσκευάσ θησαν. Λυδὸς ἐν μεσημβρία παίζει: ἐπὶ τῶν ἀκολάστων· ὡς ταύταις ταῖς ὥραις ἀκολασταινόντων. Λύειν τέλη: λυσιτελεῖν. Λύει δὲ χαλινὸν παρθενίασ: [....] Λύθροσ: φόνος· ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμὸς συν lambda. 234 ιστάμενος δι' ἱδρῶτος καὶ κόνεως καὶ αἵματος μετὰ ἰχῶρος. Λυκάβηττοσ: ὄρος τῆς Ἀττικῆς. Λύκαμβις ἀρχή: τοῦ πολεμάρχου· ψυχρῶς· ἐπεὶ ἐπο λέμησεν Ἀρχίλοχος τωῖ Λυκάμβει· ἐπὶ δὲ τούτου ἀποστασίου καὶ ἐπικλήρου αἱ δίκαι ὑπήγοντο. Λύκειον: ἓν τῶν παρ' Ἀθηναίοις γυμνασίων τὸ Λύ κειον· ὃ Θεόπομπος μὲν Πεισίστρατον ποιεῖσθαι φησίν· Φιλόχορος δὲ ἐπιστατοῦντος Περικλέους γενέσθαι. Λυκεῖον: ἐν τούτω τὰς στρατιωτικὰς ἐξετάσεις ἐποι οῦντο. Λύκιοσ: ἐκ τῆς Λυκίας· Ἀπόλλων δὲ Λύκειος ἐκ τεταμένως. Λυκιουργίσ: εἶδος φιαλῶν ἐπονομασθὲν ἀπὸ τοῦ σκευ άσαντος Λυκίου. Λυκιουργεῖσ: Δημοσθένης ἐν τωῖ πρὸς Τιμόθεον κέ χρηται τηῖ λέξει· Δίδυμος δὲ φησὶ τὰς ὑπὸ Λυ κίου κατεσκευασμένας φιάλας τοῦ Μύρωνος υἱοῦ οὕτως εἰρῆσθαι· ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικὸς, ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομά των οὐκ ἄν τις εὕροι γινόμενον· μᾶλλον δὲ ἀπὸ πό λεων καὶ ἐθνῶν· ὡς κλίνη Μηλιουργὴς καὶ τὰ ὅμοια· μήποτε οὖν γραπτέον καὶ παρ' Ἡροδότωι ἐν τηῖ ηʹ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυ lambda. 235 κιοεργέας· ἵνα, ὥσπερ παρὰ τωῖ Δημοσθένει, οὕ τως ὀνομάζηται τὰ ἐν Λυκίαι εἰργασμένα. Λυκάβασ: ἐνιαυτὸς, ἀπὸ τοῦ ταχέως βαίνειν· ἢ λυ γαίως βαίνειν· ὅ ἐστι σκοτεινῶς καὶ ἀδήλως. Λύκος ἀετὸν φεύγει: παροιμία ἐπὶ τῶν ἀφυλάκτων. Λύκος ἔχανεν: παροιμία· λέγουσι δὲ τὸν λύκον, ἐπειδ' ἂν ἁρπάσαι τί βούληται, κεχηνότα παραγίνεσθαι ἐπ' αὐτό· ὅταν οὖν μὴ λάβηι ὃ προαιρεῖται, κατα κενοῦ αὐτὸν χανεῖν φασίν· ἐπὶ τῶν συνελπιζόντων χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν· Ἀρισ τοφάνης Θεσμοφοριαζούσαις βʹ. Λύκος περὶ φρέαρ χορεύει: παροιμία ἐπὶ τῶν πονούν των ἐπί τι μάτην· καὶ ὅτι ἄπρακτος περίεισιν, ὅταν διψήση, μὴ δυνάμενος πιεῖν· ἐπὰν διώκοντος αὐτοῦ τί, τὸ διωκόμενον ἐμπέση εἰς φρέαρ. Λυκοσπάδεσ: ἵπποι αἱ Ἐνετίδες. Λυκόποδασ: Ἀριστοφάνης Λυσιστράτηι· τοὺς πρὸς Ἱππίαν ἀγωνισαμένους ἐπὶ Λειψυδρίωι, ὡς γενναί ους· ἔλαθον γὰρ τοὺς δορυφόρους τῶν τυράννων διὰ τὸ κατειλεῖσθαι δέρμασι τοὺς πόδας, καὶ λυκόποδας εἶναι· ἢ διὰ τὸ λύκον ἔχειν ἐπίσημον ἐπὶ ταῖς ἀσπίσιν ἀπὸ Διονυσίου πρώτου. Λύκου δεκάσ: ἥρως πρὸς τοῖς Ἀθήνηισι δικαστηρίοις τῶν θηρίων μορφὰς ἔχων· πρὸς ὃ οἱ δωροδοκοῦντες κατὰ δέκα συνεστρέφοντο. Λύκου δεκάσ: παροιμιῶδες· ἐπεὶ Λύκος ὁ ἥρως ἵδρυτο lambda. 236 παρὰ τοῖς δικαστηρίοις· ἔνθα προσήδρευον οἱ συκο φάνται· ἀφώριστο δὲ αὐτωῖ τριώβολον τῆς ἡμέ ρας. Λυκοῦργοσ: εἷς τῶν δέκα ῥητόρων· οὗ πάππος Λυ κοῦργος ἐνομοθέτησεν. Λυκοφιλίωσ: ὑπόπτως· ὑπούλως· οὕτω Μένανδρος. Λυκόφωσ: τὸ περὶ τὴν αὐγὴν φῶς. Λυλω: ἄρωμά τι παιδίων ἐν Εὐβοίαι, γινόμενον ἐκ γιγάρτων καὶ σύκων κεκομμένων. Λύλλοσ: ποιητὴς ἐπὶ μωρίαι κωμωδούμενος. Λυμαίνεσθαι: καθαίρεσθαι ἢ ἁγνεύειν. Λυμαίνων: φθείρων· βλάπτων. Λύματα: καθάρματα· αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνας ἐκκρίσεις. Λύμη: βλάβη· φθορά· ὕβρις. Λύξ: οὐχὶ λυγμὸς καλεῖται ὑπὸ τῶν Ἀττικῶν. Λυπηρότεροι σταλαγμοῦ: διὰ τὴν ἐν τωῖ συνεχῶς καταδικάζεσθαι δυσχερείαν λέγεται. Λυόμενοσ: ἀντὶ τοῦ λυτρούμενος καὶ ἀπολύων· οὕτως Πλάτων. Λυπρόν: λυπηρόν. Λυσάμενον: λυτρωσάμενον. Λυσανδρεία: πανήγυρις ἤγετο ἐν Σάμωι. Λυσανίασ: λύων τὰς ἀνίας· οὕτως Ἀριστοφάνης. Λύσανδροσ: ναύαρχος Λακεδαιμονίων. Λύσεται: ὠνήσεται. lambda. 237 Λύσιμα ἐνέχυρα: τὰ λυτρώσιμα. Λύση: ἀντὶ τοῦ λυσάτω· Νόμων θʹ· παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύση, πρὶν ἂν ὁ δοῦλος πείσηι τὸν πληγέντα. Λύσιοι θεοί: οἱ καθάρσιοι· λυτικοὶ κακῶν. Λυσίμαχοσ: οὗ μὲν Δημοσθένης ἐν τῶ περὶ τῶν ἀτε λειῶν μνημονεύει, Ἀριστείδου ἦν υἱὸς τοῦ δικαίου· οὗ δὲ Λυκοῦργος, μελοποιὸς ἦν εὐτελής. Λυσιτελὲς καὶ λυσιτελεῖν: ἡ πρώτη συλλαβὴ μακρά· ἡ μέν γε λυσιτέλεια βάρβαρον. Λυσιτελέσ: τὸ λῦον εἰς ἃ δαπανώμεθα. Λύσιοι τελεταί: αἱ Διονύσου· Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρακῶν καὶ φυγόντες εἰς Τροφωνίου, κατ' ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύ ουσιν ἐπιθέμενοι τοῖς Θραξὶν ἔλυσαν ἀλλήλους· καὶ Διονύσου Λυσίου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός· ὡς Ἀριστοφάνης δὲ, διὰ τὸ λυτρώσα σθαι Θηβαίους παρὰ Ναξίων Ἄμπελον. Λυσιτελέσ: ὠφέλιμον ἢ συμφέρον. Λύματα: ἐνέχυρα· οἷον λύσιμα καὶ λυτρώσιμα. Λυσόμενοσ: λυτρωσόμενος. Λύτρα: μισθός· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας· ἐπὶ τὸ λυτρώσασθαι βάρβαρον δουλείας. Λύχνα: οὐδετέρως Ἡρόδοτος. Λυχνισ: σκληρὸς καὶ διαυγής· Πάριος λίθος. Λυχνίον: ἡ λυχνία· λυχνία λεκτέον, οὐχὶ λυχνίαν. lambda. 238 Λύχνον ἐν μεσημβρίαι ἅπτεισ: ἐπὶ τῶν ἐν καιρωῖ ἀνεπιτηδείωι τί ποιούντων. Λυχνοῦχοσ: φανός· λαμπτήρ. Λυχνοκαυτίαι: οὐχὶ λυχνοκαΐαι. Λυχνοῦχον: τὸν κεράτινον φανὸν, ἀπὸ τοῦ λύχνον ἐν αὐτωῖ περιέχεσθαι· φανὸς δὲ ἡ ἐκ ξύλων λαμ πάς· Φιλιππίδης· ἐγένοντο δὲ καὶ ἐκ τῶν καθαρῶν καὶ διαφανῶν δερμάτων λαμπτῆρες· καὶ κεραμεοῖ διατετρημένοι, ὥστε διαφαίνειν· οὕτως Ἀριστο φάνης. Λυχνοκωσα: λυχνοκαυτοῦσα· οὕτω Τηλεκλείδης. Λύων: καὶ ἐκτείνοντες καὶ συστέλλοντες λέγουσιν ὡς λίαν. Λωβᾶται: βλάπτει· λυμαίνεται· ὑβρίζει. Λώβη: βλάβη· ὕβρις. Λωβητῆρα: ὑβριστήν. Λώϊον: βέλτιον. Λωῖστοσ: βέλτιστος. Λώπην: ἱμάτιον· περίβλημα. Λωποδύτησ: ἱματίων κλέπτης. Λωλω: σῦκον μετὰ γιγάρτων κεκομμένων ἐμφερὲς παλασίοις. Λῶποσ: ἱμάτιον. Λωτόσ: βοτάνη εὐώδης· ἣν ἔνιοι μυρόλωτον καλοῦσιν. Λωφᾶν: τὸ ἡρεμεῖν· καὶ τὸ ἐνδεδωκέναι· καὶ ἀνα παύεσθαι δηλοῖ· οὐ τὸ πεπαῦσθαι καὶ παντελῶς. Λωφήσομεν: ἀντὶ τοῦ παύσομεν· κυρίως δὲ εἴρηται lambda. 239 λωφῆσαι τὸ τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποθέσθαι· λόφος γὰρ ὁ τράχηλος. Λωφήσαντοσ: ἀναπαυσαμένου· ἡσυχάσαντος. Λώφησισ: παῦσις· πτῶσις. Τέλος σὺν Θεῶ τοῦ ˉλ στοιχείου. Ἀρχὴ σὺν Θεῶ τοῦ ˉμ. Μα: ἀντὶ τοῦ οὔ μα· τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι· ποτὲ μέντοι ἀντὶ τοῦ ˉμˉα τωῖ ναὶ χρῆται· ὡς, Ναί μα τόδε σκῆπτρον· ὅτε ὄμνυ σιν· ὅτε δὲ ἀπόμνυσι τίς, συζεύγνυσι τὸ τῆς ἀπο φάσεως· οἷον, Οὔ μα γὰρ Ἀπόλλωνα· καὶ ἐν Ὀδυσσείαι· Οὔ μα Ζῆν' Ἀγέλαε· ἡμεῖς δὲ τὸ ˉμˉα ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν, μὰ τὸν Δία λέγοντες· ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. Μάγαδισ: ψαλτικὸν ὄργανον· οὕτω Σοφοκλῆς. Μαγγανεύειν: μίσγειν καὶ κυκᾶν καὶ ἀρτύειν. Μαγγανεία: ἣν ἡμεῖς μαγείαν· μάλιστα δὲ ἡ τῶν ἀγύρτων οὕτω λέγεται. Μάγαρον: οὐ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατα τίθενται· οὕτως Μένανδρος. Μάγασ: σανὶς τετράγωνος ὑπόκυφος, δεχομένη ἐφ' ἑαυτῆς τὰς τῆς κιθάρας νευράς. mu. 240 Μάγγανον: παράδοξόν τι· λέγεται δὲ καὶ ἡ γοητεία μαγγανεία. Μαγγανευτήσ: ὁ μιγνὺς παντοδαπὰ πρὸς φενακισ μόν. Μάγιδεσ: μάζαι· καὶ τὰ τηῖ Ἑκάτηι συντελούμενα δεῖπνα· οὕτως Ἀριστοφάνης. Μαγίστερ: διδάσκαλε. Μαγίσ: μάχαιρα· καὶ μάγειρος, ὁ τὰς μάζας μερί ζων. Μάγνον: Σοφοκλῆς Ὀδυσσεῖ· τὸν μέγαν· τὸν ἀπο μάσσοντα καὶ καθαίροντα. Μάγουσ: τοὺς μαγγανεύοντας· καὶ μαγείαν οἱ τρα γικοὶ λέγουσιν. Μαγύδαρισ: φυτὸν σιλφίου μανώτερον καὶ ἧττον δριμύ· ἔνιοι τὸν τοῦ σιλφίου καυλόν. Μα Δία: οὐκ ἐπὶ τοῦ μὰ τὸν Δία ἔλεγον, ὡς οἴονταί τινες· ἐχρῶντο δὲ αὐτῶ ἀντὶ μα Δία ὥσπερ καὶ τὸ νὴ Δία ἐπὶ τὸ ναί· ὅθεν καὶ τὸ ναὶ Δία λέγουσι καὶ νά. Μαδαγένειον: τὸν μαδαρὰ ἔχοντα γένεια. Μάζα: ἄρτος· φύραμα. Μάζαν: τὴν τροφὴν ἐνίοτε ἔλεγον. Μάζης ὤνιον: ἄρτου πρᾶσις. Μαζονομία: οἱ μεγάλοι καὶ κοῖλοι πινες. Μαζουρωθ: τὰ συστήματα τῶν ἀστέρων, ἃ ἐν τηῖ mu. 241 συνηθεία ζωίδια καλοῦνται· Ἑβραϊστὶ δέ τινες λέγε σθαι τὴν λέξιν· σημαίνειν δὲ καὶ τὸν ἀστρῶον κύνα. Μαθηματικόν: ἀντὶ τοῦ φιλομαθῆ· ἐν Τιμαίωι· τὸν δη θη μαθηματικὸν ἤ τινα ἀλλὴ σφόδραν μελετὴν διάνοιαν κατεργαζόμενον· καὶ τὴν τοῦ σώματος ἀποδοτέον κίνησιν γυμνασίαι προσομιλοῦντα. Μάθοσ: ζήτησις. Μάθοσ: λέγουσι τὴν μάθησιν· οὕτως Ἀριστοφάνης. Μαῖαν: ὡς ἡμεῖς τὴν ὀμφαλήτομον· ἡ δὲ ὀμφαλή τομος, Ἀττικὸν μᾶλλον ὄνομα· καὶ μαιεύεσθαι λεκτέον, οὐχὶ μαιοῦσθαι. Μαιευτικῆσ: ἰατρικῆς. Μαιευόμενοι: ζητοῦντες· ἐρευνῶντες. Μαίμακον: τὸ χαλεπὸν καὶ δύσμαχον· τραγικὴ ἡ λέξις. Μαιμακτηρίων: καὶ οὗτος μὴν Ἀθήνησι εʹ· ὠνομάσθη δὲ ἀπὸ τῆς μαιμάξεως τῆς περὶ τὴν ἄμπελον· μαιμάξαντες γὰρ, ὅ ἐστιν ὁρμήσαντες, ἐτρύγησαν ἄμπελον καὶ οἶνον ἐποίησαν. Μαιμάσσει: σφύζει· προθυμεῖ· κυματοῦται· πηδᾶ· καχλάζει· κλονεῖται. Μαιμακτηρίων: ὁ εʹ μὴν παρὰ Ἀθήνησιν· ὠνομάσθη δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δέ ἐστιν ὁ ἐνθουσιώδης καὶ ταρακτικός· ἀρχὴν δὲ λαμβάνον τος τοῦ χειμῶνος, ἐν τούτωι τωῖ μηνὶ ὁ ἀὴρ τα ράττεται καὶ μεταβολὴν ἴσχει. Μαιμόωσα: ἐνθουσιῶσα. mu. 242 Μαινάδασ: μαινομένας· ζητούσας βακχεύειν· παρα φόρους. Μαινάσ: βάκχη. Μαινόμενον: μανιοποιόν. Μαινόμενος οἶνοσ: μανιοποιός. Μαινόλησ: μανικός. Μαίνω: ἐνθουσιωδῶς κινοῦμαι. Μαιωθήσονται: λοχευθήσονται· γεννηθήσονται· θερα πευθήσονται. Μάκαιραν: μακαρίαν. Μακαρίτασ: τοὺς τεθνηκότας· οὕτως Μένανδρος. Μακκοᾶν: παραφρονεῖν· κοᾶν γὰρ καὶ κοεῖν τὸ νοεῖν, τὸ φρονεῖν. Μακαρίτασ: τοὺς τεθνεῶτας εὐφήμως· ὡς μακα ρίων ὄντων τῶν τελευτησάντων, ὅτι οὐκέτι αἰσθά νονται τινός· Δωριέων τινὲς αὐτοὺς ζαμερίτας καλοῦσιν· οἷον τῆς μείζονος μερίδος ἤδη κεκοινωνη κότας· τὸ γὰρ ˉζˉα ἐπὶ τοῦ μεγάλου τίθεται, ὡς ζάπλουτος. Μακάρων νῆσοσ: ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίαι Θηβῶν τὸ παλαιὸν, ὡς Ἁρμένδας. Μάκελλα: δίκελλα. Μακρὰ γραμμή: ἡ καταδικάζουσα· ὁ δ' ἀπολύων, βραχεῖαν ἐσημειοῦτο. Μακρὰν οὐσίαν: λέγουσι τὴν πολλὴν Ἀττικοί. mu. 243 Μακρὰν τίμησιν: τοῖς δικάζουσι πινάκιον ἐδίδοτο, ἐν ωἷ ἔγραφον μακρὰν γραμμὴν, ὅτε τινα καταλαμ βάνοιεν ἐν τωῖ τιμήματι· βραχεῖαν δὲ, ὅτ' ἂν ἀπο λύοιεν καὶ μὴ καταδικάζοιεν. Μακράν: εἰς τόπον καὶ ἐν τόπωι· μακρόθεν δὲ τὸ ἐκ τόπου· λέγουσι δὲ καὶ τὸ μακρὰν ἐκ τόπου πολ λάκις. Μακραίωνασ: μακροβίους. Μακρὰ χαίρειν: οἰμώζειν· στενάζειν. Μακρὸν ποιῶ: ἀντὶ τοῦ μηκύνω· οὕτω Φιλιππίδης. Μακροκεφάλουσ: ἔθνος ἐστιν οὕτω καλούμενον· Παλαίφατος δέ φησιν ἐν ζʹ τῶν Τρωϊκῶν ἐν τηῖ Λιβύηι ὑπεράνω Κόλχων οἰκεῖν τοὺς μακροκε φάλους. Μακροπόνηροσ: (ὁ εἰς μακρὸν ἐκτείνων τὴν πονηρίαν καὶ μνησικακῶν.) Μάκτρα: λίθινον ἢ κεραμεοῦν σκεῦος· ἔστι δὲ καὶ ξύλινον· ἐν ωἷ τὰς μάζας ἀναδεύουσιν· οὕτως Ἀρι στοφάνης. Μάκτραν καὶ καρδοπόν: διχῶς λέγουσιν. Μάλα εἰκότωσ: πάνυ δικαίως. Μαλακίζεται: ἐν ταῖς νόσοις φασὶν Ἀττικοὶ τὰς γυναῖκας μαλακίζεσθαι· τοὺς δὲ ἄνδρας ἀσθενεῖν. Μαλακία: νόσος. Μαλακόν: ἁπαλόν· ἢ καὶ ὁ ἀσελγής. Μαλακὸς καὶ μαλθακόσ: ἑκατέρως· Θουκυδίδης δὲ ἄνευ τοῦ ˉθˉ· καὶ μαλακίζεσθαι, οὐχὶ μαλθακίζεσθαι. mu. 244 Μαλαν: ἀντὶ τοῦ οὐ καλά. Μαλάχιον: κόσμος χρυσοῦς γυναικεῖος· οὕτως Ἀρι στοφάνης. Μαλάχη: οὐ μολόχη· παρ' οὐδενὶ γὰρ κεῖται· εἴρηται δὲ διὰ τὴν μαλακότητα. Μαλερόν: μαραντικόν. Μαλερόν: λαμπρόν· σπουδαῖον· ἰσχυρόν· ὀξύ· ἀσθε νές· ξηρόν· δριμύ· τὸ δὲ μαλερὸν πῦρ, τὸ ὀξὺ ἢ μαραντικόν· καὶ σφοδρόν· καὶ μαλερὰς φρένας· τὰς ἀσθενεῖς καὶ ξηράς. Μάλευρον: τὸ ἄλευρον· Ἀχαιός. Μαλθακόν: εὔλυτον· [μαλθακόν.] Μαλθακόν: ἀντὶ τοῦ ἀγαθόν· οὕτως Ἀριστοφάνης. Μαλθάξαι: ἀγαθῦναι· καταπραῧναι. Μάλθη: ὁ μεμαγμένος κηρός. Μαλκιῆν: ὑπὸ κρύους κατεσκληκέναι καὶ δυσκίνητος εἶναι. Μαλκίειν: τὸ νεναρκηκέναι τὰς χεῖρας ὑπὸ κρύους. Μαλκίομεν: Δημοσθένης θʹ Φιλιππικῶν φησίν. Μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς ὁ Θουκυδίδης λαμβάνει. Μᾶλλον μᾶλλον: οὕτως λέγουσιν ἄνευ τοῦ ˉκˉαˉι συν δέσμου· οὕτω Μένανδρος. Μᾶλλον μᾶλλον: ἀντὶ τοῦ ἀεὶ καὶ μᾶλλον· Ἄλεξις mu. 245 Ἀτθίδι· Πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ· Ἔπειτα μᾶλλον μᾶλλον· Ἀναξίλας Ὥραις· Ἄλεξ ις Πεζονίκηι. Μᾶλλον Φρύξ: ἡ παροιμία· ἐνθένδε οἱ ἑπτὰ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου τίς τῶν σοφῶν εὐδαιμο νέστατος, οἱ μὲν ἀπεκρίνοντο, τὰ ἄγρια ζωῖα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργοὶ δίχα νόμου τηῖ φύσει τὸ δίκαιον ἔχουσιν· Σόλων δὲ οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας· παρεστὼς δὲ ὁ λογοποιὸς Φρὺξ τὸ γένος, τοσοῦτον, εἶπεν, ὑπερέχεις [....] Μαμμάκυθοσ: μωρὸς καὶ τηθαλλαδοῦς. Μαμμᾶν: Ἀργεῖοι τὸ ἐσθίειν· οὕτω Καλλίας. Μάμμην: τὴν μητέρα καλοῦσι καὶ μαμμίαν· καὶ τὸν πατέρα πάππαν καὶ παππίαν. Μαμμίαν: Ἀττικοὶ τὴν μητέρα, ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν. Μαμωνᾶσ: χρυσός· γήϊνος πλοῦτος. Μανά: ἀραιά· καὶ μανότης· ἀραιότης· οὕτω Πλάτων. Μαναα: θυσία· σπονδή. Μανδαλωτόν: εἶδος φιλήματος· ὡς γιγγλιμωτὸν καὶ δράπετον καὶ ἕτερα. Μανδαλωτόν: μήποτε κλειστόν· μάνδαλος γὰρ ὁ θύραν κλείων. Μάνδρα: ἵππων σηκοί. mu. 246 Μανδραγόρασ: ὑπνωτικὸς καρπός. Μανδύασ: εἶδος ἱματίου, ὅπερ καλεῖται λωρίκιον. Μανδύη: τήβεννα. Μάνην: τὴν μανίαν· λέγουσι δὲ καὶ μάναν· Ἀρι στοφάνης. Μάνησ: ποτηρίου εἶδος. Μάνησ: βόλος φαῦλος· καὶ ἀγγεῖον εἰς ὃ τὰς λάτα γας ἠφίεσαν. Μανόν: ἀραιόν· ἢ χαῦνον· ἢ ἀνωφερὲς ὡς φλόξ· καὶ ὁ μαινόμενος ὁ μὴ ἰσχυρὸς ταῖς φρεσί· καὶ ἡ μάννα ἀπὸ τοῦ τετρίφθαι ὠνόμασται. Μανθάνειν: καὶ τὸ παραλαμβάνειν τί μάθημα καὶ τὸ συνιέναι. Μανοῦμαι: ἀντὶ τοῦ μανήσομαι λέγουσιν. Μάραγνα: μάστιξ. Μάραγνα: μάστιγος γένος· οἷον ταυρεία τίς. Μαράθω καὶ λεύκη: ταῦτα φυτὰ μυστικά ἐστι· καὶ ἡ μὲν μάραθος ἀγωγός ἐστιν ὄφεων· καὶ ἐπ' αὐτῆς τὸ γῆρας ἀποδύονται· ἡ δὲ λεύκη ὅτι Ἡρακλῆς ἀν ελθὼν ἐστέψατο τούτωι. Μαραθών: δῆμος Αἰαντίδος. Μαραθώνιον ποίημα: Αἰσχύλος· εὐδοκίμησε γὰρ ἐν τωῖ Μαραθῶνι σὺν τωῖ ἀδελφωῖ Κυναιγείρωι. Μαντινέων διοικισμόσ: εἰς πέντε κώμας τὴν Μαντι νέων διωίκησαν πόλιν οἱ Λακεδαιμόνιοι· καὶ ἐκλήθη τοῦτο Μαντινέων διοικισμός. mu. 247 Μαντινοσύνων: μαντειῶν. Μαργίτησ: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος ἐπωνυμίαν Ἀλεξάνδρωι Μαργίτην ἔθετο· ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτως. Μαργίτησ: ἐπὶ μωρίαι κωμωδούμενος· ὃν φασὶν ἀριθμῆσαι μὲν μὴ πλείω τῶν πέντε δυνηθῆναι· νύμφην δὲ ἀγόμενον μὴ ἅψασθαι αὐτῆς· ἀλλὰ φοβεῖσθαι λέγοντα μὴ τηῖ μητρὶ αὐτὸν διαβάλληι· ἀγνοεῖν δὲ νεανίαν ἤδη γεγενημένον καὶ πυνθάνεσθαι τῆς μητρὸς εἴ γε ἀπὸ τοῦ αὐτοῦ πατρὸς ἐτέχθη. Μαργαίνει: μαίνεται. Μάργοσ: μαινόμενος. Μαργῶσαν χέρα: μαινομένην χεῖρα. Μαρμαίρει: λάμπει· καταυγάζει. Μαρμαρέην: λαμπράν. Μαρμαρυγή: ἄστραψις· λαμπηδών. Μαρεινη: ἡ μεμαρασμένη ὕλη· καὶ τοὺς ἀνθρακευτὰς Σοφοκλῆς. Μαρίλη: ὁ χνοῦς τῶν ἀνθράκων· καὶ ἡ ἀπ' αὐτῶν ἀσβόλη. Μαριανδυνὸν θρηνητήν: οὕτως Αἰσχύλος. Μάρσιπποσ: σάκκος· θυλάκιον· σακέλλιον. Μάσθλησ: δέρμα· καὶ ὑπόδημά τι Ἰακώτερον. Μαρμάριον: τῆς Εὐβοίας ὅρμος· καὶ ἱερὸν Ἀπόλ λωνος· οὕτω Μένανδρος. mu. 248 Μαρτύρωνται: ὅτ' ἂν ἀντὶ τοῦ μαρτυρίαι ἐπάγωνται ἢ παρέχωνται· Πολιτείας βʹ· τὸν Ὅμηρον μαρτύ ρωνται. Μάρτυσ: ὁ μάρτυρ· καὶ τὸν μάρτυν καὶ τὸν μάρτυρα· Μένανδρος. Μαρώνεια: τόπος ἐστὶ τῆς Ἀττικῆς· οὗ Δημοσθέ νης ἐν τηῖ πρὸς Πανταίνετον παραγραφηῖ μνημο νεύει· ἔστι δὲ καὶ πόλις ἐν Θράκηι· ἣν φησὶν εἶναι τὴν ὑφ' Ὁμήρου Ἴσμαρον καλουμένην. Μασσαλία: Ἰσοκράτης φησὶν ἐν Ἀρχιδάμωι, ὡς Φωκαεῖς, φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσ ποτείαν, εἰς Μασσαλίαν ἀπωίκησαν· μαρτυρεῖ δὲ τωῖ λόγωι καὶ Ἀριστοτέλης. Μάσμα: μάστευμα· ζήτημα· οὕτω Κρατῖνος. Μάσσει: φυρᾶ· ζυμοῖ. Μασταρύζει: τρέμει· ἀγωνιᾶ. Μάστακα: μάσημα· τροφήν. Μάστακασ: τὰς ἀκρίδας· Σοφοκλῆς. Μαστιγίασ: δοῦλος ὁ δι' ἁμάρτημα μαστιζόμενος. Μαστηρύζειν: τὸ κακῶς μασᾶσθαι· Κυρηναῖοι. Μαστῆρεσ: οἱ τὰ φυγαδευτικὰ χρήματα εἰσπράτ τοντες· οἱονεὶ ζητηταὶ τῶν φυγαδευτικῶν χρημά των· τῶν ἀειφυγίαι φυγαδευθέντων· ἐκλήθησαν δὲ μαστῆρες ἀπὸ τῶν κυνηγῶν τῶν ἐν τοῖς μαστοῖς τῶν ὀρῶν ζητούντων τὰ θηρία. Μαστίξω: ἀντὶ τοῦ κνίσω. Μαστιγώσιμοσ: μαστίγων ἄξιος. mu. 249 Μαστροπόσ: μαβλιστής· πορνοβοσκός. Μαστρυλεῖον: τόπος ἔνθα οἱ μαστροποὶ διέτριβον. Μάστηρα: ἐν ηʹ Φιλιππικῶν Δημοσθένης· τῶν μὲν ἐν Θράκηι κακῶν· τί γὰρ ἄλλο τις εἴποι Δρόγγι λον καὶ Καβύλην καὶ Μάστειρα· μήποτε δὲ γραπ τέον ἀντὶ τοῦ Μάστειραν, Βάστειραν, ἢ Πίστει ραν, ἢ Ἐπιμαστόν· ταύτας δὲ τὰς πόλεις εὑρίσ κομεν παρὰ Ἀναξιμένει ἐν ζʹ τῶν περὶ Φίλιππον· τὴν δὲ Μάστειραν οὐδαμοῦ. Μάττεσθαι: μαλακεύεσθαι. Ματτύησ: σκευασία τίς περιφορημάτων χρήσιμος εἰς ποτόν· καὶ κῶμον πλείω· Φιλήμων. Ματρυλεῖον: τόπος ἐν ωἷ γρᾶες μαστροποὶ διατρίβου σιν ἑταίρας ἔχουσαι καὶ δέχονται τοὺς βουλομένους· ἐκάλουν δὲ αὐτὰς καὶ μαστρύας εὐφήμως. Μασχάλην αἴρεισ: ἀντὶ τοῦ καθωμισθήσηι· οἱ γὰρ μεθύοντες ἦρον τὰς μασχάλας καταμωκώμενοι· καὶ οἱ μνηστῆρες Χεῖρας ἀνίσχοντες γέλω ἔκθανον. Μασχαλίσματα: Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτραι κεῖσθαι τὴν λέξιν ἔθος σημαίνουσαν· οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινὰς ὑπὲρ τοῦ μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμάσαντες ἐξεκρήμνασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες· καὶ μασχαλίσματα προσηγόρευσαν· σημαίνει δὲ ἡ λέξις τὰ τοῖς μηροῖς mu. 250 ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις. Μαστῆρεσ: ἀρχή τις ἀποδεδειγμένη ἐπὶ τωῖ ζητεῖν τὰ κοινὰ τοῦ δήμου· ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελ λήνηι μαστροί. Ματαΐσαι: μαται Μάτην: ματαίως. Μάτην: ἄλλως· Ἴωνες. Ματηρεύειν: μαστεύειν· ζητεῖν. Ματιολοιχόσ: ὁ περὶ τὰ μικρὰ πανοῦργος καὶ λίχνος· μάτιον γὰρ ὡς βέλτιον τωῖ τόνωι μικρόν. Μὰ τὼ θεώ: γυναικεῖος ὅρκος· δυϊκῶς δὲ ὀμνύουσι τὴν κόρην καὶ τὴν Δήμητραν· ἀνδράσι δὲ οὐ πρέπει τοῦτον ὀμνύναι. Μαυρόν: τὸ ἀμαυρὸν καὶ ἀσθενές. Μαυρόσ: μωρός. Μαχασαι: κρατήσειν λέγουσι. Μαχαιρίδεσ: αἱ κουρικαὶ μαχαῖραι· οὕτως Εὔπολις. Μαχλάδασ: πόρνας. Μαχλόσ: ἀσελγής· ἄσωτος. Μαχλοσύνη: κατωφερία· γυναικομανία. Μαχλῶντεσ: πορνεύοντες. Μαύσωλοσ: ἄρχων Καρῶν· φησὶ δὲ αὐτὸν Θεόπομ πος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. Μαχάτασ: ὄνομα κύριον. mu. 251 Μάψ: ματαίως. Μαψίδιον: μάταιον· δαψιλές· χαλεπόν· πολύ· δει νόν· ἑκούσιον. Μεγάβυζοσ: στρατηγὸς βασιλέως, ἀναπεμφθεὶς εἰς Αἴγυπτον, ὑφ' οὗ ἐνικήθησαν Ἀθηναῖοι. Μεγάθυμοσ: μεγαλόψυχος. Μεγάλην θεόν: Ἀριστοφάνης ἐν Λημνίαις· ἴσως Τελ βαιναιν· Θραίκιος γάρ. Μεγαίρων: φθονῶν. Μεγάλλιον μύρον: ἀπὸ τοῦ εὑρομένου τὴν κατα σκευὴν αὐτοῦ Μεγάλλου Σικελιώτου· λέγει δὲ καὶ Θεόφραστος εἰς τὸ περὶ ὀσμῶν τὴν κατασκευὴν τοῦ Μεγαλλίου. Μεγαλήτωρ: μεγαλόψυχος. Μεγαλόνοια: ἡ περιφάνεια· μεγαλοφυΐα. Μεγαλοπρεπήσ: μεγαλοφανής. Μεγαλόφρων: μεγαλόψυχος. Μεγαλώνυμον: μεγαλόδοξον· περίφημον· ὀνομαστόν. Μεγάμυκοσ: μεγαλομύκητος· ἢ ὄνος. Μεγάνορος πλούτου: ἰσχυροῦ· δυνατοῦ· ἀνδρίαν ἐμ ποιοῦντος· ἐπεὶ μεγάλα δύναται ὁ χρυσός· νεῦρα γὰρ πολέμου λέγεται εἶναι. Μεγαρέων δάκρυα: ἐπεὶ πλεῖστα ἐν τῆ Μεγαρίδι σκόρδα φύεται, εἰς παροιμίαν ἦλθεν ἐπὶ τῶν προσ ποιητῶς δακρυόντων. mu. 252 Μεγαρίζοντεσ: λιμώσσοντες· ἢ μεγάλα λέγοντες. Μεγαρικαὶ Σφίγγεσ: αἱ πόρναι οὕτως εἴρηνται· ἴσως δὲ ἐντεῦθεν καὶ σφίγκται οἱ μαλακοὶ ὠνομάσθησαν· ἢ καὶ ἀπὸ Μαίας οὕτως λεγομένης ἐν Μεγάροις. Μέγαρον: ὑπερωῖον· οἴκημα. Μέδεσθαι: φροντίζειν. Μέδιμνον: μέτρον χοινίκων μηʹ. Μέδων: βασιλεύων. Μεθαρμοζόμενοσ: μετερχόμενος. Μεθεῖναι: ἀφεῖναι· ἀμελῆσαι. Μεθήκειν καὶ μετιέναι καὶ μετελθεῖν: τὸ ἐπί τινα ἐλθεῖν. Μεθῆκεν καὶ ἐμέθηκεν: λέγουσιν ἑκατέρως· μᾶλλον δὲ μεθῆκεν· τό γ' οὖν ἐμέθηκεν Ἰακὸν καὶ παλαιόν. Μεθείσ: ἐῶν· ἀφιών. Μεθείω: ἀφῶ· ἐάσω. Μέθεξισ: μετοχή· κοινωνία. Μεθέσθαι: καταλιπεῖν. Μεθημοσύνη: ἀμέλεια· ῥαθυμία. Μεθήμων: ἀμελής. Μεθέορτοι ἡμέραι: ἅς τινες ἐπίβδας· αἱ ταῖς ἑορ ταῖς ἐπαγόμεναι· καὶ ἄνθρωπος μεθέορτος, ὁ κατό πιν ἑορτῆς ἥκων. Μεθήσειν: ἀμελήσειν. Μεθίει: ἀμελεῖ· ἀφεῖ. Μεθιεμένουσ: ἐῶντας· προδίδοντας. mu. 253 Μεθίετο: προΐετο· ἠφίετο. Μεθοδείασ: τέχνας ἢ δόλους. Μεθοδεύει: μετέρχεται· τεχνάζεται· ἀπαταῖ. Μεθώνη: Δημοσθένης ἐν Φιλιππικοῖς λέγοι ἂν τὴν ἐν Θράκηι, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν· τέσσαρας δὲ εἶναι φησὶ Μεθώνας Δημήτριος ὁ Μάγνης. Μεθόριον: τὸ μεταξὺ τῶν ὅρων. Μεθορμιζόμενοσ: μετερχόμενος. Μέθυ: οἶνος. Μεθόδιον: τὸ μετὰ τὴν ὁδόν. Μεθώδιον: τὸ μετὰ τὴν ὠδήν. Μεθύμνιον: τὸ μετὰ τὸν ὕμνον· ἢ ἡ μετὰ μέθης ὠδή. Μειαγωγῆσαι: θῦσαι· μεῖον γάρ ἐστι τὸ ἱερὸν τὸ θυόμενον, ἐπεὶ δ' ἂν εἰς τοὺς φράτορας τοὺς παῖδας εἰσάγωσιν. Μειλίγμασιν: ἀπαιτήμασιν. Μειλικτηρίοισ: προσηνέσιν· ἡδέσιν· πραέσιν. Μειλίξασθαι: πραΰναι. Μειλίχιοσ: πρᾶος· χρηστός. Μεῖον καὶ μειαγωγόσ: Ἰσαῖος ἐν τωῖ πρὸς Στρατο κλέα φησί· παρέστη μεῖον· θῦμα δέ ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους· ὅθεν τὰ μὲν ἱερεῖα μεῖον προσηγορεύθη. Μειαγωγόσ: ὁ εἰσάγων· Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν· οἱ φράτορες, ἵνα μείζονος μερίδος, ἐπεφώ mu. 254 νουν ἑστῶτες· ἱστάνειν δεῖ· μεῖον γάρ ἐστιν μει αγωγῆσαι δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον. Μηρεύεται: σωρεύεται· εἰλεῖται· καὶ μηρευόμενον· καὶ μήρευμα· καὶ μηρεύω, τὸ εἰλῶ καὶ σωρεύω. Μεισητία: πρὸς ὅτι οὖν ἄχαρις ἀπληστία. Μελανίππιον: Μελανίππου τοῦ Θησέως ἡρῶόν ἐστιν. Μελανωποσ: οὗτος κηδεστὴς ἦν Διοφάντου τοῦ ῥήτορος. Μεῖον: ἔλαττον· μικρότερον. Μεῖον: τὸ ὑπὲρ τῶν ἐγγραφομένων παίδων εἰς τοὺς φράτορας θυόμενον ἱερεῖον· οὐ μεῖζον ἀποδεδει γμένου τινὸς σταθμοῦ· ωἷ ἐπεφθέγγοντο οἱ φρά τορες, εἰ καὶ μεῖζον εἴη, ὅτι μεῖον· καὶ μειαγωγὸς, ὁ τοῦτο παρέχων. Μειονεκτεῖν: τὸ ἧττον φέρειν· ἐλαττοῦν. Μειονεκτούμενοι: ἐλαττούμενοι. Μειρακιεύεσθαι: [....]* Μέλαθρα: οἶκον. Μελαίνη: βαθεῖα. Μελάνυδροσ: βαθεῖα· κυρίως δὲ καθαρὰ ὕδατος. Μελεαγρίδεσ: ὄρνεα ἅπερ ἐνέμοντο ἐν τῆ ἀκροπόλει· λέγουσι δὲ οἱ μὲν τὰς ἀδελφὰς τοῦ Μελεάγρου μεταβάλλειν εἰς τὰς Μελεαγρίδας ὄρνιθας· οἱ δὲ mu. 255 τὰς συνήθεις Ἰοκαλλίδος τῆς ἐν Λέρνηι παρθένου, ἣν τιμῶσι δαιμονίως. Μελάγχρως καὶ μελάγχρησ: ἀμφότερα Ἀττικά· μᾶλλον δὲ διὰ τοῦ ˉηˉ· Κρατῖνος. Μελαναίων: τοῦ πλοίου τὸ πεπιττωμένον· τὸ ἔναλον· Ἀριστοφάνης. Μελαμπύγουσ: ἀνδρείους. Μέλασμα: τὸ βάμμα τῆς κεφαλῆς· Ἀπολλόδωρος. Μελεδήματα: μεριμνήματα. Μελεδωνοί: ἐπίτροποι· φροντισταί· προεστηκότες. Μελαμπύγου τύχησ: μελάμπυγοι ἐγένοντο πέρπεροι Λίμνης υἱοί· ἀκολασταινόντων αὐτῶν πολλὰ, ἡ μήτηρ ἔλεγε φυλάσσεσθαι, μήποτε ἐμπέσωσιν εἰς δασύπρωκτον· ἐμπεσόντες οὖν εἰς Ἡρακλέα, ἀνα φόρων ἐδεήθησαν· εἶτα ὁρῶν αὐτοὺς γελῶντας καὶ κατακύπτοντας, ἐπυνθάνετο τὴν αἰτίαν· οἱ δὲ ἔλεγον, ὅτι λόγιον ἦν τὸ τῆς μητρὸς, ἐμπεσεῖσθαι ἡμᾶς εἰς δασύπρωκτον· καὶ γελάσαντα τὸν Ἡρα κλέα ἀφεῖναι αὐτοὺς τῶν δεσμῶν. Μέλεοσ: ἄθλιος· μάταιος· ταλαίπωρος· δυστυχής. Μέλημα: φρόντισμα. Μελίαι: βέλη. Μελινεωσ: ἀμπέλου εἶδος. Μελίνη: Δημοσθένης ἐν Φιλιππικωῖ· ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον· μελίνη· Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ mu. 256 μελίνους εἶπεν· ἔνιοι δὲ εἶδος τι κέγχρου νομίζουσι τὴν μελίνην, ὅπέρ τινας καλεῖν ἔλυμον· Θεόφρα στος δὲ ἐν ἑβδόμωι περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει· κέγχρον ἢ μελίνην ἢ ἔλυμον. Μελίνη: εἶδος ὀσπρίου· λέγεται δὲ ἡ λέξις καὶ ἀρρε νικῶς καὶ θηλυκῶς. Μελιτέα κάπρον: Ἀριστοφάνης ἐν Γήραι λέγει ἀντὶ τοῦ Εὐκράτης, ἐπεὶ δασύς ἐστιν· καὶ γὰρ ἄρκτον αὐτὸν ἔλεγον· ἢ ὅτι μυλῶνα εἶχεν ἐν οἷς ἐτρέφοντο σῦς. Μελιτέων οἶκοσ: ἐν τῶ δήμωι παμμεγέθης ἦν οἶκος· εἰς ὃν οἱ τραγωδοὶ φοιτῶντες ἐμελέτων. Μελίτη: δῆμος Κεκροπίδος. Μελίτη: Δημοσθένης ἐν τωῖ κατὰ Κόνωνος· δῆμος δέ ἐστι τῆς Κεκροπίδος· ὀνομασθεὶς ἀπὸ Μελίτης, κατὰ μὲν Ἡσίοδον, θυγατρὸς Μύρμηκος· κατὰ δὲ Μουσαῖον, Δίου τοῦ Ἀπόλλωνος. Μελίπνουσ: ἡδύπνους. Μελιτίδησ: εἷς καὶ οὗτος τῶν εὐηθῶν· ὡς ὁ Μαρ γίτης· ὃς οὐκ ἤδει πλέον τῶν πέντε ἀριθμεῖν· τοι οῦτος δὲ καὶ ὁ Κόροιβος καὶ ὁ Ἀμφιστείδης. Μελιττοπτηχεῖν: τὸ κρούοντας ψόφον ποιεῖν, ἵνα μὴ αἱ μέλισσαι πρόσπτωνται. Μελιτοῦττα: μάζα διὰ μέλιτος. Μελλήδρυον: ἡ τῆς δρυὸς μήτρα. mu. 257 Μελίφρων: ἡδύς· γλυκαίνων τὰς φρένας. Μέλω: ἐν ἐπιμελείαι εἰμί. Μέλλει: ἔοικεν. Μελλήσασ: ὑπερθέμενος· βραδύνας· καὶ ἐπὶ τοῦ σπουδάσας. Μέλλησισ: ὑπέρθεσις. Μελληταί: ὑπερθετικοί. Μελλήσω: σπουδάσω· φροντίσω. Μελλόντων: ἐπιμελείσθωσαν. Μέλπηθρα: παίγνια· σπαράγματα. Μέλποντεσ: αἴδοντες· ἀνυμνοῦντες. Μεμάχηται: οὐχὶ μεμάχεσται· καὶ μεμαχημένος, ὁ μεμαχεσμένος. Μεμελημένοσ: πεπονημένος. Μέμηλεν: μέλει. Μεμηλώσ: ἐπιμελούμενος. Μέμηνεν: μαίνεται. Μεμισθαρνηκώσ: ὁ μισθωῖ καμών. Μεμοιραμένων: λαχόντων· κληρωσαμένων. Μεμοίραται: μετέχει· εἴληφεν. Μέμονα: προθυμοῦμαι. Μέμορται: μεμοίραται. Μεμύηται: πεπείραται. Μεμυκότα: κρύψαντα· καμμύσαντα· ἢ κεκολλη μένα. Μέμφειραν: τὴν μέμψιν· Τηλεκλείδης. Μεμφθῆ: τὸ μέμψηται· Θουκυδίδης. mu. 258 Μεμφωλή: ἀντὶ τοῦ μέμψις. Μέμφιδοσ: Ἀττικοὶ τὰ πολλά· Ἴωνες δὲ καθ' ὑφαίρεσιν τοῦ ˉδ Μέμφιος· μήτιος· σύρτιος· Αἰσχύλος Πέρσαις· Ὅ, τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων Μέγας Ἀρσάκης. Μεμψιβολεῖν: μέμφεσθαι. Μεμψίμοιροσ: φιλεγκλήμων. Μέμψιν καὶ μομφήν: ἄμφω λέγουσιν. Μεμωκημένοσ: καταπεφρονημένος. Μέν γε: ἢ ἀντὶ τοῦ μέντοι λέγουσιν· ἢ ἀντὶ τοῦ μέν. Μένδη: ἡ ἐν Πελλήνη πόλις· καὶ Μενδαῖος ἄνθρωπος· καὶ οἶνος ὁ ἐκ ταύτης· Μένδης δὲ ὁ ἐν Αἰγύπτω νόμος· καὶ ὁ ἐντεῦθεν Μενδήσιος. Μενέλαοσ: Δημοσθένης ἐν Φιλιππικοῖς· ἀδελφὸς Φιλίππου ὁμοπάτριος. Μενθηριῶ: μεριμνήσω· διατάξω. Μένοσ: δύναμις· ὀργή. Μενοῦνγε: ἐκ συνδέσμων τριῶν· τὸ ἀληθές. Μέντοι: τὸ δὲ σὺν τῶ ˉγˉε παρ' οὐδενὶ τῶν Ἑλλήνων. Μέντοι: τὸ δὲ μέντον βάρβαρον· ωἷ καὶ Χρύσιππος χρῆται. Μερὶς οὐ πνίξ: τῶν δυνατωτέρων ἁρπαζόντων τὰς τροφὰς τῶν ἀσθενεστέρων· καὶ ἐπὶ τούτωι ἐκεί νων πνιγομένων ὅτι αὐτοῖς βοηθεῖν οὐκ ἠδύναντο, ἐπενοήθη ὁ διαμερισμός· καὶ ἕκαστος ἑκάστωι τὸ ἴσον λαμβάνων ἐπεφώνει· μερίς, οὐ πνίξ. mu. 259 Μεριδαρχίασ: μεριτίας· κατὰ δεκαρχίας. Μερμερῶ: φροντίζω ἢ χολῶ. Μέρμερα: μερίμνης ἄξια· χαλεπά. Μέρμηρα: ἡ εἰς ὕπνον καταφορά. Μερμηρίζω: μεριμνῶ. Μέροπεσ: οἱ ἄνθρωποι· παρὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα, ἤτοι τὴν φωνήν. Μεσάγκυλοσ: μεσοπόλιος· ὠμογέρων. Μεσάπιον: ὄρος Εὐβοίας· ἀπὸ Μεσάπου τοῦ μετοι κήσαντος εἰς Ἰταλίαν. Μεσαύλιον: κυρίως μὲν ἡ μέση θύρα· καλεῖται δὲ ἀντὶ τοῦ μεσαύλιον. Μεσαύχενεσ: οἱ ἀσκοτηδες αὐχένες. Μέσσαβον: τὸ μέσον. Μεσεγγύημα: ἀργύριον παρακείμενον ἐφ' ὁμολογίαι τῶν δόντων ἐπὶ τωῖ διαπραξάμενον λαβεῖν αὐτό. Μεσέγγυοσ: μεσίτης· ἐγγυητής· μέσος δύο μερῶν. Μεσεγγύονται: ἐγγυηταὶ γίνονται· ἐγγυητὰς ποι οῦνται· ὡς καὶ Ἰσοκράτης ἐν τωῖ κατὰ τῶν σοφιστῶν. Μεσεγγύσ: μεταξύ. Μεσεύειν: μέσην. Μεσόκοποι αὐλοί: ὑποδεέστεροι τῶν τελείων καὶ ὄντες μέσοι. Μεσοκρινεῖσ: οἱ ἀντὶ στηριγμάτων ἐν τοῖς ἀργυρείοις ὑποκείμενοι· ὥστε μὴ καταπίπτειν ἐπὶ τοὺς ἐργα mu. 260 ζομένους τὰ μέταλλα· ἐκαλοῦντο δὲ μεσοκρινεῖς, ὅτι μέσοι ὄντες τῶν ἔργων, διέκρινον τοὺς ὅρους τῶν μισθουμένων. Μεσομέρδην: ἐκ τῶν μέσων· ἀντὶ τοῦ μεσοφέρδην μεμενηκότα τῶν ἀρχαίων χαρακτήρων. Μέσον: δικαστήριον Ἀθήνησι. Μεσοπορῶν: μέσην ὁδεύων. Μεστοῦται: πληροῦται. Μετα: ὁ τοῦ Ἀρχιβίου πέντε δηλοῦν· ˉεˉνˉ· Ταῦτα δὲ καὶ μετὰ πᾶσιν· ˉεˉπˉιˉ· Ἐς Τεμέσην μετὰ χαλκόν· ου μετόπισθε νεὼς κυανοπρώροιο· ˉυˉπˉοˉ· χαῖται δ' ἐρρώοντο μετὰ πνοιῆς ἀνέμοιο· ˉεˉιˉςˉ· μετὰ ἔθνος ἑταίρων· ˉσˉυˉνˉ· Σὺν δ' αὖ ἐγὼ μετὰ τοῖσιν· ˉπˉρˉοˉςˉ· Σφαῖραν ἔπειτ' ἔρριψε μετ' ἀμφιπόλους βασιλεία. Μεταβαλών: στραφείς. Μετάβολοι: πραγματευταί· μεταπράται. Μεταγειτνιῶν: μὴν Ἀθήνησι δεύτερος· ὠνομάσθαι δέ φασιν ἀπὸ τῆς μεταβάσεως τῆς εἰς τὸ ἄστυ· ταύτης τωῖ μηνὶ τούτωι γενομένης ὑπὸ Θησέως. Μεταγειτνιών: δεύτερος μὴν παρὰ Ἀθηναίοις· ἐν δὲ τούτωι Ἀπόλλωνι Μεταγειτνίω θύουσιν. Μεταδόρπια: ἐπίδειπνα. Μεταγενήσ: μεταγενέστερος. mu. 261 Μεταίχμιον: μεταξὺ δύο φαλαγγῶν τοῦ πολέμου. Μετακόσμιον: τοῦ κόσμου κρείττονα. Μετακέρασ: τὸ εὔκρατον ἢ τὸ ψυχρόν· Φιλύλλιος. Μέταλλα: τὰ ἀργυρεῖα· ἐκλήθη δὲ ἀπὸ τοῦ μεταλ λᾶν· ἐζητεῖτο γὰρ ἡ ἀργυρῖτις ἄμμος. Μεταλαγχάνειν: μετέχειν ἢ ἀφυστερεῖν· ἢ ἀποτυγ χάνειν κλήρου. Μετὰ Λέσβιον ὠδόν: παρὰ Κρατίνωι παροιμία λεγο μένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων· οἱ γὰρ Λακε δαιμόνιοι τοὺς Λεσβίους κιθαρωδοὺς πρώτους προσ εκαλοῦντο· ἀκαταστατούσης γάρ ποτε τῆς πό λεως αὐτῶν, χρησμὸς ἐγένετο τὸν Λέσβιον ὠδὸν μεταπέμπεσθαι· οἱ δ' ἐξ Ἀντίσσης Τέρπανδρον ἐφ' αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτῶν ἐν τοῖς συσσιτίοις καὶ κατεστάλησαν. Μεταλλεῖσ: οἱ τὰ μέταλλα ἐργαζόμενοι. Μεταλήξαντι: παυσαμένωι. Μεταλλεύει: μεταφέρει. Μεταμαθεῖν: μεταγνῶναι. Μεταμείβων: μεταλλάσσων. Μεταναστεύου: φεῦγε· μετοίκει. Μετανάστησ: μέτοικος· φυγάς. Μετάπεμπτοσ: προκληθείς. Μεταποιοῦμαι: φροντίζω· προνοοῦμαι. Μεταπεττεύειν: τὸ μεταβάλλεσθαι καὶ μεταβαίνειν· mu. 262 ἀπὸ μεταφορᾶς τῶν πεττευόντων· οἵτινες πολλά κις μεταβάλλονται ἐν τηῖ παιδιαῖ. Μεταποιεῖσθαι: ἀντιποιεῖσθαι· Πολιτικωῖ Πλάτων· ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης· ἀντι ποιουμένους· Θουκυδίδης ἐν τῆ λοιμικῆ καταστά σει· καὶ μάλισθ' οἱ ἀρετῆς μεταποιούμενοι· ση μαίνει ἀντιποιούμενοι. Μεταπύργιον: ἐν μέσωι οἰκοδομημάτων ἐπὶ τοῦ τεί χους πύργων μεταπύργιον ἐλέγετο· οὕτω καὶ Θου κυδίδης καὶ Λυσίας. Μετάρσιοσ: μετέωρος· ὑψηλός. Μετασοβῶν: ἀποδιώκων. Μετασπώμενοσ: ἐπακολουθήσας· μεταδιώξας. Μεταστῆσαι: καὶ τὸ αἰτῆσαι καὶ τὸ χρήσασθαι. Μεταστοιχειοῦσα: μετασχηματίζουσα. Μετασχεῖν: ἐπιλαβεῖν. Μετατάξασθαι: ἀντὶ τοῦ μετελθεῖν. Μεταφρένων: μεταξὺ τῶν δύο ὤμων. Μεταφῦναι: μεταπλασθῆναι. Μεταχειρίζειν: ἀντὶ τοῦ μεταχειρίζεσθαι· Θουκυδί δης. Μεταχρωννύντεσ: μετασχηματίζοντες. Μετειλήχει: μετέσχεν. Μέτειμι: μετέρχομαι. Μετελεύσομαι: ἐπελεύσομαι. Μετεκβολή: μεταβολή· καὶ ἐξάλλαξις· Κρατῖνος. Μετελθών: ἐπελθών. mu. 263 Μετ' ἐμέ: πρὸς ἐμέ. Μετεμόσχευσεν: μετεφύτευσεν. Μετοίκιον: μέτοικος μὲν ἐστὶ ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέραι καὶ μὴ πρὸς ὀλίγον ἐπιδημῶν ὡς ξένος· ἐδίδοντο δὲ ὑπ' αὐτῶν καθ' ἕκαστον ἔτος δραχμαὶ δώδεκα· ὅπερ ὠνόμασται μετοίκιον· Ἰσαῖ ος δὲ ἐν τῶ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους ὑπο σημαίνει, ὅτι ὁ μὲν ἀνὴρ δώδεκα δραχμὰς ἐτέλει μετοίκιον· ἡ δὲ γυνὴ ἕξ· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος, ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δὲ αὐτὴ ἐτέλει· καὶ οἱ δοῦλοι δὲ ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέ λουν τὸ μετοίκιον· Μένανδρος φησὶ πρὸς ταῖς δώ δεκα δραχμαῖς καὶ τριώβολον τούτους τελεῖν· ἴσως τωῖ τελώνηι· οἱ μέντοι τὸ μετοίκιον μὴ τιθέντες μέτοικοι, ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλοντο, ἐπιπράσκοντο· ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους· ὡς Δημοσθένης ἐν Φιλιππι κοῖς δηλοῖ· ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκό μιζον οὗτοι. Μετοιωνίσασθαι: ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνόν. Μετοίκων λειτουργίαι: αἱ σκαφηφορίαι· εἰσὶ δὲ μέτ οικοι ξένοι· οἱ Ἀθήνησιν οἰκοῦντες, διδόντες τὸ μετοίκιον δραχμῶν δώδεκα. Μετεωρολέσχαι: περὶ οὐρανοῦ φλυαροῦντες. Μετεωροπολῶν: τὰ οὐράνια σκοπῶν. mu. 264 Μετῆ: ἐξῆ. Μετῆλθε τὴν ἄλοχον: ἀντὶ τοῦ προσωμίλησεν αὐτῆι. Μετ' ἴχνια: κατὰ ἴχνη πορεύεσθαι. Μετοιχήσονται: μεταπορεύσονται· μετέλθωσιν. Μετοίχεσθαι: μετελθεῖν· μεταβαίνειν. Μετοκλάζειν: μετακαθίζειν. Μετόν: ἐξόν. Μετόπισθεν: ἐν ὑστέρωι· μετὰ ταῦτα. Μετουσία: κοινωνία. Μετοχετεύειν: μετακομίζειν. Μετρεῖσθαι: δανείζεσθαι. Μετρήσαντεσ: διελθόντες. Μετρῆσαι: ἐπὶ τοῦ ἀριθμῆσαι· Ἀλκαῖος. Μετώχετο: ἐπορεύετο. Μετρίως ὠργασμένοσ: ἀντὶ τοῦ μεμαλαγμένος ἢ δεδευμένος. Μετρίωσ: τὸ συμμέτρως· Θουκυδίδης. Μετριάζει: ταπεινοφρονεῖ. Μέτριοι: εὐγνώμονες. Μετριοπαθεῖν: ἐκ μέρους τὰ πάθη καταδέχεσθαι· συγγινώσκειν. Μέτριοσ: ὁ μεμετρημένην ἔχων οὐσίαν· ἢ τὸ ἦθος ἐπιεικής. Μέτρον: ἐν Τιμαίωι τὸ ὅσον μέτρον ὅσοις τὴν συμ μετρίαν τῆς μίξεως. Μετρονόμοι: ἄρχοντες ἦσαν δέκα τὸν ἀριθμὸν, ὧν mu. 265 πέντε μὲν ἐν ἄστει· πέντε δὲ ἐν Πειραιεῖ· καὶ εἶχον τὴν ἐπιμέλειαν ὅπως δίκαια ἦ τὰ μέτρα τῶν πωλούντων. Μετρονόμοι: ἀρχή τις Ἀθήνησιν ἡ τῶν μετρονόμων· ἦσαν δὲ τὸν ἀριθμὸν δεκαπέντε μὲν εἰς Πειραιᾶ· ἐννέα δὲ εἰς ἄστυ· εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ηἶ τὰ μέτρα τῶν πωλούντων. Μέτρωι ὕδωρ πίνοντες, ἀμετρία δὲ μάζαν ἔδοντεσ: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ· ὃν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτω νιατῶν· τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρή σθη. Μέχρι αἰδοῦσ: ἀντὶ τοῦ μέχρι αἰδοίων. Μέταυλοσ: ἡ ῥυπαρὰ λεγομένη αὐλή· οὗ ὄρνιθες ἦσαν. Μήδεα: βουλεύματα. Μηδικὴ πόα: ἡ τρίφυλλος λεγομένη. Μηδοσύνη: βουλή. Μηκάδεσ: ἐπιθετικῶς αἱ αἶγες· ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς. Μηκύβερνα: πόλις ἐστὶν ἐν Θραίκη σταδίους εἴκοσι ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα. Μήκων: ἄμμος μεταλλική. Μηλαφῆσαι: ψηλαφῆσαι. Μῆλα: πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα μηλωτὴ καλεῖται. mu. 266 Μηλοβοτέα: γῆν εὐτραφῆ· ἀνειμένην εἰς νομὴν προ βάτων. Μηλόβιοσ: εἷς τῶν λʹ τῶν παρὰ Ἀθηναίοις τυραννη σάντων· Ὑπερίδης ἐν τωῖ κατὰ Αὐτοκλέους μέμ νηται. Μηλοβοτήρ: ὁ τῶν προβάτων ποιμήν· καὶ μηλονό μος. Μηλόβοτοσ: ἡ κατασκαφεῖσα καὶ ἀνεθεῖσα τοῖς μή λοις· ἤτοι τοῖς κτήνεσιν, εἰς νομὴν διὰ τὴν ἐρη μίαν. Μηλολόνθη: χρυσοκάνθαρος. Μηλολόνθαι: τὰ χρυσίζοντα πτηνά. Μηλοσφαγίαισ: θυσίαις προβάτων. Μήλωθρα: τὰ βεβαμμένα ἔρια· καὶ τὸ βάψαι, μη λῶσαι· ἀπὸ τῆς εἰς τὴν βαφὴν τῶν ἐρίων καθέ σεως. Μήλω βαλεῖν: τὸ πτοῆσαι τινὰ καὶ εἰς ἔρωτα ὑπο βαλεῖν. Μηλῶσαι: τὸ καθεῖναι τί εἰς βάθος· καὶ τὴν φάρυγγα μηλῶσαι, τὸ διαχρῆσαι τωῖ δακτύλωι· Ἀριστοφά νης· Τὴν φάρυγα μηλῶν, δύο δραχμὰς ἕξει μόνας. Μήν: τὸν μηνίσκον. Μηναγύρτησ: ἀπὸ μηνὸς συνάγων. Μήνη: σελήνη. mu. 267 Μήνιγξ: ὑμὴν τοῦ ἐγκεφάλου. Μῆνισ: ὀργὴ ἔμμονος. Μηνίσ: ὑμένας· πέταλα· περιτραχήλια κόσμια. Μηνίσκουσ: τοὺς ἐπὶ ταῖς κεφαλαῖς τῶν ἀνδριάντων τιθεμένους, ἵνα τὰ ὄρνεα μὴ προσίζηται. Μηνίω: ὀργίζομαι. Μηνοειδήσ: σεληνοειδής. Μὴ νόμισον: ἀντὶ τοῦ μὴ νομίσης· οὕτω Θουκυδίδης. Μηνύεσθαι: μηνυτρίζεσθαι. Μηνύτην: τὴν γυναῖκα· Κρατῖνος. Μηονία: ἡ Λυδία ὑπὸ Ἰώνων. Μὴ οὖσα δίκη: οἱ ἐπὶ διαιτητοῦ ἐρήμην λαχόντες· καὶ λέγοντες ἀδίκως καταδεδιητῆσθαι· ἀντελάγ χανον τῶ ἑλόντι αὐτήν· οὐ μόνον δὲ οἱ φεύγοντες, ἀλλὰ καὶ οἱ διώκοντες· ἐντὸς δὲ ἡμερῶν δέκα ἐξῆν λαχεῖν τὴν μὴ οὖσαν δίκην· μετὰ δὲ ταύτας οὐκ έτι. Μὴ παιδὶ μάχαιραν: ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων· καὶ Εὔπολις Δήμοις· Μὴ παιδὶ τὰ κοινά. Μήρυνθοσ: σπάρτος ἤτοι σχοινίον· δεσμός· βρόχος. Μήρυμα: σπείραμα· κάταγμα· νῆμα. Μηρυομένη: ἕλκουσα· ἐκτεινομένη. Μήστωρ: βουλευτικός· ἔμπειρος. Μήτι: μηδαμῶς. mu. 268 Μήτι γε: πόσω γε μᾶλλον. Μητιοχεῖον: δικαστήριον. Μητίοχοσ: ἀρχιτέκτων καὶ ῥήτωρ τῶν οὐ τὰ βέλ τιστα συμβουλευόντων. Μῆτισ: βουλή· γνώμη· σύνεσις. Μητίσομαι: βουλεύσομαι· ἐρήσομαι. Μητραγύρτησ: ἐλθὼν τίς εἰς τὴν Ἀττικὴν ἐμύει τὰς γυναῖκας τηῖ μητρὶ τῶν θεῶν, ὡς ἐκεῖνοι φασίν· οἱ δὲ Ἀθηναῖοι ἀπέκτειναν αὐτόν· ἐμβάλλοντες εἰς βάραθρον ἐπὶ κεφαλήν· λοιμοῦ δὲ γενομένου, ἔλα βον χρησμὸν ἱλάσασθαι τὸν πεφονευμένον· καὶ διὰ τοῦτο ὠκοδόμησαν βουλευτήριον· ἐν ὧ ἀνεῖλον τὸν μητραγύρτην· καὶ περιφράττοντες αὐτὸν καθ ιέρωσαν τηῖ μητρὶ τῶν θεῶν· ἀναστήσαντες καὶ ἀνδριάντα τοῦ μητραγύρτου· ἐχρῶντο δὲ τωῖ μη τρωίω ἀρχείωι καὶ νομοφυλακίωι, καταχώσαντες καὶ τὸ βάραθρον. Μητραλοίασ: ὁ τὴν μητέρα τύπτων. Μητρίδα: τὴν πατρίδα· καὶ Πλάτων καὶ Φερεκρά της. Μητροπάτωρ: κατὰ μητέρα πάππος. Μητρυῖον: Θεόπομπος· τὸν πατρυῖον. Μητρωῖον: τὸ ἱερὸν τῆς μητρὸς τῶν θεῶν· ἐν ωἷ ἧν γράμματα δημόσια καὶ οἱ νόμοι. Μητρῶον: Λυκοῦργος ἐν τωῖ κατὰ Ἀριστογεί mu. 269 τονος· τοὺς νόμους ἔθεντο ἀναγράψαι ἐν τῶ μη τρώωι. Μὴ φέρειν: ἀντὶ τοῦ μὴ λαμβάνειν· καὶ μισθοφο ρεῖν οἱ λαμβάνοντες. Μηχανή: βουλή. Μηχανικόν: Ξενοφῶν τὸν πανοῦργον καὶ δεινόν. Μηχανορράφοσ: ἐπινοητής· κακῶν κατασκευαστής. Μιαίνεσθαι· καὶ ἐκμιαίνεσθαι: τὸ ὀνειρώττειν· Σοφο κλῆς. Μιαιφόνοσ: φονεύς. Μία λόχμη: παροιμία· οὐ τρέφει μία λόχμη δύο ἐριθάκους· ἐπὶ τῶν ἐκ μικροῦ τινὸς κερδαίνειν σπου δαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μο νότροπον. Μίαν μάχαιραν: τὴν ψαλίδα Ἀριστοφάνης. Μία χελιδών: παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ ποιεῖ· βούλεται δέ τι εἰπεῖν· μία ἡμέρα καὶ εἰ τὸν σοφὸν εἰς τελείωσιν ἐμβάλλειν· καὶ δυση μερία μία τὸν σοφὸν εἰς ἀμαθίαν· μέμνηται δὲ αὐ τῆς Ἀριστοτέλης ὁ φιλόσοφος ἐν Ἠθικοῖς. Μιαρὰ ἡμέρα: ἐν τοῖς Χουσὶν Ἀνθεστηριῶνος μηνὸς, ἐν ωἷ δοκοῦσιν αἱ ψυχαὶ τῶν τελευτησάντων ἀνιέ ναι, ῥάμνωι ἕωθεν ἐμασῶντο καὶ πίττηι τὰς θύ ρας ἔχριον. Μίασμα: βαφή. Μιάστωρ: ὅτ' ἄν τις αὑτὸν μὴ καθαρὸν εἰδὼς παρέρ χηται· ἵνα μὴ δεῖ μεμιγμένος. mu. 270 Μιάστορα: λυμεῶνα· φονέα. Μιγάδεσ: τὸ ἐκ πολλῶν ἄθροισμα. Μίγδα καὶ μίγδην: μεμιγμένως. Μίδασ: βόλου εἶδος· καὶ θηρίδιόν τι λεπτὸν, ἐν τοῖς ὀσπρίοις γινόμενον. Μίθρου: Μίθραν νομίζουσιν εἶναι οἱ Πέρσαι τὸν ἥλιον· καὶ τούτωι θύουσιν πολλὰς θυσίας. Μίκαιον: μικρότατον. Μικρολόγοσ: σκνιπός· φειδωλός. Μικροῦ δεῖν: παρὰ μικρόν. Μικροῦ δέω: παρὰ μικρὸν λείπω. Μικρὸν τοῦ ὀβολοῦ: τίμιον· λέγεται δὲ ἐπὶ τῶν πο νηρῶν· Εὔπολις Μαρίκα· Τῶν γὰρ πονηρῶν μι κρόν ἐστι τοῦ ὀβολοῦ. Μιλισσόμενοσ: παρακαλῶν· πραΰνων. Μίλιχον: πρᾶον· χρηστόν. Μίλον: ἄνθος τί. Μιλτωρυχία: τόπος ἐν ωἷ μίλτος ὀρύσσεται· οὕτως Ἀμειψίας. Μιμαίκυλοσ: ὁ τῆς κρανίας καρπός· οἱ δὲ τῆς κομά ρου. Μίμαρκυσ: ἡ κοιλία καὶ τὰ ἔντερα μετὰ αἵματος ἐσκευασμένα. Μίνθα: τὸ παρ' ἐνίοις ἡδύοσμον· εἰς ὃ μεταβάλλειν φασὶ τὴν Αἵδου παλλακήν· ἀφ' ἧς καὶ τὸ περὶ τὴν mu. 271 Ἦλιν ὄρος· Ζηνόδοτος δὲ τὴν Ἴυγγα ὑπ' ἐνίων Μίνθαν λέγεσθαι, θυγατέρα μὲν οὖσαν Πειθοῦς, Ναΐδα δὲ νύμφην· Ἀριστοκλῆς δὲ ἐν τωῖ περὶ γι γάντων διαπλασθῆναι τὸν ἐπ' αὐτηῖ μῦθον, διὰ τὸ καρπῶδες εὑρεθὲν τῶ καταφρονηθῆναι τὸ φυτόν. Μίνθη: καλαμίνθη· ἡδύοσμος· βοτάνη εὐώδης. Μινθωθῆναι: τὸ μολυνθῆναι· καὶ μινθοῦν, τὸ ὀσφραί νειν ἀσχημόνως. Μινύθει: ἐλαττοῦται. Μινυνθάδιον: ὀλιγοχρόνιον. Μινύρεται: κλαίει· θρηνεῖ· εὐφώνως λέγει. Μινυρίζω: θρηνῶ· ἢ τὸ ἠρέμα ἄδω· παρὰ τὸ μείω· Πλάτων ἐν γʹ Πολιτείας· μινυρίζων τε καὶ γεγα νωμένος ὑπὸ τῆς ὠδῆς. Μίξοφρυν: σύνοφρυν. Μίσασθαι: τὸ μιτώσασθαι· Πλάτων. Μισγαγκείαν: τόπος ποικίλος, εἰς ὃν τὰ καταφερό μενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα. Μισθάρνησ: μισθὸν ἀντικαταλλάττων. Μισθάριον: τὸν μισθόν· Εὔπολις. Μισθαρνία: ἡ ἐπὶ μισθῶ γινομένη ἐργασία. Μισθαρχίδησ: ἐν τηῖ ἀρχηῖ μισθὸν λαμβάνων· ὠψω νιάζοντο γὰρ καὶ οἱ ἄρχοντες. Μισθοφόροσ: ἐπὶ μισθωῖ ἐργαζόμενος. Μισθόσ: τὸ ἔπαθλον. Μισθώσασθαι: τὸ ἐπὶ τόκωι δανείσασθαι. Μισητή: τὴν καταφερῆ μισητὴν ἔλεγον· τὸ γὰρ mu. 272 μῖσος οὐκ ἄποθέν ἐστι τοῦ μιαίνεσθαι· ὃ γὰρ μισεῖ ται, μεμόνωται καὶ ἀμιγές ἐστιν· οἱονεὶ μισγητήν τινα οὖσαν· ὃ καὶ βέλτιον· καὶ τὸ ἐν παροιμίας δὲ μέρει λεγόμενον· Παρὰ σφυρὸν παχεῖα μισητὴ γυνή· κατά τι τοιοῦτο εἰρῆσθαι δοκεῖ· καὶ ὁ Κρα τῖνος που τοῦτο ἔφη· Μισηταὶ δὲ γυναῖκες ὀλίσ βοισι χρήσονται· τὸν δὲ ἁπλῶς μισητὸν τὸν ἀνίκανον λέγει· μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς ἀπλή στου κατὰ τὴν τροφὴν τίθεται ἡ λέξις. Μισητία: ἡ πρὸς ὅτι οὖν ἄχαρις ἀπληστία. Μίτρα: διάδημα ἢ ζώνη. Μιχθῆναι ἢ μιγῆναι: ἀπαντῆσαι· συμμίξαι· ὁμι λῆσαι. Μνᾶ: ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. Μναρόν: μαλακόν· ἡδύ· ῥάδιον· οὕτως Κρατῖνος. Μνᾶται: μνηστεύεται. Μνείαν: τὴν μνήμην· Σοφοκλῆς. Μνείειν: κατεσθίειν. Μνῆμα μὲν ὁ τάφοσ· μνημεῖον δὲ πᾶν μνημόσυνον· οὕτω Θουκυδίδης. Μνημήϊα: μνημόσυνα. Μνημοσύνη: μνήμη. Μνησικακεῖν: τὸ ὑπομιμνήσκεσθαι τῶν κακῶν. Μνηστή: ἡ κατὰ μνηστείαν γαμηθεῖσα· ἢ ἡ ἐκ παρθενίας μένουσα μνηστῆς· ὅ ἐστιν ἀπείρανδρος. Μνία: τὰ τῆς θαλάσσης ἐξανθήματα, ἢ βρύα. mu. 273 Μνίει: ἐσθίει. Μνῶ: μνήσκω. Μνώμενοσ: μνηστευόμενος· καὶ ἐμνήσατο· ἐμνηστεύ σατο· Εὔπολις. Μνωμένη: μνηστευομένη. Μογερῶν: μοχθηρῶν. Μογήσασ: καμών· κακοπαθήσας. Μογόστοκοσ: περὶ τοὺς τόκους κακοπαθοῦσα· ἔνιοι δὲ μόγους ταῖς τικτούσαις ἐπιφέρουσα. Μόγω: κακοπαθεία. Μόθοσ: μάχη· πόλεμος· τάραχος· φόνος· σπάσις· θόρυβος. Μόθων: ὄρχημα φορτικὸν καὶ κορδακῶδες· ἀπὸ δὲ τούτου καὶ ὁ ἀνάγωγος καὶ ὁ ἀκόλαστος ἄνθρωπος. Μοιμυᾶν καὶ μοιμύλλειν: τὸ τὰ χείλη διαστρέφειν. Μοῖρα: μερίς· καὶ τὸ καθῆκον· καὶ ἡ εἰμαρμένη. Μοῖρα: σύνταγμά ἐστι Λακωνικόν· καὶ ὄνομα λόχου· ἦν δὲ ἀνδρῶν, οἱ μὲν φασὶ, φʹ· οἱ δὲ, αʹ. Μοιρηγενέσ: ἀγαθῆ μοίρα γεγεννημένε. Μοισᾶν: πληθυντικῶς τὰς Μούσας. Μοιχάγρια: τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ τῶ ληφθῆναι μοιχὸν ἀποτινόμενα. Μοιχίδιον: τὸν ἐκ μοιχοῦ γεγενημένον· οὕτως Ὑπερ ίδης. mu. 274 Μολεῖν: ἐλθεῖν. Μολοῦσα: παραγενομένη· πορευθεῖσα. Μολπή: ὠδή. Μόλπησ: μετὰ τοὺς λʹ δέκα ἄνδρες ἦρχον ἐν τωῖ Πειραιεῖ· ὧν εἷς ἦν ὁ Μόλπης. Μολύβδαινα: μολυβδίδα. Μολών: ἐλθών· ἐληλυθώς. Μομβρώ: ἡ μορμώ· καὶ τὸ φόβητρον. Μοναυλίαν: τὸν δίχα γάμου βίον. Μονίπποισ: τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον. Μονιόσ: ἄγριος ὕς. Μονοείμονα: μονοχίτωνα. Μονόζωνοι: ἔφοδοι· βάρβαροι· ἢ ἀπελάται· μάχιμοι. Μονόλοπα: μονόφυλλα· μονόδερμα. Μονοπείρασ: τοὺς μὴ ἀθρόους, ἀλλὰ μόνον ληστάς· οὕτω Μένανδρος. Μυχόπεδον: γῆς βάθος· Αἵδης· καὶ μυχόνους, ὁ κρυ ψίνους· καὶ μυχορήμων, ὁ βαθύγλωσσος καὶ δεινὰ λέγων. Μονωιδεῖν: θρηνεῖν. Μονονουχί: σχεδόν· ἐγγύς. Μονοστόλωι: μίαν στολὴν ἔχοντι. Μονότροποσ: μόνος τραφείς· ἄγαμος· ἀγύναιος. Μονουχία: ὁ μόνος βίος· χωρὶς γάμου. Μονωιδία: ἡ ἀπὸ σκηνῆς ωἰδὴ ἐν τοῖς δράμασι· καὶ μονωιδεῖν, τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ σκηνῆς ωἰδαὶ ἐν τηῖ τραγωιδίαι θρῆνοι εἰσί. mu. 275 Μονωιδία: λέγεται ὅτ' ἂν εἷς μόνος λέγηι τὴν ωἰδὴν καὶ οὐχ ὁμοῦ ὁ χορός. Μορίαι ἐλαῖαι: ἱεραὶ τῆς Ἀθηνᾶς· ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο τοῖς νικῶσι τὰ Παναθήναια· ἦσαν δὲ πρῶται ιβʹ τὸν ἀριθμόν· αἱ μεταφυτευθεῖσαι ἐκ τῆς ἀκροπόλεως εἰς Ἀκαδημίαν· ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομασθεῖσαι οὕτως· ἢ ὅτι ἐνέμοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι ἅπαντες. Μορμολύκεια: τὰ τῶν τραγωιδῶν προσωπεῖα. Μοιροδοκῆσαι: ἀντὶ τοῦ μέρους μεταλαβεῖν· Ἀν τιφῶν ἐν τηῖ πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπο λογίαι. Μορμολύττεται: φοβεῖ. Μορμορύζει: ἐκφοβεῖ· παρὰ τὴν μορμώ. Μορμορύζει: καταράττει· ἠχεῖ· ὡς ἐπὶ ὑδάτων. Μορμυρίων: ποταμὸς ῥεύματα ἔχων. Μορμώ: ὃν ἡμεῖς μορμόφοβος. Μόρον: τὸ συκάμινον· Αἰσχύλος. Μόροσ: ὀδύνη· πόνος· θάνατος. Μόρσιμον: εἰμαρμένον· μεμοιραμένον. Μορυχαία: οἰκία τίς ἀπὸ Μορύχου· ἐν ηἷ καὶ Ἄρτεμις. Μορφή: εἶδος· ἰδέα· πρόσοψις. Μορφνόν: εἶδος ἀετοῦ. mu. 276 Μόρφωσιν: σχηματισμόν· εἰκόνα. Μόσσυνεσ: ἐπάλξεις· πύργοι. Μοσχεύηται: τρέφηται· κυρίως γὰρ μοσχεία, ἡ τῶν λεπτῶν λαχάνων φυτεία. Μοσχεύματα: ἁπαλὰ φυτὰ δένδρων καὶ λαχάνων. Μοσχεύων: μεταφυτεύων. Μοσχεῖα: ἁπαλὰ φυτά. Μόσχον: ἁπαλόν. Μοτοῖ: τιτρώσκει· ταράσσει. Μοτοφαγία: θυσία τις ἐν Σαλαμῖνι τῆς Κύπρου ἐπιτελουμένη. Μοτώσει: ἰάσεται δι' ὀθονίων. Μουνυχία: τόπος τοῦ Πειραιῶς· ἀπὸ Μουνυχίας Ἀθηνᾶς· ἥτις ἐπωνομάσθη ἀπὸ Μουνύχου τοῦ Παν τακλέους. Μουνυχία καὶ Ζειά: λιμένες ἕτεροι Πειραιῶς. Μουνυχία: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· τόπος παραθαλάσσιος ἐν τηῖ Ἀττικηῖ· Ἑλλάνικος δὲ ἐν βʹ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντακλέους. Μουνυχιών: ὁ δέκατος μὴν παρὰ Ἀθηναίοις· ἐν δὲ τούτωι Ἀρτέμιδι ἔθυον Μουνυχίαι. Μουνυχιών: καὶ οὗτος μὴν Ἀθήνηισι δέκατος· ὠνο μάσθη δὲ ἀπὸ τῆς ἐν Μουνυχίαι Ἀρτέμιδος· ἡρῶος τινὸς καθιερώσαντος αὐτήν· ἐπὶ τωῖ τοῦ Πειραιῶς ἀκρωτηρίωι ἐν τωῖ μηνὶ τούτωι· δεῖ εἰδέναι ὅτι μετροῦσιν Ἀθηναῖοι τοὺς μῆνας τοῦτον τὸν τρόπον· mu. 277 νουμηνία· εἶτα δευτέρα ἱσταμένου· καὶ τρίτη καὶ τετάρτη· καὶ οὕτως μέχρι τῆς ἐννάτης· εἶτα δεκάτη· ἑνδεκάτη· δωδεκάτη· καὶ λοιπὸν τετάρτη ἐπὶ δέκα· ἕως εἰκάδος· ἔπειτα εἰκάς· καὶ εἰκὰς δευτέρα· καὶ λοιπὸν καθ' ὑφαίρεσιν ἐνάτη φθίνοντος· ὀγδόη φθί νοντος· ἑβδόμη φθίνοντος· ἕως δευτέρας φθίνοντος· ἥτις ἔστι παρ' ἡμῖν εἰκὰς ἐνάτη· τὴν δὲ τριακάδα ἔνην καὶ νέαν ἐκάλουν· ἐπειδὴ τὸ μὲν ἔχει παρωι χημένον, ὅπερ ἔνον ἐστίν· τὸ δὲ τοῦ ἐνεστῶτος, ὅπερ νέον ἐστίν. Μουσαῖοσ: Λυσίας πρὸς τὴν Μιξιδήμου γραφήν· εἰ γνήσιος· καὶ δύο παῖδας αὐτωῖ ἀκολούθους εἶναι· ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον· ὅτι ὁ μὲν ὁ κρινόμενος ἐπετήδευε τοὺς οἰκέτας τοῦτο καλεῖν, δῆλον· περὶ δὲ Μουσαίου, οἱ μὲν ἐκ Θράκης εἰρήκασι τὸν ἄνδρα εἶναι· οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. Μουσικά: τερπνὰ τὰ δι' αὐλῶν καὶ κινύρας καὶ τὰ ὅμοια. Μουσικήν: καὶ τὴν μαντείαν οἱ παλαιοὶ καὶ τὴν ποιητικήν· λέγεται δὲ καὶ τὸ εὐπαίδευτον καὶ ἐπι δέξιον μουσικόν· καὶ τὸ ἐμμελές. Μοχθεῖ: κακοπαθεῖ. Μοχθηρόσ: ἐπίπονος ἢ πονηρός· ἢ κακός· καὶ μοχ θηρία ἐπὶ τῆς κακίας τέτακται· οὕτω Δείναρχος· mu. 278 Ἀντιφῶν δὲ ὁ παλαιότατος τῶν ῥητόρων τωῖ μὲν μοχθηρωῖ ἐχρήσατο οὐκ ἐπὶ τοῦ κακοῦ ἀνδρὸς καὶ εἰσαγομένου εἰς δικαστήριον ἵνα κατηγορηθῆ, ἀλλ' ἐπὶ πατρὸς δίκην λαχόντος ὑπὲρ ἀπεσφαγμένου παιδὸς τὸν μοχθηρὸν ἔταξεν· καὶ φησὶν οὗτος ἐν προοιμίοις καὶ ἐπιλόγοις· καγὼ μὲν ὁ μοχθηρὸς, ὅν τινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖς ἐχθροῖς καταγέ λως. Μυᾶτε: σκαρδαμύττετε. Μύαγροσ: ὁ μυοθήρας. Μύγησ: γέροντος ἀδυναμία. Μύγματα: καταξέσματα. Μυδαλέον: δρύϊνον· παρὰ Ἀρχιλόχωι διάβροχον· λέ γει δὲ τὸ ἐπίδακρυ καὶ κάθυγρον αἷμα· τὸ ἐννότερον· ῥυπαρόν. Μυδαλέον: βεβρεγμένον. Μυδαλέασ: διαβρόχους. Μυδιᾶν: νοτιᾶν· δίυγρον εἶναι καὶ σήπεσθαι. Μύδροσ: σίδηρος πεπυρωμένος. Μυδῶντεσ: βρεχθέντες· διυγραμμένοι· σαπέντες. Μυελόεντα: τροφὴν ἔχοντα. Μύζει: θηλάζει· λείχει. Μύζοντεσ: ἐκπιέζοντες. Μύησισ: μαθησία· κατήχησις· ἐπιστήμη. Μυθήσασ: εἰπών. Μῦθοσ: λόγος ψευδὴς εἰκονίζων τὴν ἀλήθειαν. mu. 279 Μῦθος ἐσώθη: ἐπίρρημά ἐστι λεγόμενον ἐπ' ἐσχάτω τοῖς λεγομένοις μύθοις τοῖς παιδίοις. Μυῖα χαλκῆ: καὶ μυΐνδα· παιδιᾶς εἶδος, ἣν οἱ παί ζοντες ἀποτετακότες τὰς χεῖρας ἐπιμύουσιν, ἕως ἂν ἐπιλάβωνται τινός. Μῦα: καὶ γράφεται καὶ λέγεται ἄνευ τοῦ ˉι· καὶ δισυλλάβως παρὰ τῶν Ἀττικῶν. Μύκησ: τὸ παρὰ τὴν μύξαν τοῦ λύχνου διεγειρόμενον. Μυκηθμόσ: ἡ τῶν βοῶν φωνή. Μυκόνιον: τὸν γλίσχρον· πλεονέκται γὰρ ἐν μικροῖς οἱ Μυκόνιοι· ἢ διὰ τὸ λυπρὰν εἶναι τὴν Μύκονον. Μυκτῆρασ: τὰ ἑκατέρωθεν τῆς ῥινὸς τρήματα. Μυκτηρίζει: ἐξουθενεῖ. Μυκωμένουσ: βοῶντας. Μυκώνιος γείτων: αὕτη τάττεται κατὰ τῶν διαβε βλημένων ἐπὶ γλισχρότητι καὶ σμικροπρεπείαι· παρὰ τὴν σμικρότητα τῆς νήσου τῆς Μύκωνος καὶ εὐτέλειαν. Μυλαβρίδεσ: σίλφαι αἱ μαλακαί· ἔλλευκοι· ἢ τρω ξαλλίδες καὶ ἀετρίδες· Πλάτων Λάκωσι. Μύλακεσ: μυλώδεις λίθοι. Μύλη: τὸ κάτω τοῦ μύλου· τὸ γὰρ ἄνω ὄνος λέγε ται: Μυλάσ: ἡ πόρνη. Μύλος ἀκούει: ἐπὶ τῶν ἀκουόντων μὲν, μὴ προσποι ουμένων δὲ ἀκούειν. Μύλωθρον: ὅπου ἄλφιτα ἀλεῖται. mu. 280 Μύλωθροσ: ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἑαυτωῖ. Μύξαν: αὐτὸν τὸν μυκτῆρα καλοῦσιν, οὐχὶ τὸ ὑγρόν· οὕτως Ἀριστοφάνης. Μυούμενοσ: τελούμενος· μυσταγωγούμενος. Μύραιναι: δῆμος Πανδιονίδος. Μύραινα: καταφερής· ἀπὸ τοῦ ζώου· Ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ. Μύρρινοσ: ὁ στέφανος τῶν Ἀθήνησιν ἀρχόντων· μυρ ρίναις γὰρ στεφανοῦνται οἱ ἄρχοντες. Μυρρινῶν: ἀρχῆς ἐπιθυμῶν· μυρρίναις γὰρ ἐστεφα νοῦντο. Μυρία: πολλά· ἀναρίθμητα. Μυρίοι ἐν Μεγαλοπόλει: Δημοσθένης ἐν τωῖ
3.2.1
Αἰσχίνου· συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάν των· οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. Μυρίων: συνέδριον ἦν μυρίων ἐν Μεγάληι πόλει τῆς Ἀρκαδίας. Μυρμηκίασ: τοὺς εἰς μυρμηκίαν λαλήσαντας ἑλκοῦ σθαι τὴν γλῶτταν φασί. Μύρμηκος ἀτραπόσ: ἐν Θεσμοφοριαζούσαις Ἀριστο φάνης· ἀντιφωνεῖ ἢ τὶ τοιοῦτο διὰ τὴν βραχύτη τα· ἔστιν Ἀθήνησι Μύρμηκος ἀτραπὸς ἐν Σκιβω νιδῶν ἀπὸ Μύρμηκος τοῦ Μελανίππου τοῦ Κύκλω πος τοῦ Ζευξίππου. Μυρομένη: ὀδυρομένη· θρηνοῦσα. mu. 281 Μυροκλῆσ: Σαλαμίνιος τὸ γένος· τῶν παρὰ Ἀθηmu. 281 ναίοις οὐ καλῶς πολιτευσαμένων. Μύρτα: ὁ καρπὸς τῆς μυρσίνης. Μύρτησ: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φη σὶν Ἀργείους Μύρτης· Τελέδαμνος· Μνασέας· Θεόπομπος δὲ Πασέα καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς Μακεδονίζοντας· ἰδεῖν οὖν εἰ γραφικὰ ἔστιν ἁμαρτήματα. Μύρτον: τὸ σχῆμα τοῦ γυναικείου αἰδοίου· οὗ τὸ μετ αξὺ κλειτορίς· ἀφ' οὗ τὸ ἀκολάστως ἅπτεσθαι, κλειτορίζεσθαι· τὸ δὲ χεῖλος ὑποδορίς· τὸ δὲ σύμ πτωμα μυρτοχείλη. Μυρών: οἱ Ἀττικοὶ περισπῶσι· καλοῦσι δὲ οὕτως καὶ τὸ ἀμβλὺ βρῶμα καὶ ἄναλον ὥστε μήτε ἁλμυρὸν εἶναι, μήτε μωρὸν ἐς τὸ πᾶν. Μύσαι: τὸ μετὰ ἀνάγκης τί ὑπομεῖναι. Μύσαντοσ: καμμύσαντος. Μυσικάρφησ: ὄνομα Μυσικάρφους· οὗ μνημονεύει Ἀ πολλοφάνης ἐν Κρησίν· Ἀρίσταρχος δὲ ἐπ' ὀνόμα τος τινὰ ἀηδῶς ἐπιγλῶτταν· οἱ δὲ ἀνέγνωσαν μυσι κάρφει, ὡς ἀκονιτί· τὸ μεμυκότως καὶ ξηρῶς, μὴ ἐκ φανεροῦ γελᾶν· Κρατῖνος Ὥραις. Μυρτόνιον: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· φρούριον ἦν ἐν Θράκηι. mu. 282 Μυσικέλενδρον: τὸ τοῦ μυὸς ἀποπάτημα· μυόχοδον. Μύσκλαι: οἱ λείψωμοι. Μὺς λευκόσ: οἱ κατοικίδιοι μύες ἄγαν πρὸς τὴν ὀχείαν κεκίνηνται, μάλιστα οἱ λευκοί· οὗτοι δὲ εἰσὶ θήλεις· ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ Ἀφροδίσια ἡ παροιμία εἴρηται. Μύσοσ: μίασμα. Μῦς πίσσης γεύει: ἐπὶ τῶν νεωστὶ ἀπαλλασσόντων· καὶ ὅσα Μῦς ἐν Πίσσηι· ἀπὸ Μυὸς τοῦ Ταραντίνου πύκτου κακῶς Ὀλυμπιᾶσιν ἀπαλλάξαντος. Μυόχοδον: οὐδενὸς ἄξιον· Μένανδρος Ῥαπιζομένηι· ὁ μυόχοδος γέρων Λεληθέναι σφόδρ' οἰόμενος. Μυσταγωγεῖ: μυστήρια ἐπιτελεῖ· εἰς μυστήρια ἄγει· ἢ ἐκδιδάσκει. Μυσταγωγόσ: ἱερεύς. Μυστήρια: τελεταί. Μύστησ: ὁ τὰ μυστήρια ἐπιστάμενος ἢ διδάσκων. Μύστακα: τὸ χεῖλος. Μυστιπόλοσ: ὁ περὶ τὰ μυστήρια ἀναστρεφόμενος. Μυστηρίων ἐπιμελητήσ: ὁ ἐπιμελούμενος τῆς ἑορτῆς τῶν μυστηρίων· ὃς ἦν χειροτονούμενος ἄρχων. Μυστίλην: ψωμόν· κοῖλον ἄρτον, ὃν ἐποίουν, ἵνα ζω μὸν ἐν αὐτωῖ ῥοφῶσι. Μύστισ: ὃ ἔχει ἀντὶ σπλάγχνων τὰ μὴ ἔχοντα σπλάγχνα ζῶα· ἐφ' οὗ τὸν θόλον ὃν πλεῖστον καὶ μέγιστον ἡσίοδος ἔχει· κεῖται δ' εὖ πως ταμα δία mu. 283 δέ τις μύστιχος ὁ στόμαχος τείνει ὡς Ἀριστοτέ λης ἐν τοῖς περὶ ζώων φησί. Μυσῶν λείαν: παροιμία τίς ἔστι, λαβοῦσα τὴν ἀρ χὴν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τὲ καὶ ληστῶν τὴν Μυσίαν κατὰ τὴν Τηλέφου τοῦ βασι λέως ἀποδημίαν. Μυττωτόν: ὑπότριμμα τὶ διὰ σκορόδου. Μυττωτεύσωμεν: συγκύψωμεν· ἀπὸ τοῦ διὰ σκορό δων τρίμματος. Μυσῶν λεία: ἐπὶ τῶν καταφρονητῶν καὶ εὐκατα φρονήτων. Μυχάλμη: βυθὸς θαλάσσης. Μυχέστατον: ἐσώτατον. Μυωξία: ὑβριστικὸς λόγος· σημαίνει δὲ τοὺς τῶν μυῶν χηραμούς. Μυωπιζόμενοσ: μυωπάζων· παρακαμμύων· ἄκροις τοῖς ὀφθαλμοῖς προσέχων. Μυωτόσ: χιτῶνος εἶδος. Μύωψ: μυατίς ἐρεθίζουσα τὰς βοῦς. Μῶκοσ: χλευαστής· μωρός· σκώπτης· καὶ μωκω μένης, χλευαζομένης. Μῶλυ: ἀντιπάθιον· ἢ βοτάνη ἀλεξιφάρμακος, ἤτοι πήγανον ἄγριον. Μωλύτερον: ἀμβλύτερον καὶ ἀπαθέστερον καὶ ἦχον οὐκ ἔχον. Μώλωψ: ἔναιμον ἄλγος. mu. 284 Μωμᾶται: ψέγει. Μωμητά: ψεκτά. Μῶν ἆρα: σημαίνει σύνδεσμον ἐπιζητητικόν· τὸ γὰρ μῶσθαι, ζητεῖν. Μῶν ἐστί: ἄρα ἔστιν. Μώνυχα: ἁπλῆν καὶ μὴ διεστῶσαν. Μωρόσ: ἔνιοι τὴν πρόσκαιρον εὐήθειαν προπερισπωμέ νως· τὴν δὲ κακίαν ὀξυτόνως· οἱ δὲ ἁπλῶς προπε ρισπῶσι· σύγκειται δὲ κατὰ στέρησιν τῆς ὥρας. Μωρότερος Μωρύχου: παροιμία· Πολέμων λέγεσθαι ταύτην παρὰ Σικελιώταις οὕτως· μωρότερός εἰμι Μωρύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθη ται· Μόρυχος δὲ παρ' αὐτοῖς ὁ Διόνυσος κατεπεί θετο, διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τηῖ τρύγηι γλεύκει τὲ καὶ σύκοις· μορύξαι δὲ τὸ μολύ ναι· Ὅμηρος γ' οὖν τὸ μεμολυμμένος μεμορυχ μένος φησίν· εὐήθειαν τούτου καταγνωσθῆναι, παρ' ὅσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρωι αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τηῖ εἰσόδωι· τάττεται δὲ ἐπὶ τῶν εὔηθές τί διαπραττομένων. Μωρῶν: Δημοσθένης ἐν Φιλιππικοῖς· συντάγματα τινὰ Λακωνικὰ οὕτω καλεῖται· φησὶ δὲ Ἀριστοτέ λης, ὡς εἰσὶ μοῖραι ἑπτὰ ὠνομασμέναι· καὶ διηί ρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες· Ξενο φῶν δὲ φησὶν ἐν τηῖ Λακώνων πολιτεία· ἑκάστη mu. 285 δὲ τῶν πολιτικῶν μωρῶν ἔχει πολέμαρχον ἕνα· λοχαγοὺς τέσσαρας· πεντηκοστύας ὀκτώ· ἐνωμο τάρχας ἑκκαίδεκα. Μῶ: τὸ ˉμˉυ στοιχεῖον· Δημόκριτος. Τέλος τοῦ ˉμ στοιχείου. Ἀρχὴ σὺν Θεῶ τοῦ ˉν στοιχείου. Νάβλα: εἶδος ὀργάνου. Νάει: στάζει· ῥέει. Ναΐδεσ: πηγαί: ἢ νύμφαι παρὰ τοῖς νάμασι δια τρίβουσαι. Ναΐσ: ἑταίρα τίς, ἧς μέμνηται Λυσίας καὶ Ἀριστο φάνης. Ναὶ μὰ Δία: Ἀττικὴν ἔχει συνήθειαν· ἴσον δέ ἐστι τοῦτο, ναὶ μὰ τὸν Δία. Ναικισήρεισ: καὶ παρὰ Φερεκράτηι καὶ Ἑρμίππωι· τουναντίον δὲ σημαίνει τῶ ἀληθεύειν. Ναὶ μήν: ναὶ οὕτως. Ναίουσιν: οἰκοῦσιν. Ναὶ τάν: οὕτως ὤμνυον. Ναιχί: τούτωι χρῶνται συνεχῶς. nu. 286 Νακην: προβάτου δοράν. Νάκοσ: ἔντριχον δέρμα· ἤτοι δορὰ προβάτου. Νακοτίλται: οἱ τῶν προβάτων κουρεῖς. Νᾶμα: ὕδωρ· ποτόν. Ναματιαῖα: τὰ ἀπὸ ναμάτων ὕδατα, καὶ πηγῆς, οὐκ ἀπὸ ὑετοῦ. Ναμεργία: ἀλήθεια. Ναρᾶς τὲ Δίρκησ: ῥευστικῆς· Αἰσχύλος. Νανόσ: ἐπὶ τῶν μικρῶν παρὰ Νεοκλείδηι καὶ Ἀρισ τοτέλει· καὶ ὁ Θεόφραστος· ὡς νάννον καὶ αἰδοῖον ἔχοντα μέγα· οἱ γ' οὖν νάννοι μέγα αἰδοῖον ἔχουσιν. Νάννοσ: κονδὸς μὴ αὔξων. Ναναρισταί: γένος τί ἄσωτον. Ναξίανθοσ: ἡ ἀκοή. Νασμούσ: τὰς ἀποροιάς. Ναόσ: ἀπὸ τοῦ νάειν. Ναρᾶς τε Δίρκησ: ῥευστικῆς· Αἰσχύλος. Ναννίον: Ἀπολλόδωρος ἐν τωῖ περὶ τῶν ἑταιρῶν· αἶγα λέγεσθαι φησὶ ταύτην τὴν ἑταίραν· διὰ τὸ Θαλλὸν τὸν κάπηλον καταφαγεῖν· χαίρουσι γὰρ αἱ αἶγες τωῖ θαλλωῖ· ἔστιν δὲ αὐτῆς μνήμη καὶ ἐν τηῖ κωμωδίαι· Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τωῖ περὶ τῶν ἑταιρῶν τὴν Ναννίον φησὶ προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι. nu. 287 Ναξία λίθοσ: ἡ Κρητικὴ ἀκόνη· Νάξος γὰρ πόλις Κρήτης. Νάπη: ὀρεινὸς ὑλώδης τόπος. Νάπυ: σίνηpi. Νάρκη: μυρμηκίασις. Ναστόν: πυκνόν· μεστόν· πλήρη· μὴ ἔχον ὑπόκου φον τί. Ναστόσ: πλακοῦντος εἶδος· καὶ ναστοφαγεῖν· λέγουσι δὲ καὶ τὸν ζυμίτην ἄρτον· ὡς ἐπίπαν καὶ μέγα. Ναύαρχοσ: ὁ τῶν νηῶν ἄρχων. Ναυβάτησ: ἐπιβάτης ἢ ναύτης. Ναύειν: ἱκετεύειν· ἐπεὶ ἐν τοῖς ναοῖς ἦσαν· ἢ παρὰ τὴν ἑστίαν παρὰ τὸ ἐναῦσαι. Ναύκληροσ: ὁ τῆς νεὼς κύριος· καὶ ὁ ἐπιπλέων αὐτηῖ, ἐπὶ τῶ τὰ ναύλα λαμβάνειν. Ναύκληροσ: Ὑπερίδης οὐ μόνον ὡς ἡ συνήθεια κέ χρηται τωῖ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθω μένου ἐπὶ τωῖ τὰ ἐνοίκια ἐκλέγειν, ἢ οἰκίας ἢ συν οικίας. Ναυκληρεῖν: καὶ τὸ οἰκίας δεσπόζειν· Ἄλεξις. Ναυκραρία: Δημοσθένης ἐν τωῖ κατὰ Τιμοκράτους· μήτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς ναυ κρατητικά· ἵνα ἦ ἀπὸ ναυκρατητικοῦ πλοίου ἢ ναυκρατητῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου· ἐὰν δὲ ηἶ Ναυ κρατητικὰ, ἢ ἀντ' αὐτῶν ἀρχόντων· ναυκράρους nu. 288 γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον· ὡς καὶ Ἡρόδοτος ἐν εʹ ἱστοριῶν. Ναυκράροι: τὸ παλαιὸν Ἀθήνησιν οἱ νῦν δήμαρχοι· καὶ οἱ ἐκμισθοῦντες τὰ δημόσια. Ναυκραρία: τὸ πρότερον οὕτως ἐκάλουν ναυκραρία καὶ ναύκραρος· ναυκραρία μὲν ὁποῖον τι ἡ συμ μορία καὶ ὁ δῆμος· ναύκραρος δὲ ὁποῖον τί ὁ δήμαρ χος, Σόλωνος οὕτως ὀνομάσαντος· ὡς καὶ Ἀριστο τέλης φησί· καὶ ἐν τοῖς νόμοις δὲ ἄν τις ναυκρα ρίας ἀμφισβητῆ· καὶ τοὺς ναυκράρους τοὺς κατὰ ναυκραρίαν· ὕστερον δὲ ἀπὸ Κλεισθένους δῆμοι εἰσίν· καὶ δήμαρχοι ἐκλήθησαν· ἐκ τῆς Ἀριστο τέλους Πολιτείας, ὃν τρόπον διέταξε τὴν πόλιν ὁ Σόλων· φυλαὶ δὲ ἦσαν τέσσαρες καθάπερ πρότε ρον καὶ φυλοβασιλεῖς τέσσαρες· ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι, τριττύες μὲν τρεῖς, ναυ κραρίαι δὲ δώδεκα καθ' ἑκάστην· ὁ Κλείδημος ἐν τηῖ τρίτη φησὶν, ὅτι Κλεισθένους δέκα φυλὰς ποιή σαντος, ἀντὶ τῶν τεσσάρων, συνέβη καὶ εἰς πεντή κοντα μέρη διαταγῆναι· αὐτοὺς δὲ ἐκάλουν ναυ κράρια· ὥσπερ νῦν εἰς τὰ ἑκατὸν μέρη διαιρεθέντα καλοῦσι συμμορίας. Ναυκρατίαν: Ἀνδοκίδης Συμβουλευτικῶ. Ναυλοχεῖν: ναῦς λοχᾶν καὶ ἐνεδρεύειν· Θουκυδίδης ἑβδόμωι· καὶ ναυλόχιον, ὁ τοιοῦτος τόπος, ωἷ λι μένες ἔνεισιν. nu. 289 Ναυλόχιον ἐν τωῖ μέσωι: Ἀριστοφάνης Βαβυλω νίοις. Ναυλοχεῖ: ἐν τηῖ νηῒ κατατέτακται. Ναύλοχον: εὔδιον ἐν ωἷ αἱ ναῦς λοχῶσιν ἢ ἀναπαύ ονται. Ναύμαχα: μακρὰ δόρατα, ὥστε ἀπὸ τῶν νεῶν μά χεσθαι. Ναυμαχησείοντεσ: πρὸς ναυμαχίαν ἑτοίμως ἔχοντες. Ναύποδεσ: οἱ νησιῶται. Ναυσικύδου: καὶ σὺν τωῖ ˉσ· καὶ τὰ ἄλλα τὰ ὅμοια διττῶς· Ἀριστοφάνης. Ναῦσ: Ἀττικοί· Ἴωνες δὲ νεὺς ἢ νηύς· καὶ τὰς πλαγίους Ἴωνες νεὼς ἢ νηός· νηΐ· νηΐτην δὲ πλη θυντικήν. Ναυσίουσα: ναυσιῶσα· οὕτως λέγει καὶ πλέουσα. Ναυσίποροσ: ὑπὸ νηῶν περώμενος. Ναύσταθμον: τὸν λιμένα. Ναυστολοῦν: ναύστολον. Ναυστολίαν: πλοῦν. Ναυτικὴ συγγραφή: τὸ ναυτικὸν δάνεισμα, ὃ ποιεῖται τίς ἐπὶ ὑποθήκηι. Ναυτίδασ: γυναῖκας ὡς ναύτας. Ναυτιλλόμενοσ: πλέων. Ναυτοδίκαι: Ἀθήνησιν οἱ τὰς τῆς ξενίας δίκας εἰσά γοντες. Ναυτοδίκαι: ἀρχὴ τίς ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· nu. 290 Κρατερὸς γ' οὖν φησίν· ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατίζη, διώκειν δεῖ τωῖ βουλομένωι Ἀθηναίωι οἷς δίκαι εἰσίν· λαγχάνειν δὲ τηῖ ἔνηι καὶ νέαι πρὸς τοὺς ναυτοδίκας. Ναυτοδίκαι: ἄρχοντες ἐπὶ τοῖς ναυκλήροις δικάζοντες καὶ τοῖς περὶ τὸ ἐμπόριον ἐργαζομένοις, ὡς καὶ ναυφύλακες ἄρχοντες τινὲς ἐπὶ τῆς τῶν νεῶν φυλακῆς. Ναυστολία: ὁ πλοῦς. Ναυττιᾶν: ἐν τοῖς δυσὶ ˉτˉαˉυ λέγουσιν. Ναύφρακτον: καὶ ναύφαρκτον τὴν Ἀττικὴν δύναμιν καλοῦσιν. Ναύφαρκτον βλέπειν: φησὶν ἐπὶ τοῦ περιαρθροῦντος καὶ σεμνῶς ἰόντος· Πρὸς τῶν θεῶν ἄνθρωπε ναύ φαρκτον βλέπεις. Νεαλήσ: ἐκτείνεται τὸ ˉα· Ἀριστοφάνης Λημνίαις· Ἕως νεˉαλης ἐστὶν αὐτὴν τὴν ἀκμήν· Μένανδρος. Νεαλήσ: κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς· λέγεται δὲ καὶ ὁ νεωστὶ ἁλισθείς. Νεᾶν: οὐ νεοῦν τὴν γῆν· καὶ νεατὸν Ξενοφῶν, οὐ νέωσιν· Εὔπολις Αἰξίν· Ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν. Νεάζομεν: μειρακιευόμεθα· καὶ ἐπὶ τοῦ νεωστὶ ἥκομεν. Νέακασ: τοὺς νέους· Κτησιφῶν Πανδώρα. Νεανίασ: τολμηρούς. nu. 291 Νεανιεύεται: νέου ἔργα ποιεῖ. Νεανισκεύεται: Ἄμφις Ἐρίθοις· Ποσείδιππος Δημόταις· Εὔπολις Σφιγξὶν ἰδίως ἐσχημάτικεν τὸ νεανισκεύειν ἐν Δήμοις· Γυναῖκ' ἔχοντα μάλα καλὴν τὲ κἀγαθήν· Αὐτὴ νεανικοῦντος ἐπεθύ μησέ μου. Νεανιεύματα: κομάσματα· καινὰ τολμήματα. Νέα νουμηνία: ἡ πρώτη ἡμέρα τοῦ ἐνιαυτοῦ, ἥτις ἔστι νουμηνία Ἑκατομβαιῶνος μηνός. Νεαροί: νέοι· νήπιοι. Νεάσαι: μεταβαλεῖν τὴν ἠροτριασμένην γῆν· ἐπα ροτριάσαι. Νεάτη: ἐσχάτη. Νεάτην: οὐχὶ νήτην λέγουσιν· καὶ παρανεάτην καὶ τρισνέατον· Κρατῖνος Νόμοις. Νεβλάρετοι: περαίνει· ἄσημος φωνὴ ἐπὶ τοῦ περαί νειν· Ἀριστοφάνης Δαιταλεῦσιν. Νεβρίζειν: ἢ νεβροῦ δέρμα φορεῖν, ἢ διασπᾶν νεβρούς· κατὰ μίμησιν τοῦ περὶ τὸν Διόνυσον πάθους. Νεβρίζων: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου· ἢ καὶ τοὺς τελουμένους διαζωννύντος· νεβρίζειν ἐπὶ τοῦ νε βροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. Νεβρίσ: ἐλάφου δέρμα. Νεβρόσ: ἐλάφου γέννημα· οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν καὶ νεμόμενον. nu. 292 Νέεσθαι: πορεύεσθαι. Νεηκέσ: νεωστὶ ἠκονημένον. Νεήλατα: τὰ νεωστὶ ἀληλεσμένα ἄλφιτα καὶ μέλιτι δεδευμένα· οἷς καὶ ἀσταφίδες καὶ χλωροὶ ἐρέβινθοι συνεφυρῶντο· ἐκάλουν δὲ τινὲς αὐτὰ καὶ ἀμβροσίαν· κατ' ἔλλειψιν δὲ προφέρουσιν οἱ Ἀττικοὶ τὸ νεή λατα, μὴ προστιθέντες τὸ ἄλφιτα. Νεήλατα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· κατ' ἔλλειψιν ἀντὶ τοῦ νεήλατα ἄλφιτα, τὰ νεωστὶ ἀληλεσμένα· ἃ δὴ μέλιτι ἀναδεύοντες, ἀσταφίδας δὲ καὶ χλωροὺς ἐρεβίνθους ἐπεμβάλλοντες, τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον· ἐκάλουν δὲ αὐτὰ, οἱ μὲν ἀμ βροσίαν, οἱ δὲ μακαρίαν. Νεήλυδεσ: νεωστὶ ἐληλυθότες. Νεῖα: τὰ εἰς κατασκευὴν νεῶν ξύλα. Νείκασ: τιμὰς ὁμοίως Ἀττικοί. Νεικεῖ: ψέγει· φιλονεικεῖ. Νεῖκοσ: διαφορὰ μετ' ἐπιπλήξεως· οἱ δὲ μάχην· φιλονεικίαν· λοιδορίαν· Ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει· λέγων κατάμεμψιν· καί· Νεῖκος Ὀδυσσῆος· καὶ μάχη· ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη· Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη. Νεῖν: κολυμβᾶν· καὶ τὸ νήθειν. Νεκάδεσ: νεκροί. Νεκτάρεον: ἡδύ· καλόν· εὐῶδες· ἐπὶ τοῦ· Νεκταρέου nu. 293 ἑανοῦ· καὶ νέκταρ, θεῶν πόμα· καὶ οἶνος οὕτως, ὡς Ἀναξανδρίδης· καὶ τὸ βρῶμα τῶν θεῶν ὁ αὐτός. Νεκταρέου: θείου. Νεκνιζομένου: καινουργουμένου. Νέκταρ: θεῖον πόμα. Νεκυομάντισ: ὁ ἐπερωτῶν τὸν νεκρόν. Νέκυσ: νεκρός. Νεμέας χαράδρα: τόπος τις οὕτως ἐκαλεῖτο ἐν Πελο ποννήσωι. Νεμέασ αὐλητρίδος μνημονεύει Ὑπερίδης. Νεμεσσᾶ: μέμφεται. Νεμεσσᾶν: φθονεῖν ἢ μηνίειν. Νεμεσητόν: μεμπτόν. Νεμεσία: ἡ ἐπὶ τοῖς νεκροῖς γενομένη πανήγυρις· ἐπεὶ ἡ Νέμεσις ἐπὶ τῶν νεκρῶν τέτακται. Νεμεσία: Δημοσθένης ἐν τωῖ κατὰ Σπουδίου· μή ποτε ἑορτὴ τίς ἦν Νεμέσεως· καθ' ἣν τοῖς κατοι χομένοις ἐπετέλουν τὰ νομιζόμενα. Νέμεσθαι: ὡς τὸ πολὺ, τὸ λαμβάνειν πρόσοδον παρὰ Θουκυδίδη. Νεμεσίζει: μέμφεται· καὶ νεμεσίζομαι· φθονῶ. Νέμεσισ: μέμψις· δίκη· ὕβρις· φθόνος· τύχη. Νεμήσασθαι: διαμερίσασθαι. Νεμήσεις ὑποκριτῶν: οἱ ποιηταὶ ἐλάμβανον τρεῖς ὑποκριτὰς κλήρωι νεμηθέντας ὑποκρινομένους τὰ δράματα· ὧν ὁ νικήσας εἰς τουπιὸν ἄκριτος παρα λαμβάνεται· ἔστιν οὖν οἷον διαιρέσεις. nu. 294 Νέμοιτο: καρποῖτο. Νεμόμενα: μεριζόμενα· καὶ νομὴ, διαίρεσις καὶ μερισμός. Νέμοντα: διοικοῦντα. Νέμω: νομήσω. Νενησμένην: σεσωρευμένην. Νένηται: πεπλήρωται ἢ σεσώρευται. Νένωμαι: διανενόημαι. Νενώμεθα: διανενοήμεθα. Νένοφεν: νενέφωται. Νενώπηται: καταπέπληκται καὶ κατεστύγνακεν. Νεοαρδέα: νεωστὶ πεποτισμένην. Νεογαμήσ: ὁ νεωστὶ γήμας. Νεογιλόν: νεογέννητον. Νεόδμητον: νεοδάμαστον. Νεοεργέσ: προσφάτως εἰργασμένον. Νεοθνήσ: ὁ νεωστὶ τεθνεώς. Νεοθαλήσ: νεωστὶ ἀνελθών. Νεοκαταστάτοις ἀνθρώποισ: φησὶ Θουκυδίδης ἀντὶ τοῦ νεωστὶ κατωικισμένοις. Νεοθηλήσ: νεωστὶ βλαστήσασα. Νεόκμητον: νεωστὶ κατεσκευασμένον. Νεοκράσ: νεόκρατος· καὶ χαλκοκρὰς καὶ ἁλικράς. Νεόκρατοσ: κρατὴρ διττός· ὁ μὲν ἐν σπονδαῖς, ὁ δὲ ἐν περιδείπνοις. nu. 295 Νεόκρατοσ: νεωστὶ κεκραμένος. Νεωκορήσει: ἐνίοτε ἀντὶ τοῦ ἱεροσυλήσει· κορεῖν γὰρ λέγουσι τὸ καλλύνειν· τὸ σαροῦν· καὶ ἐκκαλλύ νειν· τό, τε ἐκκορηθείης, ἀντὶ τοῦ ἐκκαλλυνθείης. Νεολαία: νέος λαός· καὶ οὐ πάλαι εἰς ἄνδρας ἐγγε γραμμένος. Νεολαίαν: τὴν νεότητα τετρασυλλάβως οἱ Ἀττικοί· Βαβυλωνίοις· Ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν. Νεολώφητοσ: νεωστὶ λελωφηκυῖα. Νεολέωσ: ἔφηβος. Νεόνανον: τὸ παραχρῆμα γεγονός· παίζειν τι δὲ ἔχειν· ὡς τοὺς μετοίκους νέου προστάτην· ἀντὶ τοῦ ἔχειν. Νεοπεφθῆ: ἀρτιμαθῆ. Νεοσπαδῆ: νεωστὶ τὰ σπάργανα περικείμενον. Νεορρύτοισ: νεωστὶ ῥέουσι. Νέορτοσ: ἔφηβος. Νέος ἐστὶ καὶ ὀξύσ: ἀμαθὴς ἔστι καὶ προπετής. Νεοπέπειροσ: ὁ ἄρτι πεπανθείς. Νεουργόν: νεωστὶ εἰργασμένον. Νεοτελήσ: νεωστὶ τετελειωμένος. Νεοτευχέσ: νεωστὶ κατεσκευασμένον. Νεοττόσ: ἡ τοῦ ὠοῦ λέκιθος· καὶ τὸ πυρρόν· Μέναν δρος Ἀνδρία· Καὶ τεττάρων ὠῶν μετὰ τοῦτο, φιλ nu. 296 τάτη, Τὸ νεοττόν· Κλέαρχος ἐν τωῖ περὶ οἴνων συγγράμματι φησίν· ωἷ διαδίδοται ἡ ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτω γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τωῖ καλουμένωι νεοττωῖ· διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες· καὶ ἔστι τὸ ὠχρὸν πε ρίττωμα τοῦ σπέρματος· ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τωῖ περὶ χρησ μῶν· ὄναρ γάρ τινα φασὶν θεασάμενον ἐκ τῆς κλί νης αὐτοῦ κρέμασθαι ὠὰ, προσαναθέσθαι ὀνειρο κρίτηι· τὸν δὲ εἰπεῖν, ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον· εὑρόντα δὲ σταμνίον, ἐν ωἷ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τί τοῦ ἀργυρίου τωῖ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τηῖ λέξει· Ὠῶν δ' ἐν αὐτηῖ διέτρεχεν νεόττια. Νεόφθιτον: νεωστὶ τελευτῆσαν· νεωστὶ φθαρέν. Νεοχμόν: νέον. Νεύματα: βουλήματα. Νέφοσ: πλῆθος. Νεφώσεωσ: συννεφείας. Νεωκόροσ: ὁ τὸν ναὸν κοσμῶν καὶ εὐτρεπίζων. Νεολαία: νέων συναγωγή. nu. 297 Νεών: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας φησίν. Νεῶνασ: τοὺς νεῶν οἴκους Ἴωνες. Νεώρια καὶ νεώσοικοι: μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας, εἰς ὃν ἀνέλκονται αἱ τριήρεις, καὶ πά λιν ἐξ αὐτοῦ καθέλκονται· ὡς ὑποσημαίνουσι Λυ κοῦργος τὲ καὶ Ἀνδοκίδης. Νεωρεῖν: νεωφυλακεῖν. Νέωρον: νέον. Νεώσ: Ἀττικῶς ὁ ναός. Νεώσατε: ἀροτριάσατε. Νεώσοικοι: οἰκήματα παρὰ τηῖ θαλάττηι οἰκοδομού μενα εἰς ὑποδοχὴν νεῶν ὅτε μὴ θαλαττεύοιεν. Νέωσι: Δημοσθένης κατ' Αἰσχίνου· πόλις ἐστὶν ἐν Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν ηʹ Νέωνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν ʹ Ἀτθίδος Νεῶνας. Νέωτα: τὸ ἐπιὸν ἔτος, ἤτοι εἰς τὸ μέλλον. Νεωτερίζει: καινὰ πράττει. Νεωτερικόν: νεανικόν· λέγουσι δὲ τὸν ἀνδρικόν. Νεωτεροποιόσ: Ἀντάρτης τύραννος ἐπιθέτης. Νῆα: ναῦν· πλοῖον. Νηγάτεον: λεπτόν· καινόν· ἁπαλόν· λευκόν· εὐυ φές. Νηδι: καὶ νηδία ἑκατέρως. nu. 298 Νηδὺς ἐλαιάεσσα: ἐπὶ Κύκλωπος· Σικελή· ἀπὸ Ὕβλης τῆς ἐλαιηρᾶς. Νηδύσ: γαστήρ· μήτρα. Νῆεσ: τὰ πλοῖα. Νήεον ὕλην: ἐσώρευον ὕλην· καὶ νηήσας, σωρεύσας. Νηΐδα: ἄπειρον· ἀμαθῆ· ἀσθενῆ. Νηΐσ: οὐκ εἰδώς· ἄπειρος· τὴν δὲ Νηΐδα νύμφην παρὰ τὰ νάματα ἔνιοι· καὶ τὸν Νεῖλον· καὶ ἐν Σάμωι δὲ θηρία γενέσθαι, ὧν φθεγγομένων ῥήγνυσθαι τὴν γῆν· ἐκαλοῦντο δὲ νηία ωσεῦται αν. Νήθειν: οὐ μόνον νεῖν τὴν κρόκην φασίν. Νηκερδήσ: ἀνωφελής· ἀσύνετος. Νηκούστησεν: παρήκουσε. Νηκτά: ἔνυδρα· κολυμβητά. Νηλεῶσ: ἀπανθρώπως· σκληρῶς. Νημερτέσ: ἀληθές. Νεῖν: νήθειν κρόκην. Νηνεμία: ἀνέμων ἀπουσία. Νήνεμοσ: ἄνεμον οὐκ ἔχων. Νηνίποδεσ: ἀνυπόδητοι. Νηπενθέσ: ἀπενθές. Νηποινί: ἄνευ τιμωρίας καὶ ποινῆς. Νηπύτιοσ: ἀνόητος· ἄφρων. Νηρίται: κόγχης τί γένος. Νηρίθμουσ: ἀναριθμήτους· ἀπείρους. Νήσουσιν: σωρεύσουσιν. Νησαίη λίθοσ: οἱ μὲν τὸ σαρδόνιον ἀπὸ τῆς νή nu. 299 σου· οἱ δὲ σμάραγδον· ἐν Κύπρωι γὰρ μεταλ λεύεται. Νισαίασ: ἵππους. Νισαῖον: πεδίον τῆς ἐρυθρᾶς θαλάσσης. Νήστιν: τὸ ἔντερον ἢ σπλῆνα ἢ γλῶτταν· Ἀριστο φάνης. Νήστισ: ὁ ἄσιτος· καὶ τὸ μεταξὺ τῆς κοιλίας καὶ τοῦ στομάχου ἔντερον. Νήστισ: ἔντερον ἐν ωἷ περιελίττουσιν οἱ μάγειροι τὰς χορδάς. Νήστησ: Σικελικὴ θεός· Ἄλεξις. Νήστειραν: στερουμένην τροφῆς. Νησύδριον: νησίον μικρόν. Νήτην: μάτην. Νητικήν: ἄνευ τοῦ ˉσ· τὴν περὶ τὸ νήθειν τέχνην. Νὴ τὸν καὶ ναὶ μὰ τόν: κατομοτικὰ ταῦτα· ἀπομο τικὰ δὲ, οὐ μὰ τὸν Δία· ὥστε ἐσχάτη ἀκυρολογία τὸ λέγειν μὰ τὸν Δία ποίησον. Νηφάλια θύματα: δίχα σπονδῆς. Νηφάλιοι θυσίαι: ἐν αἷς οἶνος οὐ σπένδεται· ἀλλὰ ὕδωρ καὶ μελίκρατον. Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα· μήτε σύκινα μήτε μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγεται. Νήχεται: κολυμβᾶ. Νίβα: χιόνα· καλεῖται δὲ οὕτως καὶ κρήνη ἐν Θρά κηι. nu. 300 Νιγλαρεύων: τερετίζων· καὶ ὁ νίγλαρος· κρουματι κῆς διαλέκτου ὄνομα· Εὔπολις Δήμοις· Τοιαῦτα μέν τοι νιγλαρεύων κρούματα. Νιγλάρουσ: τερετισμούς. Νίγλαροι: τερετίσματα· καὶ περίεργα κρούσματα. Νίδεσ: αἰδοῖα ἢ ὀρχίδια παιδίων· Σικελοί. Νίζει: ῥύπτει· πλύνει· νίπτει· κλύζει· ἀποσμήχει. Νικαίην: νίκην. Νίκαστρον: νικητήριον. Νίκαια: Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσβείας· ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος. Νικάνωρ: τρεῖς γεγόνασι Νικάνορες· ὁ μὲν υἱὸς Βα λάκρου· ἕτερος δὲ Παρμενίωνος· ἄλλος δὲ Στα γειρίτης τὸ γένος· οὗ καὶ Ὑπερίδης μνημονεύει ἐν τωῖ κατὰ Δημοσθένους. Νίκη Ἀθηνᾶ: Λυκοῦργος ἐν τωῖ περὶ τῆς ἱερείας· ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον· ἔχον ἐν μὲν τηῖ δεξιαῖ ῥοὰν, ἐν δὲ τηῖ εὐωνύμωι κράτος, ἐτιμᾶτο παρὰ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως. Νιοβιδῶν: ἐπὶ τῶν ἀρσένων καὶ ἐπὶ τῶν θηλειῶν. Νιφάδεσ: σταγόνες. Νίφαργον: νιφάδι λελευκασμένον. Νείφει: χιονίζει. Νιφετόσ: ἡ κατὰ λεπτὸν καταφερομένη χιών· τέσ σαρες εἰσὶν πήξεις τῆς ἐν τωῖ ἀέρι ὑδατώδους nu. 301 [πήξεως] ὑγρότητος· ὑπὲρ γῆν μὲν ἄνω, ἐπ' ἔλαττον μὲν χιών· ἐπὶ πλέον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω, ἐπ' ἔλαττον μὲν πάχνη, ἐπὶ πλέον δὲ κρύσταλλος· ὁ δὲ νιφετὸς πῆξις οὐκ ἔστιν, ἀλλὰ μᾶλλον περὶ τὴν ἀλλοίαν χρείαν ἡ ποιότης αὕτη. Νιφόεσσα σελήνη: λευκή. Νίψαι: μακρὰ ἡ πρώτη συλλαβὴ ὁπότε ἐπὶ νιφετοῦ τάττεται· καὶ ἔνιψεν· καὶ ἐνίφθη ἡ γῆ. Νοητά: τὰ μὴ αἰσθητά· τὰ ἀόρατα. Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρωίων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν· οὕτω Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστο κράτους. Νοβακκίζειν: τὸ ὀρχούμενον τοῖς δακτύλοις ἐπι ψοφεῖν· σεισμὸς Νιόβη. Νοθεύει: ἀπατᾶ· ἀπαλλοτριοῖ. Νόθοσ: ὁ μὴ δύο ἀστῶν. Νομάδεσ: βοσκόμεναι ἀγέλαι. Νομαδόστοιχοι: ἀπὸ τῶν νόμων κατὰ στοιχὸν ὀρχούμενοι. Νομάδων: ἀγρίων· βαρβάρων. Νομαί: μερισμοί. Νομεύσ: βοσκός· ποιμήν. Νομῆσ: ἐνκοίλια πλοίου. Νομιζόμενα: νόμιμα· ἢ ὑπολαμβανόμενα. nu. 302 Νομίζουσιν: ἀντὶ τοῦ νομίσματι χρῶνται. Νομικόν: τὸν ἐπιστήμονα τῶν νόμων· Ἄλεξις Γαλατεία. Νόμιον: δίκαιον. Νομοθέται: καὶ οἱ εἰσηγούμενοι, καὶ ἐκκλησία τίς Ἀθήνησιν οὕτως ἐκαλεῖτο, ηἷ τοὺς εἰσφερομένους ἐδοκίμαζον νόμους. Νομοΐστορεσ: νομομαθεῖς. Νομόν: νομήν· βοσκήν. Νόμοσ: θεσμός· συνήθεια. Νομοφύλακεσ: ἀρχὴ τίς παρὰ Ἀθηναίοις οὕτως ἐκαλεῖτο· διαφέρουσα τῶν θεσμοθετῶν· οἵτινες τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι. Νοσακερῶσ: τρυφερωδῶς· μαλακῶς· νοσωδῶς. Νόμοσ: ὁ κιθαρωδικὸς τρόπος τῆς μελωδίας· ἁρ μονίαν ἔχων ταύτην καὶ ῥυθμὸν ὡρισμένον· ἦσαν δὲ ἑπτὰ οἱ ὑπὸ Τερπάνδρου· ὧν εἷς ὄρθιος· τετράδιος ὀξύς· Δωριεῖς δὲ ἐπὶ νομίσματος χρῶνται τηῖ λέξει· καὶ Ῥωμαῖοι παραστρέψαντες νοῦμμον λέγουσιν· Ἀττικοὶ δὲ τὰ διανενεμημένα μέρη τῆς γῆς, ὡς καὶ ἐν Αἰγύπτωι, καὶ τὸ δίκαιον ἔγγραφον. Νοσηλεία: ἡ τῶν νοσούντων ἐπιμέλεια· καὶ νοση λεύεσθαι, τὸ νοσοκομῆσαι. Νοσηλεύεσθαι: νοσεῖν οὐκ ἐπαχθῶς. Νοσηλεύω: νοσοῦντα θεραπεύω. nu. 303 Νορύη: ὄσπριόν τι· Θεόφραστος δὲ συνώνυμα φησὶ τρύχνον· νορύη· τιθύμαλλον. Νορτή: τιθύμαλλον. Νόσον ἔχειν: ἀντὶ τοῦ φαῦλον ἔθος ἔχειν· Εὐριπίδης Ἀντιόπη. Νοστήσασ: ἐπανελθών. Νόστοσ: ἡ οἴκαδε ἐπάνοδος· ἢ ἡ ἀνάδοσις τῆς γεύσεως. Νόστον: ὁδόν· νευχάσας· νεανιευσάμενος. Νοσφιζόμεθα: χωριζόμεθα. Νοῦς οὐκ ἔνι Κενταύροισ: παροιμία ἐπὶ τῶν ἀδυνάτων ταττομένη. Νοσφιζόμενον: ὑφαιρούμενον· ἰδιοποιούμενον. Νότιον: χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως. Νότιοσ: ὑγρός. Νότοθεν: ἐκ μεσημβρίας. Νουβυστικόν: νοῦ βεβυσμένον καὶ γέμον. Νουβυστικῶσ: νουνεχῶς. Νουθετίαν: καὶ νουθετησμὸν λέγουσι. Νύκασ: ἀνοίξας. Νυκτερίδος αἶνοσ: αἰνιγματωδῶς δηλοῖ περὶ νυκτε ρίδος ὅπερ ἔκκειται ἐν τοῖς μετὰ ταῦτα. Νυκτερινοὶ κύνεσ: οἱ λύκοι. nu. 304 Νυκτίβιοσ: ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέραι διάγων. Νυκτιλόχοι: οἱ λησταί. Νυκτῶν μέσον: διὰ μέσης νυκτός. Νυμφαῖον: νυμφῶν ἱερόν. Νυμφαγωγόν: τὸν παράνυμφον. Νύμφαι: οἱ πτερωτοὶ μύρμηκες, καὶ οἱ ἐν τοῖς κήποις σκώληκες. Νυμφεύτρια: ἡ παράνυμφος. Νυμφεύτρια: ἡ συμπεμπομένη ὑπὸ τῶν γονέων τηῖ νύμφηι· καὶ ἡ νεόγαμος δὲ καὶ ἡ γαμετή· καὶ πρεσβυτέρα Πηνελόπη· καὶ ἡ Ἑλένη παρὰ Ἀθηναίοις· καὶ ἡ τοῦ Διὸς μήτηρ· καὶ ἡ θεὰ ἡ ἐπὶ τῶν ὑδάτων. Νύμφαιον: ὄρος Ἀρκαδίας. Νυμφαῖον: ἐν τωῖ Πόντωι ἐστὶν τὸ Νυμφαῖον· καὶ φησὶ Κρατερὸς ἐν θʹ τῶν ψηφισμάτων, ὅτι Ἀθη ναίοις ἐτέλει τάλαντον. Νύμφαι: σκώληκες· οἱ ἐν τοῖς τῶν μελισσῶν κυτ ταρίοις, ὅτ' ἂν ἤδη πτεροποιεῖν ἄρξωνται· οἱ δ' ἁπλῶς τοὺς πτερωτοὺς σκώληκας Σάμιοι· καὶ τὸ ἀναμέσον τῶν γυναικείων αἰδοίων νύμφην κα λοῦσιν· καὶ τῶν ῥόδων αἱ κάλυκες αἱ μεμυκυῖαι, νύμφαι· καὶ αἱ νεόγαμοι κόραι, νύμφαι· καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν, νύμφαι· ὅτι δὲ πάντων τῶν καρπῶν αἱ ἐκφύσεις οὕτω, δῆλον· περὶ δὲ τῶν θεῶν Διονύσου πᾶσα ἱστορία συνῆκται ἐν τρι άκοντα τρισὶ βίβλοις. nu. 305 Νυμφικὰ λουτρά: τὰ εἰς γάμους ἐκ τῆς ἀγορᾶς ἀπὸ κρήνης λαμβανόμενα. Νύμφη: πηγή· καὶ ἡ νεόγαμος γυνή. Νυμφίοσ: κτητικῶς· ὡς Τύριος, Φρύγιος, Λύδιος. Νυμφόβασ: ὁ Σειληνὸς τῶν νυμφῶν ἀνήρ. Νυμφόληπτοι: αἱ νύμφαι κατημμέναι. Νυμφοστόλοσ: νυμφαγωγός. Νῦν: τὸν παρόντα χρόνον δηλοῖ. Νῦν δή: ἀρτίως ἢ μικρὸν ἔμπροσθεν· Νόμοις ηʹ· νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις, οὕτω ταῦτ' ἐτίθεμεν· νῦν δ' ἐπιλελήσμεθα· καὶ Εὐριπίδης ἐν Ἱππολύτωι· Νῦν δὴ μὲν ὄρος βᾶσ' ἐπὶ θήρας Πόθον ἐστέλλου· νῦν δὲ ψαμάθοις (Ἐπ') ἀκυμάντοις· καὶ ἐν Μελεάγρωι· Ὁρᾶς σὺ νῦν δή μ' ὡς ἐπράϋνας τύχην; Μάγνης δὲ ἐν Πυ τακίδηι· Εἰπέ μοι, νῦν δὴ μὲν ὤμνυς μὴ γεγονέναι· νῦν δὲ φῆς· ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρη κεν· τὸ μὲν νῦν ἐπὶ τοῦ παρόντος χρόνου· τὸ δὲ δὴ ἐπὶ συνδέσμου· ὃς δὴ πάντων τῶν πολέμων χαλε πώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. Νυνί μ' ἔπεισασ: μᾶλλον νῦν λέγω. Νύξ: εὐφρόνη· καὶ ἡ σκοτία. Νυόσ: καλεῖται μὲν ἐπίπαν ἡ τοῦ υἱοῦ γυνὴ τοῖς γο νεῦσιν αὐτοῦ· χρῶνται δὲ τωῖ ὀνόματι ποικίλως οἱ ποιηταί. nu. 306 Νυρίζει: ξύει νύσσει. Νύρων: νύττων. Νύσσα: καμπτήρ· τέρμα· βαθμίς. Νύχιοσ: νυκτερινός. Νύχοσ: νύξ. Νωδόσ: ὁ μὴ ἔχων ὀδόντας. Νωγαλεύματα: τὰ κατὰ λεπτὸν ἐδέσματα· τὰ ἐπι δορπίσματα. Νώδυνον: ἀνώδυνον. Νωθείασ: βραδυτῆτος. Νωθήσ: βραδύς· δυσκίνητος· ἄλογος. Νωθρόσ: ἀσθενής. Νῶ: ἡμεῖς. Νωειν: οἱ τοῖς ξένοις ἡγούμενοι ὁδοί. Νώμενοσ: ὁ νηθόμενος. Νωνακρεύσ: πύκτης· παγκρατιαστής. Νῶντασ: ῥέοντας. Νῶντοσ: σωρεύοντος. Νῶτα θαλάσσησ: ἡ ἐπιφάνεια τῆς θαλάσσης. Νώνυμοσ: ἀνώνυμος· ἄδοξος. Νωτίσαι: ἐπάρασθαι. Νωταλεύματα: Ἀραρὼς Καμπυλίωνι· Τὰ κομψὰ δῆτα ταῦτα νωταλεύματα· Κόγχαι τὲ καὶ σωλῆ νες αἵ τε καμπύλαι Καρῖδες· Ἀντιφάνης Βουσίριδι· Βότρυς· ῥόας· φοίνικας· ἕτερα νωταλαῖν. Νωτόπληγα: μαστιγίαν τὸν εἰς τὰ νῶτα πληγὰς nu. 307 λαμβάνοντα· Φερεκράτης Κραπατάλοις· Καὶ νω τόπληγα μὴ ταχέως διακονεῖν. Νωτοφόροσ: ὁ ἐπὶ νώτου βαστάζων. Νῶτον: οὐδετέρως λέγουσι τὸ νῶτον· καὶ πληθυντι κῶς τὰ νῶτα. Νωχελῆ: βραδεῖα. Νωχελήσ: βραδύς· ὁμαλός· ἄχρηστος. Νωχελωῖ: οὐ δυναμένωι κινεῖσθαι· φεύγοντα. Ἀρχὴ σὺν Θεωῖ τοῦ ˉξ. Ξάνθιον: ἐπικοπτόν. Ξάνθοισιν: ὀρνέοις. Ξανθίζεσθαι: κοσμεῖσθαι τὰς τρίχας. Ξανθήν: πυρροειδῆ. Ξανήσει: κοπιάσει. Ξάνιον: κτένιον ὃ φοροῦσιν αἱ γυναῖκες ἐν τοῖς ἀναδε ματίοις· κόσμος χρυσοῦς ἐπὶ κεφαλῆς. Ξανῶ: κοπιάσω· Σοφοκλῆς Ποιμεσίν· Ἕκτωρ τοῖς Ἀχαιοῖς βουλόμενος μάχεσθαι φησίν· Ἡδὺ ξανῆ σαι καὶ προγυμνάσαι χέρα. Ξαίνω: νήθω· σωρεύω. Ξανᾶν: πονεῖν τοὺς καρποὺς τὰς γυναῖκας τῶν χει ρῶν· διὰ συνεχῆ τῶν ἐρίων ἐργασίαν. Ξεῖνοι: οἱ ἀπὸ ξένης φίλοι. xi. 308 Ξεναγόσ: ὁ τῶν ξένων ἡγεμών. Ξεναγῶν: ξενοδοχῶν. Ξενηλατεῖν: Λακεδαιμόνιοι μετὰ πληγῶν ἐξήλαυνον τοὺς ξένους. Ξενίαν: καταγώγιον· κατάλυμα. Ξενίζειν: ξένηι χρῆσθαι φωνηῖ ἢ ξενικοῖς ἐπιτηδεύ μασι· δηλοῖ δὲ καὶ τὸ ξενίας χάριν τινὰ ὑποδέξα σθαι. Ξενίζειν: οἱ μὲν ξένηι διαλέκτωι χρῆσθαι· οἱ δὲ ἐν τηῖ ξένη διατρίβειν. Ξενικὸν ἐμπόριον: ὅπου οἱ ξένοι ἐμπορεύονται· ὥσπερ ἀστικὸν, ὅπου οἱ ἀστοί. Ξενικὸν ἐν Κορίνθωι: Δημοσθένης Φιλιππικοῖς· καὶ Ἀριστοφάνης· συνεστήσατο δ' αὐτὸ πρῶτον Κόνων· παρέλαβεν δὲ αὐτὸ Ἰφικράτης ὕστερον· καὶ Χα βρίας· ωἷ χρησάμενος τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλικλέους. Ξένιοσ: ὁ τῆς ξενίας ἔφορος. Ξενιτευομένουσ: ἀντὶ τοῦ μισθοφοροῦντας· Ἀριστο φάνης Εὐθυδίκωι· Ἐγὼ ξενιτευόμενος ἐστρατευό μην. Ξειρησ: φυτὸν ἀρωματικόν· Ἀριστοφάνης. Ξενοκοπεῖν: ἐπὶ τοῦ πληγὰς ἔλαβον· οὕτω Μεταγένης. Ξενολόγοσ: ξένους συλλέγων στρατιώτας. Ξένοσ: καὶ ὁ καταγόμενος καὶ ὁ ὑποδεχόμενος. Ξενίζειν: τὸ ξενικῶς διαλέγεσθαι. xi. 309 Ξενίσεισ: ξενοδοκίας· Θουκυδίδης. Ξεστόν: ὡμαλισμένον. Ξηραλοιφία καὶ ξηραλοιφεῖν: τὸ ἄνευ τοῦ λούεσθαι ἀλείφεσθαι. Ξηραλοιφεῖν: Αἰσχίνης κατὰ Τιμάρχου· ξηραλοι φεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι· μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβε σθαι οὕτως ἐλέγετο. Ξηρὸν καὶ αὖον ἑκατέρως. Ξηρὸς ἱδρώσ: ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλ' ὑπὸ γυμνα σίων καὶ πόνων γινόμενος. Ξεναπάτασ: ἰδίως ἐπὶ τῶν [....] ὅτἂν μὴ τοι οῦτοι πνέωσιν ἄνεμοι ἐν τοῖς πελάγεσιν, ὁποῖοι ἐν τοῖς λιμέσιν· Εὐριπίδης Σθενεβοίαι· Τίς ἄνδρα τι μᾶ ξεναπάτην. Ξιφισμόσ: σχῆμα ἐκ τῆς ἐμμελείας καλουμένης· καὶ ξιφίζειν, τὸ χειροτονεῖν, παραπλήσιον ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα. Ξιφήρησ: ξίφος ἔχων. Ξιφηφόροσ: ξιφήρης. Ξόανον: ἄγαλμα· εἴδωλον· ζώδιον· ἀνδριάς. Ξουθόν: λεπτόν· ἁπαλόν· ἐλαφρόν· χλωρόν· ὑγρόν· ξανθόν· καλόν· πυκνόν· ὀξύ· ταχύ· οἱ δὲ ποικίλον· εὐειδές· διαυγές. Ξοῦθοσ: ὄνομα κύριον. Ξύει: γράφει· ὡς παρ' Ὁμήρωι· ἔνθεν καὶ τὰ ξύσ ματα γράμματα. xi. 310 Ξυήλην: ἣν ξυάλην λέγομεν· Ξενοφῶν Κύρου Ἀνα βάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου· ἀντὶ δὲ τῶν πτερύγων σπάρτα πυκνὰ ἐστραμμένα· εἶχον δὲ καὶ κράνη, καὶ παρὰ τὴν ζώνην μαχαίριον ὅσον ξυήλη Λακωνική· ἣν Ἀττικοὶ κνῆστιν, Λά κωνες ξυήλην λέγουσι μόνον· ἐπὶ δ' αἴγειον κνῆ τυρὸν Κνήστι χαλκείη· οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτω λέγουσιν· καπικνῆν καπεσθίειν· οἱ δὲ Λάκω νες τούνομα ξυήλην· ὡς καὶ Ξενοφῶν φησὶν ἐν δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης, παῖς ἔτι ὢν, ἀποκτείνας ξυήληι Λακωνικηῖ παῖδα· διὰ τοῦτο δὲ καὶ τὸ κνῆν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρονα τίς τὸν ξύοντα ἀντιξύει· καὶ πάλιν· ὁ χοραγὸς ξύεται. Ξύλων ἐρεψίμων: στεγάσματά ἐστι τὰ ἐρέψιμα εἰς τὰς οἰκίας κατατεταγμένα. Ξυλοῦχοσ: σύνδενδρος καὶ ξυλώδης τόπος· δρυμός· ὕλη· χέρσος· ἀγρός· τόπος· οἱ δὲ κοίτην θηρίου. Ξύλον πρῶτον: τὸ βάραθρον. Ξύλοχον: ὑλώδη τόπον. Ξύμβαθι: σύμβαθι· ὅλως δὲ ὁ διὰ τοῦ ˉξ σχηματισ μὸς κοινὸς ἔστι τῶν τε Ἰώνων καὶ τῶν Ἀττικῶν. Ξυμβῆ ἡ πεῖρα: ἀντὶ τοῦ ἐπιτευχθῆ παρὰ Θουκυ δίδη. Ξύμβολον: ἀρρενικῶς λέγουσι τὸ ξύμβολον. xi. 311 Ξυμβόλουσ: οὕτω τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον· ἀνετίθεντο δὲ οὗτοι Δήμητρι. Ξυμφέρειν: συμφωνεῖν. Ξυναυλία: αὔλησις τίς σύμφωνος, ὑπὸ δύο περαινο μένη, αὐλωδία. Ξύν: Θουκυδίδης ἀντὶ τοῦ ˉσˉυˉν καὶ τὰ ἄλλα τὰ ὅμοια· οὕτω καὶ οἱ παλαιοὶ πάντες. Ξυνδύο: καὶ ξυντρία λέγουσιν οἱ Ἀττικοί. Ξυμβάλλεται: καὶ συμβάλλεται. Ξυναίρεται: συνάπτεται. Ξυνάορον: γαμετήν. Ξυνήϊα: κοινὰ χρήματα. Ξύνεσ: λέγουσι καὶ σύνες. Ξυννένοφε: ἐπινεφῆ καὶ συννεφῆ καὶ συννέφελα ἐσ τίν· Ἀριστοφάνης Ἀναγύρωι· Καὶ ξυννένοφε καὶ χειμέρια βροντᾶ μάλ' εὖ· καὶ ἐν Νήσοις· Ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει· ἀντὶ τοῦ σκυθρωπάζουσα. Ξύνθημα: καὶ σύνθημα. Ξυνηρέτησ: σύμφωνος· ὡς ὁ ἐναντίος, ἀντηρέτης. Ξυμφορά: συντυχία. Ξύνηβον: συμπότης. Ξυνοθόκοσ: ξενοδόχος. Ξυνωρίσ: συζυγία· ἢ ἅρμα ἐκ δύο ἵππων συνεζευγ μένον. xi. 312 Ξυρηκήσ: ὁ ξυρήσιμος καὶ κουριῶν. Ξυπεταίωνεσ: δῆμος τῆς Κεκροπίδος φυλῆς Ξυπε ταιή· ἀφ' ἧς ὁ δημότης Ξυπεταιών. Ξυρίδεσ: καμπάγια· ζυγάβδια· ἢ ἄλλο ὑπόδημα διάφορον. Ξυροῦ ἀκμῆσ: τοῦ ὀξυτάτου· κατὰ λεπτότητα τῶν σιδηρίων. Ξυσταρχεῖσ: τοῦ γυμνασίου ἄρχεις. Ξυστίδα: λεπτὸν ὕφασμα· περιβόλαιον. Ξυστίσ: γυναικεῖον τί ἔνδυμά ἐστι πεποικιλμένον· ὡς δῆλον ποιοῦσιν ἄλλοι τὲ τῶν κωμικῶν καὶ Ἀν τιφάνης ἐν Εὐπλοίαι· ἔστι μέντοι καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις· ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις. Ξυστίσ: χιτὼν ποδήρης γυναικεῖος· οἱ δὲ τραγικὸν ἔνδυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα· οἱ δὲ τὸ λεπτὸν, παρὰ τὸ ἐξύσθαι· ἰδίως δὲ τὸ τῶν τραγωδῶν ἔνδυμα. Ξυστόν: δορύλλιον· ἀκόντιον· καὶ τὸ τέλειον δόρυ· καὶ ὁ τόπος ἔνθα οἱ ἀθληταὶ γυμνάζονται. Ξυνωμοσάμην: συνήγαγον καὶ φίλους ἐποίησα. Ξυνῶνα: τὸν κοινωνόν· Σοφοκλῆς. Ξυναλλαγῆναι: τὸ συμβῆναι· Θουκυδίδης. Ξυνσάσσεται: συσκευάζεται. xi. 313 Ξυρεῖσθαι: οὐδὲ ξυρᾶσθαι λέγουσιν. Ξυρόν: ἐκτεταμένως τὰ πολλὰ λέγουσιν. Ξυστίδεσ: εἶδος ὑποδημάτων· ἢ κόσμος γυναικεῖος· ἢ σκεῦος ἱματίων τί. Ξύστησ: περισκελὲς ἔνδυμα. Ξυστόν: κοντόν· ἀκόντιον. Ξυστόσ: τόπος ἀνειμένος ἀθλητῶν. Ξύστραν: καὶ στλεγγίδα λέγουσι. Ξυστάσ: ἀμπελοτόμον δρέπανον· καὶ γῆ ἀμπελο φόρος. Ἀρχὴ τοῦ ˉο στοιχείου. Ὄα: ἀκροδρύων εἶδος, μήλοις μικροῖς ἐμφερές. Ὀαὶ τῶν ἱματίων: Ἀριστοφάνης Δαιταλεῦσιν· ὅτε τὰς ὄας ἴσας ἐποιήσατο· οἱ γὰρ παλαιοὶ καὶ ταύ ταις οἰὸς δέρμα προσέρραπτον, ἵνα ἥκιστα τρί βοιντο. Ὀαρισμοί: διάλογοι. Ὄασ: μηλωτάς· οἶς γὰρ πρόβατον. Ὄασ: τὰς τῶν ἱματίων. Ὀβελίας ἄρτοσ: ὁ ἐπὶ ὀβελῶν ὀπτώμενος· λέγονται δὲ καὶ ὀβελιαφόροι, οἱ ἐν τοῖς Διονυσίοις τοὺς ὀβε λίας ἄρτους αἴροντες· ἐτάσσετο δὲ ἡ λέξις ἐπὶ τῶν ἐργατῶν καὶ ἀγροίκων. Ὀβελόσ: ὀβελίσκος. omicron. 314 Ὀβελίας ἄρτοσ: περιπεπλασμένος μακρωῖ ξύλωι καὶ οὕτως ὀπτώμενος· γίνεται δὲ παραμήκης καὶ γασ τρώδης. Ὀβολὸν ἐκβαλεῖν: τὸ ἐλάχιστον καὶ τὸ μηδὲν ση μειωθῆναι. Ὀβολόσ: ὁ τόκος· εἶδος νομίσματος· ὀβολὸς δὲ παρ' Ἀθηναίοις ἕξ ἐστι χαλκῶν· ὁ δὲ χαλκοῦς λεπτῶν ἑπτά· τὸ δὲ τάλαντον τοῦ ἀργυρίου λιτρῶν τῶν νῦν τεσσάρων καὶ νομισμάτων ὀκτὼ καὶ ἕξ· ἡ δὲ μνᾶ ἑξηκοστόν ἐστι τοῦ ταλάντου· τὸ δὲ τάλαντον τοῦ χρυσίου ἑξαπλάσιόν ἐστιν. Ὀβολοστατοῖ: ἀντὶ τοῦ δανείζοι· Λυσίας· οὐδ' ἂν οἱ πολλοὶ ἐλάττονα τόκον λογίσαιτό τις, ἢ ὅσον οὗτοι ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται· ἔλεγον δὲ ὀβολοστάτας τοὺς δανειστὰς, ὡς Ὑπερίδης καὶ ἡ κωμωδία. Ὀβολοῦ χίμαιρα ἐν Ἅδου. Ὀβολὸς ἡλιαστικόσ: ὃς τοῖς δικάζουσιν ἐδίδοτο. Ὀβολοστάτησ: δανειστὴς ἐπ' ἐνεχύροις· στήσασθαι γὰρ τὸ δανείσασθαι. Ὀβολοστατῆσαι: τὸ λαβεῖν τόκους. Ὄβρια καὶ ὀβρίκαλα: τὰ τῶν λεόντων καὶ λύκων σκυμνία· Αἰσχύλος Δικτυουλκοῖς. Ὄβριμοσ: ἰσχυρός. Ὅγε: ὁ δή. Ὀγκίαν: τὸν σταθμόν· Σώφρων καὶ Ἐπίχαρμος. Ὄγκοι: αἱ ἀκίδες. omicron. 315 Ὀγκύλλεσθαι: ὑψαυχενεῖν· καὶ ὄγκους περιβάλ λεσθαι· σεμνύνεσθαι. Ὠγκυλωμένοσ: ὑπερήφανος. Ὄγμοσ: ἡ κατὰ στοῖχον ἔφοδος τῶν θεριστῶν· καὶ ὄγμοι σταχύων. Ὄγχναι: ἀχράδες ἢ ἄπιοι. Ὀδάξ: τοῖς ὀδοῦσιν ἐνδεδηχότος. Ὀδαξησμόσ: κνησμός· καὶ ὀδόντων τρισμός. Ὁδαγόσ: διὰ τοῦ ˉἄˉλˉφˉα, οὐχ ὁδηγός. Ὁδαῖος Ἑρμῆσ: ὁ ἐνόδιος. Ὀδακτάζειν: δάκνειν. Ὅδ' ἐγώ: αὐτὸς ἐγώ. Ὁδῆσαι: τὸ ὠνήσασθαι· Εὐριπίδης Ἀλόπη καὶ Κύκλωpi. Ὁδιόσ: Ἑρμοῦ ἐπίθετον. Ὁ Διὸς Κόρινθοσ: παροιμία ἐπὶ τῶν πάλαι μὲν εὐ πραγησάντων, ὕστερον δ' οὐ καλῶς ἀπαλλαξάν των. Ὁδοιπόριον: τὴν ἐπὶ τωῖ συμπλεῦσαι εὐωχίαν. Ὀδμή: ἀποφορά· ὀσμή. Ὁδοιδοκοσ: ὁ ἐν ταῖς ὁδοῖς· πανοῦργος· κλώψ. Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖσ: λεγόμενον· Ἀριστοφάνης Ἀναγύρω· Ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην. Ὁδόσ: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκράτους· ἢ ἐν omicron. 316 ὁδῶ καθελών· ἀντὶ τοῦ ἐν λόχωι καὶ ἐνέδρα· τοι οῦτον δὲ καὶ τὸ Ὁμηρικόν· Ἢ ὁδὸν ἐλθέμεναι· εἰ δὲ ψιλωθῆ ἡ προτέρα συλλαβὴ, σημαίνει τὸν βαθ μόν. Ὀδοντισμόσ: εἶδος αὐλήσεως. Ὁδοποιοί: οἱ ὁδῶν ἐπιμεληταί. Ὀδόσ: ἀρσενικῶς· καὶ οὐδὸς, ὁ τῆς θύρας· οὗ χρὴ ὁδὸς ὁδεύειν οὐδεὶς εἴρηκε τῶν Ἀττικῶν, ὅσα γε καὶ ἡμᾶς ἐπίστασθαι· παρ' Ὁμήρω δέ ἐστιν. Ὁδουρισ: πρῶτος. Ὁδουρεῖσ: προπορεύηι. Ὁδουρούσ: τοὺς ἐν ταῖς ὁδοῖς κακουργοῦντας. Ὀδυνήφατοσ: ἡ τὰς ὀδύνας ἀφανίζουσα. Ὀδυσσέα: ἡ ἐσχάτη μακρά· καὶ τὰ ὅμοια. Ὄδωδεν: ὄζει. Ὁδωρεῖν: ὁδοφυλακεῖν. Ὄζαι: τὰ δέρματα τῶν ὀνάγρων. Ὄζειν: οὐ μόνον ὀδωδέναι λέγουσιν. Ὄζοσ: κλάδος. Ὅθι: ὅπου. Ὀθνεῖοσ: ἀλλογενής· ξένος· ἀλλότριος· Ἰσαῖος καὶ Πλάτων. Ὀθόναισ: λεπτοῖς ὑφάσμασι· καὶ πᾶν τὸ ἰσχνὸν, κἂν μὴ λινοῦν ηἶ. Οἰστούχου: φαρέτρας. Οἰστόν: δισυλλάβως Ἀττικοὶ λέγουσι τὸ βέλος. omicron. 317 Οἴδια: προβάτια. Οἷ: ὅπου. Οἷ: περισπωμένως ἀντὶ τοῦ ἑαυτωῖ· ὀξυτόνως δὲ τὸ οὗτοι· συμποσίωι· οἷ μὲν γὰρ εὐθὺς παῖδα τινα τῶν ἔνδον ἀπαντήσαντα· καὶ οὗ ἀντὶ τοῦ αὐτοῦ· Πολιτεία· πλὴν οὗ. Οἰητασ: τοὺς κωμήτας· Σοφοκλῆς Ἀνδρομέδα. Οἴηθεν: δῆμος Πανδιονίδος ἡ Οἴη· καὶ τὸ Οἴηθεν τοπικὸν ἐπίρρημα· Φιλόχορος δὲ τὴν Οἴην φησὶν Κεφάλου μὲν θυγατέρα εἶναι, Χαροποῦ δὲ γυ ναῖκα. Οἴαι: διφθέραι· μηλωταί. Οἴακεσ: πηδάλια· αὐχένες. Οἰακίζει: κυβερνᾶ. Οἰακιστήσ: κυβερνήτης. Οἰακοστρόφοσ: κυβερνήτης. Οἰακοστροφῶν: κυβερνῶν. Οἰγνύει: ἀνοίγει. Οἰδαίνων: φλεγμαίνων· ψύχων. Οἰδαίνει: οἰδεῖν ποιεῖ. Οἰδεῖ: φλεγμαίνει· πεφύσηται. omicron. 318 Οἴδημα: ὄγκωμα· φλεγμονή· ἀπόστημα· ὡς ἐκ μεταφορᾶς τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται. Οἰδήματα: ἐπάρματα ἢ φυσήματα. Οἴδησισ: φλεγμονή· φύσημα. Οἶδμα: κῦμα ἢ πέλαγος. Οἴεσθαι: ὑπονοεῖν. Ὀΐεσσι: προβάτοις. Οἰζύσ: πόνος· ταλαιπωρία. Οἰηθείσ: ὑπολαβών. Οἴησισ: ἔπαρμα· ὑπόνοια. Οἴκαδε: εἰς τὰ οἰκεῖα. Οἰκέα: τὸν οἰκογενῆ οἰκέτην οἱ παλαιοὶ Ἀθηναῖοι· οἰκέτας καλοῦσιν οἱ Ἀττικοὶ καὶ τοὺς κατὰ τὴν οἰκίαν πάντας. Οἰκάριον: τὸ οἰκίδιον. Οἰκείαν: τὰ τοιαῦτα παρεσημειοῦτο Ἀριστοφάνης πρὸς τὴν οἰκείαν· ὅτι οὐ κυρίως κέχρηται τωῖ ὀνόματι· οἰκείους γὰρ ἐκτίθενται ἐν τωῖ περὶ συγ γενῶν τοὺς κατ' ἐπιγαμίαν παρεσηγμένους ἔξωθεν· ὁ δὲ Μένανδρος ἐνίοτε ἐπὶ τῶν συγγενῶν λέγει, οὐχ ὡς ἡμεῖς ἐπὶ τῶν κατ' ἐπιγαμίαν φίλων· ὁ γὰρ τὴν ἐπιγαμίαν λαμβάνων ἔστι συγγενής· οἰκεῖος δὲ ὁ συγγενής. Οἰκεῖλαι: ἐκβληθῆναι. Οἰκεῖοσ: ἴδιος. Οἰκεύσ: οἰκέτης. omicron. 319 Οἰκίδιον: τὴν δευτέραν συλλαβὴν ἐκτείνουσιν, ὡς καὶ χρυσίδιον καὶ τὰ ὅμοια. Οἰκίσκοσ: περδικοτροφεῖον· Ἀριστοφάνης Πελαρ γοῖς. Οἰκογενέσ: τὸ οἰκόθρεπτον ἀνδράποδον. Οἰκέωσ: [....] Οἴκημα: ἀντὶ τοῦ δεσμωτήριον· Δείναρχος· ἀντὶ δὲ τοῦ πορνεῖον· Αἰσχίνης. Οἰκίσκωι: ἀντὶ τοῦ μικρῶ τινὶ οἴκωι· Δημοσθένης ἐν τωῖ περὶ Κτησιφῶντος· ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ' ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον. Οἴκοθι: ἐπὶ τῆς οἰκίας. Οἴκοι: ἐν τωῖ οἴκωι. Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων. Οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. Οἰκόσιτοσ: ὁ τὰ οἴκοθεν καὶ τὰ ἑαυτοῦ ἐσθίων, οὐχὶ τὰ τῶν πέλας. Οἰκυπορεῖα: τὰ κατ' οἰκίαν σκεύη. Οἰκότριψ: οἰκέτης. Οἰκοτρύβλιον: τὸ οἰκογενὲς παιδάριον. Οἰκουρόσ: οἰκονομικὸς ἢ οἰκοφύλαξ· οὐρὸς γὰρ ὁ φύλαξ. Οἰκουρὸν ὄφιν: τὸν τῆς Πολιάδος φύλακα· καὶ Ἡρό δοτος· Φύλαρχος δὲ αὐτοῦ δύο. Οἰκούρια: ἃ καταλείπουσιν ἢ φέρουσιν αἱ μητέρες τοῖς οἴκοις τῶν παιδίων ἀπολειφθεῖσιν· ἢ παίγνια. omicron. 320 Οἰκουρουμένησ: τῆς ἀσφαλῶς τηρουμένης καὶ ὑποι κουρουμένης ὑγρότητος· ἤτοι τῆς ἐνδομυχούσης καὶ ἔνδον κατεσπαρμένης. Οἰκονόμουσ: τοὺς κατὰ τὸν οἶκον νεμομένους. Οἰκότριβεσ: οἱ ἐκ δούλων δοῦλοι, οἳ καὶ οἰκογενεῖς λέ γονται· ἐνομίζοντο δὲ τὸ παλαιὸν ἀτιμότεροι τῶν ὠνητῶν· ὅτι οἱ μὲν ἐκ δούλων, οἱ δὲ ἐξ ἐλευθέρων ἐγένοντο· καὶ οἱ μὲν ἀεὶ δοῦλοι, οἱ δὲ ὕστερον. Οἴκτιστον: ἐλεεινόν. Οἴμησεν: ὥρμησεν· καὶ οἴματα, ὁρμήματα. Οἶμοσ: ὁδός· ἢ στίχος· ἢ ῥάβδος κύκλου· ἔνθεν καὶ παροιμία κέκληται, τὸ παροδικὸν διήγημα. Οἰμωγή: στεναγμός. Οἰμώζει: στενάζει. Οἰμώκτιαν: ἀντὶ τοῦ οἰμώξειαν. Οἴναρα: τὰ τῆς ἀμπέλου φύλλα. Οἰνάνθη: ἡ τῆς ἀμπέλου ἔκφυσις, καὶ φυτὸν ὀρεινὸν εὔοδμον. Οἰνήρυσισ: κοτύλη· οἰνοχόη. Οἰναῖοι τὴν χαράδραν: ἐπὶ τῶν ἐπ' ὠφελείαι παρα καλουμένων, βλαπτόντων δέ· τῶν γὰρ Οἰναίων παροχετευόντων τὴν χαράδραν, ἐπιρραγὲν ὕδωρ πολὺ κατέκλυσε πάντα. Οἰνηΐσ: μία τῶν δέκα φυλῶν παρὰ Ἀθηναίοις. Οἰνόη· καὶ Οἰνέωσ: δῆμος τῆς Ἱπποθοωντίδος πρὸς Ἐλευσῖνα· ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνα· ἀφ' ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰνέως. omicron. 321 Οἰνιαστήρια: σπονδὴ τωῖ Ἡρακλεῖ ἐπιτελουμένη ὑπὸ τῶν ἐφήβων πρὶν ἀποκείρασθαι· Εὔπολις Δήμοις. Οἰνοβαρέσ: μέθυσε. Οἰνηβόλοσ: καινὸς καὶ ἀντικείμενος τ εξει. Οἰνίζει: μονάζει. Οἱ νομοφύλακες τίνεσ: ἔδοξε τισὶ τοὺς αὐτοὺς εἶναι τοῖς θεσμοθέταις· ἀλλ' οὐκ ἔστιν οὕτως· οἱ μὲν γὰρ θεσμοθέται κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ τὸν Ἄρειον πάγον ἀνέβαινον· οἱ δὲ νομοφύλακες στροφίοις λευκοῖς ἐχρῶντο· καὶ ἐν ταῖς θέαις ἐπὶ θρόνων ἐκάθηντο· κατάντικρυ τῶν ἐννέα ἀρχόντων· καὶ τηῖ Παλλάδι τὴν πομπὴν ἐκόσμουν· ὅτε κομί ζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασσαν· ἠνάγκαζον δὲ καὶ τὰς ἀρχὰς χρῆσθαι τοῖς νόμοις· καὶ ἐν ταῖς ἐκκλησίαις ἐκάθηντο μετὰ τῶν προέδρων, κωλύ οντες ψηφίζειν, εἴ τι παράνομον αὐτοῖς εἶναι δόξειεν ἢ ἀσύμφορον τηῖ πόλει. Οἰνοποτάζων: οἰνοποτῶν· εὐωχούμενος ἐν συμποσίωι. Οἰνόπται: εὐτελὴς ἀρχὴ Ἀθήνησιν, παρέχουσα λύχ νους καὶ θρυαλλίδας ἐν ἑορταῖς τισίν. Οἰνόπται: ἐπιμεληταὶ τοῦ τοὺς φράτορας ἡδὺν οἶνον ἔχειν· Δίδυμος οὕτως ἀποδίδωσιν· εὐτελὴς ἀρχὴ τίς Ἀθήνησιν. Οἶνος ἄνευ παιδευτῶν: δύο παροιμίαι· ἡ μὲν, οἶνος καὶ ἀλήθεια· ἡ δὲ, οἶνος καὶ παῖδες ἀληθεῖς· λαμ omicron. 322 βάνεται δὲ καὶ ἐπὶ τῶν ἁπλοιζομένων καὶ τὴν ἀλή θειαν λεγόντων. Οἰνόσπονδα: αἱ γινόμεναι θυσίαι μετ' οἴνου σπονδῆς. Οἰνοῦττα: μάζα οἴνωι δεδευμένη· μελιτοῦττα δὲ ἡ μέλιτι. Οἰνοχοεῖ: κιρνᾶ. Οἰνοχόοσ: πιγκέρνης. Οἰνώνησ: οἷον οἶνον συνωνούμενος. Οἰνωπόσ: οἰνώδης· διαυγής· ἢ μέλανος. Οἴξασ: ἀνοίξας. Οἰόθεν οἶοσ: ἐκ μόνου μόνος· θέλει δὲ εἰπεῖν μόνος πρὸς μόνον. Οἶοι: μόνοι· ἢ δυνατοί. Οἰόμενοσ: νομίζων. Οἷον: τὸ θαυμαστικόν. Οἶον: δῆμοι εἰσὶν ἐν τηῖ Ἀττικηῖ διττοὶ, οὐδετέρως λεγόμενοι· καλεῖσθαι δὲ φασὶν αὐτοὺς οὕτως, διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι· ἔστι δὲ τὸ μὲν Κεραμικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελικὸν Οἶον τῆς Ἱπποθοωντίδος φυλῆς· οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου· ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται. Οἷόν τε: δυνατόν· ἀρκούντως ἔχειν· κατὰ δυνατόν. Οἶοσ: μόνος· ἢ ὁποῖος. omicron. 323 Οἷος εἶ καὶ οἷός τε εἶ: τὸ μὲν χωρὶς τοῦ ˉτˉε σημαίνει τὸ βούλει καὶ προηίρησαι· τὸ δὲ σὺν τωῖ ˉτˉε τὸ δύνασθαι· ἀμφοτέροις δὲ Λυσίας ἐχρήσατο. Οἰόσ: προβάτου. Οἷοσ: ἀντὶ τοῦ ἕτοιμος· καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος· καὶ οἷος ἦν, ἀντὶ τοῦ ἕτοιμος ἦν· τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζεν· Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν· σημαίνει δὲ καὶ τὸ ἀνταπο δοτικόν· τοιοῦτος οἷος ἦν ὁ πατήρ. Οἷον: τὸ ἀνταποδοτικὸν τοῦ τοιοῦτον· καὶ τὸ ἐπὶ παρα δειγμάτων παραλαμβανόμενον· καὶ τὸ ἐπὶ θαυ μασμοῦ· ὡς τὸ, οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου· Δημοσθένης ἐν τωῖ κατὰ Μειδίου· οὐδὲν οὕτως καλὸν, οἷον τὸ ἀκούειν αὐτοῦ τοῦ νόμου. Οἶσ: αἲξ ἢ πρόβατον. Οἴσει: κομίσει. Οἴσεται: λήψεται. Οἶσθα: ἀντὶ τοῦ οἶδας· λέγεται καὶ χωρὶς τοῦ ˉσˉ· μετὰ δὲ τοῦ ˉσ ποτὲ ἢ διὰ μέτρον, ἢ διὰ τὸ μὴ συγκροῦσαι σύμφωνα. Οἰσθείσ: εἰκασθείς· ὑπολαβών. Οἰσόμενοσ: κομίσων. Οἰστά: φορητά. Οἰσπώτη: οἰῶν ῥύπος· οἴσυπος· Ἀριστοφάνης Λυσιστράτηι· Ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως ἐπικλίνη. Ὀϊστεύσασ: τοξεύσας· σαγιτεύσας. omicron. 324 Οἰστόσ: βέλος· σαγίτα. Οἰστρᾶ: συντόνως καὶ μανικῶς κινεῖται. Οἰστρεῖ: ἐρεθίζει· ἐκμαίνει. Οἰστρηλατούμενοι: πυρούμενοι· ἐκμαινόμενοι. Οἰστροπλῆγα: τηῖ μανία πεπληγότα. Οἶστροσ: ἐρεθισμός· ἔκκαυσις· πύρωσις ἐμμανής. Οἰσύμη: πόλις τῆς Θράκης. Οἰσύπη: ὁ ῥύπος τῶν ἐρίων. Οἰσυπηρόσ: ῥυπαρός. Οἴσω: κομίσω ἐνέγκω. Οἴφι: χοίνιξ. Οἴχεται: πορεύεται. Οἰχήσομαι: πορεύσομαι. Οἰχόμενοσ: πορευόμενος. Οἰωνόβρωτοσ: ὀρνεόβρωτος. Οἰωνοί: σαρκοφάγα ὄρνεα· ἢ σύμβολα. Ὁ κάνης τῆς κοίτης ὑπερέχει: ἐπὶ τῶν τὰ μὴ ἀναγ καῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων. Ὁ κάτωθεν νόμοσ: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκράτους· ἢ τὴν ἡλιαίαν λέγει διὰ τὸ τῶν δικα στηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι· ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστρο φηδὸν γεγραμμένης· ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχο μένων νόμων, κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ φησι βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρ βεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τωῖ Ἀπολλοδώρωι· ἢ ἐπεί φησι τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευ omicron. 325 τήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὡς φησὶν Ἀναξιμένης ἐν Φιλιππικωῖ. [Οτι διαμαρτάνει Δημοσθένης ἐν τωῖ κατὰ Νεαίρας, λέγων Πλαταιέας γεγράφθαι ἐν τηῖ ποικίληι στοαῖ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν.] [Οτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττι κῆς· Δημοσθένης δὲ ἐν τωῖ περὶ Συμμοριῶν φησὶν οὕτως· ἡμῖν δὲ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορ μὴν τὰ ὀκτακισχίλια τάλαντα ἀκούσεται· ἤτοι οὖν γραφικὸν ἐστὶν ἁμάρτημα, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει ἵνα δοκῆ πλεῖον τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον.] Ὀκέλλει: προσορμεῖ· ἐκρίπτεται· εἴρηται ἐπὶ τῶν νηῶν. Ὀκιμβάζειν: καὶ σκιμβάζειν, τὸ στραγγεύεσθαι. Ὀκλαδίας δίφροσ: ὃν οἱ ἀκόλουθοι τοῖς πλουσίοις εἰς ἀγορὰν ἠκολούθουν φέροντες. Ὀκλάζει: χωλεύει· εἰς τὸ γόνυ κάμπτεται· διστά ζει· ἀποκάμνει· λαγγάζει. Ὀκλάξ: οὕτως καὶ οἱ Ἀττικοὶ λέγουσιν ὡς ἡμεῖς. Ὀκνεῖν: τὸ φοβεῖσθαι δηλοῖ παρὰ τοῖς παλαιοῖς. Ὀκνεῖ: εὐλαβῶς ἔχει. Ὀκνῶν: ἀναδυόμενος. Ὀκρίβαντασ: ἐμβάδας. Ὀκρίβασ: σχῆμα ἡνιόχου. omicron. 326 Ὀκρίβασ: σκηνή· ἰδίως πάντων τῶν λεγόντων τὰ πλαστικὰ πήγματα· ἐφ' οἷς διατυποῦσι τὰς εἰκό νας· καὶ τὰ ὑπερείσματα τῶν ξυλίνων θεάτρων· βέλτιον φαίνεται τὸ λογεῖον, ἐφ' οὗ ἵστανται οἱ τραγωδοί. Ὀκρίβασ: τὸ λογεῖον, ἐφ' ωἷ οἱ τραγωδοὶ ἠγωνίζοντο· καὶ Πλάτων ὁ φιλόσοφος ἐν Συμποσίωι κέχρηται τωῖ ὀνόματι. Ὀκόρνουσ: τοὺς πάρνοπας· Αἰσχύλος Φιλοκτήτηι· οἱ δὲ Ἴωνες ἀττελέβους. Ὁ Κρὴς τὴν θάλασσαν: ἰδὼν γὰρ αὐτὴν γαληνίζου σαν ἔφη· εἰ μὴ ηἴδειν σε. Ὀκριάζων: τραχυνόμενος· Σοφοκλῆς. Ὀκτώπηχυς καὶ ὀκτώπουσ: Φιλήμων. Ὀκτώπαν ποταμὸν Αἰσχύλος διαπέπλευκε Νεανί σκοις. Ὀκτώπασ: ἤτοι ὁ σκορπίος. Ὀκτώπουσ: ἢ ὁ μακρὸς ὀκτὼ ποδῶν. Ὀκτώπουν: Κρατῖνος Θράτταις· Ὀκτώπουν ἀνεγείρεις· ἀντὶ τοῦ σκορπίον· παροιμία γάρ· σκορπίον ὀκτώπουν ἀνεγείρεις· ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρί αις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· ἐκ ποδῶν δ' ἄνω Ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον κάρα, Κέντημα γλώσσης σκορπίου βέλος λέγω. omicron. 327 Ὄλασ: οὐχὶ ἅλας λεκτέον. Ὀλαγμεύειν: ὄλας βάλλειν. Ὀλβιοδαίμων: εὐδαίμων· εὐτυχέστατος. Ὄλβιοσ: πλούσιος· εὐδαίμων· μακάριος. Ὀλβοδότησ: πλουτοδότης. Ὀλέθρου πείρατ' ἐφῆπται: ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ ὀλέθρου ὑμῶν πέρας· οἷον δεδέσθαι τωῖ ὀλέθρωι. Ὄλεθρον: τὸ μόριον τὸ γυναικεῖον. Ὀλέκει: φονεύει. Ὀλέκρανον: ἀγκών· οἷον τῆς ὠλένης κάρα ἢ κράνιον. Ὀλέκρανον: τὸ ὀστοῦν τοῦ ἀγκῶνος. Ὀλέκρανα: τοὺς ἀγκῶνας καὶ τοὺς πήχεις τῶν ποδῶν λέγουσι. Ὀλέσκει: ὀλοθρεύει. Ὀλετῆρα: φονέα. Ὀλίγα ἄττα: ὀλίγα τινά. Ὀλιγαρχούμενοι: ὑπὸ ὀλίγων ἀρχόμενοι· τρεῖς δὲ εἰσὶ πολιτείαι· βασιλεία· ὀλιγαρχία· δημοκρατία. Ὄλιγγοι: γένος ἀκρίδων. Ὀλιγίστου: παρὰ μικρόν. Ὀλίγωροσ: σὺν τωῖ ˉγ. Ὀλιγογνώμων: ὀλίγωρος. omicron. 328 Ὄλιγγοσ: ὁ γόνος τῶν ἀκρίδων. Ὀλιγοδεήσ: ὀλίγα χρήζων. Ὀλιγοδρανήσ: ὀλίγα ἰσχύων. Ὀλίγου δεῖν: σχεδόν· παρὰ μικρόν· λέγεται δὲ καὶ χωρὶς τοῦ δεῖν. Ὀλισθηρόσ: εὐόλισθος· εὐχερῶς μεταγινώσκων. Ὀλιγωρήσετε: ἀντὶ τοῦ ἀμελήσετε· Δημοσθένης Φιλιππικοῖς· ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὥραν ἔχειν· ἔστι δὲ τὸ μὲν ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην· ὡς ἐν τωῖ, Ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς· ὥρα δὲ ἡ φροντίς. Ὄλιζον: ἔλασσον. Ὄλισβοι: δερμάτινα αἰδοῖα. Ὁλκάδεσ: πλοῖα. Ὅλκειον: χαλκοῦς λέβης τρεῖς πόδας ἔχων. Ὁλκῆ: δυνάμει· ἢ βάρει ἢ σταθμωῖ. Ὁλκήν: ἐπαγωγήν· τροπήν. Ὁλκοί: σχοινία εἰς τὸ ἕλκειν ἐπιτήδεια. Ὁλκὸς ἄνθρωποσ: ὁ ἑλκυστικὸς καὶ ἐπαγωγὸς ἄνθρω πος. Ὅλκοισ: ἄγειν καὶ ἐφέλκεσθαι δυνάμενον. Ὁλκόν: ἰσχυρὸν τόνον· ἢ ἑλκυστικόν· ἢ ὅρμον· ἢ ὁδόν. Ὁλκόσ: ὁδός· ἢ ἀγωγὸς ῥεύματος· ἢ οὐρά· ἢ ὁλκὸς κυρίως τὸ τῶν δρακόντων σύρμα· καταχρηστικῶς δὲ καὶ τὸ τῆς τροπίδος ἔκταμα· δρακοντοειδὲς γὰρ, διὰ πάσης τῆς νεὼς διῆκον. Ὁλκούσ: ἐφελκομένας. omicron. 329 Ὁλκούσ: ναυστάθμους. Ὅλμοι· καὶ ὑφόλμια: ἐπὶ αὐλῶν· Εὔπολις Φίλοις· Ῥέγκειν δὲ τοὺς ὅλμους οἴμοι τῶν κακῶν. Ὁλοκαρπούμενον: ὅλον προσφερόμενον. Ὁλόκληροσ: οἱ ἄρχοντες ἐδοκιμάζοντο, εἰ ὁλόκληροι εἰσίν· Μένανδρος Θετταληῖ· Ὁλόκληρος οὗτος σοὶ ξένε. Ὁλοκαυτισμόσ: ὁλοκαρπία. Ὅλοσ: θόλος. Ὁλοσχερῶσ: ὁλοτελῶς. Ὁλοσχοίνων: Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσ βείας· Θεόφραστος δὲ τρία εἴδη σχοίνου φησίν· ὧν ὁ τρίτος μεγέθει καὶ εὐσαρκία διαφέρων, ὁλόσχοι νος καλεῖται. Ὁλοσπάδεσ: ὅλαι καταπινόμεναι καὶ κατασπώμεναι· Σοφοκλῆς. Ὁλόσφυρον: τὸ ὁλοσφύρατον. Ὄλολυν: Μένανδρος τὸν γυναικώδη καὶ κατάθεον καὶ βάκηλον. Ὀλολύττουσιν: οὐχὶ ὀλολύζουσι· Μένανδρος. Ὀλόλουσ: τοὺς δεισιδαίμονας ἐκάλουν οἰωνιζόμενοι· Μένανδρος Δεισιδαίμονι· Θεόπομπος Τισαμενωῖ καὶ ἄλλοι. Ὁλόσχοινοσ: ἡ σχοῖνος· καὶ Δημοσθένης καὶ οἱ ἄλ λοι. Ὀλοίτροχοσ: στρογγύλος λίθος· ἢ ὁ ἐπ' ὀλέθρωι τρέ χων. omicron. 330 Ὀλούφειν: τίλλειν ἢ κατασπᾶν· οἷον ὁλοσφίζειν. Ὁλοφυκτίσ: φλύκταινα ἐπὶ τῆς γλώττης. Ὁλοφυκτίσ: οἷον ἐπινυκτὶς ἢ δοθίην· ὅτ' ἂν δὲ ἐπὶ τῆς γλώττης τοῦτο γένηται, λέγουσιν αἱ γυναῖκες, ὅσα ποθεῖς τίς σοι μερίδα ἐπέδωκεν· δοκεῖ δὲ ταῦτα ἐπιγίνεσθαι τηῖ γλώττηι καὶ ὅταν ὑπὲρ ἀπόντος καλοῦ ἢ καλῆς διαλέγηται. Ὀλοφύρεται: ἀποδύρεται· κλαίει. Ὁλόφωνοσ: ὁ ἀλεκτρυών· οὕτως Κρατῖνος. Ὀλοφυρμόσ: θρῆνος. Ὀλύμπια: τὰ ἐν Πίσηι Ὀλύμπια· Ἀθήνησι· καὶ τὸ ἱερὸν Ὀλυμπίειον πεντασυλλάβως ὡς Ἀσκληπίειον· Ἀριστοφάνης. Ὄλυμποσ: οὐρανός· θεοῦ οἰκητήριον· καὶ ὄρος ἐν Μα κεδονίαι. Ὄλυρα: ζειαί· εἶδος σπέρματος. Ὀλώλαμεν: ἀπολώλαμεν. Ὅλω ποδί: ὅληι δυνάμει. Ὁμαδοσ: θόρυβος· ἀπὸ τοῦ ὁμοῦ αὐδᾶν. Ὅμαιμος καὶ ὁμαίμων: ἀδελφὸς ἢ συγγενὴς καὶ ὁμονήδυος. Ὁμαιχμία: ὁμομαχία· συμμαχία· παρὰ τὸ ὁμοῦ τὰς αἰχμὰς τίθεσθαι. Ὁμαλέσ: ἐπὶ τοῦ πράγματος· ὁμαλὸν ἐπὶ τόπου· Θουκυδίδης· καὶ προελθόντες εἰς τὸ ὁμαλόν· καὶ omicron. 331 πάλιν· ἐν τωῖ ὁμαλωῖ τὴν μάχην ποιεῖσθαι. Ὀμαμαιτα: τὰ οὐρήματα· Αἰσχύλος. Ὄμμα ῥαπτόν: ἐπὶ τῶν παλευτριῶν περιστερῶν. Ὁμαρτῶν: ἀκολουθῶν. Ὅμαυλον: ὁμόκοιτον. Ὀμβρήσαντοσ: πηγάσαντος. Ὁμέθνιον: ὁμόφυλον. Ὁμείρειν: ὁμοῦ ἡρμόσθαι. Ὁμείρονται: ἐπιθυμοῦσι. Ὁμέστιον: ὁμόοικον· ὁμωρόφιον. Ὁμηρεῦντασ: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάν δρωι· ἦσαν δὲ νʹ· ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῶσαι γὰρ τὸ συμβαλεῖν· Θεόπομπος δὲ ὁμηρεῖν φησὶ λέγεσθαι παρὰ τοῖς Ἀχαιοῖς τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπ' ἀκολουθίαι τῶν ὁμολογου μένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. Ὁμηρίδαι: γένος ἐν Χίωι ἀπὸ τοῦ ποιητοῦ ὠνομασ μένον· οἱ δὲ φασὶν ἁμαρτάνειν τοὺς οὕτω νομίζον τας· ὀνομάζεσθαι γὰρ ἀπὸ τῶν ὁμήρων· ἐπεὶ αἱ γυναῖκες ποτὲ τῶν Χίων ἐν Διονυσίοις παραφρονή σασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι· καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο· ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. Ὁμηρίταισ: ὁμοψήφοις· ἀπὸ τοῦ ὁμοῦ ἐρέσσειν· ὁμο γνώμοσιν. omicron. 332 Ὁμήρουσ: τὰ ἐνέχυρα· παρὰ τὸ ὁμηρεῦσαι, ὅ ἐστι συντυχεῖν καὶ συμβαίνειν ἀλλήλοις περὶ τῶν δια φόρων. Ὁμευνέτου: συγκοίτου· ἀνδρός. Ὁμήγυριν: ἄθροισμα· πλῆθος. Ὁμηρεύειν: συμφωνεῖν. Ὁμηρίδαι: οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι. Ὅμηρον: ἐνέχυρον τὸ εἰς εἰρήνην διδόμενον. Ὁμιλαδόν: κατ' ἀθροίσματα καὶ τάγματα. Ὁμιλεῖ: συναναστρέφεται ἢ ἀπαντᾶ ἢ ἐντυγχάνει. Ὅμιλοσ: ἄθροισμα· ὄχλος· πλῆθος. Ὀμίχλη: ἀορασία· ἢ παχὺς ἀήρ. Ὀμνύναι καὶ ὀμνύειν: διττῶς λέγουσιν· μᾶλλον δὲ διὰ τοῦ ˉνˉαˉιˉ· καὶ ζευγνύναι καὶ τὰ ὅμοια· τὸ δὲ ἱστάναι μόνως οὕτως, ἀλλ' οὐχ ἱστάνειν. Ὄμνυθι: καὶ ἔκδυθι καὶ τὰ ὅμοια διὰ τοῦ ˉθˉι. Ὁμόδουλοσ: σύνδουλος. Ὁμόγνια: ὁμογενῆ· ἢ γνήσια· ἢ φίλα. Ὁμοερκέσ: Δείναρχος ἀντὶ τοῦ ὑφ' ἓν ἕρκος· τουτ έστιν ὑπὸ τὸν αὐτὸν περίβολον. Ὁμοθυμαδόν: ὁμοφρόνως· ὁμοψύχως. Ὁμοδίαιτοσ: ὁμοτράπεζος. Ὁμοίας λαβάσ: ἀντιμεταλήψεις καὶ ἀντιμεταθέ σεις. Ὁμοθύμωσ: ὁμοψύχως· ὁμοφρόνως· ὁμολόγως. Ὁμογάλακτεσ: οἱ τοῦ αὐτοῦ γάλακτος· οὓς καὶ γεννήτας ἐκάλουν. omicron. 333 Ὁμόγνιοι θεοί: οἷς οἱ συγγενεῖς κοινῶς ὀργιάζουσιν. Ὁμοείρκτησ: ὁμότοιχος· ἐκ τοῦ αὐτοῦ γένους. Ὁμόθεν: ἐκ τοῦ αὐτοῦ τόπου. Ὁμολώϊος Ζεύσ: ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι Βοιωτίας· καὶ ὁ ἐν Θεσσαλίαι ἀπὸ Ὁμολώας προ φήτιδος τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελφοὺς πεμφθῆναι ὁ Ἀριστοφάνης ἐν δευτέρωι Θηβαϊκῶν· Ἴστρος δὲ ἐν τηῖ δωδεκάτηι τῆς συναγωγῆς, διὰ τὸ παρ' Αἰολεῦσιν τὸ ὁμονοητικὸν καὶ εἰρηνικὸν ὅμολον λέγεσθαι· ἔστι δὲ Δημήτηρ Ὁμολωΐα ἐν Θήβαις. Ὁμόπτεροι: ὁμότριχες. Ὁμονήδυοσ: ἀδελφὸς γνήσιος. Ὁμόνοια: συνέδριον· ἀρχὴ τίς· καλεῖται δὲ ὁμο νοίας ἐπιστάται. Ὀμόργνυσι: ἀπομάσσει· ἀποψύχει. Ὀμόρξασ: ἐκμάξας· ἀποψήσας. Ὅμοροσ: πλησιόχωρος. Ὁμοροῦσα: γειτνιῶσα· πλησίον ἐλθοῦσα. Ὁμορροθεῖ: συμφωνεῖ. Ὁμορρόφιον: ὁμόσκηνον. Ὁμόσε: ὁμοῦ εἰς τὸν αὐτὸν τόπον· ἢ ἐξ ἐναντίας· σφοδρῶς· θρασέως. Ὁμόσε ἰέναι: ἀντὶ τοῦ παραβάλλεσθαι· λέγεται δὲ ἐκ μεταφορᾶς ὁμόσε ταῖς λόγχαις ἰέναι ἀντὶ τοῦ omicron. 334 ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι· καὶ μὴ στρέφεσ θαι, μὴ δὲ φεύγειν. Ὁμοῦ: Δημοσθένης ἐν τωῖ κατ' Ἀριστογείτονος φησίν· ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι· ἀντὶ τοῦ ἐγγύς· ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς, ὡς καὶ Μένανδρος· Ἤδη γὰρ (ἔστιν ἥδε) τοῦ τίκτειν ὁμοῦ. Ὁμόσιτον: ὁμοῦ τρεφόμενον. Ὁμόσπονδοσ: φίλος. Ὁμοτέρμονασ: πλησιοχώρους· τοὺς ὁμοῦ τὰ τέλη ἔχοντας. Ὁμότεχνον: οὐ σύντεχνον. Ὁμότιτθον: οὐχ ὁμότιθον. Ὁμοῦ: ἐν τωῖ αὐτωῖ· λέγουσι δὲ καὶ τὸ ἀναμὶξ ὁμοῦ. Ὁμοῦ: Δημοσθένης τῶ ὁμοῦ κέχρηται ἐν τωῖ κατὰ Ἀριστογείτονος ἐπὶ τοῦ ἐγγύς· φησὶν γὰρ οὕτως· εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι· ἐνθάδε γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν (δις) μυρίων εἰσίν· ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι, φανερόν· Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τωῖ πρὸς Δωρόθεον· Λυσίας δὲ καὶ Ὅμηρος ἐπὶ τόπου· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων· δοκεῖ δὲ καὶ Ὅμηρος ὁμοίως τωῖ Λυσίαι κεχρῆσθαι ἐν τοῖς Πατρόκλου λόγοις πρὸς Ἀχιλλέα· φησὶ γάρ· Μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' Ἀχιλλεῦ, Ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ἡμετέροισι δόμοισιν. omicron. 335 Ὄμπην: Ἀθηναῖοι ὅτ' ἂν τὸν νεὼν ἱδρύωνται πυροὺς μέλιτι δεύσαντες, ἐμβαλόντες εἰς καδίσκον, εἶθ' οὕτως ἐπιθέντες τὸ ἱερεῖον, συντελοῦσι τὰ ἑξῆς· χρῶνται δὲ τούτωι καὶ πρὸς ἄλλας ἱδρύσεις καὶ θυσίας, προσαγορεύοντες ὄμπην, εὐθένειαν οἰωνιζό μενοι· ὅθεν καὶ ἡ Δημήτηρ Ὄμπνια. Ὀμπνεύειν: αὔξειν. Ὄμπναι: πυροὶ μέλιτι πεφυραμένοι. Ὀμπνίου νέφουσ: μεγίστου. Ὀμφαλόν: τὸ μεσαίτατον. Ὀμφαλητομία: ὅτε αἱ μαῖαι τὸν ὀμφαλὸν τοῦ βρέ φους ἀποτέμνουσι· καὶ αὗται δὲ ὀμφαλητόμοι λέ γονται. Ὄμφακα: πᾶν τὸ αὐστηρὸν λέγουσιν. Ὀμφάλειοσ: εἶδος σύκου· ἰσχάδος. Ὀμφαλιστήρ: ωἷ τοὺς τῶν παιδίων ὀμφαλοὺς ἀπο τέμνουσιν. Ὀμφή: θεία κληδὼν ἢ φήμη. Ὀμφήν: φωνήν· κληδόνα· φήμην θείαν· ἢ ὄνειρα· φάσματα. Ὀμφύνειν: σεμνύνειν. Ὀμώμοκα: Ἄρχιππος Ὄνωι. Ὁμωχέτασ: Θουκυδίδης τοὺς συννάους θεοὺς καὶ ὁμορροφίους· Βοιωτιακὴ δὲ ἡ λέξις. Ὀναίμην: ἀπολαύσω· ἐπιτύχοιμι. Ὄναιντο: ὠφεληθεῖεν· καὶ ὄνασθαι, ὠφεληθῆναι. Ὀνειρόπληκτον: ὑπὸ ὀνείρων πληττόμενον. omicron. 336 Ὀνειροπολεῖ: φαντάζεται. Ὀνειροπόλοσ: ὀνειροκρίτης. Ὀνήσασθαι: ὠφεληθῆναι· ἀπολαύειν. Ὀνησιφόροσ: ὠφελείαν φέρων. Ὠνητήν: ἀγοραστήν· ἐναπόλαυστον. Ὀνήτωρ: ὄνησιν φέρων· καὶ ὀνάτωρ ὁμοίως. Ὀνήτωρ: πρὸς ὃν Δημοσθένης ἔγραψεν τοὺς ἐξούλης λόγους· εἷς δὲ ἦν τῶν χορηγησάντων· οὗ καὶ Ἰσο κράτης ἐν τωῖ περὶ ἀντιδόσεως μέμνηται. Ὄνθοσ: βόλβιτον· τουτέστιν ἡ τῶν βοῶν κόπρος. Ὀνιαία: τοῦ ἵππου τὸ ἀφόδευμα. Ὀνίνασθαι: ὀνεῖσθαι· ὠφελεῖσθαι. Ὀνίνησιν: ὠφελεῖ. Ὄνοι: ἐν ωἷ κρόκην νήθουσιν. Ὄνοι: κανθήλιοι. Ὀνοκίνδιοσ: ὀνηλάτης· ἀστραβηλάτης. Ὀνομήνω: ὀνομάσω. Ὀνομάζων: ἀντὶ τοῦ φράζων· ἑρμηνείαι χρώμενος· Δημοσθένης. Ὄνοσ: τὸ ἐπάνω τοῦ μύλου· Ἀριστοτέλης δὲ κατ' ἀμφοτέρων τάσσει. Ὄνος ἄγων μυστήρια: ἐπὶ τῶν ἑτέροις κακοπαθούν omicron. 337 των καὶ παρεχόντων εὐφροσύνην· διὰ τὸ τωῖ και ρωῖ τῶν μεγάλων μυστηρίων ἐξ ἄστεος Ἐλευσί ναδε τοὺς ὄνους κομίζειν αὐτοῖς τὰ ἐπιτήδεια· τότε γὰρ θλίβονται μᾶλλον, τὰ πρὸς τὴν χρείαν ἀγό μενα βαστάζοντες· Δήμων ἐπὶ τοῦ μύλου λέγεσθαι φησὶν, ὅτι στεφανοῦσιν αὐτὸν τότε. Ὄνος εἰς ἄχυρα: Παροιμία ἐπὶ τῶν παρ' ἐλπίδας εἰς ἀγαθὰ ἐμπιπτόντων καὶ τούτοις ἀπολαυστικῶς χρω μένων. Ὄνος ἐν μελίτταισ: Κράτης Τόλμαις· καὶ, ὄνος ἐν μύρωι· παροιμία. Ὄνος λύρασ: Μένανδρος Ψοφοδεεῖ· ἡδοχη παροιμία· Ὄνος λύρας ἤκουε καὶ σάλπιγγος ὗς· λέγεται δὲ ἐπὶ τῶν μὴ συγκατατιθεμένων μὴ δὲ ἐπαινούν των. Ὄνος ἀκροᾶται σάλπιγγοσ: Εὔπολις Ταξιάρχαις. Ὄνος ἰσόσπριοσ: ζωῖον πολύπουν σκωληκῶδες, ὃ συνειληθὲν ὅμοιον κυάμωι φαίνεται. Ὄνος ὕεται: ἐπὶ τῶν μὴ ἐπιστρεφομένων· Κηφισό δωρος Ἀμαζόσι· Σκώπτεις μ'· ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι· Κρατῖνος Δραπέτισιν· Οἱ δὲ πυππά ζουσι περιτρέχοντες· ὁ δ' ὄνος ὕεται. Ὄνου γνάθοσ: τόπος τῆς Λακωνικῆς· ἅμα δὲ εἰς πο λυφάγον. Ὄνου πόκοι: παροιμία ἐπὶ τῶν ἀνηνύτων· ὥσπερ omicron. 338 αἱ τοιαῦται· πλίνθον πλύνειν· ἀσκὸν τίλλειν· χύ τραν πλύνειν. Ὄνου θάνατοσ: ἐπὶ τῶν ἀλλόκοτα διηγουμένων. Ὄνου παρακύψεωσ: ὄνου παρακύψαντος, ὄρνιθες πτοη θεῖσαι ἱστὸν ἀνέρρηξαν· ὁ δὲ δεσπότης τοῦ ἱστοῦ τωῖ τοῦ ὄνου δεσπότηι ἐνεκάλεσεν· ὅθεν ἡ παροι μία. Ὄνου πόκαι: ἐπὶ τῶν ἀνηνύτων καὶ τῶν μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν· ὥσπερ αἱ τοιαῦται· πλίνθον πλύνειν· ἀσκὸν τίλλειν· χύτραν ποικίλλειν· εἰς κοπρῶνα θυμιᾶν· Ἀρίσταρχος δὲ διὰ τὸ Κρατῖνον ὑποθέσθαι ἐν Αἵδου σχοινίον πλέ κοντα· ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα· οἷον ἀπο κείροντα. Ὄνου σκιά: καὶ περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδα λίωνι· Ὅτι ἄν τι γίνηται, τὰ πάντ' ὄνου σκιά· Ἀριστοφάνης Δαιδάλωι· Περὶ τοῦ γὰρ ὑμῖν ὁ πό λεμος νῦν ἐστί· περὶ ὄνου σκιᾶς· Ἀριστοτέλης δὲ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγρα φὴν, ὄνου σκιάν· οἱ δὲ πρῶτον φθέγξασθαι Δη μοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου· ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκρο ωμένους· παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσ έχειν, ἤρξατο διηγεῖσθαι· ὡς Μεγάραδε ἀπιὼν μισθώσαιτο ὄνον· καύματος δὲ ἐν τηῖ ὁδωῖ γενομέ νου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασ θαι· οὐ παρεῖναι γὰρ οὔτε δένδρον, οὔτ' ἄλλο τοιοῦ τον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν, φάσκοντα ὄνον αὐτωῖ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε omicron. 339 διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τού του γενέσθαι· ταῦτα δὲ εἰπὼν, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ πο θοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοὺς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρα καλοῦσιν· ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύον τος, οὐκ ἐθέλουσιν ἀκούειν· δῆλον δὲ ὅτι λεγομέ νωι τούτωι ἐχρήσατο Δημοσθένης· διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς παρωδῶν τὴν παροιμίαν, φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. Ὀνοταζομένη: ἐκφαυλιζομένη· Ἴων μεγάλωι δράματι. Ὄντωσ: ἀληθῶς. Ὀνυχίζεται: ἀκριβολογεῖται· οὕτως Ἀριστοφάνης. Ὄνυχος ἕλκοσ: οἷον ἕλκυσμα· ἢ μακρὰ γραμμή. Ὄνωι τίς ἔλεγε μῦθον: ἐλλείπει ὅτι, ὁ δὲ ἀκούων, ἐκίνει τὰ ὦτα. Ὀξάλειοι: συκαί τινες. Ὀξίνη διάθεσισ: ἣν φασὶν οἱ πολλοὶ τοῦ στομάχου ὀξίδα. Ὀξίνην: τὸν οἶνον, οὐκ ὀξίναν· καὶ Ἕρμιππος καὶ Φιλωνίδης καὶ οἱ ἄλλοι. Ὀξίσ: λαγύνιον ὀξηρόν. Ὄξος Σφήττιον: ἴσως ἂν οἱ Σφήττιοι ὀξεῖς, ὡς οἱ Ἀχαρνεῖς κακολόγοι. omicron. 340 Ὀξύβαφον: οὐχὶ ὀξόβαφον λεκτέον. Ὀξυβελήσ: ὀξέως βάλλων· ἢ ὀξὺ βέλος ἔχων. Ὀξυθύμια: Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου φησί· περὶ οὗ πολλωῖ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη, ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς· ἔνιοι μὲν οὖν, ὧν ἔστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσ θαι φασὶ τὰ ξύλα ἀφ' ὧν ἀπάγχονται τινές· ἀπὸ τοῦ ὀξέως τωῖ θυμωῖ χρῆσθαι· ταῦτα δὲ ἐκκόπτον τες, ἐξορίζουσι καὶ καίουσιν· Δίδυμος δέ φησιν ὀξυθυμίαν τὰ καθάρματα λέγεσθαι καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους ὅταν τὰς οἰκίας καθαίρωσιν. Ὀξυθύμια: ὅσα καθαίροντες τὰς οἰκίας Ἀθηναῖοι, νύκτωρ ἔθος ἔχουσιν ἐν ταῖς τριόδοις τεθῆναι, ταῦτα ὀξυθύμια καλεῖται. Ὀξυθύμια: τὰ ἀποκαθάρματα τῶν μυσαρῶν· οἱ δὲ τὰ ἀγχονιμαῖα ξύλα· οἱ δὲ τοὺς τόπους, ἐν οἷς τὰ τοιαῦτα κατεκαίετο· Εὔπολις Δήμοις. Ὀξυθυμεῖσθαι: οὐχὶ ὀξυθυμεῖν λέγουσιν· τὸ ὀργί ζεσθαι ἀκραχόλως. Ὀξυπρώρωι ταύρωι: ὀξυκέρατι. Ὀξυρεγμεῖν: ὅταν μεθ' ἡμέραν ἐποξίσηι ἡ τροφή· Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις τὴν ὀξυθυμίαν οὕτως ἔφη· Καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα, Καὶ κρῖνον αὐτὴ, μὴ μετ' ὀξυρεγμίας. Ὀξύρροπον: ὀξέως θέον. omicron. 341 Ὀξυωπέστεροσ: ὀξύτερον βλέπων. Ὀξυωπεῖν: ὀξέως βλέπειν. Ὀπαζόμεναι: θεραπεύουσαι καὶ ἑπόμεναι. Ὀπασθείσ: ἐκ τῶν ὀπίσω δεθείς. Ὀπαία κεραμίσ: ἡ τὴν κάπνην ἔχουσα· Δίφιλος Χρυσοχόωι· διακύψας ὁρῶ Διὰ τῆς ὀπαίας κερα μίδος καλὴν σφόδρα. Ὄπα: φωνήν. Ὀπαδόσ: ἀκόλουθος. Ὀπάζει: θεωρεῖ ἢ παρέχει ἢ διώκει. Ὅπηι: ὅπου. Ὀπὴν λεκτέον, οὐχὶ τρώγλην. Ὀπή: δι' ἧς ἐστὶν ἰδεῖν· ἔνθεν καὶ ὀπήτιον. Ὀπιπεύειν: παρατηρεῖν. Ὀπισθόδομοσ: τὸ ὄπισθεν παντὸς οἰκήματος· ἢ ταμι εῖον τῆς πόλεως ἐν ἀκροπόλει· ὄπισθεν τοῦ τῆς Ἀθηνᾶς νεώ. Ὀπισθοτείλαν: τὴν σηπίαν οἱ Βοιωτοί· ὄπισθεν ἀ (ποτιλῶσαν.) Ὄπισθεν καὶ κατόπιν: Ἱππεῦσιν. Ὀπιάντορον: τὸν πεπηγότα ὑπὸ ὀποῦ. Ὀπικίαν: τὴν τῶν Ὀπικῶν χώραν· Θουκυδίδης. Ὀπικοί: οἱ περὶ τὴν Ἰταλίαν οἰκοῦντες. Ὀπισθόδομοσ: Δημοσθένης ἐν τωῖ περὶ Συντάξεως· ἀνέωξαν δήπου πρωίην τινὲς τὸν ὀπισθόδομον· ἐκαλεῖτο δὲ οὕτως ὁ ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς οἶκος, ἐν ωἷ ἀπετίθεντο τὰ χρήματα. omicron. 342 Ὀπίστατον: τελευταιότατον. Ὁπλαί: αἱ πυξίδες· τῶν ἵππων οἱ ὄνυχες. Ὅπλα φωτόσ: αἱ τῶν ἀρετῶν ἐργασίαι. Ὁπλή: ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν· οἷον, βοῶν· προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. Ὁπλιτεύειν: ὁπλίζεσθαι. Ὁπλίττομαι: οὐ πείθομαι· καὶ τοῦτο Βοιώτιον· Ἀριστοφάνης Ἐκκλησιαζούσαις. Ὄπνιος χείρ: πλουσία χείρ· πλούσιος. Ὄπνιον νέφοσ: μέγα· πολύ· ηὐξημένον· Σοφοκλῆς Θησεῖ. Ὄπνιος λειμών: ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί· ἐπεὶ Ὀπνία ἡ Δημήτηρ λέγεται. Ὀπνιηρὸν ὕδωρ: τὸ τρόφιμον. Ὅποι: ὅπου. Ὅποι ποτέ: ὅπου ποτέ. Ὀπόσ: τὸ τῶν δένδρων δάκρυον· καὶ τὸ ἀποστάλαγμα τοῦ γάλακτος. Ὁπότεροσ: ὁποῖος. Ὁποτέρωθεν: ἀπὸ ποίου μέρους. Ὅπου γε δή: [....] Ὁ προτυχών: οὐχ ὁ προστυχών. Ὀπτανεῖον: τὸ μαγειρεῖον. Ὀπτῆρασ: κατασκόπους. Ὀπτήρια: ἀνακαλυπτήρια. Ὄπωπα: ἐθεασάμην. Ὀπωπέναι: ἑωρακέναι. omicron. 343 Ὀπωρώνασ: ὠνητὰς ὀπώρας. Ὅρα δὴ καὶ σκόπει: Δημοσθένης ἐν τωῖ πρὸς Λεπτίνην· ἀντὶ τοῦ, βλέπε τοῖς ὀφθαλμοῖς. Ὁρᾶτε: ἀντὶ τοῦ ἐνθυμεῖσθε· ὁ αὐτὸς ἐν τωῖ περὶ τῆς παραπρεσβείας. Ὀργᾶν: τὸ ἐπείγεσθαι· καὶ κατοργᾶν, τὸ κατεπεί γειν. Ὄργανα χρόνου: ἐν Τιμαίωι· τοὺς πλανήτας· τοὺς δ' εἰς σελήνης, τοὺς δ' εἰς ἄλλα ὅσα ὄργανα χρόνου. Ὀργάσ: χωρίον· οἷον ἄλσος μέγα· καὶ ὀργεῶνες, οἱ εἰς τοῦτο συνάγοντες καὶ τοῖς ἐνταῦθα θεοῖς ὀργιά ζοντες. Ὀργάσ: τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπερ γαζόμενα οὕτως καλεῖται· ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰς προσωνομάσθη, τοιαύτη τις οὖσα. Ὀργάσ: θυσία· τελετή· μυστήρια. Ὀργεῶνασ: Ἰσαίου λόγος ἐστι πρὸς Ὀργεῶνας· ὀρ γεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμηῖ θεῶν ἢ ἡρωίων συνι όντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζό μενα δρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν· οἱ μέντοι ποιηταὶ ἔταττον τούνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων· μήποτε δὲ ὕστερον νενόμι σται τὸ ἐπὶ τιμηῖ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι· ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. omicron. 344 Ὀργάσασ: μαλάξας. Ὀργιάζων: θύων· ἐπιτελῶν. Ὀργᾶν: ἐπιθυμεῖν. Ὀργάσ: ἡ εὔγειος καὶ σύμφυτος καὶ λιπαρὰ καὶ ἀκμαία. Ὄργια: μυστήρια· ἱερά. Ὀργεῶνεσ: οἱ τοῖς ἰδίαι ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες· ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν· τουτ έστι μυστήρια καὶ νόμιμα· Νόμων δʹ· μὴ κεκτῆ σθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά· τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια· Σέλευκος δὲ ἐν τωῖ ὑπομνήματι τῶν Σόλωνος ἀξόνων· ὀργεῶνας φησὶ καλεῖσθαι τοὺς συνόδους ἔχοντας περί τινας ἥρωας ἢ θεούς· ἤδη δὲ μετα φέροντες καὶ τοὺς ἱερέας οὕτως καλοῦσιν· ὁ γ' οὖν Ἀντίμαχος ἐν τηῖ Λυδηῖ· Γενεαῖ Καβάρνους θῆκεν ἀγακλέας ὀργείωνας· καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· Ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργέων· Εὐχαῖς δὲ σωίζοις δεσπότας Παιωνίαις· περὶ δὲ τῶν ὀργεώνων γέ γραφεν καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννητὰς καλοῦμεν. Ὀργάδεσ: τὰ ἱερὰ χωρία· ἤτοι ἀπὸ τῶν ὀργίων ἢ omicron. 345 τῶν μυστηρίων· ἢ παρὰ τὸ ὀργᾶν· ὅ ἐστιν ἐπιθυ μεῖν· καὶ γὰρ ἐπιθυμοῦντες τρυγᾶν τὰ ἱερὰ φυτὰ, οὐ τολμῶσι, διὰ τὸ ἐπάρατα εἶναι. Ὀργεῶνεσ: πρῶτοι ὀργίων καὶ τελετῶν συγγενικῶν· ἀλλαχοῦ οὕτως. Ὀργάνη: ἢ Ἐργάνη· ἡ Ἀθηνᾶ. Ὀργεῶνεσ: σύνταγμά τι ἀνδρῶν· ὡς τῶν γεννητῶν καὶ φρατόρων· ὀνομασθὲν ἀπὸ τοῦ κοινηῖ ὀργιάζειν· οἷον θύειν καὶ εὔχεσθαι. Ὀργεωνικά ἐστι θύματα, τὰ κοινὰ τῶν ὀργεώνων. Ὀργιασταί: οἱ τὰ μυστήρια ἐπιτελοῦντες. Ὀργῶσα: ἐπιθυμοῦσα ἢ μανιῶσα. Ὀργιουμένοισ: ἐπιθυμοῦσιν. Ὀρέγει: παρέχει. Ὀρέγεται: ἐπιθυμεῖ. Ὀρεγνύσ: ἐκτείνας. Ὄρειοι πόδεσ: αἱ κῶπαι. Ὀρεκτεῖν: ἐπιθυμεῖν· ταυτὸν καὶ ὀρεκτιᾶν. Ὀρείχαλκοσ: ὁ διαυγὴς χαλκός. Ὀρέξει: δώσει· ἐκτείνει. Ὄρεξισ: ἐπιθυμία. Ὀρεωκόμοσ: ὁ ἐπιμελητὴς τῶν ἡμιόνων· ὀρεὺς γὰρ ὁ ἡμίονος. Ὀρέστησ: ἐν ὄρεσι διαιτώμενος. Ὀρεῖσ: ἡμιόνους· καὶ ὀρεωκόμους, τοὺς ἐπιμελουμένους τῶν ἡμιόνων. omicron. 346 Ὀρδάνιον: ἐν ωἷ ἦν ὕδωρ, ἵν' οἱ περιρραινόμενοι καθαροὶ ἀπέρχωνται. Ὀρθάνησ: Πριαπώδης θεός· ἐντέτακται Ἑρμηῖ καὶ Νύμφαις. Ὀρθοκέρωσ: ὀρθόθριξ· Σοφοκλῆς. Ὀρθόκωμος Ἡρακλῆσ: ἵδρυται Ἀθήνηισιν. Ὀρθοῖ: σωίζει. Ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοισ: ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης· Ὑπερίδης φησίν· ὀρθῆς δ' ἡμῖν τῆς πατρίδος οὔσης· Αἰσχίνης δὲ ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. Ὀρθὴν δ' ἐντυγχάνει: ἀντὶ τοῦ εὐθύς· Ὑπερίδης. Ὄρθιον νόμον καὶ τροχαῖον: τοὺς δύο νόμους· ἀπὸ τῶν ῥυθμῶν ὠνόμασεν Τέρπανδρος· ἀνατετραμμένοι δ' ἦσαν. Ὀρθόπληξ ἵπποσ: ὀρθὸς ἐπαιρόμενος καὶ πλήσσων· Ἀριστοφάνης Ἀναγύρωι· Ὡς δ' ὀρθόπληξ· πέφυκε γὰρ δυσγάργαλις. Ὀρθόπτερον: Σοφοκλῆς Αἰθίοψιν· ὀρθοὺς ἔχοντα κο λωνούς· τὰ γὰρ εἰς ὕψος ἀνέχοντα πτερὰ ἔλεγον· καὶ τὰ περίστωα. Ὀρθογόη: χελιδών. Ὀρθόφρων: ἀνατεταμένος καὶ μετέωρος ταῖς φρεσίν· οὕτως Σοφοκλῆς. Ὀρθοστάδιοι: οἱ στατοὶ χιτῶνες· οἱ γὰρ συρόμενοι, συρτοί. omicron. 347 Ὄρθριον: ἀντὶ τοῦ ὄρθρου. Ὀρθριάζειν: μαντεύεσθαι. Ὀρθριοφοίτησ: ὁ παραγενόμενος ὄρθρου. Ὀρθῶσ: κατ' ὀρθὴν γνώμην· καὶ ἐστὶν ἀμείνων ἡ λέξις τοῦ καλῶς ἐπὶ τῶν τοιούτων ἐννοιῶν. Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι. Ὀριγνώμεθα: ὀρεγόμεθα. Ὀρικὰ ζεύγη: τὰ τῶν ὀρέων, τουτέστι, τῶν ἡμιόνων. Ὁρκάνη: περίφραγμά τι ἀκανθῶδες. Ὁρκάνη: ὁ περιέχων τοῖχος οἴκησιν ἢ χωρίον· λέγεται δὲ ἀπὸ τοῦ ἕρκος· ὅ ἐστι περιβόλου φράγμα. Ὁρκάνη: Λυκοῦργος κατὰ Λυκόφρονος βʹ· μήποτε ὁ φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτως καλεῖται· παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι· Ὅμηρος· Αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. Ὁρκάνασ: εἱρκτάς. Ὁρκαπάτην: χλευαστὴν δι' ὅρκων. Ὁρκάνην: τὴν σαργάνην λέγουσιν. Ὁρκίζειν: καὶ ὁρκοῦν· ἑκατέρως. Ὅρκιον: σκῆπτρον· καθ' ὃ ὤμνυον οἱ βασιλεῖς· ἢ ῥάβδος. Ὁρκίλλεσθαι: τὸ διακενῆς ὀμνύναι. Ὁρκύπτεσθαι: ὑπερκύπτειν ἐπ' ὀνύχων ἱστάμενον. Ὁρκωμοσία: τὰ θύματα καὶ ἱερεῖα. Ὁρκωμοτεῖν: τὸ ὀμνύναι· Ἀριστοφάνης Βαβυλωνίοις. Ὁρκωντασ: οὐχὶ ὁρκιστὰς, οὐδὲ ὁρκωμότας λέγουσιν. omicron. 348 Ὁρμᾶν: οὐ τὸ ἐξιέναι που· ἀλλὰ τὸ ὁρμηῖ πρός τι χρῆσθαι. Ὁρμαθόσ: σύνδεσμος· στοῖχος. Ὅρμενα: τὰ τῆς κράμβης· Ποσείδιππος Συντρόφοις· ἔνδοθι προνομεύειν ὅρμενα: παρὰ τοῖς παλαιοῖς οὐχ εὕρομεν· Νικοστράτωι· ῥήτορες Ἐξωρμενι κότες δυσχερεῖς, πάλιν αἱρετοί. Ὁρμιάν: Ἀντιφάνης Ἁλιευομένη. Ὅρμον: λιμένα. Ὅρμενον: τὸ ἄγριόν τι λάχανον κυρίως οὕτως καλού μενον· καταχρηστικῶς δὲ καὶ πᾶν τὸ ἐκκεκαυ λικὸς παντὸς λαχάνου καὶ ἄνθους. Ὁρμίσκος καὶ ὅρμοσ: περιτραχήλιος κόσμος· ἐνώτια· χαλαστήρια. Ὁρμωμένουσ: προθυμουμένος· λέγεται δὲ καὶ ὁ γενε αλογούμενος. Ὀρνιθευομένου: μαντευομένου δι' ὄρνιθος. Ὀρνιθευτήσ: ὁ ὀρνιθοθήρας. Ὀρνίθεια δίκτυα: ἐν οἷς τὰ ὄρνεα ἁλίσκεται. Ὀρνιθευτήν: ἰξευτήν. Ὀρνιθοκλόνοι: ὀρνιθοσκόποι. Ὄρνισ: Ἀττικοί· Ἴωνες δὲ ὄρνιξ· καὶ αἱ πλάγιαι ἀκολούθως· καὶ Δωριεῖς ὄρνιξ· παρ' Ἀλκμᾶνι δὲ ἅπαξ ὄρνις· Ἀδεὲς ἦτορ ἔχων ἁλιπόρφυρος εἴαρος ὄρνις. omicron. 349 Ὄρνυται: ὁρμαῖ. Ὄροβοι: ὀσπρίου τι εἶδος γνωρίμου. Ὀρογυίασ λέγουσιν, οὐχὶ ὀργυίας· Ἀριστοφάνης. Ὀρόγκουσ: τοὺς τῶν ὀρῶν ὄγκους. Ὅροσ: καὶ τὰ ὅρια τῆς χώρας· καὶ τὰ τέλη ὅροι ὀνομάζονται. Ὅρος ἐπιγραφόμενος τοῖς ὑποκειμένοις χωρίοις καὶ ταῖς οἰκίαισ. Ὀρόσ: τὸ λεγόμενον ὑφ' ἡμῶν ῥυπόν· ἔστι δὲ ὑπο στάθμη γάλακτος. Ὁροσάγγαι: σωματοφύλακες βασιλέως. Ὅροσ: οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις ἢ χωρίοις γράμματα· ἃ ἐδή λουν ὅτι ὑπόκεινται δανειστηῖ· οὕτως Δημοσθένης καὶ Μένανδρος. Ὁρονύχιον: ὅρος νυκτερινὸς, τουτέστι φυλακή. Ὅρον: σκεῦος τί γεωργικόν· ὡς Ἰσαῖος δηλοῖ· μήποτε μέντοι τὸ ὅρον παρά τε Αἰσχύλωι καὶ παρὰ Με νάνδρωι ξύλον τί σημαίνει, ωἷ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. Ὀρρωιδεῖν: ἀντὶ τοῦ φοβεῖσθαι· καὶ ὀρρωιδία, τὸ δέος. Ὀροτύποσ: ὑλοτόμος. Ὀροτύπουσ: τοὺς γίγαντας, ὅτι ταῖς τῶν ὀρῶν κορυ φαῖς ἔβαλλον. Ὄροφος καὶ ὀροφή: στέγη. Ὀροφοιτῶντα: εἰς ὄρη περιερχόμενα. Ὄρπηξ: κλάδος. Ὀρρωιδεῖ: φοβεῖται. omicron. 350 Ὀρρωιδία: φόβος. Ὀρσοθύρη: θύρα ἐν ὕψει τοῦ τοίχου. Ὄρροσ: τράμις· καὶ ὀρροπύγιον· οὕτως καὶ οἱ Ἴωνες· ὀρθοπύγιον δὲ παρ' οὐδενὶ τῶν Ἑλλήνων. Ὄρροσ: ὁ ταῦρος. Ὀρσολοπεῖν: λοιδορεῖν· πολεμεῖν. Ὀρσολοπεῖται: διαπολεμεῖται. Ὀρτάλιχοι: οἱ μηδέπω πετόμενοι νεοττοί. Ὄρτυγασ: συστέλλοντες οἱ Ἀττικοὶ λέγουσιν τὸ ˉυ· καὶ τὸν ὀρτυγοκόμον βραχέως· δηλοῖ Ἀριστοφάνης Δαιταλεῦσιν. Ὀρτυγοκόποσ: παιδιά τις, ἐν ηἷ ὄρτυγας ἱστᾶσιν ἐν γύρωι, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν· καὶ ὁ μὲν ἐν τωῖ γύρωι καταβαλὼν τὸν ὄρτυγα, λαμβάνει ἑξῆς οὓς ἂν δύνηται· ὁ δὲ ἀποτυχὼν παρέχει θατέρωι τοὺς ὄρτυγας τύπτειν· καὶ τοῦτο ἀνὰ μέρος ποι οῦσιν· λέγει οὖν ἐν Ἀλκιβιάδηι· οὔκ ἀλλὰ πρὸς Μειδίαν δεῖ σὲ ἀποβλέποντα τὸν ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους· ἐν Φαίδωνι· ὅτι οὐ πρὸς τοὺς τυχόντας ὁ ἀγών ἐστι· πρὸς δὲ τοὺς ἀρίστους· διό περ οὐ ῥαθυμητέον. Ὀρτυγομήτρα: ὄρτυξ μέγας. Ὀρτυγοσκοπεῖν: ἐν γύρωι τιθέντες ὄρτυγα, εἰώθασιν ἐπ' αὐτὸν βαδίζειν· ἔπειτ' ἐὰν μὲν πληγεὶς ὁ ὄρτυξ ἔλθοι πτερυσσόμενος, περὶ τὸν πατάξαντα γίνεται τὸ βραβεῖον, καὶ ἀποφέρει τὸν ὄρτυγα· ἐὰν δὲ μείνηι omicron. 351 περὶ τὸν ἄντικρυς, καὶ ἀποφέρει τοῦτον τε αὐτὸν καὶ ἕτερον παρὰ τοῦ λειφθέντος. Ὄρυγμα: ἰδίως οὕτως ἐκαλεῖτο· ἐφ' οὗ οἱ κακοῦργοι ἐκολάζοντο. Ὀρυμαγδόσ: θόρυβος· τάραχος· κτύπος. Ὀρφανισταί: ἀρχὴ ἐπὶ τῶν ὀρφανικῶν· ἵνα μηδὲν ἀδικῶνται. Ὀρφναίην: σκοτεινήν. Ὄρφνη: σκοτία· νὺξ μελαίνη. Ὄρχαμοσ: ἡγεμών. Ὀρχάτοις καὶ ὄρχοισ: στίχοις ἀμπέλων ἢ ἑτέρων φυτῶν. Ὀρχίλοσ: βασιλικὸς σαλπιγκτής· ὄρνεον ὁμοίως σάλ πιγγι φθεγγόμενον. Ὀρχιπεδεῖν: τὸ περὶ τὰ παιδία κακοσχολεῖσθαι. Ὀρχήστρα: πρῶτον ἐκλήθη ἐν τηῖ ἀγοραῖ· εἶτα καὶ τοῦ θεάτρου τὸ κάτω ἡμίκυκλον· οὗ καὶ οἱ χοροὶ ηἶδον καὶ ὠρχοῦντο· εἰς τὴν ὀρχήστραν· ἔτι γὰρ τὴν θέαν ωἴκειτ' ἐκεῖ, φησὶν ὁ κωμικός. Ὄρχουσ: τὰς κατὰ στίχον φυτείας. Ὀρχήστρα: τὸ νῦν τοῦ θεάτρου λεγόμενον σίγμα. ἐκεῖ γὰρ ὠρχοῦντο οἱ χοροί. Ὁρωῖτο: βλέποιτο. Ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν: ὅσον καὶ ἐφ' ὅσον χρόνον οὐκ ἀπῆν αὐτοῦ τὸ ἀτρεμεῖν. omicron. 352 Ὅσα μὲν τὸ δοκεῖν κακωθεῖσαι· τὸ δ' ἀληθὲς κακῶν ἀπαλλαγεῖσαι: ἀντὶ τοῦ τὸ μὲν δοκεῖν κακωθεῖσαι καὶ ἑξῆς. Ὁσημέραι: διαπαντός· πάντοτε· καθ' ἡμέραν. Ὅσια: τὰ ἰδιωτικὰ καὶ μὴ ἱερά. Ὅσια ταῖς θυσίαις ἐπιλέγεσθαι ἀπηρτισμέναισ: οἷον ἐφεῖται καὶ ὅσιόν ἐστι γεύεσθαι ἤδη τῶν ἀποτεθυ μένων. Ὅσιον χωρίον: τὸ βέβηλον· καὶ μὴ ἱερὸν, εἰς ὃ ἔξεσ τιν εἰσιέναι· Ἀριστοφάνης Λυσιστράτηι· Ὦ πότνι' Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, Ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον· καὶ ὅσια χρήματα, τὰ μὴ ἱερά· λέγεται δὲ καὶ τὸ δίκαιον, ὅσιον. Ὅσιον: Ὑπερίδης ἐν τωῖ πρὸς Ἀριστογείτονα φησί· καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια· καὶ Ἰσο κράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις· τὰ δημόσια ὅσια λέγοντες· καὶ Δημοσθένης δὲ ἐν τωῖ κατὰ Τιμοκράτους σαφῶς διδάσκει τοῦτο· Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον· τό, τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. Ὁσίους θαλάμουσ: τοὺς μὴ θείους, ἀλλ' ἀνθρωπίνους. Ὁσιωθῆναι ἡμέρασ λέγουσιν ἐπὶ θανάτωι τινός· οἷον μὴ ἱερὰς, ἀλλ' ὁσίας νομισθῆναι. Ὀσμή: ἡ δὲ ὀδμὴ Ἰακόν. Ὀσμύλια: ἰχθύδια εὐτελῆ· Ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια· φησὶν Ἀριστοφάνης. Ὅσον βιώσιμον: ὅσον ζῆσαι. omicron. 353 Ὅσον οὐκ ἀποτετέλεστο: ἀντὶ τοῦ σχεδόν. Ὅσον οὔπω: ταχύ· μετ' ὀλίγον· ἢ ἀντὶ τοῦ ἤδη. Ὄσσοσ: ὀφθαλμός· ἐν τηῖ τραγωιδίαι ἀρσενικῶς· παρ' Ὁμήρωι οὐδετέρως. Ὀστακόσ: οἱ δὲ ἀστακός· καράβου εἶδος· καὶ τὴν πόλιν τὴν Ἄστακον, Ὄστακον Ἴωνες· Κάρ' ὦ χάρων· Ὄστακος ἐκτίσθη ὑπὸ Χαλκηδονίων. Ὀσταφίδα: οὐχ ὅπως Κρατῖνος Νόμοις· ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα· ἀλλὰ καὶ Πλάτων ηʹ Νόμοις· τῆς δ' εἰς ἀπόθεσιν ὀσταφίδος. Ὄστινον: οὐκ ὀστέϊνον· Ἀριστοφάνης Ἀχαρνεῦσι. Ὀστοῦν: δισυλλάβως· οὐκ ὀστέον λέγουσιν οἱ Ἀττικοί. Ὀστολογεῖν: ὀστᾶ συλλέγειν. Ὀστολόγοσ: παρὰ Ἐπιλύκωι· καὶ δρᾶμα Αἰσχύλου Ὀστολόγοι. Ὀστράκων: τῶν τοῦ ὠοῦ· Αἰσχύλος. Ὀστρακίνδα: παιδιὰ ἡ ἐπ' ὀστράκων. Ὀστράκου περιστροφή: παροιμία ἐπὶ τῶν ταχέως τί ποιούντων λεγομένη. Ὀστρακισμόσ: οἱ κακονούστατοι τωῖ δήμωι ἐξω στρακίζοντο καὶ κατεδικάζοντο· ὀστράκοις ἐγγρα φόντων τὸν ὄνομα τοῦ φευξομένου. Ὀστρακισμὸς καὶ ἐξοστρακισμόσ: φυγῆς ἐστὶν εἶδος, ὀνομασθὲν ἐκ τοῦ εἰς ὄστρακον ἐγγράφειν ἕκαστον τῶν Ἀθηναίων, εἴ τις αὐτοῖς ἐνομίζετο πρέπειν με θίστασθαι τῆς πόλεως. omicron. 354 Ὄστρεια: σὺν τωῖ ˉι μᾶλλον. Ὄστριμα: περίβολοι κτηνῶν καὶ οἷον ἐπαύλεις· Ἀντίμαχος Θηβαΐδι· βοῦς ὀστρίμου ἐξήλασσεν. Ὀσφραίνεσθαι: λέγουσιν ὡς ἡμεῖς. Ὄσχη: τὸ σὺν τοῖς βότρυσι κλῆμα. Ὀσχοφορεῖν: ἑορτή τις ὀσχοφόρια καλουμένη· ὄσχος γὰρ καλεῖται κληματίς· ἐκκειμένους ἔχουσα τοὺς βότρυας· ἡ οὖν εὐγενὴς παῖς ἔφερεν εἰς τὸ ἱερὸν Σκιράδος· ὁ τρόπος δι' ὃν τοῦτο ἐγίνετο, διάφορος τοῖς παλαιοῖς ἀπεδόθη. Ὀσχοφόροι: δύο ἦσαν τῶν γένει καὶ πλούτωι διαφε ρόντων· ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτη μένους ἔχον· ταύτην δ' ἔνιοι ὀρεσχάδα καλοῦσιν. Ὅτ' ἂν οὖν: πάνυ μὲν οὖν. Ὅτι νόμος ἐστιν, ὑπὲρ τεσσαράκοντα ἔτη γενόμενον χορηγεῖν παισίν. Ὅτι ξένους τινὰς ἑαυτωῖ αἰχμαλώτους σκάπτοντασ ἐν τωῖ Φιλίππου ἀμπελουργείωι καὶ δεδεμένους παρὰ πότον ἐξηιτήσατο παρὰ Φιλίππου Σάτυρος· Αἰσχίνης μὲν ἐν τωῖ περὶ παραπρεσβείας φησίν· ὁ δὲ Δημοσθένης ἐν τωῖ κατ' Αἰσχίνου λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγατέρας ἐξηιτήσατο· καὶ ἔοικεν μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει· Σατύρωι τωῖ ὑποκριτηῖ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίωι φόνωι, εἶχον εἰς διοί omicron. 355 κησιν τῶν ἰδίων· Δημοσθένης τὲ ἐν τωῖ κατὰ Ἀρισ τοκράτους ὑποσημαίνει· καὶ Θεόφραστος ἐν τωῖ ιγʹ τῶν Νόμων. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρωῖον οἶ κον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους κατα λίποιεν ἐν τωῖ οἴκωι τοῦ ποιησαμένου. Ὅτι τὰ ἐπικηρυττόμενα τισὶ χρήματα ἐπὶ τῶν βω μῶν ἐτίθετο. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κτησαμένου αἱ πρὸς τοὺς δού λους λαγχάνονται δίκαι. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν ἐμβάλλειν πέρα με δίμνου κριθῶν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκεσ. Ὅτί ποτε: ἀντὶ τοῦ ποτέ. Ὄτλοσ: ὁ πόνος καὶ ὁ μόχθος· καὶ ὀτλεῖν, τὸ μοχθεῖν. Ὄτοβοσ: θόρυβος. Ὁ τὸν πατέρα εὑρὼν χαλκοῦ χρείαι. Ὁ τὸν κῦσον τρωθεὶς ἤδη Αἰσώπου μάλιστα τοῦ κρά νους χρείαι. Ὅτου χάριν: τίνος ἕνεκεν. Ὀτρηρόσ: ταχύς· ὀξύτατος· δραστήριος. Ὀτρυγηφάγον: τὸν κριθοφάγον· Ἀρχίλοχος κατὰ πλεονασμὸν τοῦ ˉο· τρύγη γὰρ ὁ Δημητριακὸς καρ πός. Ὀτρύνοντεσ: κελεύοντες. Ὄττα: φήμη· μαντεία διὰ κληδόνος· καὶ ὀττεύε σθαι, τὸ μαντεύεσθαι. omicron. 356 Ὁ τυχών: ὁ παρατυχών· λέγουσι δ' ὅταν τὴν προσ πάθειαν καὶ τὸ φιλόστοργον δηλώσηι, οὐχ ὁ τυ χών. Ὅτωι γὰρ φίλον: ωἷ τινι ἀρέσκει. Οὐ γὰρ ἄκανθαι· λεγόμενον ἐπὶ τῶν ὠφελίμων· ἀπὸ τῆς τοῦ βίου εἰς τὸ ἡμερώτερον μεταβολῆς. Οὐδαμηῖ: ἀντὶ τοῦ οὐδαμόθι· Τηλεκλείδης Ἡσιόδωι. Οὐδαμαῖ: οὐδέποτε· Ἀριστοφάνης. Οὐδαμῶσ: κατ' οὐδένα τρόπον. Οὐδ' ἀπὸ γείσων ὗσεν: ἐπὶ τοῦ ἐλαχίστου. Οὐδὲ Ἡρακλῆς πρὸς δύο: τοὺς γὰρ Μολιονίδας ἔφυγε· Δίων δὲ ἐν βʹ τῆς δευτέρας συντάξεως, Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδείξαντα Ὀλύμπια, πρὸς βʹ διαπυκτεύσαντα ἡττηθῆναι. Οὐδεὶς δυσώνης χρηστὸν ὀψῶνει κρέασ. Οὐδείσ: οἱ παλαιοὶ διὰ τοῦ ˉρ· οἱ δὲ νεώτεροι καὶ διὰ τοῦ ˉθ, οὐθείς. Οὐδεὶς κομήτης, ὅστις οὐ περαίνεται. Οὔδει: ἐδάφει. Οὐδὲν ἀπὸ τρόπου: ἀντὶ τοῦ οὐκ ἀπεικός· Ἀττικοί. Οὐδένεσ: τὸ πληθυντικὸν τοῦτο σύνηθες τοῖς παλαιοῖς· καὶ οὐδένων καὶ οὐδέσι καὶ οὐδένας. Οὐδ' ἐν δέρματι: ἀντὶ τοῦ γυμνὸς ὑπερβολικῶς. Οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου: οὐ γὰρ τοι οῦτον ἐγὼ δύναμαι εἰπεῖν, οἷον ὁ νόμος. Οὐδὲν ἱερόν: Ἡρακλῆς εἶπεν Ἀδώνιδος ἰδὼν ξόανον· ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων omicron. 357 ὀφειλόντων τιμᾶσθαι· ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον. Οὐδὲν λευκῶν ἀνδρῶν ὄφελοσ: [....]* Οὐδὲν πρὸς ἔποσ: [....] Οὐδὲν πρὸς τὸν Διόνυσον: Ἐπιγένους τοῦ Σικυωνίου τραγωιδίαν εἰς αὐτὸν ποιήσαντος ἐπεφώνησαν τινὲς τοῦτο· ὅθεν ἡ παροιμία· βέλτιον δὲ οὕτως· τὸ πρόσ θεν εἰς τὸν Διόνυσον γράφοντες, τούτοις ἠγωνί ζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ με ταβάντες εἰς τραγωιδίας γράφειν, κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν· μηκέτι τοῦ θεοῦ μνημονεύοντες· ὅθεν καὶ ἐπεφώνησαν· καὶ Χαμαι λέων ἐν τωῖ περὶ Θέσπιδος τὰ παραπλήσια ἱστο ρεῖ· Θεαίτητος δὲ ἐν τωῖ περὶ παροιμίας, Παρρά σιον φησὶ τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κοριν θίοις ποιῆσαι Διόνυσον κάλλιστον· τοὺς δὲ ὁρῶν τας τά, τε τῶν ἀνταγωνιστῶν ἔργα, ἃ κατὰ πολὺ ἐλείπετο, καὶ τὸν τοῦ Παρρασίου Διόνυσον, ἐπιφω νεῖν, τί πρὸς τὸν Διόνυσον· ἐπὶ τῶν μὴ τὰ προσή κοντα τοῖς ὑποκειμένοις φλυαρούντων. Οὐδ' ἐν σελίνοισ: ἐπὶ τῶν μὴ δ' ἐπὶ τὴν ἀρχὴν ἐφθα κότων· ἀπὸ τῶν ἐπὶ τοὺς κήπους ἰόντων· ἐπὶ γὰρ τὰ ἄκρα, τοὺς λεγομένους περικήπους, σέλινα καὶ πήγανα κατεφύτευον· βούλεται οὖν λέγειν ἡ παροι μία, οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος· καθά περ οὐδὲ οἱ ἐν τοῖς κήποις εἰσιόντες, ἐν τοῖς σελί νοις εἰσίν. omicron. 358 Οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ: [....] Οὐδὲ πυρφόροσ: ὅταν πολλοὺς ἀποφῆναι βουλώμεθα τοὺς τελευτήσαντας, λέγομεν ὅτι οὐδὲ πυρφόρος ὑπελείφθη· οἷον, οὐδὲ ὁ τὸ πῦρ οἴσων εἰς τὴν πόλιν, καθάπερ εἰ ἐλέγομεν, οὐδὲ σκηνοφύλαξ· ἤ τις τῶν παραπλησίων. Οὐδὲ τἀρχαῖον ποιεῖ: ἐπὶ τῶν μὴ λυσιτελούντων· ὁ δ' ὀξὺ κριθεὶς ἐπὶ τῶν ἐλαχίστων. Οὐδόσ: φλιά· βατήρ· τὸ κάτω τῆς θύρας· ἢ ἔδαφος ἢ βαθμός. Οὐδ' ὑφ' ἕνων: Ἀττικοὶ ἀντὶ τοῦ ὑπ' οὐδένων λέγου σιν ὑπερβιβάζοντες. Οὐδ' ὥσ: οὐδαμῶς. Οὔθαρ: τὸ γονιμώτατον μέλος. Οὔθατα: οἱ μαζοὶ τῶν προβάτων. Οὐκ ἀθεεί: οὐ χωρὶς θείας προνοίας. Οὐ καθέστηκεν: οὐ νήφει· μαίνεται. Οὐκ ἄλλως πονεῖται: ἀντὶ τοῦ οὐ μάτην. Οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν. Οὐ καλῶσ: ἀντὶ τοῦ κακῶς. Οὐκ ἂν ἐβίω· οὐκ ἂν ἐβίωσα. Οὐκ αἰσθήσομαι: οὐ προσποιήσομαι. Οὐκ ἀπὸ τρόπου: οὐ πόρρω τρόπου. Οὐ κατὰ κόσμον: οὐ κατὰ τὸ πρέπον. Οὐκ ἂν φθανοίμην τὴν μάχαιραν παρακονῶν. omicron. 359 Οὐκ ἀσκίω: ἀντὶ τοῦ κενῶ· ἀσκίοις γὰρ τὰ παιδία μορμύσσεται. Οὐκ ἀποτευκτήσεισ: οὐκ ἀποτεύξηι λέγουσι· καὶ οὐκ ἀτυχήσεις. Οὐκ ἀποψάλακτοσ· οὐκ ἀκρότητος· οὐδὲ ἀράπιστος. Οὐκ ἄτραχυσ: ὁ τραχύς. Οὐκ ἐμποίνιμον: οὐ δόκιμον. Οὐκ ἐκφρῶσιν: οὐκ ἐξαφῶσι· Σοφοκλῆς. Οὐκ ἐντελεῖσ: ἀντὶ τοῦ οὐκ ἐγκαλέσεις. Οὐκ ἐπιγλωττήσομαι: οὐ βλασφημήσω. Οὐκ ἐπαινεθείης, οὐδ' ἐν περιδείπνωι: ἐπὶ τῶν μηδε νὸς ἀξίων ἡ παροιμία· εἰώθεσαν γὰρ ἐν τοῖς περι δείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμὴ τοῖς πολλοῖσ: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· παροιμία ἐστὶν ἐλλι πῶς εἰρημένη· προσυπακουστέον δὲ ἔξωθεν τὸ ἀγκύ ρας. Οὐκ ἐσκοράκισεν: οὐχ οἷον ἔφη, οὐκ ἐς κόρακας· ἀλλ' οἷον οὐχ ὑπερηφάνησεν· οὐκ ἐφρυάξατο. Οὐκ ἐς μακράν: ἀντὶ τοῦ ταχέως. Οὐκ ἐτόσ: οὐκ ἀπεικότως· ἢ οὐ μάτην· παρὰ τὸ ἐτώ σιον, ὅ ἐστι μάταιον· οἱ δὲ οὐκ ἀλόγως. Οὔκουν: οὐδαμῶς. Οὐκ ὤφιξεν: οὐ βλάπτει· Σοφοκλῆς ἐν ἐπὶ τεράρωι Σατύροις. Οὐλάδεσ: πῆραι. omicron. 360 Οὐλαμόσ: ἀπὸ τοῦ ἴλλω· καὶ ἴουλος καὶ οὐλὴ, ἀπὸ τοῦ αὐτοῦ. Οὐ λελήθασι: φανεροί εἰσιν. Οὐλή: ἐπιπόλαιον ἕλκος· εἰς ὑγείαν ἧκον. Οὐλοκόμοσ: Ἄλεξις [....] Οὐλόθριξ: οὐχὶ οὐλότριχος· καὶ οὐλότριχα, οὐχὶ οὐ λότριχον. Οὖλον: ἁπαλόν· μαλακόν. Οὐ μάλα κυκκᾶ: τὸ μηδέν. Οὐ μάλα κυκκᾶσ: παροιμία οὐδὲν σημαίνουσα. Οὐ μὲν δή: ἀντὶ τοῦ ὅμως δή· ἥκιστα δή· ἀλλὰ οὐ δή. Οὐ μηκέτι: ἀντὶ τοῦ οὐκ ἔτι· Μένανδρος. Οὐ μὴ δ' ἐρεῖσ: ἀντὶ τοῦ παῦσαι λέγων. Οὐ μήν: ἀλλὰ μήν· οὐδαμῶς· οὐ μόνον· ἢ ἔτι μήν· ὅμως δέ. Οὗ: ἑαυτοῦ· ὧν δὲ, ἑαυτῶν. Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ' ὁ πλοῦσ: διὰ τὸ τὰς ἑταίρας ὑπὲρ τῶν Ἑλλήνων εὔξασθαι, φασὶν, ἐν τωῖ μεγάλωι πολέμωι τηῖ Ἀφροδίτηι· ἢ διὰ τὸ δυσείσβολον εἶναι τὸν πλοῦν· ἢ ἐπεὶ πολλαὶ ἦσαν ἑταῖραι, καὶ τῶν πλουσίων μόνον ὁ πλοῦς. Οὐ παρῆν: οὐ παρήμην. Οὔπω: ταυτὸν τωῖ οὐδέποτε. Οὐραγεῖ: τὸ τέλος ἄγει τοῦ στρατοῦ. Οὔπωσ: οὐδένα τρόπον· καὶ Θουκυδίδης εʹ· καὶ Ὅμη ρος· Ὦ γέρον, οὔπως τοῦτο ἐγὼ τελέεσθαι ὀΐω. omicron. 361 Οὐραγίαν: στρατιὰν τὴν ὄπισθεν ἀκολουθοῦσαν. Οὐ ῥαιδίωσ: ἀντὶ τοῦ κακῶς· Θουκυδίδης· Ἀριστο γείτων ὕστερον λαμφθεὶς, οὐ ῥαιδίως διετέθη· Ἁρ μόδιος δὲ αὐτοῦ παραχρῆμα ἀπόλλυται. Οὐρανία αἴξ: ηἷ οἱ εὐχόμενοι πάντως ἐπετύγχανον· ἴσως διὰ τὸ τὴν Σελήνην αὐτηῖ ἐποχεῖσθαι· Κρατῖ νος Χείρωσιν· Αἲξ οὐρανία. Οὐράνιον: μέγα. Οὐράνιον παιδιάν: ὅταν τὴν σφαῖραν εἰς τὸν οὐρανὸν ἀναβάλλωσιν. Οὐρανιζέτω: πρὸς τὸν οὐρανὸν διικνείσθω· Αἰσ χύλος. Οὐράνιον ἄχοσ: τὸν κονιορτόν· Σοφοκλῆς. Οὐράνιον νέφοσ: ἤτοι τὸ κατ' οὐρανὸν ἢ ὑπ' οὐρανὸν ἐλαυνόμενον. Οὐράν: αἰδοῖον· Σοφοκλῆς. Οὐρητιᾶν: ὁμοίως ἡμῖν λέγουσιν. Οὔρια πλεῖν: λέγουσιν. Οὐρίσαι: ἀποκαταστῆσαι εἰς οὔριον. Οὔριοσ: ἐπιδέξιος· ἐπιτήδειος ἄνεμος. Οὐροδόκην: τὴν ἀμίδα· Ξενοφῶν· οὔρειον δὲ βίκον Ἀντισθένης. Οὖροσ: ὁ τῆς γῆς ὅρος καὶ φύλαξ. Οὐρούσ: ὀξυτόνως τὰ νεώρια καὶ περιορίσματα τῶν νηῶν Οὐσίας δίκη: οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν, πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν omicron. 362 δίκην· ἡ δὲ προτέρα ἦν, τῶν μὲν οἰκιῶν, ἐνοικίου· τῶν δὲ χωρῶν, καρποῦ· τρίτη δὲ ἐπὶ τούτων, ἐξούλης· καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημά των, καὶ εἰ τὴν δίκην τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου, ἢ καὶ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκ ἔτι ἐξῆν κρατεῖν, ἀλλὰ καὶ ἐξίστασθαι ἤδη τῶν κτημάτων ἔδει τοῖς κατα δικασαμένοις. Οὐσίας δίκη: οὐσίας εἰσάγουσι δίκην πρὸς τοὺς ἑαλω κότας ἐν προτέραι δίκηι χρέους ἢ καρποῦ· ὡς δέον ἀπολαμβάνειν αὐτοὺς ἐξ ὅλης τῆς οὐσίας, ἃ κατε δίκασαν. Οὐσίαν: τὰ χρήματα, ὡς ἡμεῖς· Εὔπολις Πόλεσιν· Ὃς τὴν [ἐν] Μαραθῶνι κατέλιφ' ἡμῖν οὐσίαν· Ἀρι στοφάνης Πλούτωι· κ' οὐσίαν τ' εἶχον συχνήν. Οὐσίας δίκη: οἱ δικαζόμενοι περὶ χωρίου καὶ οἰκιῶν, πρὸς τοὺς ἔχοντας οὐσίας λέγονται δικάζεσθαι· προτέραν μὲν δίκην τὴν τῶν οἰκιῶν, περὶ ἐνοικίων· δευτέραν δὲ περὶ καρποῦ τῶν χωρίων· τρίτη δὲ ἐπὶ τούτοις ἐγίνετο ἡ ἐξούλης· καὶ ἐξῆν τοῖς ἑλοῦσι τοῦτο κρατεῖν τῶν κτημάτων, κ' ἂν ἡττηθεῖεν τὴν πρώτην τοῦ ἐνοικίου δίκην, καὶ τοῦ καρποῦ τὴν δευτέραν· εἰ δὲ καὶ τὴν τρίτην ἡττηθεῖεν τὴν ἐξ ούλης, οὐκ ἔτι ἐξῆν ἐπικρατεῖν· ἀλλ' ἐξίστασθαι ἤδη τῶν κτημάτων. Οὖσ: ὠτὸς ἡ γενική· οἱ δὲ Ἴωνες, οὔατος. Οὑτοσί: ἀναφορικῶς καὶ δεικτικῶς λέγουσιν. omicron. 363 Οὐτιδανόσ: οὐδενὸς ἄξιος. Οὔτοι: οὐδὲν οὐδαμῶς. Οὐ τρέφει μία λόχμη δύο ἐριθάκουσ: ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. Οὐ φροντὶς Ἱπποκλείδηι: παροιμία, ἧς μέμνηται Ἕρμιππος ἐν Δημόταις· Ἱπποκλείδης ὁ Τισάνδρου μέλλων γαμεῖν Ἀγαρίστην τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα τοῦ τυράννου· ἐν αὐτηῖ τηῖ τῶν γάμων ἡμέραι, ἀπωρχήσατο περιττῶς· μετα βουλευσαμένου δὲ τοῦ Κλεισθένους, καὶ Μεγακλεῖ τωῖ Ἀλκμαίωνος τὴν θυγατέρα δόντος, πρὸς δὲ τὸν Ἱπποκλείδην φανερῶς εἰπόντος, ὅτι ἀπώρχηται τὸν γάμον τὸν Ἀγαρίστης· ὑποτυχὼν ἔφη· οὐ φροντὶς Ἱπποκλείδηι. Οὐχ ἥκιστα: μάλιστα· πάνυ· οὐχ ἧττον. Οὐχὶ καὶ ναῖχι: Ἑλληνικά. Οὐχ οἷόν τε: οὐ δυνατόν. Ὄφελμα: αὔξημα· Σοφοκλῆς. Ὄφελον καὶ ὄφελες καὶ ὄφελε: τοῖς προσώποις συσ χηματίζουσιν ὡς ῥῆμα· καὶ διὰ τοῦ ˉω· ὤφελον ἐγώ· καὶ ὤφελες σύ· καὶ ὤφελεν οὗτος· τάττουσιν αὐτὰ ἐπὶ πραγμάτων ἤδη γεγονότων, ἃ ἐβουλόμεθ' ἂν ἄλλως γεγονέναι· οἷον, ὤφελεν μὴ γεγενῆσθαι τόδε· ὤφελον μὴ πεπραχέναι τοῦτο· Μένανδρος. Ὄφεισ: ψέλια δρακοντωτά. Ὄφισ: ἐκτείνουσι κατὰ τὸ ἑνικόν. Ὄφις ὀροφίασ: λέγεται οὕτως. omicron. 364 Ὄφεις παρείασ: τοὺς ἐπηρμένας ἔχοντας τὰς παρειάς· δοκοῦσι δὲ ἤπιοι εἶναι καὶ μὴ ἀδικεῖν ἀνθρώπους· ἐσθίειν δὲ τοὺς ἔχεις καὶ εἶναι τῶν μυστηρίων ἱεροί. Ὄφελον: εἴθε· μακάριον. Ὀφθαλμίσαι: φθονῆσαι· ἐπιβαλεῖν ἐπιθυμητικῶς· ἣ τοὺς ὀφθαλμοὺς πάσχειν. Ὀφθαλμὸν ἐπιβάλλειν: τὸ περιέργως θεάσασθαι· οὕτως Ἄλεξις. Ὀφθαλμὸν βασιλέωσ: [....] Ὀφιομάχησ: εἶδος ἀκρίδος μὴ ἔχον πτερά. Ὄφλημα: χρεώστημα. Ὄφλησισ: χρέος· ὀφειλή. Ὄφλειν: ἀντὶ τοῦ ἡττᾶσθαι ἐν δικαστηρίωι. Ὀφλάνειν: ἀντὶ τοῦ ὀφλισκάνειν. Ὄφλειν καὶ ῥόφειν: τὰς πρώτας συλλαβὰς τῶν τοιούτων οἱ Ἀττικοὶ ὀξύνουσιν. Ὀφλίσκουσι καὶ ὄφλουσι: χρεωστοῦσιν. Ὀφρυάζειν: τὸ συνάγειν τὰς ὀφρῦς. Ὄφρα: ὅπως· ἢ μέχρι· ἢ ἕως· ἢ ἵνα. Ὀφρύην: τὸ μετέωρον· Εὐριπίδης. Ὀφρυόεντεσ: ὑπερήφανοι. Ὀφρύνιον: πόλις ἐστὶ τῆς Τρωάδος· Δημοσθένης ἐν τωῖ πρὸς Ἀπατούριον. Ὀφρυόεσσα: ὑψηλή. Ὀφρυόεισ: ὑπερήφανος. omicron. 365 Ὄχανον: ὅθεν ἡ ἀσπὶς κρατεῖται τηῖ χειρί· [Ὄχοις Ἀκεσταίοισιν ἐμβεβαὼς πόδα]. Ὀχάνοισ: δεσμοῖς. Ὄχα: ἐξόχως. Ὄχεα: ἅρματα. Ὀχεία: μίξις· συνουσία. Ὀχεῖον: ἅρμα· δίφρος· ἅμαξα. Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐχρήσατο· ἐχρήσατο δὲ ὁ αὐτὸς ἀντὶ τοῦ εἰς ὀχείαν ἀποδεδει γμένον· φησὶ γάρ· ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον· Λυκοῦργος δὲ ἐν τωῖ περὶ οἰκήσεως γείτονος, τοῦ ὀχείου φησί· καὶ μήποτε ἐπὶ τόπου τινὲς ἔλαβον τὴν λέξιν, ἐν ωἷ ὀχεῖαι γίνονται κτηνῶν· ἢ ὀχήματα μισθοῦται. Ὄχετλα: ὀχήματα· ἐν ἄλλωι· σχήματα. Ὀχετόκρανα: τὰς λεγομένας ἐκχύσεις τῶν μηχανη μάτων· εἰσὶ δὲ αὗται ξύλιναι ἢ κεράτιναι· οἱ δέ φασι τοὺς ὑπονόμους καὶ τοὺς ὑπὸ γῆν ὀχετούς. Ὀχετεύει: σαλεύει· μεταφέρει. Ὀχετηγόσ: ὑδρηγός. Ὀχετόσ: σώλην· ἀγωγός· ῥύαξ. Ὀχεύσ: ὁ ἱμὰς τῆς περικεφαλαίας· ωἷ συνέχεται περὶ τὸν τράχηλον τοῦ φοροῦντος· καὶ ὁ συνέχων τὴν θωρακοζώνην ἱμάς. Ὀχῆεσ: δεσμοί· μοχλοί. Ὄχθασ: τὰ χείλη τοῦ ποταμοῦ. Ὀχθεῖ: στενάζει. Ὀχθήσασ: στενάξας. omicron. 366 Ὄχθοι: αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι· αἱ ἐξοχαί. Ὄχθοιβοσ: λῶμα· Φερεκράτης Λήροις· Μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα. Ὀχθοίβουσ: τὰ λώματα· ἔστι δὲ περὶ τὸ στῆθος τοῦ χιτῶνος ἁλουργὲς πρόσραμμα. Ὄχθουσ: ὕψη· ὑψηλοὺς αἰγιαλούς. Ὀχλίζειν: μοχλεύειν· κινεῖν. Ὄχλοσ: τὸ πλῆθος· καὶ τὴν ὄχλησιν. Ὀχλῶν: ὀχευτικῶς ὀχῶν. Ὀχμάζεται: συνέχεται· χειροῦται. Ὄχος ἀκεσσαῖοσ: ἐδόκουν αἱ Σικελικαὶ ἡμίονοι εἶναι σπουδαῖαι· ἡ γὰρ Ἄκεσσα Σικελικὴ πόλις· Σοφοκλῆς Ὑδροφόροις· (Ὄχοις Ἀκεσσαίοισιν ἐμ βεβὼς πόδα). Ὄψανον: τὴν ὄψιν. Ὀψαρτυτήσ: μάγειρος. Ὀψέ: βραδέως. Ὀψαρτυτική: μαγειρική. Ὀψεπέδων: οὐχὶ ὀψὲ πεπεδημένος· ἀλλὰ ὀψὲ λελυ μένος. Ὀψὲ ὁδοῦ: ὀψὲ πορείας. Ὀψείοντεσ: ὀπτικῶς ἔχοντες· ἰδεῖν βουλόμενοι. Ὀψιαίτερον: οὐκ ὀψίτερον. Ὀψιγόνων: τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσο μένων. omicron. 367 Ὀψιπέδων: ὁ μέχρι πολλοῦ ἐν πέδαις γεγονώς· σύν ηθες Μενάνδρωι τὸ ὄνομα. Ὄψιν: οὐ τὸ πρόσωπον, οὐδὲ τοὺς ὀφθαλμούς· ἀλλὰ τὴν πρόσοψιν λεκτέον. Ὀψισθῆναι: τὸ ὀψὲ ἐλθεῖν λέγουσιν. Ὄψ' ἦλθες· ἀλλ' εἰς τὸν Κολωνὸν ἵεσο: παροιμία λέγεται ἐπὶ τῶν μισθαρνούντων. Ὀψιγεννήσ: βραδέως γεννηθείς. Ὄψισ: ὅρασις. Ὀψιτέλεστον: βραδέως τελειούμενον. Ὄψον: πᾶν προσόψημα ἢ προσφάγιον. Ὄψοσ: μοχθηρός. Ὀψώνια: κέρδη· χαρίσματα. Ὀψώνιον: τὴν ὀψωνίαν· τὸ δὲ παρ' ἡμῖν ὀψώνιον μισ θὸν λέγουσι καὶ σιτηρέσιον. Τέλος τοῦ ˉο στοιχείου. Ἀρχὴ σὺν Θεωῖ τοῦ ˉπˉῖ στοιχείου. Πάγασ: δίκτυα· παγίδας. Παγασαί: Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς· ἐπί νειόν ἐστι Φεραίων. Πάγη: θηρατικὸν ὄργανον· καὶ ἔστι τετράγωνον. Παγκάλησ: πάνυ καλῆς. Παγκρατιασταῖσ: ἀθληταῖς· πύκταις. pi. 368 Παγκράτιον: πυγμή· ἀγών· ἄθλησις. Πάγκυφος ἐλαία: ἡ κατακεκαμμένη. Πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. Πάγον εὐτειχῆ: ἐν ὄρει τετειχισμένην. Παθαίνεσθαι: οὐ δεινοπαθεῖν. Παιάν: εἶδος ωἰδῆς. Παιᾶνασ: κώμους· εὐφημίας. Παιανιεῖς καὶ Παιονίδαι: δῆμοι διττοί εἰσι Παιανι έων, τῆς Πανδιονίδος φυλῆς· οὓς Διόδωρος καλεῖσ θαι φησὶ Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπέ νερθεν· τὸν δὲ δημότην ἑκατέρου δήμου καλεῖσθαι ὁμοίως Παιανιέα· διαφέρουσι δὲ οὗτοι τῶν Παιο νιδῶν· δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος. Παιανίσαι: τὸν Παιᾶνα ἐπικαλεῖσθαι· ἦν δὲ ἔθος καὶ ἐπὶ ἔργον ἐρχομένους καὶ ἐπὶ τηῖ νίκηι τοῦτο λέγειν. Παιανίαζε ἐπορεύετο: μὴ Παιανιοῖ· τὸ γὰρ Παια νιοῖ τὴν ἐν τόπωι σημαίνει δύναμιν. Παιδαγωγηθεῖσαν πόλιν: ἀντὶ τοῦ ἀχθεῖσαν. Παιδάρητοσ: τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἔστιν οὗτος ἁρμοστής· ἀνὴρ εἷς τῶν γεγονότων καλῶν. Παιδάριον: οὐ μόνον τὸ ἄρρεν, ἀλλὰ καὶ τὸ θῆλυ λέ γουσι. Παιδάρια: τὰ μείζονα καὶ τὰ ἄρτι γεγονότα λέγε ται. pi. 369 Παιδέρωσ: σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος. Παιδεύειν: παιδοτροφεῖν. Παιδιὰν καὶ παίγνιον: ἑκατέρως λέγουσιν. Παιδικά: ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάτ τεται ἡ λέξις· παραδείγματα δὲ τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά· καὶ ἐν τοῖς Ἀχιλλέως δ' ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται· ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοίνιξ· Παπαῖ, τὰ παιδίχ', ὡς ὁραῖς, ἀπώ λεσας· καὶ Κρατῖνος Πανόπταις· Μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπηι νῦν· ὅτι δὲ ἐκά λουν οὕτως καὶ τὰ πρὸς τὰς γυναῖκας Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τίς· Ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς· καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ' αὐτοῦ, μακάριος τῶν παιδικῶν· οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τωῖ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ· κατὰ μεταφο ρὰν τὴν ἀπ' ἐκείνων· Πλάτων Φαίδρωι· ἐσπούδα κας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐλαβόμην, ἐρεσχελήσων σε· λέγεται δὲ παιδικὸν καὶ τὸ παι δαριῶδες, οἷον τὸ ἁρμόζον παιδί· ἡ δὲ λέξις, ὡς ἐπὶ τὸ πολὺ, ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. [Παιδεύειν: παιδοτροφεῖν.] Παιδικώτερον: ἱλαρώτερον. Παιδισκάριον: κοράσιον δὲ οὐ λέγεται· ἀλλὰ καὶ κεκωμωίδηκεν Φιλιππίδης, ὡς ξενικόν. pi. 370 Παιδείαν: παιδικὴν ἡλικίαν. Παιδιά: παῖγμα. Παιδοκόμον: παῖδα τρέφοντα. Παιδολέτειρα: παιδοφόνον. Παιδοτρίβασ: ἀλείπτας· γυμναστάς. Παιδουργία: παιδοποιΐα. Παιδοῦσα: ἐγκύμων. Παίει: τύπτει. Παίειν: ἐσθίειν. Παιπάλη: ἄλευρον, ἀπὸ κριθῶν ἢ ἀπὸ κέγχρου. Παιπάλημα: τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίαι, καὶ παμπόνηρον σὺν ἀγχινοίαι. Παιπάλημα: οἱ μὲν ὁ τραχὺς καὶ ἀνώμαλος ἄνθρω πος· καὶ γὰρ Ὅμηρος τὰς ἀνωμαλίας τῶν ὀρῶν παιπάλημα καλεῖ· οἱ δὲ τὸν εὐρίπιστον καὶ εὐμε τάβολον, ἀπὸ τοῦ λεπτοτάτου ἀλεύρου. Παῖσαι: τύψαι. Παισθείσ: τυπτηθείς. Πεττείαισ: παιδιαῖς· τάβλαις. Παιῶνασ: ἰατρούς· καὶ ἀλαλαγμούς· καὶ παιωνί ζειν, τὸ ἀλαλάζειν. Παιωνεῖον: ἰατρεῖον· θεραπευτήριον· ἢ σωτήριον φάρμακον. Πακτῶσαι: σφηνῶσαι θύραν. Παλάθαι: μάζαι σύκων. Παλαιόν: οἱ ῥήτορες ἐχρήσαντο τωῖ παλαιὸν ἐπὶ ἀργυρίου ἐκ δανείσματος ὀφειλομένου· οὕτως Λυ σίας ἐν τωῖ πρὸς Ἀλκίβιον· καί τοι εἰ ἀποδεδώκει τωῖ Κτησικλεῖ τὰς νʹ παλαιὰς, ὥσπερ οὗτος φησί. pi. 371 Παλαιγενέσ: πρεσβύτατον. Πάλαι: τὸ ἤδη λέγειν εἰώθασιν. Πάλαι: καὶ τρίπαλαι· καὶ δεκάπαλαι λέγουσιν. Παλαιοθέτησ: παλαιοπράγμων καὶ δραστήριος. Παλαιθέου: παλαιᾶς θεοῦ. Παλαιότερον: καὶ ἄνευ τοῦ ˉο λέγουσι· καὶ τὸ ὑπερ θετικὸν, παλαίτατον. Παλαιστάσ: σπιθαμάς· ἢ ἔμπαλιν. Παλαιφάτου: παλαιᾶς καὶ ἀρχαίας· περὶ ἧς ἔφα σαν ἔκπαλαι μῦθοι. Παλαμᾶσθαι: τεχνάζεσθαι. Παλαμίσ: τεχνίτης. Παλαμναῖοσ: φονεύς· ἢ μιαρός· παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες· παρὰ τὴν παλάμην· καὶ Ζεὺς παλαμναῖος, ὁ τοὺς τοιούτους τιμωρούμενος· καὶ προστροπαῖος, ὁ προστρέπων τὸ ἄγος αὐτοῖς. Παλαμωμένων: χερσὶν ἐργαζομένων. Παλαμῶν: χειρῶν. Παλάσια: τὰ συγκεκομμένα σῦκα· παλάθην λέγου σι καὶ παλαθίδα· εἰσὶ δὲ ἐξ ἰσχάδων ἢ σύκων κεκομμένοι βῶλοι πλινθοειδεῖς. Παλαστή: θηλυκῶς· Κρατῖνος Νόμοις· μεῖζον τὸ δέος παλαιστῆς· Φιλήμων Ἐφεδρίταις· Σκιμπό διον ἓν καὶ κώδιον καὶ ψιαθίον Ἴσως παλαστῆς. Παλεύετε: θηρεύετε· καὶ τὰς περιστερὰς τὰς θηρευ ούσας, παλευτρίας καλοῦσιν. pi. 372 Παλευτά: τὰ λίνα οἷς τὰ θηρία ἁλίσκεται· ὡς καὶ παλευτρίδες, αἱ περιστεραί. Παλεῦσαι: ἐξαπατῆσαι· ὑπαγαγέσθαι· καὶ παλεύ τρια, περιστερὰ πλάνος. Παλεῦσαι: ὑπαγαγέσθαι· ἀπὸ τῆς πάλης ἢ τοῦ παλαίειν· οὕτως δὲ ἔλεγον τὸν εὐεξαπάτητον. Παλημάτιον: λεπτὸν ἄλευρον. Παλίλλογα: παλισύλλεκτα. Παλιλλογία: ταυτολογία. Παλιμβαλήσ: ὁ ἀνάταυρα πεσών. Παλίμβιοσ: ὡς ἐξ ἀναβιώσεως. Παλιμβολία: ἡ εὐμετάβλητος γνώμη. Παλίμβολοσ: ἀδόκιμος· εὐμετάβολος· ἀνελεύθερος· Κλήμης· δύναται καὶ ἀντὶ τοῦ παλίμβολος, ἐναν τιόβουλος· ἐναντιογνώμων· ὡς καὶ παλίνδης ὄνος. Παλιμπετήσ: ὀπισθόρμητος. Παλίμφημα: δύσφημα· κακά· ἐναντία. Παλινάγγελοσ: ὀπίσω ἐπανελθὼν ἄγγελος. Παλινάγρετον: πάλιν καὶ αὖθις· ὑστερόληπτον. Παλιναίρετα: ἐπεσκευασμένα· καὶ οἷον ἐπίγναφα· οὐ καινὰ οὐδὲ ὑγιῆ. Παλιναίρετα: φευκτά· ἔκκλιτα· τὸ ἐναντίον αὐτηῖ τηῖ αἱρέσει πάθος ἐμποιοῦντα· σημαίνει δὲ καὶ παλαιά· Πλάτων ἐν Τιμαίωι παλιναίρετα γάρ φησι γεγονότα πάντα καὶ διεφθαρμένα. pi. 373 Παλιναίρετοσ: Δείναρχος ἐν τηῖ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει· μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον· ἐπειδὴ γὰρ συκο φαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτο ἐκωλύετο λέγειν, πρὶν ἀποτίσαι τὴν ζημίαν ἣν ὤφειλεν· ἔπειτα ἀποτίσας τὴν ζημίαν, πάλιν ἔλεγεν· ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρ έτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἄρχοντας τινὰ ἀρχὴν καὶ πάλιν χειροτονηθέντας· Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκοδομη μάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τηῖ λέξει. Παλινδικεῖ: ἐπισυνάπτει δίκην. Παλινδορία: σκύτος. Παλινδρομῶν: ὑποστρέφων. Παλιγκάπηλοσ: ὁ μεταπράτης. Παλιγκάπηλοσ: ὁ τὸ αὐτὸ ἀγοράζων καὶ πωλῶν· λέγουσι δὲ καὶ παλινέμπορος. Πάλιν: καὶ αὖθις· καὶ αὖτις· ταῦτα τὰ τρία ταυτὸν σημαίνει· ὥστε καὶ ἐκ παραλλήλου χρῶνται ἀμφοῖν· αὖτις πάλιν, πάλιν αὖτις λέγοντες. Παλινοδία: ἐναντία ὁδός. Παλίνορσοσ: ὀπισθόρμητος. Παλινοστήσασ: ἐπανελθών. Παλινσκίωι: σκοτεινωῖ· τὸ γὰρ πάλιν ἐπίτασιν δηλοῖ· ὡς παλιγκάπηλος καὶ παλίμπρατος. Παλιντράπελον: ἀντίστροφον· ἐναντίον· ἀντεστραμ μένον. pi. 374 Παλινωιδία: ἐναντία ωἰδή· ἢ τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις. Παλίνρυτα: κύμβαλα. Παλίνσκιον: τὸ ὑπὸ ἄλλου σκιαζόμενον. Παλίμβολον: Αἰσχίνης ἐν τωῖ περὶ παραπρεσβείας· ὁ πολλάκις ἐπ' ἐμποληῖ μεταβεβλημένος, καὶ λε γόμενος ἐν τωῖ βίωι παλίμπρατος, παλίμβολος ἐλέγετο· ὡς Δείναρχος δηλοῖ καὶ Μένανδρος. Παλιρρόθιον: ἐκ τουπίσω ἐφωρμηκός. Παλίνσκιον: Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον· Ἀρχίλοχος δὲ ἀντὶ τοῦ σκοτεινόν· καὶ Σοφοκλῆς· χειμῶνι (σὺν) παλινσκίωι· ἀντὶ τοῦ ζοφερωῖ. Παλίωξισ: ἡ ἐξ ἐπιστροφῆς δίωξις· ὅταν οἱ φεύγοντες μεταβαλλόμενοι διώκωσιν. Παλιώρουσ: ἀκοντιστάς. Παλλάσ: παρθένος μεγάλη· ἔστι δὲ ἐπίθετον Ἀθηνᾶς, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ· ἢ ἀπὸ τοῦ ἀνηιρηκέναι Πάλλαντα ἕνα τῶν Τιτάνων. Παλλάδος πρόσωπον: τοὺς στατῆρας· ἀπὸ τοῦ σεση μασμένου· ἐκ θατέρου γὰρ Ἀθηνᾶς πρόσωπον ἦν. Παλλακίσ: κόρη. Παλλακόν: τὸν παλλακευόμενον. Παλαμναῖοσ: τοὺς αὐτοχειρία τινὰς ἀνελόντας τηῖ παλάμηι παλαμναίους ἐκάλουν. Παλληνεύσ: Παλλήνη δῆμος τῆς Ἀντιοχίδος· τὸ δὲ ἐκ τόπου ἐπίρρημα, Παλλήνηθεν· ὁ δὲ δημότης, Παλληνεύς· ὅτι δέ ἐστι καὶ ἐν Θραίκηι Παλλήνη, γνώριμον. pi. 375 Πάλλει: κινεῖ· σείεται· ἅλλεται. Παλλόμενον: ἁλλόμενον· κληρούμενον. Παλμόσ: τρόμος· σεισμός. Πάλοσ: κλῆρος. Παλτά: τὰ δόρατα. Παλτάρια: σεμίδαλις. Παμμάχιον: παγκράτιον. Παμμήστορα: πάντων τεχνίτην. Πάμπαν: παντελῶς· Δράκων δὲ ὁ Στρατονικεὺς συναλιφὴν εἶναι φησὶν ἐκ τοῦ (παντάπασι). Παμπήδην: παντελῶς. Παμπησία: παγκτησία. Παμπληθεῖσ: πάνυ πολλάς. Παμύλησ: Αἰγύπτιος θεὸς Πριαπώδης. Παμφαήσ: ἡ πᾶσι φαίνουσα φαιδρότης. Πάμφοροσ: παντοῖα φέρων. Παναγέσ: καθαρόν· ἅγος γὰρ καὶ ἁγνεία, καὶ μύσος κατὰ ἀντίφρασιν. Παναγήσ: ὁ κατὰ πάντα ἁγνός. Παναθήναια: Ἀθήνηισιν ἑορτὴ ἐπὶ τωῖ ὑπὸ Θησέως γενομένωι συνοικισμωῖ, πρὸ τοῦ Ἐριχθονίου τοῦ Ἡφαίστου καὶ Γῆς· Ἀθηναίων· ὕστερον δὲ ὑπὸ Θησέως· πεντέτης· καὶ ἀγωνίζεται παῖς, Ἰσθμικοῦ πρεσβύτερος· καὶ ἀγενείου· ἀνήρ· τῶ δὲ νικῶντι δίδοται ἆθλον, ἔλαιον ἀμφιφορεῦσι· καὶ ὁ νικῶν στεφανοῦται ἐλαίαι πλεκτηῖ. pi. 376 Παναθήναια: ἀγὼν πεντετηρικὸς Ἀθήνηισιν. Πανάκεια: θεραπεία. Παναλκέσ: ἰσχˉυρότατον. Πανάμερον: δι' ὅλης τῆς ἡμέρας. Πανάνυτον: παντοδύναμον. Πανάπυστοσ: ἀνήκοος. Παναρμόνιον: πάντοθεν ἡρμοσμένον. Παναυγέσ: πάνυ λαμπρόν. Πανδαισίασ: πολυτελοῦς τραπέζης· εὐωχίας. Πανδαισία: ἡ πάντα ἔχουσα ἄφθονα καὶ μηδὲν ἐλλείπουσα ἐν τηῖ δαιτί. Πανδαίσιον: πολυτελὴς τράπεζα. Πανδαμάτωρ: πάντας ὑποτάσσων. Παναθήναια: διττὰ Παναθήναια ἤγετο Ἀθήνηισι· τὰ μὲν καθ' ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἃ καὶ μεγάλα ἐκάλουν· ἤγαγε δὲ τὴν ἑορτὴν πρῶ τος Ἐριχθόνιος ὁ Ἡφαίστου· τὰ δὲ Παναθήναια πρότερον Ἀθήναια ἐκαλοῦντο. Πάνακτοσ: πόλις μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας· Θουκυδίδης δὲ καὶ οὐδετέρως καλεῖ τὸ χωρίον, Μένανδρος δὲ ἀρσενικῶς. Πάνδια: ἑορτή τις· ἀπὸ Πανδίας τῆς Σελήνης· ἢ ἀπὸ Πανδίονος, οὗ ἐστὶ καὶ φυλὴ ἐπώνυμος· ἄγεται δὲ αὕτη τωῖ Διί· ἐπονομασθεῖσα ἴσως οὕτως ἀπὸ τοῦ πάντα δεῖν θύειν τωῖ Διί. Πάνδια: ἑορτή τις Ἀθήνηισι, μετὰ τὰ Διονύσια ἀγομένη. Πανδείνωσ: εὐφήμως· λέγεται δὲ ὡς παναθλίως. pi. 377 Πανδερκεῖσ: πάντα ὁρῶντες. Πάνδημος Ἀφροδίτη: οὕτως ἐκάλουν τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγοράν· διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιόν· ἃς ἐκάλουν ἀγοράς· ἔστι δὲ τὸ πάνδημον πάγκοινον. Πανδήμου: παντὸς τοῦ πλήθους· ἢ παντὸς τοῦ δημώ δους καὶ ἀγελαίου ὄχλου. Πανδιονίσ: μία τῶν ιʹ φυλῶν παρὰ Ἀθηναίοις· ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου κληθεῖσα. Πανδοκεῖον: καταγώγιον· τὸ διδόμενον μισθοῦ στε γανόμιον· λέγεται καὶ διὰ τοῦ ˉχˉῖ, διὰ τὴν τῶν στοιχείων συγγένειαν. Πανδοσία: πόλις μία τῶν ἐν Κασωπία. Πάνδροσοσ: ὄνομα γυναικός. Πανδωρία: ἡ γῆ. Πανιὰς αἶσα: ἀπὸ τοῦ Πανός. Παγκαρπία: πανσπερμία. Παννύχιον: ὅλην τὴν νύκτα. Πανομφαίωι: ωἷ πᾶσα φήμη καὶ μαντεία ἀναφαί νεται. Πανόν: ἀπὸ τοῦ πάντα φαίνειν σχηματισθέντα, κατὰ μεταβολὴν τοῦ ˉφ· Σοφοκλῆς Ἑλένης γάμωι. Πανόπτης Ζεύσ: πολυόφθαλμος· καὶ πανόπτρια. Πανὸς σκῶλοσ: ὄνομα σχήματος. Πανόσ: δέσμη κληματίδων· οἱ δὲ νεώτεροι Ἀττικοὶ φανόν· Ἀριστοφάνης. pi. 378 Πανόσ: σκοπός· μανιώδης· ἐπεὶ τῶν φανταστῶν αἴ τιος ὁ Πάν· παρὰ τὸ φαίνειν λελεγμένος. Πανοσπρία: ἡ ἐκ τῶν ὀσπρίων μίξις. Πάνοψ: ἥρως Ἀττικός· καὶ ἐν τοῖς ἐπωνύμοις. Πανοῦργοσ: ὁ πάντα ἐν πονηρία ἐργαζόμενος· λέγε ται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστά μενος. Πανσέληνον: λεκτέον, οὐ πληροσέληνον. Πανσθενέστατον: ἰσχυρότατον. Πανσπερμία: παγκαρπία. Πανστρατεία: οὕτως λέγει καὶ Θουκυδίδης καὶ οἱ ἄλ λοι. Πάντα θεῖ κἀλαύνεται: παροιμία ἐπὶ τῶν εὐπόρων. Πάντα κάλων σείειν: παροιμία ἐπὶ τῶν πάσηι προ θυμίαι χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ ἅρμενα χαλώντων. Πάντα κάλων: ἐπὶ τῶν μετὰ πάσης προθυμίας πρατ τόντων. Πάντα λίθον κινεῖν: Πολυκράτει τωῖ Θηβαίωι χρησ μὸς ἐξέπεσεν· πριαμένωι τόπον ἔνθα Μαρδόνιος ἐσκήνωσεν, ὅτε Πέρσαι ἔφυγον, εὑρεῖν χρυσόν· οἱ δὲ εἰρῆσθαι φασὶν ἀπὸ τῶν τοὺς καρκίνους θηρευόν των. Πάντα ὀκτώ: οἱ μὲν Στησίχορον φασὶν ἐν Κατάνηι ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπ' αὐτοῦ Στησιχο ρείοις πύλαις λεγομέναις· καὶ τοῦ μνημείου ἔχοντος ὀκτὼ κίονας, καὶ ὀκτὼ βαθμοὺς, καὶ ὀκτὼ γωνίας· pi. 379 οἱ δὲ ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων, ὀκτὼ φυλὰς ἐποίησεν πολίτας καὶ ὀκ ταμερῆ τὴν πόλιν. Παντάπασιν: ἀντὶ τοῦ παντελῶς καὶ ὁλοσχερῶς· σφόδρα. Πανταχηῖ: πάντα τρόπον· καὶ πανταχοῦ, ἐν παντὶ τόπωι· καὶ πανταχόθι· πανταχοῖ δὲ καὶ παντα χόσε, εἰς πάντα τόπον. Παντέλειον: ὁλόκληρον. Παντευχίαν: πανοπλίαν. Παντὶ σθένει: ὅλη δυνάμει. Παντί τωι: παντί τινι. Παντοδαπά: παντοῖα. Παντοδαπώτερον: συγκρίνοντες λέγουσιν. Παντὸς μᾶλλον: ἀντὶ τοῦ πάντως. Πάντοσε: πανταχοῦ. Πάνυ: λίαν. Πάνυ σφόδρα: ἀνάπαλιν δ' οὐ λέγουσι σφόδρα πάnu. Πανύστατον: πάντων ἔσχατον. Παμφάλυα: τὸν πομφόλυγα· Σώφρων. Πανώλησ: πανώλεθρος. Πάξοι: νῆσοι κατ' Ἰταλίαν. Παπάζοιεν: πατέρα καλοῖεν. Πάπασ: τοὺς πατέρας καλοῦσιν. Πάπποσ: αἱ ἐπὶ τοῦ κάτω χείλους τρίχες· μύσταξ δὲ, αἱ ἐπὶ τοῦ ἄνω. Πάπποι: αἱ τῶν ἀκανθῶν ἐξανθήσεις. pi. 380 Παπταίνειν: ἐρευνᾶν. Παρά: διά. Παραβαλέσθαι: τὸ παύσασθαι καὶ ἀπαλλαγῆναι· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. Παραβάλλεσθαι: τὸ ἐξαπατῆσαι· Θουκυδίδης αʹ· οὕ τως καὶ Ὅμηρος· παραβλήδην ἀγορεύων. Παραβαλεῖσ: παραθήσεις· ὁμοιώσεις· ἐπιφοιτήσεις. Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο· Αἰσχίνης κατὰ Κτησιφῶντος. Παραβαλοῦ: παύου· κυρίως δὲ παραβάλλειν λέγεται τὸ παῦσαι τὴν κώπην τῆς εἰρεσίας. Παραβάλλεσθαι: παρακαθῆσθαι· συνθέσθαι. Παραβεβάσθαι τὰς σπονδάσ: τὸ παθητικὸν τοῦ παρα βεβηκέναι, πάνυ ἀκολούθως· Θουκυδίδης. Παραβιβάζεσθαι: παραβαίνεσθαι. Παραβλέπειν: ὑποβλέπειν. Παραβλήδην: ἀπατητικῶς· παραλογιστικῶς. Παραβληθησόμενοσ: συγκριθησόμενος· ὁμοιωθησόμε νος. Παραβλῶπεσ: παρορῶντες· στραβοί. Παραβολή: πραγμάτων ὁμοίωσις. Παράβολοσ: [....] Παραβύουσα: παρακαλύπτουσα. Παράβυστον: παρακεκρυμμένον· λάθραι γινόμενον. Παράβυστον: οὕτως ἐκαλεῖτο τί τῶν παρὰ Ἀθη ναίοις δικαστηρίων· ἐν ωἷ ἐδίκαζον οἱ ιαʹ· ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παρά pi. 381 βυστος· ἧς μέμνηται καὶ Ὑπερίδης ἐν τωῖ κατὰ Πατροκλέους· λέγεσθαι δ' ἔοικε ταῦτα κατὰ μετα φορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι, παραπληρωμάτων. Παραγγείλασ [....] Παραγκωνίσασ: ἀποστρέψας· ἐκ τῶν ἀγκώνων δή σας. Παραγνούσ: παρανοήσας. Παραγγελία: (ὅση σπουδὴ καὶ παραγγελία) περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε· καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τηῖ αὐτηῖ διανοίαι ἐχρήσατο ἐν τωῖ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄν δρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέχρηνται τινές· Δείναρχος ἐν τηῖ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεή σεις. Παραγραφή: δίκη λεγομένη ὑπὲρ τοῦ μὴ εἰσαγώγι μον εἶναι τὴν δίκην· μηδὲ ἀγωνίσασθαι τὴν εὐθυδι κίαν· παρεγράφοντο δὲ διὰ τρόπων δʹ· διὰ προσώ πων· διὰ χρόνων· διὰ τόπων· διὰ τρόπων. Παραγράφεται: ἐξουθενεῖ· παραιτεῖται· ἀποβάλλε ται. Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ' ἰδίως Ἰσοκράτης παραγραφῆς εἶπεν ἀντὶ τοῦ ἀπογραφῆς· καὶ ἔστι pi. 382 τὸ λεγόμενον παρ' αὐτοῦ ἀφ' οὗ ἀντέγραψαν· τοῦτο δ' ἂν εἴη, ἀφ' οὗ παρεθέμην· ὁ δὲ Ὑπερίδης ἐν τῶ κατὰ Δημοσθένους, οὐδὲ μέχρι παραγραφῆς φησίν· ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅπέρ ἐστι περιγεγραμμένου. Παραγραφή: ὅτ' ἂν λέγηι τίς, ὅτι τὸ πρᾶγμα περὶ οὗ τὸ ἔγκλημά ἐστιν, εἰσήχθη πρότερον εἰς δικασ τήριον, καὶ γένηται περὶ αὐτοῦ γνῶσις· καὶ διὰ τοῦτο φησὶ μὴ δεῖν ἔτι περὶ αὐτοῦ συνίστασθαι κρίσιν· μάλιστα δὲ τοὺς νόμους ἀναγινώσκει τοῖς δικασταῖς· οἳ πλεονάκις δικάζεσθαι περὶ τῶν αὐ τῶν οὐ συγχωροῦσιν· λέγει δὲ περὶ αὐτοῦ τοῦ πράγματος ἅμα τοῖς δικασταῖς παραδεικνὺς, ὡς οἱ πάλαι δικάσαντες καὶ δικαίως, καὶ κατὰ τοὺς νόμους ψηφίσαντες· καὶ τοῦτό ἐστι παραγραφή· καὶ ἐπ' ἐκείνηι τηῖ δίκηι, περὶ ἧς οὐδὲν ὥρισται παρὰ τοῖς νόμοις, οὐδὲ ἔνεστιν αὐτὴν ὁ εἰσάξων, ὥσπερ καὶ τὰς ἄλλας δίκας· τῶν γὰρ ἄλλων δι κῶν προστέτακται ἑκάστωι τῶν ἐν ταῖς ἀρχαῖς εἰσάγειν τινά· παραγράφεσθαι οὖν ἐφεῖται καὶ τοῖς τοσοῦτον τί ἐγκαλουμένοις, περὶ οὗ οὐ νενομοθέτηται. Παράδειγμα: εἰκών· ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰσ θητοῦ πράγματος· ἰστέον δὲ ὅτι ἄλλο παράδειγμα καὶ ἄλλο παραβολή· παράδειγμα μὲν γάρ ἐστιν, ὅτ' ἂν ἀντιπαραθηῖ τις ὅμοιον ὁμοίωι· οἷον, λογικωῖ λογικόν· παραβολὴ δὲ, ὅτ' ἂν ἀνόμοιον ἀνομοίωι· οἷον, ἀλόγωι λογικόν· ἢ ἔμπαλιν. pi. 383 Παράδειξισ: ὁμοιότης· δήλωσις. Παράδεισοσ: τὸ ἐνεστώς· σημαίνει δὲ οἷον τὸ ἐμπερι πατεῖσθαι τεθειμένως διὰ τὴν ἀναισθησίαν· ὁ γὰρ παράδεισος ἐπὶ τοῦ περιπάτου δένδρα καὶ ὕδατα ἔχοντος· καὶ χρῶνται συνεχῶς οἱ κωμικοὶ, τιθέντες τὸν παράδεισον ἐπὶ τῶν ἀναισθητῶν· ἔστι δὲ τού νομα Περσικὸν, καὶ λέγεται φαρδαιθί. Παραδιαιτᾶσθαι: τὸ παρ' ἑτέρω τινὶ τρέφεσθαι. Παρὰ δίκην: παρὰ τὸ δίκαιον. Παράδοξον: ἀπροσδόκητον· θαυμαστόν. Παραζηλῶν: παροξύνων· ζηλοτυπῶν. Παραθέουσι: παρατρέχουσιν. Παραθήγειν: ἀκονᾶν· παροξύνειν. Παραθήκην: Πλάτων Συμμαχίαι. Παραιρημάτων: τῶν ἱματίων· Θουκυδίδης. Παρασαβάζειν: παραμαίνεσθαι· ἀπὸ τοῦ σαβοῦ· τοὺς γὰρ παρὰ τῶ Σαβαζίω βακχεύοντας καλοῦσι σαβούς· καὶ τὸ βακχεύειν σαβάζειν. Παραθήξονται: παρακονήσονται. Παραθρήσειασ: παρίδης. Παραιξορουσον: Ἀριστοφάνης Ταγηνισταῖς· ἀπέδω καν δὲ οἱ μὲν παιδιᾶς εἶδος τί· Εὐφρόνιος δὲ παροι μιωδῶς λέγεσθαι ἐπὶ τῶν παρακελευομένων ταχέως ἥκειν, ἢ ἀπαλλάττεσθαι. Παραιρήσεται: ἀφαιρήσεται. Παραιροῦνται: ἀφαιροῦνται. Παρακαρήσ: ὀλίγου. pi. 384 Παραίσια: ἀπαίσια. Παραιτεῖσθαι: παρακαλεῖν· συγγνώμην αἰτεῖν. Παραιτητήσ: παρακλήτωρ· ἀπολογούμενος. Παρακαταβολή: πρόθεσις τοῦ δεκάτου μέρους τοῦ τιμήματος. Παρακαταβολὴ καὶ παρακαταβάλλειν: οἱ ἀμφισ βητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν· καὶ οἱ περὶ κλῆρον ἢ ἐπὶ κλῆρον πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριον τί κατετίθεσαν· καὶ τοῦτο ἐχρῆν αὐτοὺς στρέφεσθαι, εἰ τὴν δίκην ἡττη θεῖεν· ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβη τήσεων, δῆλόν ἐστιν ὅτι τὸ πέμπτον μέρος τοῦ ἀμ φισβητουμένου κατετίθετο· Δημοσθένης μέν τοι ἐν τηῖ πρὸς Πανταίνετον παραγραφηῖ περὶ ἰδίας τινὸς δίκης φησί· καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν· ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς. Παρακαταθήκη: ἐνέχυρον. Παρακατάστασισ: ἀργύριον ἐν μιαῖ δραχμηῖ ὑπὸ τῶν ἰδίας δικαζομένων δίκας τοῖς διαιτηταῖς κατα βαλλόμενον· ἔτι δὲ καὶ παρὰ τῶν ὑπομνυμένων αὐτάς· κατεβάλλετο δὲ καὶ τοῖς θεσμοθέταις ἐπί τισι γραφαῖς. Παρακεκομμένοσ: ἐξεστηκώς· παράφρων· μαινό μενος. Παρακελεύεται: προτρέπεται· διεγείρει. Παρακέλευστοι: οἱ ἐκ παρακελεύσεως καὶ παρακλή σεως συλλαμβάνοντες καὶ οὐ στασιάζοντες. pi. 385 Παρακέλευστοι: οἱ σπουδασταί· ὁ γὰρ σπουδαστὴς τὸν αὐστηρὸν καὶ σπουδαῖον οἰκεῖον δηλοῖ. Παράκλησισ: ἀντὶ τοῦ προτροπή· Ἰσοκράτης Παρ αινέσεσι· διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες· Λυκοῦργος δὲ ἀντὶ τῆς δεήσεως ἐχρήσατο, λέγων· ὑμᾶς οἶμαι τοῦτο ποιήσειν, καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως. Παρακινοῦντα: ἐξιστάμενα. Παράκλητοσ: ὡς ἡμεῖς, εἴρηκεν Λυκοῦργος. Παρακοίτησ: ἀνήρ. Παρακοᾶν: παρανοεῖν καὶ παραφρονεῖν· κοᾶν γὰρ καὶ κονᾶν, τὸ φρονεῖν. Παρακονᾶν: τὸ ἐν τῶ φιλεῖν διατρίβειν. Παρὰ κωφὸν ἀποπέρδειν: παροιμία· ἐπὶ ἀναισθήτων. Παρακροτοῦντεσ: παραθαρσύνοντες· παρορμῶντες. Παρακρούεται: ἀντὶ τοῦ ἐξαπαταῖ· μετῆκται δὲ τού νομα ἀπὸ τοῦ τοὺς ἵσταντας τί ἢ μετροῦντας κρού ειν τὰ μέτρα καὶ διασείειν, ἕνεκα τοῦ πλεονεκτεῖν. Παρακεχόρδικεν: οἷον παρημάρτηκεν· λέγουσιν Ἀτ τικοὶ, καὶ παράχορδον. Παρακρούεσθαι: ἐξαπατῆσαι· ἤτοι ἀπὸ μεταφορᾶς τῶν οὐ βίαι, ἀλλ' ἐξ ἐνέδρας παρακρουόντων χειρὶ ἢ ποδί. Παρακρουσιχοίνικοσ: παρακρουόμενος ἐν τῶ μετρεῖν· pi. 386 τὸ γὰρ ἀπατᾶν παρακρούσασθαι ἔλεγον· ὅθεν καὶ κρουσιμετρεῖν καὶ θυροκρουστεῖν. Παραλέγειν: τὰς ὑπερέχουσας ἐν ταῖς ὀφρύσι τρί χας ἐκλέγειν. Πάραλοι: οἵ τε ἐν τηῖ νηῒ τηῖ παράλωι πλέοντες, καὶ οἱ τὴν παράλιον τῆς Ἀττικῆς κατοικοῦντες, ὥσπερ ἕτεροι πεδιάσιοι καὶ διάκριοι· πάραλος δὲ τριήρης ἱερὰ καλεῖται, ἥτις διηνεκῶς ταῖς ἐπειγούσαις χρείαις ὑπηρετεῖ· ὁπότε δὲ ἐκ τῆς ἀλλοδαπῆς με ταπέμψασθαι στρατηγὸν ἠβούλοντο, ὥσπερ Ἀλκι βιάδην ἀπὸ Σικελίας, τηῖ παράλωι ἐχρῶντο· λέγε ται δὲ ἡ αὐτὴ καὶ Σαλαμινία· ὕστερον δὲ ἄλλαι δύο προσεγένοντο αὐταῖς· Ἀντιγονίς τε καὶ Δημη τριάς. Παραλογισμόσ: ἀπάτη λογισμοῦ. Παραλογιστήσ: ἀπατεών. Παράλογον: λέγουσιν ἀρσενικῶς οἵ τε ἄλλοι καὶ μάλιστα Θουκυδίδης· τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν· οἷον, τοῦ πολέμου τὸν παράλογον· καὶ, ὅτι ἐγένετο πολὺς ὁ παράλογος. Παράλογοσ: τὸ ἀνέλπιστον· τὸ παρὰ προσδοκίαν. Παράλιον: ἡρωῖον Παράλου τινὸς ἥρωος, ἀφ' οὗ τάχα καὶ ἡ πάραλος ναῦς. Πάραλοσ: ἱερὰ τριήρης, ὥσπερ καὶ ἡ Σαλαμινία· ἦσαν δὲ καὶ ἄλλαι τριήρεις βʹ· Ἀντιγονὶς καὶ Δη μητριάς· ἔτι δὲ καὶ Ἀμμωνιάς· ἀλλ' ἡ μὲν πάρα λος ἐπέμπετο πρὸς τὰς θεωρίας· εἴς τε Δῆλον φημὶ pi. 387 καὶ Ὀλυμπίαν· ἡ δὲ Σαλαμινία πρὸς τὸ μετα πέμπεσθαι τοὺς ἐξ αὐτῆς Ἀττικοὺς ἀδικεῖν δοκοῦν τας· ἐπολέμουν δὲ ὅμως καὶ αὗται αἱ τριήρεις. Πάραλοσ: ναῦς ἱερά· θεωρίς· ἦν δὲ καὶ ἑτέρα Σαλα μινία. Παράλλαξον: πάρελθε. Παραλοῦμαι: παροιμιακῶς εἰώθεισαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλούσιοι παραλούειν τοὺς πέ νητας· Ἀριστοφάνης Ἀναγύρωι· Ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν· συνεισ ιέναι τοῖς πλουσίοις, ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι. Πάραλοσ: Δημοσθένης Φιλιππικοῖς· μία τῶν παρ' Ἀθηναίοις πρὸς τὰς δημοσίας χρείας διαπεμπο μένων τριηρῶν, ἀπό τινος ἥρˉῶος τούνομα λαβοῦσα· πάραλοι δ' ἐκαλοῦντο οἱ ἐπιβεβηκότες αὐταῖς· οἱ καὶ διὰ ταύτην τὴν ὑπηρεσίαν, τέσσαράς τε ὀβο λοὺς ἐλάμβανον· καὶ τὸ πλεῖστον τοῦ ἐνιαυτοῦ οἴ κοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως. Παράλληλον: ὅμοιον· ἀκόλουθον· ἐγγὺς ἀλλήλων· ἐξ ἴσου. Παραλουργίσ: παράβαφος. Παραμείψασ: παραλλάξας. Παραμπυκίζεται: παραπλέκεται τὰς τρίχας. Παραμυθῆσαι: συμβουλεῦσαι· καὶ παραμυθήσασθαι ὡσαύτως. pi. 388 Παραπαίων: ληρῶν. Παραπέτασμα: τὸ προκάλυμμα κυρίως τῶν πορ νῶν· ὃ προβάλλονται ὑπὲρ τοῦ μὴ ὁρᾶσθαι τοὺς εἰσιόντας· ἔχει δὲ καὶ ἄλλα σημαινόμενα ἡ λέξις. Παραπεπτωκώσ: ἀντὶ τοῦ ὑποπεπτωκώς· Δημοσθέ νης ἐν τωῖ κατὰ Στεφάνου. Παραπέτασμα: παρακάλυμμα· παράπλωμα. Παράπηγμα: κανόνα· καὶ εἶδος τί ὀργάνου ἀστρονο μικοῦ. Παραπλαγιάσασ: πλασάμενος. Παράπηχυ: ἱμάτιον τὸ παρ' ἑκάτερον μέρος ἔχον πορφύραν· τοῦτο δὲ καὶ πάρυφες καλοῦσι· τὸ δὲ κύκλωι τὴν πορφύραν ἔχον, ἔγκυκλον. Παραπλέξαι: ἐμπλέξαι. Παραπλήξ: μαινόμενος· παράφρων· τὰς φρένας βεβλαμμένος. Παραπλῆγας πέτρασ: παραλίας· πλησσομένας ὑπὸ τῆς θαλάσσης. Παραπληξία: μανία. Παρὰ πόδασ: εὐθέως· ἢ ἐγγύς· ἢ πλησίον. Παραπτερυγίζειν: κολακεύειν· ἀπὸ τῶν ἀλεκτρυό νων. Παραρρητοῖσ: παρηγορικοῖς λόγοις· παραμυθήμασιν· ὑποθήκαις· οἱ δὲ συμβόλοις. Παναρμόνιον: ὄργανον μουσικόν· Ἄλεξις· ἐν ωἷ Τὸ παναρμόνιον τὸ καινὸν ἔντεινον τεχνῶν. pi. 389 Παράρυμμα ποδόσ: τὰ ὑποδήματα τὰ ῥυόμενα τοὺς πόδας. Παραρύμματα: δέρεις· σκεπάσματα. Παραρυῶμεν: παραπέσωμεν. Παρασάγγησ: εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι στάδια τριάκοντα. Παρασημαίνει: δηλοῖ· χαράττει. Παράσημοσ: ἀδόκιμος. Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτη σιφῶντος· ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισ μάτων ἃ καλοῦσι παράσημα οἱ τοιοῦτοι χαράττε ται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείωι τινὶ, ὃ τὴν φαυλότητα δηλοῖ· ἐπειδὴ παρατετύπωται καὶ πα ρακεχάρακται. Παράσημος ῥήτωρ: ὁ φαῦλος· ἀπὸ μεταφορᾶς τῶν νομισμάτων· τούτων γὰρ τὰ φαῦλα παράσημα λέγεται. Παράσιτοι: οἱ ἐπὶ τὴν τοῦ σίτου ἐκλογὴν αἱρούμενοι· κεῖται ἡ λέξις ἐν τωῖ τοῦ βασιλέως νόμωι. Παρασεῖσαι τὰς χεῖρασ: τὸ ἐν τωῖ τρέχειν γινό μενον. Παρασκήνια: αἱ εἴσοδοι αἱ εἰς τὴν σκηνήν. Παρασκήνια: ἔοικε παρασκήνια καλεῖσθαι ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς· ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτως φησὶ καλεῖσθαι. pi. 390 Παράστασισ: στάσις παρά τινα ἄτιμος· γίνεται δὲ καὶ ἐπὶ τῶν χρεωφειλετῶν. Παράστασισ: τούνομα πολὺ παρὰ τοῖς ῥήτορσι· ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνηι· ἕλκει δὲ γραμματίδιον Ἐκεῖσε δίθυρον καὶ παράστασις μία Δραχμή· Ἀριστοτέλης δὲ ἐν Ἀθηναίων Πολιτείαι περὶ τῶν θεσμοθετῶν λέγων φησίν· εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται ξενίας καὶ δωροξενίας· ἄν τις δῶρα δοὺς ἀποφύγοι τὴν ξενίαν· καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύ σεως καὶ (ἀγρα) φίου καὶ μοιχείας· Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ Νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμάς· μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοσίαν ἑκάστην. Παρράσιοσ: ὅτι μὲν ζωγράφος οὗτος, δῆλον· φασὶ δὲ αὐτὸν υἱὸν εἶναι καὶ μαθητὴν Εὐήνορος· Ἐφέσιον δὲ τὸ γένος. Παράσιτοσ: κοσσοτράπεζος. Παρασπιστήσ: παρεστὼς ὁπλίτης. Παράστασισ: ἡ διδομένη δραχμὴ ὑπὲρ τοῦ εἰσαχθῆναι τὴν δίκην· Ἄνδρες Ἑλλήνων ἄριστοι καταβαλεῖν παράστασιν. Παρασπονδήσασ: παραβὰς τὰς σπονδάς. Παρασπονδοῦμαι: παραβαίνομαι. pi. 391 Παραστησάμενοσ: παραλαβών· ἑλών· καταστρε ψάμενος. Παρασταδόν: παραστατικῶς· κατὰ τρόπον· κατὰ τὸ δέον. Παραστάται: οἷον οἱ παριστάμενοι ἢ ὑπηρετοῦντες τοῖς ἕνδεκα, τουτέστι, τοῖς βασανισταῖς. Παραστησόμεθα αὐτὸν εἰς κρίσιν: Πολιτείας ηʹ· ἀντὶ τοῦ καταστήσομεν αὐτὸν εἰς κρίσιν· τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία καλεῖται· ὁ δὲ ἐγκαλῶν, γράψας τὸ ˉο εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθ' ὑπηρέτου τωῖ ἐγκαλουμένωι ἐπι δίδωσιν. Παρὰ σφίσιν: παρ' αὐτοῖς. Παρασχεδόν: παραυτίκα. Παραταχθείσ: παρ' αὐτὸν ταχθείς. Παρατέθηγμαι: ἠκόνημαι. Παρατενεῖσ: ἀπολεῖς· ἐπὶ πλέον παρελκύσεις. Παρατηρημάτων: ἐπιτηρήσεων· κληδονισμῶν· καὶ ἀπαντήσεων καὶ οἰωνοσκοπιῶν καὶ μαντειῶν. Παρατίλτρια: οὐ δρωπακίστρια· καὶ παρατιλλό μενος, ὁ πιττούμενος. Παρὰ τούτου: ἀντὶ τοῦ ἀπὸ τούτου· καὶ παρὰ τοῦ τον, ἀντὶ τοῦ πρὸς τοῦτον· οὕτως πανταχοῦ Ἀρ ριανός. Παρατρύζει: παραφρονεῖ· εἴληπται δὲ ἀπὸ τῶν pi. 392 ὀρνέων, ὅτ' ἂν τοῖς οἰκείοις νεοττοῖς γοερὰ ἐπιφω νοῦσιν. Παρατεῖναι: τὸ ἐπιστρέψαι καὶ ἀπολέσαι· ὁ κωμικὸς ἐπὶ Εὐβοίας· Οἶδ'· ὑπὸ γὰρ ὑμῶν παρετάθη καὶ Περικλέους. Παραυδήσασ: παραμυθησάμενος. Παραύλια: πρόσχωρα. Παραυτίκα: ἔγγιόν τι τοῦ αὐτίκα σημαίνει· καὶ ὑπο γυώτερον· Θουκυδίδης· εἰ δέ τις τὸ παραυτίκα μὴ ἐθέλοι ξυμμαχεῖν. Παραφέρων: παράγων. Παράφοροσ: ὁ παρ' ἑαυτὸν καὶ ὑπὸ δαίμονος παρα φερόμενος. Παραφρυκτωρεῖν: τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι· τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πο λεμίων, ἐπὶ βλάβηι δὲ τῶν φιλίων· ὡς καὶ Δείναρ χος ἐν οἰκείωι λόγω ἐχρήσατο. Παραχαράκτησ: διαστροφεύς. Παραχειμάζοντι: Δημοσθένης· καὶ παρεχείμασεν Ὑπερίδης. Παραχρᾶται πολύ: σφοδρῶς συνουσιάζει· ἀκο λάστως μίγνυται· εἴρηται δὲ καὶ ἐπὶ ἑκάστου πράγματος ὃ ἐκ περιουσίας γίνεται. Παραχορδίζειν: διαφωνεῖν· ἁμαρτάνειν. Παραυχενίζων: παρακρούων. Παρέγγραπτον: νόθον. pi. 393 Παρεγγεγραμμένοσ: ὁ μὴ ἀστός. Παρεγγύησεν: καὶ παρεγγυηθέντος· παρεγγύησεν μὲν ἀντὶ τοῦ παρέδωκεν· Ἰσαῖος· καὶ παρεγγυη θέντος δὲ ἀντὶ τοῦ παραλαβόντος· ὁ αὐτός. Παρεγγράπτουσ: ξένους· νόθους. Παρεγγυαῖ: παραδίδωσι· παραγγέλλει· παραινεῖ· παρακατατίθεται. Παρεγγυήσαντοσ: παρασχόντος. Παρεγγυῶν: παραινῶν· διαβεβαιούμενος. Πάρεδροσ: Ἀριστοτέλης ἐν τηῖ Πολιτείαι φησι· λαμβάνουσι δὲ καὶ παρέδρους, ὅ, τε ἄρχων καὶ ὁ πολέμαρχος· δύο ἑκάτερος, οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τωῖ δικαστηρίω πρὶν παρε δρεύειν· καὶ εὐθύνας διδόασιν ἐπἂν παρεδρεύωσιν· ἔστι δὲ ἡ λέξις συνήθης· οὐ τοῖς ῥήτορσι μόνον, ἀλλὰ καὶ τοῖς κωμικοῖς. Παρεθείσ: παραλυθείς. Παρεθέντοσ: ἐκλυθέντος. Παρεῖαι ὄφεισ: ὀνομάζονται τινὲς ὄφεις οὕτως, παρὰ τὸ παρειὰς μείζους ἔχειν· ὁ δὲ Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου· εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας· τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν· τοὺς δὲ παρείας, αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. Παρεῖαι ὄφεισ: ὄφεις παρειὰς ἔχοντες μεγάλας ἱεροί· pi. 394 οὐ τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς ἄλλους ὄφεις ἀδι κοῦντες. Παρείετο: παρητεῖτο. Παρείεμαι: παραιτοῦμαι. Παρεικάθη: παρέλθη. Παρειά: γνάθος· καὶ μέρος τῆς νεώς. Παρήκοντα: παρατείνοντα· ὡς διήκοντα, ἐπεκτει νόμενα. Παρεικότοσ: παραλελυμένου. Παρειμένον: κεχαυνωμένον. Παρειμένοσ: παρεωραμένος. Πάρειμι: παρελεύσομαι. Παρείπηι: παραπείσει. Παρειπών: παραινέσας. Παρείσ: ἐάσας· ἀφείς. Παρείσακτον: ἀλλότριον. Πάρεισι: παρελεύσεται. Παρείσεται: παραιτήσεται. Πάρεισι: παραρρηδήσεται. Παρεισκρίνει: παρεισέρχεται· παρεισβάλλει. Παρεῖτε: παραγίνεσθαι. Παρ' ἕκαστα: ἑκάστοτε. [Παρ' ἑκάτερον μέρος ἔχον πορφύραν: τοῦτο μὲν καὶ πάρυφες καλοῦσι· τὸ δὲ κύκλω τὴν πορφύραν ἔχον, ἔγκυκλον.] pi. 395 Παρεκβατικῶσ: συντόμως. Παρεκόπτου: ἠφάνιζες· ἀπὸ τῶν τὰς πτέρυγας παρα κοπτομένων ὀρνέων. Παρεκότει: ὠργίζετο. Παρέλαβεν τὴν πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφοῦσαν. Παρελαχάνιζεσ: παρέπρασσές τι καὶ μετεῖχες. Παρελθεῖν: ἀντὶ τοῦ νικῆσαι· Δημοσθένης ἐν τηῖ τοῦ ὑπὲρ Κτησιφῶντος. Παρέλεξασ: τὰς ὑπερεχούσας τρίχας ἐν ταῖς ὀφρύσιν εἰώθασιν ἐκλέγειν· ἔνιοι δὲ ἐκσύρουσι τὴν τοιαύτην θεραπείαν γίνεσθαι. Παρελθών: ἀντὶ τοῦ εἰσελθών. Παρέλκον: περιττὸν ἢ παρατεῖνον. Παρέλκεσισ: ὑπέρθεσις. Παρελογίσασθε: ἠπατήσατε. Παρέλυσαν: ἀπήλλαξαν· μετέστησαν· Θουκυδίδης· τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆς. Παρεμβαλόντων: κυκλωσάντων. Παρεμβολή: σκηνή· κάστρον· στρατόπεδον. Παρέμφασισ: παραίνεσις· συμβουλή. Παρενδατη: παρεντεθη. Παρενθήκη: ἐπὶ τῶν παρεργαζομένων τεχνιτῶν. Παρεξερεσίαν: τὸ ἔξω τῶν ἐρεσσόντων· ἐν δʹ Θου κυδίδης. Παρεξηυλημένον καὶ κατατετριμμένον: τὸ ἀμυδρόν· ἀπὸ τῶν γλωσσίδων τῶν αὐλῶν τῶν κατατετριμ pi. 396 μένων· Ἀριστοφάνης· Οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους. Παρενείρει: παρεμβάλλει· ἤγουν λέγει. Παρεπλεξάμην: παρέπλεξα τῶν τριχῶν ἀπὸ τοῦ ἐμπλέκειν. Παρέπτη: παρῆλθεν. Πάρεργοσ: ὀλίγωρος· καὶ παρέργως, ὀλιγώρως. Παρέρχεται: ὑπερβάλλει. Πάρεσ: ὑποχώρησον. Πάρεσισ: νέκρωσις. Πάρεστιν: ἐκ παντὸς δυνατόν ἐστιν. Παρέσφηλεν: παρεσφάλη· ἀπερρύη. Παρετέον: σιωπητέον· παραληπτέον. Παρευδοκιμησάσησ: νικησάσης· ἤτοι εἰς δόξαν ὑπερ βάσης. Παρευθύνει: παραφέρει· βιάζεται. Παρευνηθείσ: παρακοιμηθείς. Παρηβηκώσ: γεγηρακώς. Παρηβῆσαι: παρακμάσαι. Παρηγορίασ: συμβουλῆς ἢ παρακλήσεως. Παρήκαμεν: ἐπέμψαμεν ἢ ἀφήκαμεν. Παρήλασεν: ὑπερήλασεν ἤτοι ἐνίκησεν. Παρῆν: παρήμην. Παρῆσθα: παρῆν. Παρήσω: παράσχω. pi. 397 Παρθένιοσ: ὁ ἐκ παρθένου ἔτι δοκούσης εἶναι γεννώ μενος. Παρθένοι: οἱ γεννώμενοι παρθένω πρὸ τοῦ γήμασθαι· ὑπὸ δὲ Ἀθηναίων Ἐρεχθέως θυγατέρες· παρὰ δὲ Γοργίαι παρθένος ἐπὶ παντὸς ἀμετόχου τέτακται· καλοῦνται δὲ ἐκ μεταλήψεως, καὶ ἄφθοροι. Παρθένοι: τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων· ἦσαν δὲ τὸν ἀριθμὸν ἕξ· πρεσβυτάτη μὲν Πρωτογένεια· δευτέρα δὲ Πανδώρα· τρίτη Πρόκρις· τετάρτη Κρέουσα· πέμπτη Ὠρείθυια· ἕκτη Χθονία· τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρατιᾶς ἐλθούσης ἐκ Βοιωτίας· ἐσφαγιάσθησαν δὲ ἐν τωῖ Ὑακίνθωι καλουμένωι πάγωι ὑπὲρ τῶν Σφενδονίων· διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες· καθάπερ μαρτυρεῖ Φανόδημος ἐν τηῖ εʹ Ἀτθίδι, μεμνημένος τῆς τιμῆς αὐτῶν· καὶ Φρύνιχος Μονοτρόπωι. Παρθενοπίπασ: ὁ τὰς παρθένους ἀπατῶν. Παρίαμβοι: καὶ παριαμβίδες καὶ ἴαμβοι· κιθαρωδι κοὶ νόμοι, οἳ προσηύλουν. Παριεμένουσ: παρερχομένους. Παρίεται: παραλύεται. Παρίεμαι: παραιτοῦμαι. Παριλλαίνουσαν: παραβλέπουσαν. Παριππεύσαντεσ: παραδραμόντες. Παρ' ἵππον καὶ κόρην: τόπος Ἀθήνηισιν οὕτω καλού pi. 398 μενος· ἐπειδὴ τίς τοῦ γένους τῶν Κοδριδῶν, Ἱππο μάνης τούνομα, ὃς καὶ τελευταῖος ἐβασίλευσεν, τὴν θυγατέρα καθεῖρξεν ἐν χωρίωι τινὶ μεθ' ἵππου μαι νομένου, διότι λαθραίω μίξει τὴν παρθενίαν αὐτῆς ἐλυμήνατο· καὶ ὁ ἵππος τὴν κόρην βορὰν ἐποιή σατο· ἀφ' οὗ πάριππος καὶ κόρη ὁ τόπος, ἐν ωἷ τὸ πάθος ὑπέστη, καλεῖται. Παρίσθι: παραγίνου· παρατύγχανε· Ἕρμιππος Δημόταις. Παρίσθμια: τὰ περὶ τὸν φάρυγα. Πάρνησ: τὸ ὄρος θηλυκῶς· Ἐς τὴν Πάρνηθ' ὀργι σθεῖσαι φροῦδαι κατὰ τὸν Λυκάβηττον· Ἀριστο φάνης Νεφέλαις καὶ ἐξῆς. Παρνησόσ: ὄρος μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. Πάρνοπεσ: ἀττέλαβοι· οἱ δὲ τὰς Κυπρίας ἀκρίδας οὕτως ἀπέδοσαν. Πάρνοψ: εἶδος ἀκρίδος. Πάροιθεν: ἔμπροσθεν. Παροιμία: λόγος ὠφέλιμος· καταχρηστικῶς δὲ πᾶν τὸ παροδικὸν διήγημα· οἶμος γὰρ ἡ ὁδός. Παροινίασ: ὕβρεις. Πάροινοσ: μέθυσος. Παροισθέντι: παρενεχθέντι. Παροιστρῶσα: ἐξεστηκυῖα· ἐρεθίζουσα. Παροιστρῶσι: παρακαθίσωσι θυμωῖ. Παρό: διό. pi. 399 Παροκλάζων: γονατίζων. Παροκωχή: παροχὴ παρὰ Θουκυδίδηι· ὡς ἡ ἀνοκωχὴ καὶ διοκωχή. Παρολκή: ὑπέρθεσις. Παρομαρτεῖ: παρακολουθεῖ. Παρ' ὅντινα οὖν: παρὰ πάντα. Παρόν: ἐξόν· δυνατόν· δέον. Παρορμαῖ: διεγείρει· παροξύνει. Πάροσ: χρονικῶς καὶ τοπικῶς, ἀντὶ τοῦ ἔμπροσθεν. Παρ' οὐδέν: εὔκολον· εἰς οὐδέν. Παρουσία: ἀντὶ τοῦ περιουσία· ἤτοι ἡ αἰτία τοῦ πλούτου· ἡ οὐσία· Δημοσθένης ἐν τωῖ περὶ συν τάξεως· καὶ Κράτης· Ἔχοντες εὐπαθῆ βίον, Παρουσίαν τε χρημάτων. Παροχεύει: παραπλαγιάζει· ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτερον ἐπιβάλλει· ἢ μεταφέρει τὸ ὕδωρ. Παροχετεύοντεσ: μεταφέροντες. Παροχλίζουσι: μετακινοῦσιν. Παροχήσομαι: πάροχος ἔσομαι. Πάροχοσ: ὁ παροχούμενος ἐκ τρίτων τῶ νυμφίωι καὶ τηῖ νύμφηι ἐπὶ τῆς ἁμάξης. Παροψίδασ: (σκεύη ὑπηρετικὰ τραπέζης.) Παροψίσ: ἐμβάφιον· ὀξυβάφιον. Παροψίσ: οὐ τὸ ἀγγεῖον, ἀλλὰ καὶ ὄψον καὶ μακα ποιαι pi. 400 Παρουσία: λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τωῖ Πλάτωνος Φάωνι· ὡς καὶ νῦν ἔχομεν παρουσίας· καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ' αὐτοῖς· καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσε ται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν Τῶν ἐγγὺς ὄντων· Θουκυδίδης ἐν τηῖ αʹ· Βυζάντιον γὰρ ἑλὼν τηῖ προτέραι παρουσίαι· τού τω γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. Παρρησία: ἐξουσία· ἄδεια. Παρρησίασ: ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας· Ἰσοκράτης Βουσίριδι. Παρυφή: ἡ ἐν ἐσθῆτι ἐργασία. Παρύφωσ [....] Παρῶ: ἀφῶ· συγχωρῶ. Παρῶαι: ἵπποι μεταξὺ τεφροῦ καὶ πυρροῦ χρώ ματος. Παρωδούμενοσ: λεγόμενος. Παρωθοῦντεσ: ἐκβάλλοντες. Παρῶμμαι: ἐν ὑπεροψίαι εἰμί· Μένανδρος Ἡνιόχωι. Παρώνυμον: ἐκ τοῦ συμβεβηκότος λεγόμενον. Παρώπια καὶ ἀντήλια: τὰ παρὰ τὰς ὄψεις τῶν ἵππων δερμάτια. Παρῶπτο: παρεωρᾶτο. Παρώσασ: παρεκβαλών. Παρώτρυναν: παρώξυναν. Παρώχετο: παρήρχετο. pi. 401 Πάσασθαι: γεύσασθαι. Πάσηι τέχνηι: ἐκ παντὸς τρόπου· Ἀριστοφάνης Λυσιστράτηι· Σὺ δ' ἢν σχολάσης πάσηι τέχνηι πρὸς ἑσπέραν Ἐλθὼν ἐκείνη τὴν βάλανον ἐνάρ μοσον. Πασῖνοσ: ὄνομα κύριον. Πασίων: ὄνομα τραπεζίτου. Πασπάλη: τὸ τυχόν· οἱ δὲ κέγχρον· οἱ δὲ τὰ κέγχρινα ἄλευρα· Ἱππώναξ· πασπαληφάγον γρόμφιν. Πασπακίωι: πασσάλωι. Πανσυδίη: μετὰ πάσης ὁρμῆς· πανστρατιαῖ· ὁμοθυ μαδόν. Πασσυδί: παντελῶς· ὁ Θουκυδίδης ηʹ· μὴ οὕτως τε πασσυδὶ διεφθάρθαι· ὅπερ ἀγνοήσαντές τινες γρά φουσι πασσυδί· ἔστι καὶ ἐν Αὐτομόλοις Φερε κράτους. Παστά: ἔτνος ἀλφίτοις μεμιγμένον. Παστοφορεῖον: τὸ φέρον τὸν παστόν. Πάσσουσ: παχυτέρους. Πασχητιᾶ: πάσχειν θέλει. Πάταγοσ: ψόφος. Πατάνια: τὰ ἐκπέταλα καὶ τὰ ἀναπεπταμένα λοπάδια· οἱ δὲ πολλοὶ διαστρέφουσιν ὡς Ῥωμαϊκὸν τὸ ὄνομα. pi. 402 Πατάσσει: πλήττει. Πάταχνα: ποτήρια φιαλοειδῆ ἐκπέταλα. Πατεκίων: ὄνομα κλέπτου καὶ τοιχωρύχου. Πάτορεσ: κτήτορες. Πατάγημα: ἀντίλαλος καὶ πανοῦργος· Μένανδρος· Οἷον πατάγημ' ἥκεις. Πάτοσ: ὁδός. Πατραλοίασ: πατρατύπτης. Πάτρησ: ἡ ἐκ τοῦ αὐτοῦ πατρὸς γέννησις. Πατρίληκτοσ: ἡ οὐσία ἡ πατρική· καὶ ὑπὸ τοῦ πατρὸς εἰλημμένη κλήρωι. Πατριώτησ: ὁ βάρβαρος λέγεται τῶ βαρβάρωι καὶ οὐ πολίτης. Πατριῶται: οἱ δοῦλοι τῶν Ἑλλήνων· πολίται δὲ οἱ ἐλεύθεροι· οἱ δὲ τοὺς βαρβάρους πατριώτας. Πατριαί: χῶραι· φυλαί· τοπαρχίαι. Πατρονομούμενοι: οἱ τοὺς ἀπὸ τῶν πατέρων παραδε δομένους νόμους τηροῦντες. Πατρούχου παρθένου: τῆς ὀρφανῆς καὶ ἐπικλήρου· ηἷ προσήκει τὰ τοῦ πατρὸς ἔχειν. Πατρώζοντα: τὰ τοῦ πατρὸς φρονοῦντα. Πατρώων· πατρίων· καὶ πατρικῶν: πατρωῖα λέγουσιν οἱ παλαιοὶ, ὅτ' ἂν αὐτοῖς ὁ λόγος ηἶ περὶ χρημά των ἢ τόπων· οὕτως Ἰσαῖος ἐν τωῖ πρὸς Διοκλέα· πάτρια δὲ, τὰ ἔθη καὶ τὰ νόμιμα· καὶ τὰ μυστή ρια· καὶ τὰς ἑορτὰς, ὡς Ἀντιφῶν· πατρικῶν δὲ, pi. 403 ὅτ' ἂν περὶ προσώπων ποιοῦνται τὸν λόγον, ὡς Αἰσ χίνης ἐν τωῖ κατὰ Κτησιφῶντος. Πατταλεῦσαι: προσπῆξαι. Παῦ: τὸ παῦσαι λέγουσι μονοσυλλάβως. Παῦλα: ἀνάπαυσις. Παυσικάπη: μηχάνημα τροχωῖ ἐμφερές· δι' οὗ τὸν τράχηλον διεῖρον καὶ τῶν ὑποζυγίων, ὥστε μὴ ἐσ θίειν καὶ τῶν ἀνθρώπων, ὡς μὴ δύνασθαι τὰς χεῖ ρας τῶ στόματι προσάγειν. Παφλάζοντα: ἠχοῦντα· ἀναζέοντα. Παχεῖσ: Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Πάχνη: δρόσος πεπηγυῖα· κρύσταλλος δὲ τὸ ὑπὸ κρύ ους συνεσταλμένον καὶ πεπηγός. Παχνουμένησ: ἀνιωμένης. Παχνοῦται: πήσσεται· πήγνυται· λυπεῖται. Παχύνοοι: παχύνοες· ἀνόητοι. Παχύτερον: ἀμβλύτερον· οὐκ ἀκριβές. Πεδία καὶ πρόβατα: τόπος Ἀθήνηισιν ἰδίως οὕτως ὀνομάζεται, ἐν ωἷ πρόβατα ἐγίνετο καλὰ νεμό μενα. Πεδίον: ἁπλῶς μὲν τὴν γῆν σημαίνει τὴν ὁμαλήν· σημαίνει δὲ καὶ τόπον τινὰ Ἀθήνηισιν οὕτω κα λούμενον. Πεδοικούσησ: μετοικούσης. Πέδαι: δεσμά. Πεδικά: μοῖρα τῆς Ἀττικῆς· ἐκαλεῖτο δὲ οὕτως ἀπὸ τοῦ συμβεβηκότος· εἶχεν καὶ προβάτων νομάς· pi. 404 ἔστι τὸ ὄνομα παρά τε Λυσίαι καὶ παρ' ἄλλοις ῥήτορσιν. Πέδιλα: ὑποδήματα. Πεδῆται: πεπεδημένοι· συνδεδεμένοι. Πέδον: γῆ· ἔδαφος. Πεδότριψ: ὁ πολλοὺς χρόνους ἐν πέδαις γεγονώς· καὶ πέδων ὁ αὐτὸς, καὶ ὀψιπέδων. Πέδουροσ: μετέωρος. Πεζέταιροι: οἱ ἀπὸ ἱερατικῶν ἔργων ἑταῖροι καὶ φί λοι γεγονότες· Δημοσθένης δὲ τοὺς περὶ τὸ σῶμα τοῦ Φιλίππου φρουροὺς οὕτως ὀνομάζει· οἳ ἦσαν καὶ πιστοὶ καὶ ἰσχυροί· ἀπὸ μεταφορᾶς δὲ λέγε ται τῶν πεζῶν, αἵ εἰσι τῶν ἱματίων ωἰαί· ἐπεὶ ἔξωθεν εἰσὶν αὗται περὶ τὰ ἱμάτια κατεσκευασ μέναι. Πεζὰς μόσχουσ: ἀντὶ τοῦ ἑταίρας· ἐλέγοντο γάρ τινες οὕτως ὡς Ἀριστοτέλης ἐν τηῖ Πολιτείαι· τὰς χωρὶς ὀργάνων· Κάνθαρος Συμμαχία· αὐλητρίδα πεζήν· καὶ Εὔπολις Κόλαξι. Πεζίδα: τὴν ὦαν τοῦ ἱματίου· Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις· καὶ τὴν ἀργυρόπεζαν τινὲς οὕτως εἰρῆσθαι. Πεζῆ: τὸ τοῖς ποσὶν ἐλθεῖν λέγουσιν· καὶ πεζῆ φρά σαι, τὸ ἄνευ μελῶν· Παῦσαι μελωιδοῦσ', ἀλλὰ πεζῆ μοι φράσον, ὁ Κωμικός· τὰς ἑταίρας τὰς μὴ pi. 405 μουσικὰς, ἀλλ' ἄνευ ὀργάνων καὶ ψιλὰς πέζας καλοῦσιν. Πέζα: τὸ ἄκρον· ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος· ὃ ἡμεῖς ὦαν λέγομεν· πρότερον γὰρ ὑπὲρ τοῦ μὴ τρίβεσθαι, δέρμα προβάτων προσέρραπτον. Πεζέταιροι: Δημοσθένης ἐν Φιλιππικοῖς· Ἀναξιμέ νης δὲ ἐν αʹ Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συν εθίσας, ἑταίρους προσηγόρευσεν· τοὺς δὲ πλείσ τους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν, πεζεταίρους ὠνόμασεν· ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑται ρείας, προθυμότατοι διατελῶσιν ὄντες. Πεζολόγοσ: συγγραφεύς. Πεζοφοροῦσιν: ἤτοι πέζαν ἐχόντων τῶν χιτώνων· ἢ τοῖς ποδήρεσιν. Πεζῶ γόωι: ἄνευ αὐλοῦ ἢ λύρας· ὡς καὶ πεζαὶ ἑταῖ ραι, αἱ χωρὶς ὀργάνων μισθαρνοῦσαι. Πειρᾶν: τὸ πειράζειν ἐπὶ φθοραῖ καὶ συνουσίαι· Μέ νανδρος. Πειρατῶν: καταποντιστῶν· κατὰ θάλασσαν λησ τῶν. Πειρῶντα: πειράζοντα διὰ λόγων. Πείρινθα: τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὸ κομιζόμενον. pi. 406 Πείσματα: τὰ ἀγκύρεια σχοινία παρὰ τὸ πείθεσ θαι δι' αὐτῶν τὴν ναῦν. Πεισόμενον: παθεῖν μέλλοντα. Πείσων: εἷς τῶν παρὰ Ἀθηναίοις τριάκοντα τυραν νησάντων. Πείσονται: πάθωσιν. Πεκτούμενοσ: τιλλόμενος. Πέκτειν: κείρειν πρόβατον. Πελαγίζειν: Ὑπερίδης· τὸ ἀπὸ πελάγους περαιοῦσ θαι. Πελάζειν: πλησιάζειν· ἐγγίζειν. Πειρᾶν: τὸ λόγους περὶ συνουσίας προφέρειν· καὶ πειραθῆναι, τὸ ἀκοῦσαι λόγους τοιούτους· Θουκυ δίδης· πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καταγορεύει τῶ Ἀριστογείτονι· ση μαίνει ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι. Πελανόσ: γίνεται πέμματά τινα τοῖς θεοῖς ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω· Δίδυμος δέ φησι κυρίως εἶναι πελανὸν τὸ ἐκ τῆς πετάλης πέμμα· ἐξ ἧς ποιοῦνται πέμματα· ἢ καὶ ἀπὸ τοῦ πεπλατύν θαι· ἢ ὅτι λευκόν ἐστιν, ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν· Εὐριπίδης μέντοι ἐν τωῖ Ὀρέστηι ἰδίως φησίν· ἐκ δ' ὄμορξον ἀθλίου Στόματος ἀφρώ δη πελανόν· ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δη λοῖ. Πελανοί: πέμματα ἐκ πολῆς, τουτέστιν ἀλεύρου, pi. 407 εἰς θυσίαν ἐπιτήδεια· καρποὶ μέλιτι δεδευμένοι· Διονύσιος Θράξ· θεοῖς ἀπαρχαί τινες· λέγεται δὲ πελανὸς καὶ ὁ περὶ τῶ στόματι πεπηγὼς ἀφρὸς, καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δά κρυον· οἷον, λιβανωτὸς, κόμμι· καὶ ὁ τῶ μάντει διδόμενος μισθὸς ὀβολός. Πελαργικοὶ νόμοι: ἀντεκτρέφειν τοὺς γονεῖς· οὕτως Ἀριστοφάνης. Πελαργικόν: τὸ ὑπὸ τῶν τυράννων κατασκευασθὲν τῆς ἀκροπόλεως τεῖχος· τούτους γὰρ κληθῆναι πε λαργοὺς, οἷον Πελασγοὺς, ὡς πλανήτας τινας· ἢ ὅτι ἰδόντες αὐτοὺς πρῶτον οἱ Ἀθηναῖοι σινδόνας λαμπρὰς περιβεβλημένους, πελαργρῖς εἴκασαν. Πέλασ: πλησίον· γείτων. Πέλαθρα: πλέθρα· ἔστι δὲ μέτρα γῆς· τὸ δὲ πλέ θρον, σταδίου ἕκτον. Πελάται: οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι· καὶ θῆτες οἱ αὐτοὶ καὶ ἑκτήμοροι· ἐπειδὴ ἕκτωι μέρει τὸν καρπὸν εἰργάζοντο τὴν γῆν. Πελάται: οἱ μισθῶ δουλεύοντες· ἐπεὶ τὸ πέλας ἐγ γύς· οἷον ἔγγιστα διὰ πενίαν προσιόντες· Ἀριστο τέλης. Πελάτησ: ὁ ἀντὶ τροφῶν καὶ ὑπηρετῶν καὶ προσ πελάζων. Πέλει: γίνεται· ἔστιν. Πέλεκυσ: ὁ δὲ πέλυξ βάρβαρον. pi. 408 Πελληνικαὶ χλαῖναι: διάφοροι· καὶ τοῖς νικήσασι τὰ Ἑρμαῖα ἐδίδοντο. Πελιάδεσ: περιστεραί· καὶ πελιὰν, περιστεράν. Πελιδνόν: μέλαν· λέγεται καὶ πελιτνὸν παρὰ Θου κυδίδηι. Πελιοί: μέλανες· ὠχροί. Πέλλησ: ἔνθα τυρὸν ἀμέλγουσι· σκάφην τινά. Πέλικαν: Βοιωτοὶ τὴν ξυλίνην λεκάνην, διὰ τὸ ἐκ πεπελεκῆσθαι· Ἀπολλόδωρος δὲ ποτηρίου εἶδος. Πελιτνόν: Θουκυδίδης διὰ τοῦ ˉτ. Πέλται: λόγχαι· καὶ ἀσπίδια τετράγωνα. Πελτασταί: τοξόται· ἢ τοὺς ξυστοὺς κατέχοντες. Πελτασταί, οἱ πέλτας ἔχοντες στρατιῶται· πέλτη δὲ εἶδος ἀσπίδος οὐκ ἐχούσης ἴτυν· οὐδ' ἐπίχαλκον, οὐδὲ βοός· ἀλλ' αἰγὸς δέρματι περιτεταμένη. Πελλοίρα: κόσμος τίς. Πέλτη: ὅπλον κοῦφον ἴτυν οὐκ ἔχον· ἀλλ' ἐκ μόνης βύρσης γεγονός. Πέλωρ: μέγα τεράστιον. Πελώριοσ: μέγας. Πέλωρον: μέγα. Πελώρου: τέρατος μεγάλου. Πέμματα: πλακούντια. Πέμπτα: πέντε καὶ Αἰολεῖς καὶ Ἴωνες καὶ Ἀττικοί· πεμπάζειν γὰρ τὸ κατὰ πέντε ἀριθμεῖν· καὶ pi. 409 πεμπώλαρχον· καὶ Πλάτων πέμπελα, καὶ Ξενο φῶν. Πέμπειν: τὸ πομπεύειν· Μένανδρος Ὑποβολιμαίω ἢ Ἀγροίκωι· Μικρὰ Παναθήναια, ἐπειδὴ δι' ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ' ἅρματος· καὶ πέμψαντες, τὸ πομπεύσαντες· Θουκυδίδης. Πέμπτη φθίνοντοσ: ἐν ταύτηι αἱ τῆς μοιχείας γρα φαὶ ἐδίδοντο· Μένανδρος Χαλκίδι. Πέμφιξ: πνοή· Αἰσχύλος Ξαντρίαις ἐπὶ τῶν ἀκτί νων. Πέμψιν: ἀποστολήν. Πενέσται: Δημοσθένης ἐν τῶ κατ' Ἀριστοκράτους· πενέσται δὲ παρὰ Θετταλοῖς καλοῦνται, οἱ παρὰ Λακεδαιμονίοις Εἴλωτες· οὐ μόνον δὲ αὐτοὺς πε νέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλοικέ τας. Πενέσται: οἱ παρὰ Θεσσαλοῖς μὴ γόνω δοῦλοι, ἀπὸ τῶν ὑπὸ Αἵμονος ἐν Αἰγίνηι νικηθέντων Βοιωτῶν· οὐ φυγόντων τὴν παρ' αὐτωῖ δουλείαν, ἀλλὰ μει νάντων μέχρι τῆς γʹ γενεᾶς, φιληδούντων τηῖ χώραι· παρέδοσαν δὲ ἑαυτοὺς ἐφ' ὅρκωι· ἐπὶ τῶ μήτε παθεῖν τί ἐργαζόμενοι, μήτε ἐκβληθῆναι ἀπὸ τῆς χώρας· καὶ ἀπὸ τοῦ μεῖναι μενέσται καλούμενοι, ὕστερον πενέσται μετωνομάσθησαν, παραφθαρέντος τοῦ χαρακτῆρος. Πενέσται: οἱ τῶν Θετταλῶν δοῦλοι, ἴσως παρὰ τὸ pi. 410 πένεσθαι, ὥσπερ οἱ τῶν Λακεδαιμονίων Εἴλωτες, καὶ τῶν Κρητῶν Καλαρῶται. Πενιχρὰν λέγουσι τὴν γυναῖκα καὶ πένισσαν. Πενθερὰ τωῖ νυμφίωι: ἡ τῆς κόρης μήτηρ· καὶ πεν θερὸς ὁ πατήρ· Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει· ὁ γοῦν Ἀλκμαίων τωῖ Φηγεῖ φησί· Καὶ σὲ ὦ γεραιὲ, τήν τε παῖδα μὴ δῶς ἐμοὶ Γαμ βρὸς νομίζηι καὶ πατὴρ σωτήρ τ' ἐμός· καὶ ὁ Πρωτεσίλαος τωῖ Ἀλκάθω φησίν· ἀξίως δ' ἐμὸς Γαμβρὸς κέκλησαι, παῖδα μοι ξυνοικίσας· Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείαι· Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως· Σὺ δ' ὦ μεγίστων τυγχάνουσα πενθερῶν· ἀντὶ γαμβρῶν. Πενταετηρόν: εʹ ἐτῶν. Πένταχα: εἰς εʹ μέρη. Πεντακοσιομέδιμνον: τέσσαρα τέλη ἐποίησεν Ἀθη ναίων πάντων ὁ Σόλων· ὧν ἦν ἓν τέλος καὶ οἱ πεντακοσιομέδιμνοι. Πεντέπηχυ: καὶ πεντέκλινον· καὶ πεντέχαλκον· καὶ πεντέμηνον, καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ˉε. Πεντέκτενοι: περιπόρφυροι· διὰ τὸ ἐνυφάνθαι παρὰ τὰς ὤας πέντε κτένας πορφυροῦς. Πεντεσύριγγον ξύλον: εʹ ὀπὰς καὶ τρήματα ἔχον· τραχήλω· χερσί· ποσίν· Ἀριστοφάνης. pi. 411 Πέντε κριταί: οἱ τοῖς κωμωδοῖς ἀποδεικνύμενοι. pi. 411 Πεντέλεια: ὄρος Ἀρκαδίας· ἐξ οὗ ὁ Λάδων ποταμός. Πεντελιθίζειν: διὰ τοῦ ˉε λέγουσιν. Πεντηκόνταρχοσ: ὁ τῆς πεντηκοστῆς τοῦ τέλους ἄρχων. Πεντηκοστολόγοι: τελῶναι· Μένανδρος. Πεντηκόνταρχοσ: ὁ τῆς πεντηκοντόρου ἄρχων· ἐκα λεῖτο δὲ πεντηκόντορος ἡ ὑπὸ πεντήκοντα ἐρεσσο μένη ναῦς. Πεντηκοστή: καὶ πεντηκοντεύεσθαι· καὶ πεντηκοστο λόγοι· πεντηκοστὴ μὲν, τὸ τέλος ὃ τελοῦσι· πεντη κοστεύεσθαι δὲ, τὸ πράττεσθαι τὴν πεντηκοστήν· πεντηκοστολόγοι δὲ, οἱ τὸ τέλος ἐκλέγοντες· ταῦτα δέ ἐστιν εὑρεῖν ἐν τωῖ κατὰ Μειδίου καὶ ἐν τωῖ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους· καὶ Ὑπερίδης ἐν τῶ ὑπὲρ τῶν Εὐβούλου δωρεῶν. Πεντετηρίσ: πενταετηρίς. Πεξάμενοσ: κτενίσας· ξάνας. Πέξαι: κεῖραι. Πεπαλμένοσ: βεβαμμένος· καὶ πεπαλκέναι λέγεται, τὸ ἐκπίπτειν τὰ πλοῖα. Πεπαλαγμένοσ: μεμολυσμένος· ἔνθεν καὶ παληλία, τὸ μολύνεσθαι τηῖ κόνει. Πεπάρηθοσ: νῆσος οὐκ ἄποθεν Εὐβοίας. Πεπαίνει: πραΰνει. Πεπαρμένον: πεπερονημένον· καθηλωμένον· τετρυπη μένον. Πεπαρωινήκασιν: ἡμαρτήκασι. pi. 412 Πέπειρον: ἀκμαῖον· εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. Πεπιναρωμένα: Πεπελτωμένα: πεπιναρωμένα. Πεπεμμένην λέγουσιν, οὐ μόνον ἀπεσταλμένην. Πεπιλημένη: συνεσφιγμένη. Πεπλαδικόσ: ὑγρανθέν· σεσηπός. Πεπλασμένον: κακοῦργον. Πέπλεκται: ἥττηται· Μένανδρος. Πέπλοσ: περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τηῖ Ἀθηναῖ τοῖς μεγάλοις Παναθηναίοις, οὐ μόνον παρὰ τοῖς ῥήτορσιν ἐστιν ἡ μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς. Πέπλον: περιβόλαιον· ἱμάτιον γυναικεῖον. Πεπνυμένοσ: συνετός. Πεποιωμένον: ποιότητα ἔχον. Πέπον: προσηνέστατε· προσφιλέστατε. Πέπονεσ: ἔκλυτοι· ἀσθενεῖς. Πεπρωμένη: εἰμαρμένη· τύχη· γένεσις. Πεπρωμένον: εἰμαρμένον· ὡρισμένον· πεπερασμένον ἀπὸ μοίρας εἰς πέρας. Πέποσχα: Δωριέων τινὲς τούτωι κέχρηνται· ὧν καὶ Στησίχορός ἐστιν. Πεπραδίδαι: πορδαί· ἢ γένος ἰχθύων ὅμοιον μεμβράδι. Πέπταται: ἥπλωται. Πεπυκασμένον: ἐσκεπασμένον· περιβεβλημένον· καὶ ἀπύκαστον, ἀσκέπαστον. pi. 413 Πέπυστο: ἠκηκόει. Περαῖ: πλέει. Περαίνοντασ: τελειοῦντας. Περαιτέρω: πλέον πάnu. Περγάμιον: δήμιον. Πέργαμον: τὴν πόλιν Ἴωνες λέγουσιν· οἱ δὲ πάντες τὰ ὑψηλά. Περγασῆθεν: δῆμος ἡ Περγάση τῆς Ἐρεχθηΐδος φυλῆς· τὸν μέντοι δημότην διχῶς λέγεσθαι φασί· Περγασέα τε καὶ Περγασῆθεν. Πέρδικος ἱερόν: παρὰ τηῖ ἀκροπόλει· Εὐπαλάμωι γὰρ ἐγένοντο παῖδες Δαίδαλος καὶ Πέρδιξ, ἧς υἱὸς Καλὸς, ωἷ φθονήσας ὁ Δαίδαλος τῆς τέχνης, ἔρριψεν αὐτὸν κατὰ τῆς ἀκροπόλεως· ἐφ' ωἷ ἡ Πέρδιξ ἑαυτὴν ἀνήρτησεν· Ἀθηναῖοι δὲ αὐτὴν ἐτί μησαν· Σοφοκλῆς δὲ ἐν Κωμικοῖς τὸν ὑπὸ Δαι δάλου ἀναιρεθέντα Πέρδικα εἶναι τούνομα. Πέρι: περισσῶς. Περίτρια: ἡ περιαγγέλλουσα τὴν ὥραν. Περιαγειρόμενοι: ὥσπερ οἱ νικηφόροι περιαγόμενοι ἀθληταί· Πολιτείας εʹ ἐπὶ τέλει· λέγεται γὰρ ὅτι τὸ μὲν ἐξαρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζο μένοις· ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνί ζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγ γένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ' ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ περισιά pi. 414 ζοντες πλέονος ἄξια ἐπετίθεσαν· οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας· οἱ δὲ χιτῶνας· ἐκ τούτου σύνηθες ἐγένετο κύκλω περιπορευομένους τοὺς ἀθλη τὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα· ὅθεν Σιμωνίδης περὶ Ἀστύλου φησὶν οὕτως· Τίς δὴ τῶν νῦν τοσάσδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων· ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτί μων. Περιαγέσ: ἐπικαμπές. Περιαγκώνισμα: [....] Περιαλγήσ: ὃς πενήρης τωῖ γόνωι καὶ τοῦ δράματος τοῦ Πλατωνικοῦ. Περιάγνυται: περικατακλᾶται· οἱονεὶ περιίσχεται. Περιαγοραῖοσ: λάλος. Περιαθρεῖν: περισκοπεῖν. Περίαλοσ: τὸ ἰσχίον. Περιαμησάμενοσ: θερίσας. Περιαμφί: κύκλωι. Περιάοιδοσ: ἐγκύκλιος ὠδή. pi. 415 Περιαυθαδίζεται: ἐν ὑπερηφανίαι ἀναστρέφεται· ἢ μέγα φρονεῖ περὶ ἑαυτοῦ. Περιαυτά πωσ: οἷον ἐγγὺς καὶ παρὰ μικρόν. Περιαυτίζεται: περὶ ἑαυτοῦ μέγα φρονεῖ· ἢ ἐν αὐτηῖ τηῖ λέξει ἐνδιατρίβει. Περιαυτολογεῖν: περὶ ἑαυτοῦ λέγειν, τουτέστι μετὰ ὑπερηφανίας. Περιβαλλομένουσ: προσλαμβανομένους. Περίβαλε: οἷον περίλαβε· καὶ κατὰ τὸ ἐναντίον λέγουσι· σπανίως δέ. Περιβάλλων: περιλαμβάνων. Περίβαρα: ὑποδήματα. Περιβαρίδεσ: ὑποδήματα γυναικῶν. Περίβλεπτοσ: ἔξοχος· μέγιστος. Περιγηθήσ: περιχαρής. Περιγράψαι: οἷον ἀποκτεῖναι· ἐπεὶ οἱ ἀποθανόντες περιγράφονται καὶ περιαιροῦνται τῶν ἀρχείων. Περιγίνεται: περιττεύει· Ἀριστοφάνης. Περιγυρίδα: περιφέρειαν. Περιδαρδάπτεσθαι: περικατεσθίεσθαι. Περιδεδόσθαι: τὸ συνθέσθαι· καὶ Ὅμηρος· Εἰ δ' ἄγε νῦν τρίποδος περιδώμεθον. Περιδεήσ: περίφοβος. Περίδειπνον: ἡ ἐπὶ τοῖς ἀποθανοῦσιν ἑστίασις γινο μένη. Περιδέξιοσ: ὁ καὶ τηῖ ἀριστεραῖ ἐργαζόμενος· παρὰ δὲ τωῖ Θεολόγωι λέγοντι, καὶ ὅπως ἀποφεύξηι τὸ pi. 416 σὸν περιδέξιον, περιδέξιόν ἐστι πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ ὃ βούλεται συνάγει. Περιδέραια: περιτραχήλια κόσμια. Περιδήλιον: πειρατήν. Περιδράττεσθαι: περιέχεσθαι. Περιδινοῦνται: περιστρέφονται. Περίδρομοσ: παντὶ περιέχεσθαι δυνάμενος. Περιδύεται: κρύπτεται· εἰσδύεται. Περιδοῦ: σύνθου· λέγουσι δὲ καὶ περὶ συνθήκης· οὕ τως Δίφιλος. Περιεῖπον: περί τινα ἦσαν φυλακτικῶς καὶ θερα πευτικῶς. Περιδώμεθα: συνθώμεθα. Περιεῖχεν: ὑπερεῖχεν. Περιειλάμενοσ: περιειλησάμενος. Περιεκόκκασα: περιεγέλασα καὶ κατωρχησάμην· Ἀριστοφάνης. Περιεκτικόν: περιέχον. Περιέπειν: φυλάσσειν· ἢ ἐνεργεῖν. Περιεπτισμένον: λελεπισμένον· περιεξεσμένον· περι κεκαθαρμένον. Περιερέττων: κωπηλατῶν. Περιεργάζεσθαι: ἀντὶ τοῦ πολυπραγμονεῖν. Περιέσσατο: περιεβάλετο. Περιέσεσθαι: περιγενήσεσθαι. Περίεσι: καθαρά. Περιεσκεμμένοσ: ἠκριβωμένος. Περιεσόμεθα: περιγενησόμεθα. pi. 417 Περιέστηκεν: περιίσταται· περιέστραπται. Περιέστηξαν: περιεκύκλωσαν. Περιεστήξει: περισταθήσεται. Περιέχεσθαι: ἀντέχεσθαι. Περιεχόμενον: ἀντιποιούμενον. Περιήγγελλεν: ἐκέλευεν. Περιῆλθεν: ἐξηπάτησεν. Περιῆν: ἐνίκα· περιεγίνετο· ὑπῆρχεν. Περιήτητοσ: ὁ περιπόρφυρος χιτών. Περιηχήθην: περιεψιθυρίσθην. Περίθετος κεφαλή: ἡ περιθέτη· Ἀριστοφάνης· Κεφαλὴ περίθετος ἣν ἐγὼ νύκτωρ φορῶ. Περιθοῖδαι: δῆμος τῆς Οἰνηΐδος φυλῆς· ἀπὸ Πειρίθου τοῦ Ἰξίονος· νόμος δ' ἦν Ἀθήνηισι ξένους εἰσδέχεσθαι τοὺς βουλομένους τῶν Ἑλλήνων· Θεσσαλοὺς δὲ ἐξαιρέτως ὑπεδέχοντο, διὰ τὴν Πειρίθου καὶ Θησέως φιλοξενίαν· τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν ἐκάλεσαν Περιθοίδας· Ἔφορος ἱστορεῖ ἐν γʹ. Περιθρέξει: περιδραμεῖ. Περιθειῶσαι: περικαθάραι. Περιθυρεῖν: περὶ θύρας εἶναι. Περιιόντα: περιερχόμενον. Περιιππεύων: περιτρέχων. Περιιστάμενοσ: φεύγων. Περιίστασο: ἀντιλαβοῦ· περισκόπησον. Περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον· ἢ τὸν γεγοητευμένον. pi. 418 Περικαλλέσ: λίαν καλόν. Πέριλλοσ: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· ὄνομα κύριον. Περικατατραπήσεται: ἀντὶ τοῦ περιτραπήσεται κά τω· συνήθως λέγουσιν. Περικόπται: κλῶπες. Περικεφαλαία: ἡ ἐκ τῶν τριχῶν. Περικνύων: περιξύων. Περικονῆσαι: περισπογγίσαι. Περικόρημα: τὸ περισάρωμα· κόρημα γὰρ λέγεται τὸ σάρον· ἀφ' οὗ καὶ νεωκόρος, ὁ τὸν ναὸν κορῶν καὶ σαρῶν. Περίνησα: περιβόλαια περιφερῆ καὶ νησοειδῆ· ὅμοια ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις χλαίναις· Μέ νανδρος Βοιωτίαι· Πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ. Περίνεωσ: ὁ δεύτερος ἱστὸς καὶ πάντα τὰ περιττά. Περινοεῖ: νοεῖ περιττῶς. Περίνεωσ: τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν· ὡς λειπόνεως, τοὺς λειποτάκτας· Θουκυδίδης. Περίνοια: ὑπερηφανία, ἢ μηχανὴ, ἢ τέχνη. Περινομαί: περιχωρίαι· Ἦσαν περινομαὶ τηῖ θεωῖ· Μένανδρος. Περινοστοῦντασ: περιερχομένους. Περίοδοσ: περιέλευσις· κύκλος. pi. 419 Περίοδοσ: Δημοσθένης Φιλιππικοῖς· περιοδικὰ νοσή ματα καλοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιγινόμενα· οἷον τριταίους, τεταρταίους καὶ τὰ ὅμοια· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲ νοσεῖν, ἀλλ' ὑγιεῖς εἶναι. Περιοίκιον: ὁ περὶ τὴν πόλιν, ἢ ὁ περὶ τὴν ἔπαυλιν τόπος. Περιοίκιον: Ἰσαῖος ἐν τωῖ πρὸς Μενεκράτην· καὶ τὸ περιοίκιον καὶ τὴν οἰκίαν· μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον. Περιοίσειν: τὸ περιέσεσθαι καὶ ἀνθέξειν· Θουκυδίδης ζʹ· σημαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου. Περιοιστικόσ: ὁ φορητός. Περιόν: ὑπερβάλλον. Περὶ ὄνου σκιᾶσ: παροιμία ἐπὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περίοπτον: περιθέατον· μέγα· ὑψηλόν. Περιορᾶσθαι: καραδοκεῖν· ἀποθεωρεῖν· περισκέπτεσ θαι· φροντίζειν· Θουκυδίδης· καὶ τοὺς Μεγαρέας περιορωμένους ποτέρων ἔσται ἡ νίκη· καὶ πάλιν· περιορωμένους τὸν πόλεμον· λέγει· καὶ, ὁ Βρασίδας τῆς Μένδης περιορώμενος. Περιόργωσ: ἄγαν παρωρμημένος. Περιοργήσ: ὡς περιχαρής· ἐν δʹ Θουκυδίδης εἴρηκεν· ὀργιζόμενος. Περιορίσαι: περινοῆσαι. pi. 420 Περιορισθῆναι: γνωρισθῆναι· ἢ ὑπὸ ὅρον γενέσθαι. Περιορισμόσ: ἐξορισμός. Περιοχή: περιπέτεια· καὶ ὑπόθεσις· θλίψις· συνοχή. Περιόψεται: παρίδηι· καταφρονήσει. Περιουσιασμόσ: πλῆθος· ὕπαρξις φυσική. Περιπαθῶσ: συμπαθῶς· λυπηρῶς. Περιπείρει: περικεντεῖ. Περιπέτεια: προπέτεια· ἢ σύμπτωμα, ἢ σύμβασις. Περιπετῆ γενέσθαι: περιπεπτωκέναι [πλήρη]. Περίπλεον: πλήρη. Περὶ πλήθουσαν ἀγοράν: περὶ ὥραν τετάρτην· ἢ πέμπτην ἢ ἕκτην· τότε γὰρ μάλιστα πληθύει ἡ ἀγορά. Περὶ πόδα: οἷον ἁρμόττον σφόδρα· ὡς τὰ ὑποδήματα τοῖς ποσί· Πλάτων· Ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα· καὶ ἐν Σκευαῖς· Καὶ τοῖς τρόποις ἁρ μόττον ὥσπερ περὶ πόδα. Περιποιήσει: κτήσεται. Περιποίησιν: κτῆσιν. Περίπολοσ: οἱ ἔφηβοι περίπολοι τῆς χώρας καὶ φύ λακες ἐγένοντο, προγυμναζόμενοι εἰς τὰ πολέμια. Περὶ πολλοῦ ποιοῦ: τίμα· θεράπευε. Περίπολοσ: Ἀριστοτέλης ἐν τηῖ Ἀθηναίων Πολιτείαι περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τωῖ θεάτρωι γινομένης, λα βόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περι πολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακ τηρίοις· παρατηρητέον δὲ, ὅτι ὁ μὲν Ἀριστοτέλης pi. 421 ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίνεσθαι τοὺς ἐφήβους· ὁ δὲ Αἰσχίνης δύο. Περιπολῶν: περιτρέχων. Περίπτερα: ἀποσπινθηρισμοί· καὶ περίπτερον, παν ταχόθεν ἐξέχον. Περιπτώσεισ: συμφοράς. Περίπυστον: ἐξάκουστον· διαβόητον. Περιρρηδεῖσ: οἱ ἐπὶ ὀχημάτων· ἢ οἱ ἐπικείμενοι· ἢ οἱ ἐρριμμένοι. Περισσά: τὰ ἐν τηῖ ἀριθμητικηῖ καλούμενα ἄζυγα· οἷον, ἓν, τρία· καὶ τὰ ὅμοια· ἄρτια δὲ τὰ ζυγά· οἷον, δύο, τέσσαρες. Περίσημα: διαβόητα. Περισκελέσ: σκληρόν· δυσχερές. Περισκελῆ: βρακία· φημινάλια. Περισκεπέσ: κεκαλυμμένον. Περίσκεπτον: (ἀφ' οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν.) Περισκυθίσαντεσ: σπαράξαντες. Περισκυτίζοντοσ: ἐκδερματίζοντος. Περισπᾶν: ἐξαπατᾶν· καὶ τὸ μετὰ βίας ἀφαιρεῖσ θαι τί. Περισπώμενοσ: ἐμπαιζόμενος· ἐξαπατώμενος. Περισο: περιφέρειν· Εὐριπίδης. Περισσαίνεται: τὸ περισσὸν θυμοῦσθαι καὶ ὀργίζεσθαι. Περισσοεπῆσαι: περισσολογῆσαι. Περισταδόν: περιεστῶτες. pi. 422 Περίστασιν: Δείναρχος Τυρρηνικωῖ· μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντος, περίστασιν ποιήσουσιν· οὗ καὶ μαρτυρεῖν ἀξιοῦντος, καὶ τὰ ἑξῆς· μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον· ἐν κύ κλωι περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτωῖ, καὶ μαρτυρεῖν ἠνάγκαζον· ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχηι τωῖ, περίστατόν με ἐποίησαν· ἐν ἐνίοις δὲ παράστασιν ἀντὶ τοῦ περίστασιν γράφεται. Περίστατοι: Ἰσοκράτης ἐν τωῖ περὶ τῆς ἀντιδόσεως· θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις· ἀντὶ τοῦ, περὶ ἃς κύκλωι ἵστανται οἱ θεώμενοι. Περιστεῖλαι: περικαλύψαι. Περιστένεται: περιτείνεται· στενοχωρεῖται. Περίστενοσ: οὗτος δράκων καλεῖται. Περιστερόν: ἀρσενικῶς· Φερεκράτης. Περιστέρνιον: τὸ περιστερνίδιον· ἔστι δὲ κοσμάριόν τι. Περιστίξαι: περικυκλῶσαι· περιελθεῖν· περιελάσαι· ἀπὸ τοῦ στίχους. Περιστίαρχοσ: ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν· ἀπὸ τῆς ἑστίας ἢ τοῦ περιστείχειν· Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, περίστια, φησὶ, προσαγορεύεται τὰ καθάρσια· καὶ οἱ τὰ ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περι έρχονται χοιροφοροῦντες· ἑκάστου τῶν ἱερῶν οἰκίαις pi. 423 περιειλημμένου δημοσίαις· καὶ περίδρομον ἔχον τες. Περιστοιχίζεται: περιαιρεῖ· λαμβάνει· ἀπὸ μετα φορᾶς τῶν κυνηγῶν· οἵτινες στοίχους περιβάλλου σιν τοῖς ὄρεσι· στοῖχοι δέ εἰσιν αἱ λεγόμεναι στά λικες. Περιστοιχίζεται: Δημοσθένης ἐν Φιλιππικοῖς· μέλ λοντας ἡμᾶς, φησὶ, καὶ καθημένους περιστοιχίζε ται· ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στίχους, καταπεταννύντες αὐτῶν δίκ τυα· ἵνα, ἐὰν αὐτοὺς ἐκφύγηι τὰ θηρία, εἰς τὰ δίκ τυα ἐμπέσηι· ἔνια μέντοι τῶν ἀντιγράφων περιστοι χίζεται ἔχει· ἄλλα δὲ περισχοινίζεται. Περιστοιχίσαντοσ: περιλαβόντος. Περίστοιχον: Δημοσθένης ἐν τωῖ πρὸς Νικόστρατον· φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν· Δί δυμος δέ τι γένος ἐλαῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσεν· μήποτε δὲ νῦν ὁ ῥήτωρ περιστοίχους κέκληκεν, τῶν κύκλωι περὶ τὸ χωρίον ἐν στοίχωι πεφυκότων. Περιστολή: περιβολή· ἐπαγωγή. Περίστωιον: περίστυλον στοὰς ἔχον. Περισφάτως ἔχων: περιωδύνως. Περισχέσθαι: ἀγαπῆσαι. Περισχιδέσ: οἰκετικὸν ὑπόδημα. pi. 424 Περισχών: κατασχών· περιβαλών. Περιτελλομένων: περιερχομένων. Περιτεύξεται: συντύχηι· περιπεσεῖται. Περιτροπηῖ: ἐν περιόδωι. Περιτρόχαλα κείρονται: Ἡρόδοτος. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶσ: Δημοσθένης ἐν Φιλιπ πικοῖς· Δίδυμος φησὶ τὴν περὶ ὄνου σκιᾶς παροι μίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος, περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. Περιττότησ: δύο σημαίνει ἡ λέξις· τό, τε ὑπερβάλ λον, οἷον, εἰς περιττότητά σε φιλῶ· καὶ τὸ μὴ ἀναγκαῖον, ἀλλ' ἄχρηστον. Περιτυλίξασ: περιειλήσας. Περιφερέσ: κύκλωι στρογγύλον. Περιφοιτῶντα: περιερχόμενα. Περιφορά: κίνησις. Περιφοριῶσθαι: Λυσίας· τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ περιφοριῶσθαι· ἐπὶ τοῦ ἀνα κεκλιμένου Εὐφορίων κέχρηται τωῖ ὀνόματι· εἰσὶ δέ τινες ὀφθαλμοὶ, κεχαλασμένα τὰ βλέφαρα ἔχοντες καὶ οἱονεὶ μύοντες· ἐὰν δὲ γράφηται πεφο ρινῶσθαι, εἴη ἂν πεπαχύνθαι· ἀπὸ τῆς φορίνης· τάσσουσι γὰρ ἐπὶ ἀνθρώπων τὴν φορίνην. Περιφρονεῖν: ὑπερφρονεῖν. Περίφρων: περισσόφρων. Περιφύσ: περιπλακείς. Περιχάρειαν: περιττὴν χαράν. pi. 425 Περιχλαινίζεται: περιβάλλεται. Περίχολοσ: ὑπέρχολος. Περίψημα: κάταγμα· ἢ ὑπὸ τὰ ἴχνη· ἢ ἀπολύτρω σις· οὕτως ἐπέλεγον τωῖ κατ' ἐνιαυτὸν ἐμβαλλο μένωι τηῖ θαλάσσηι νεανίαι ἐπὶ ἀπαλλαγηῖ τῶν συνεχόντων κακῶν· περίψημα ἡμῶν γενοῦ· ἤτοι σωτηρία καὶ ἀπολύτρωσις· καὶ οὕτως ἐνέβαλον τηῖ θαλάσσηι, ὡσανεὶ τωῖ Ποσειδῶνι θυσίαν ἀπο τιννύντες. Περιψῆν: διὰ τοῦ ˉη, οὐ περιψᾶν. Περιωδυνίαν: ἀλγηδονίαν καὶ περιττὴν ὀδύνην. Περιωπή: ἀκρώρεια· ὑψηλὸς τόπος. Περιωπή: καὶ πισύνη· καὶ πύστις· πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδηι· καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. Περιώσασ: ὠθήσας. Περκάζει: πεπαίνει· μελανίζει. Περκνόσ: μέλας. Πέρπεροσ: ὁ μετὰ βλακείας ἐπηρμένος· οἷον, λάλος· προπετής· μηδὲν λογισμωῖ ποιῶν. Περσέα: καὶ Θησέα καὶ Αἰγέα καὶ Ἀχιλλέα· καὶ τῶν ὁμοίων πάντων, ἐκτείνουσι τὸ ˉα τὸ τελευταῖον, καὶ ἐπὶ τῆς αἰτιατικῆς πτώσεως. Περσικά: καὶ περιβαρίδες· ὑποδημάτων εἴδη. Πέσημα: πτῶμα. Πεσκέων: δερμάτων. pi. 426 Πεσσεύων: μετατίθησι τὴν γνώμην ἐπὶ τὸ κρεῖσσον· ἀπὸ τῶν πεσσῶν. Πεσσοί: αἱ παιδιαὶ ἀπὸ τῶν πεσσῶν, οἵπέρ εἰσιν ἀστράγαλοι. Πεστικόν: τὸ παρὰ Θετταλοῖς θητικὸν, ὡς τὸ Εἰ λωτικὸν παρὰ Σπαρτιάταις. Πετάλοισ: φύλλοις. Πέταυρα: τίγνα. Πέταχνον: ποτήριον ἐκπέταλον. Πεταχνοῦνται: ἐξυπτιοῦνται· τρυφῶσιν. Πέτευρον: παγίς· βάθος. Πέτευρον: πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ καὶ μετέω ρον ξύλον· Ἀριστοφάνης ἐν τῶ ˉε. Πετρήεσσα: πετρώδης· βαθεῖα. Πετρόβλητον: τὸ ὑπὸ πέτρας τιτρωσκόμενον· καὶ πετροβλήτους νεφροὺς, τοὺς ὑπὸ λίθων βαλλομένους καὶ πάσχοντας. Πεττεύει: μεταφέρει· ἀπὸ τῶν πεττῶν, τουτέστι τῶν κύβων. Πεττεία: ἡ διὰ ψήφων παιδιά· ἔστι δ' ὅτε καὶ γεω μετρίαν λέγουσι. Πεττεύουσι: ταβλίζουσιν. Πέττουσιν: ἀρτοποιοῦσιν· καὶ πέττουσα, ἀρτοποι οῦσα. Πεττοί: βόλια ἐν οἷς ταβλίζουσιν. Πευθῆνεσ: ἐπήκοοι. Πεύσομαι: ἐρωτήσω. pi. 427 Πεφασμένον: εἰρημένον ἢ πεφανερωμένον. Πεφασμένοσ: ἀντὶ τοῦ γεγενημένος· Λυκοῦργος· Λυ σίας δὲ ἀντὶ τοῦ φανερὸς λέγει. Πεφενάκικεν: ἠπάτησεν. Πέφηνασ: τὸ εἴρηκας· Μένανδρος. Πέφηνεν: ἐφανερώθη. Πεφρυγμένα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα χίδρα, σίτου καὶ κριθῆς. Πεφρασμένοσ: παρεσκευασμένος εἰς τὸ φρασθῆναι· προσεκτικὴν ἔχων διάνοιαν· Αἰσχύλος. Πεφοριρῶσθαι: πεπαχύνθαι τὸ δέρμα τοῦ ὀφθαλμοῦ· κατ' ἔνδειαν δὲ πρόκειται τοῦ ˉν· φορίνιον γὰρ λέγε ται τὸ παχυνθὲν δέρμα τοῦ ὀφθαλμοῦ. Πέφρικα: ἀπὸ τοῦ φρίκη. Πέφυκεν: φύσει ὑπάρχει. Πεφυκώσ: φύσει ὑπάρχων. Πεφυσιγγωμένοι: οἷον ἐσκοροδισμένοι· φύσιγγες γὰρ αἱ τῶν σκορόδων ἐντεριῶναι. Πεφώραται: πεφανέρωται· εὕρηται. Πεφωρημένα: ἐνηνεγμένα. Πέψει: πραΰνη. Πηῖ: ποῦ· εἰς τίνα τόπον· Πηῖ δὴ τόνδε μολοβρὸν ἄγεις· ἔστι δὲ Ἰακόν· τὸ δὲ ποῖ Ἀττικόν. Πηγαί: τόπος ἐν Μεγάροις καὶ Βυζαντίωι. Πηδάλια: οἴακες· αὐχένες. Πηκτίσ: πανδούριον· ἤτοι Λύδιον ὄργανον, χωρὶς πλήκτρου ψαλλόμενον. pi. 428 Πηκτὸς θάνατοσ: ὁ τοῦ Αἴαντος· περιεπάγη γὰρ τωῖ ξίφει. Πηλέως μάχαιρα: παροιμία· ταύτην ἀναγράφει καὶ Ἀριστοφάνης οὕτως· μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐν τηῖ μαχαίρηι· ἐδόκει σωφροσύνης γέρας Ἡφαι στότευκτος ἣν εἰλήφει μάχαιραν ὁ Πηλεύς· λαμ βάνεται δὲ ἐπὶ τῶν σπανίων καὶ τιμιωτάτων κτη μάτων· διὰ γὰρ σωφροσύνης ὑπερβολὴν παρὰ θεῶν λαβεῖν φασὶ τὸν Πηλέα ξίφος, Ἡφαίστου κατα σκευάσαντος. Πήλασθαι: κληρώσασθαι. Πηλαμύσ: διὰ τοῦ ˉυ. Πήληξ: δῆμος Λεοντίδος. Πήληκα: περικεφαλαίαν. Πηλὸς οὗτοσ: ἀντὶ τοῦ ἀναίσθητος εἰς ὑπερβολήν. Πήλυξ: ῥαγάς. Πῆμα: κακόν· βλάβη· δυστυχία. Πημαίνει: κακοῖ· βλάπτει. Πηῖ μέν: ὅπου μέν. Πημηίνειαν: βλάψειαν· διαφθείρειαν. Πηνήκη: περικεφαλαία τριχωτή· καὶ περιθέτη κόμη· ἔνθεν καὶ πηνηκίζειν τὸ ἀπατᾶν· τῆς δὲ περιθέτης κόμης, τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνήκην ἐκάλουν. Πηνίκα: πότε. Πηνίον: ὁ ἄτρακτος, ἐν ωἷ εἰλεῖται ἡ κρόκη. Πηνίον: ζωῖον ὅμοιον κώνωπι· Ἀριστοφάνης Νεφέ λαις· Κείσεσθον ὥσπερ πηνίω κινουμένω· ἀντὶ pi. 429 τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρεφῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν· ὅτι δὲ κώνωπος εἶδος ἐστι, Σπεύσιππος ἐν τωῖ βʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον· ἐμπίς· κώνωψ. Πηνώμενον: πηνιζόμενον· τριβόμενον. Πῆροσ: ὁ παντάπασι μὴ ὁρῶν. Πήχεων: οὕτως· οὐ πηχῶν· ὡς καὶ πήχεως, οὐ πήχους. Πηγύνη: κνίκος, ὁ τὸν τυρὸν πηγνύων. Πίδακεσ: σταγόνες· πηγαί. Πίδαξ: πηγὴ ἢ σταγών. Πιεζόμενοσ: βαρούμενος· δαμαζόμενος. Πιερίδεσ: αἱ Μοῦσαι αἱ ἐν Μακεδονίαι. Πιερία: ὄρος. Πιθάκνη: μικρὸς πίθος, ὃν οἱ παλαιοὶ φιδάκνην λέ γουσιν. Πιθανούσ: τοὺς εὐπειθεῖς· Ξενοφῶν Κύρου παιδείαι· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι· ὥσπερ φοβεροὺς τοὺς φοβουμένους Θουκυδίδης. Πιθανώτατος τοῖς πολλοῖσ: ὁ πιστικώτατος καὶ πεί θων τοὺς πολλοὺς παρὰ Θουκυδίδηι. Πῖλον χαλκοῦν: εἶδος περικεφαλαίας εἰς ὀξὺ ἠγμένης. Πιλήσεσιν: πυκνώσεσιν. Πίλοισ: πιλωτοῖς. Πιμελή: πάχος· λιπαρότης. Πίμπραται: καίεται· ἐμπυρίζεται. Πινάκια: τὰ καθιέμενα ἀντὶ τῶν κλήρων ὑπὸ τῶν pi. 430 κληρουμένων· ἔοικεν δὲ ταῦτα εἶναι χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τωῖ περὶ τοῦ ὀνόματος· ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγηι ὁ ῥήτωρ· μικρὸν, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν πινάκιον, τυχὸν πινάκιον λέγει, εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα κατὰ τῶν εἰσαγγελλομένων. Πινάκιον: σύμβολον δικαστικὸν, χαλκοῦν ἢ πύξινον· ἐν ωἷ γέγραπται τὸ ὄνομα τοῦ κρινομένου καὶ ὁ δῆμος καὶ τὰ γράμματα, ἀπὸ ˉλ ἕως ˉκ· ἦσαν γὰρ δέκα φυλαί. Πινακοπώλην: ὀρνιθοπώλην· τίλλοντες γὰρ αὐτὰ ἐπὶ πίνακος ἐτίθεσαν οἱ πωλοῦντες. Πίννα: εἶδος ὀστρέου. Πίναξ: σανὶς ἐζωγραφημένη. Πιναρά: εὐτελῆ· ῥυπαρά· ταπεινά. Πινώδησ: ῥυπαρά. Πιννοτήρησ: καρίδιον ἢ καρκινίδιον ἐγκαθήμενον ταῖς πίνναις, οὗ στερηθεῖσαι διαφθείρονται· λέγεται δὲ καὶ πιννοφύλαξ. Πίονα: εὐδαίμονα· λιπαρά· καὶ εὐτραφῆ. Πιππίζειν καὶ τιτίζειν: μίμησις ὀρνέων φωνῶν. Πίσαι: ποτίσαι. Πίσον: τὸ ὄσπριον· Ἄλεξις. Πισσοκωνήτωι πυρί: τωῖ εὐκαύτωι· ἐπεὶ τὰ καιό μενα πίσσηι χρίεται· Αἰσχύλος Κρήσσαις. pi. 431 Πιστήριον: ποτιστήριον. Πισύγγιον: σκυτίον. Πισυνόσ: πεπιστευκώς· τεθαρρηκώς. Πιτάνη: φυλὴ καὶ τόπος τῆς Λακωνικῆς· λόχος δὲ οὐκ ἐγίνετο Πιτανάτης· ὡς Θουκυδίδης. Πιτάνη εἰμί: αὕτη παρὰ Ἀλκαίωι κεῖται· λέγεται δὲ κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων ἅμα καὶ εὐπραξίαις· παρ' ὅσον καὶ τηῖ Πιτάνηι τοιαῦτα συμβέβηκε πράγματα· ὧν καὶ Ἑλλάνικος μέμνη ται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισ θῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι. Πιτυάνη: ἀσκὸς μικρός. Πιτθεύσ: δῆμος τῆς Κεκροπίδος ἡ Πιτθίς. Πίτυλοσ: κτυπητής· φαντασιοσκόπος. Πλάγγων: κοροκόσμιον κήρινον· ὅπερ δάγυνον οἱ Ἴωνες. Πλαγίωσ: δολίως. Πλαδαρόν: χαῦνον· ὑγρόν· πλάδος γὰρ καὶ πλά δωσις. Πλάδανον: ωἷ διαπλάττουσι τοὺς ἄρτους. Πλάδοσ: δούλου ὄνομα. Πλαδῶσιν: ὑγροῖς· χαύνοις· ἀσθενέσιν. Πλαίσιον: τετράγωνος τάξις στρατεύματος· καὶ τὸ ἐκ ξύλων τετράγωνον πῆγμα, ὅ τινες πλινθίον κα λοῦσιν. Πλαισόσ: οὐ κἀν τωῖ ˉβ βλαισός· ὁ γονύκρουσος· οἱ Ἴωνες ἐγγονύκρουστος. pi. 432 Πλάξ: καὶ ἡ γαστὴρ καὶ τὸ ἐν τωῖ πλακοῦντι ῥύμμα. Πλάκα: τὴν χώραν ἢ τὴν γαστέρα. Πλάνον: τὴν πλάνην ἐνίοτε λέγουσιν ἀρρενικῶς. Πλανύττειν: πλανᾶσθαι ἢ πλανᾶν. Πλάστιγξ: τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. Πλαταγώνιον: τὸ μηδέν· κυρίως δὲ τὸ τῆς μήκωνος φύλλον· καὶ τὸ τῆς ἀνεμώνης, ἀπὸ τοῦ πλάσσειν, τουτέστιν ἠχεῖν· καταχρηστικῶς δὲ ωἷ τινι οὖν πλάτος ἔχοντι, ὅθεν καὶ ἡ πλάτη· ἐσημειοῦντο δὲ ἀπ' αὐτοῦ τὴν τῶν ἐρωμένων στοργήν· τιθέντες ἐπί τε τοῦ ἀντίχειρος καὶ τοῦ λιχανοῦ· καὶ ἀντικόπ τοντες· καὶ εἰ μὲν ἤχησεν, ἐστέργοντο. Πλατά: προσπελαστά. Πλαταμών: πολὺς ποταμός· καὶ τὸ παραθαλάσσιον πλατὺ χωρίον. Πλατιάζειν: ἀλαζονεύεσθαι. Πλατιάσαι: τὸ πλατείαι τηῖ χειρὶ παῖσαι· Φερε κράτης. Πλατίστακοσ: τὸ γυναικεῖον αἰδοῖον. Πλατυγίζει: τοῖς πτεροῖς κρούει. Πλέα: πλήρη. Πλέασ: πλείους. Πλέθρα: μέτρα γῆς ἠγοῦν ἄρουραι· ἢ τοὺς διύγρους τόπους καὶ βοτανώδεις· ἔχει δὲ τὸ πλέθρον πήχεις ξ ʹ δίμοιρον. pi. 433 Πλέθρισμα: δράμημα. Πλέθρον: τὸ τοῦ σταδίου ἕκτον μέρος· ὅπέρ ἐστι πηχῶν ξηʹ· ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρα κοσίων. Πλείω καὶ πλέω: ἄμφω Ἑλληνικά. Πλέκοσ: πλέγμα. Πλειόνωσ: καὶ τὸ πολὺ λέγουσι καὶ πλέον. Πλειστηριάσαντεσ: ἀντὶ τοῦ ὑπερβάλλοντες ἐν τηῖ τιμηῖ τῶν πιπρασκομένων· οὕτως Λυσίας καὶ Πλάτων ὁ κωμικός. Πλειστηριάσασ: πλείονος πωλήσας οὗ ὠνήσατο. Πλειστοβολεῖν: διαπαίζειν. Πλειστοβολεῖν: λέγουσιν ὡς ἡμεῖς Ἀττικοί. Πλειστόσ: ποταμὸς Δελφῶν. Πλεῖστον ὅσον: (πολύ.) Πλεκτάναι: οἱ πόδες τοῦ πολύποδος. Πλευμονίαν: νόσον τὴν ἐρωτικήν. Πλεύμων: διὰ τοῦ ˉλ· καὶ Ὅμηρος· πάγη δ' ἐν πλεύμονι χαλκός. Πλῆγμα: βῆμα. Πλῆκτρα: τὰ τῶν ὀρνίθων κέντρα. Πλῆμα: πλήρωμα. Πλημμέλεια: πολλὴ ἀμέλεια. Πλημμελεῖν: τὸ ἀτακτεῖν, καὶ ὑβρίζειν καὶ ῥαθυμεῖν· καὶ πλημμελὲς, τὸ ἐκμελὲς καὶ ἀπαίδευτον· Λύσις· τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν, πλημμελές· pi. 434 Νόμων θʹ· σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημ μελῶς ἂν δόξειε λέγειν. Πλῆμναι: χοινικίδες. Πλημμύρα: οὐ πλήμνη λεκτέον· καὶ πλημμυρίδα. Πληρωτήσ: Δημοσθένης κατὰ Ἀριστογείτονος· πλη ρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις· εἶεν δ' ἂν οὗτοι οἱ παρ' ἡμῖν καλούμενοι ἐρανάρχαι. Πλησιφαήσ: ἡ πληροσέληνος ἡμέρα. Πλινθεύεται: ἐξαπατᾶται· ἀπὸ τῆς ἀναισθησίας τοῦ πηλοῦ. Πλινθιεῖον: ὁ τόπος ἐν ὧ πλίνθοι πλάττονται· οὕτως Λυσίας. Πλωΐζει: πορεύεται· πλοῦς γὰρ καὶ ἡ ὁδός. Πλοιάρια: ὑποδήματά τινα. Πλόϊμα: πλευστικά· ἢ τὰ πλωῖ πεμπόμενα. Πλόϊμοι: πλόκαμοι. Πλοιάριον: λεκτέον ὡς παιδάριον· Ἀριστοφάνης. Πλοῖ: τὸ πληθυντικὸν οἱ πλόες· καὶ τοὺς πλοῦς· ἐς τὴν τῶν πλῶν χρείαν, φησὶ Πλάτων. Πλοκαμῖδα: Μένανδρος καὶ οἱ ἄλλοι. Πλοκαμίσ: ὁ οὖλος βόστρυχος· κατὰ συστολὴν δὲ ἐκφέρεται· καὶ ἡ τῶν τριχῶν ἐμπλοκή. Πλόκιον: ἁλυσίου χρυσείου πλοκή. Πληθόχωρον: τὸ πολλὰ χωροῦν. Πληθόχοροσ: ὁ πολλὰ χορεύων· ἢ ὁ περὶ αὐτὸν πλῆ θος χορείας συνιστῶν. pi. 435 Πληθοχορεία: ἡ ἐπὶ πολὺ ἐκτεινομένη χορεία. Πλόκιον Γοργάδοσ: τὸν δοθέντα πλόκαμον τῆς Γορ γόνης Ἀστεροπηῖ τηῖ Κηφέως· καθ' ὃν χρόνον Κη φεὺς Ἡρακλεῖ συνεστράτευσεν εἰς Λακεδαίμονα, ἵνα τούτου ἀποδημοῦντος, ἡ πόλις ἀπόρθητος μείνη. Πλύνεται: λοιδορεῖται· αἰσχρῶς ὑβρίζεται. Πλόχανον: πλέγμα ωἷ ὁ σῖτος καθαίρεται. Πλυνοί: πύελοι ἐν οἷς πλύνουσιν. Πλυντήρια: ἑορτὴ Ἀθηναίων. Πλύσμα: οὐ πλύμα. Πλῶτεσ: εἶδος ἰχθύων. Πλωθεύσ: Πλωθεία δῆμος τῆς Αἰγηΐδος, καὶ ὁ δημό της Πλωθεύς. Πλωτόν: πλεόμενον. Πνεύσασ: σφοδρῶς ὀργισθείς. Πνιγεύσ: ὁ φοῦρνος. Πνῖγοσ: καῦμα. Πνύξ: Ἀθήνηισιν ἐκκλησία· ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τὸν ὄχλον ἐκεῖ· ἢ ἀπὸ τοῦ πυκνὰ εἶναι τὰ περὶ αὐ τὴν οἰκήματα. Πόα: ἑκάστη βοτάνη οὕτως λέγεται· ἡ δὲ σμή χουσα, ποία λέγεται παρὰ Δημοσθένει καὶ Λυ σία. Ποάστριαι: αἱ τὴν πόαν ἐκλέγουσαι τοῦ σίτου καὶ τὴν καλάμην. Ποδανιπτῆρα: καὶ λεκάνην λέγουσιν. Ποδαπόν: διὰ τοῦ ˉδ, οὐχὶ διὰ τοῦ ˉτ· ἔστι γὰρ οἷον ποίου δαπέδου. pi. 436 Πόδεια: ἐνειλήματα ποδῶν. Ποδεών: κυρίως τοῦ ἀσκοῦ τὰ προύχοντα· ἤτοι τῶν ποδῶν τὰ δέρματα. Ποδηγέστερον: ὁδηγητικώτερον. Ποδήρησ: ἕως τῶν ποδῶν χιτών· οἱ δὲ τὸ συρραπ τόμενον εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορφύρας ἢ βύσσου ῥάκιον. Ποδοκάκη: ξύλον ωἷ ἐν εἰρκτηῖ τοὺς πόδας ἐμβάλ λοντες συνέχουσιν· ὃ παρὰ Ῥωμαίοις κοῦσπος λέ γεται. Ποδοκάκη: Δημοσθένης κατὰ Τιμοκράτους· τὸ ξύλον τὸ ἐν τωῖ δεσμωτηρίωι οὕτως ἐκαλεῖτο· ἤτοι παρεμ βεβλημένου τοῦ ἑτέρου ˉκ, ποδῶν τις κάκωσις οὖσα· ἢ κατὰ συγκοπὴν, ὡς Δίδυμος, οἷον ποδοκατόχη. Ποδοστράβη: ποδοστράβας ἔλεγον μηχανήματα τινὰ ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα· εἰς ἃ τὰ θη ρία ἐμβαίνοντα ἡλίσκετο· οὕτως Ὑπερίδης καὶ Ξε νοφῶν. Ποδοστράβη: εἶδος πάγης· ωἷ οἱ κυνηγοὶ πρὸς τὰς θήρας ἐχρῶντο. Πανδώνυχον: ἐσθὴς τῆς Πανδρόσου κυκλοτερής. Πόει: χωρὶς τοῦ ˉι λέγουσι. Πόθεν: ἐκ τόπου. Πόθι: ποῦ. Ποῖ θεῖσ: ποῦ τρέχεις. Ποιήεσσαν: σιτοφόρον. Ποίαν: πᾶσαν βοτάνην. pi. 437 Ποιητέον: ἀντὶ τοῦ ἃ δεῖ ποιεῖν. Ποιήσειασ: καὶ γράψειας· καὶ ποιήσειαν καὶ γρά ψειαν Ἀττικοὶ μᾶλλον· οἱ Ἴωνες δὲ καὶ οὕτω, καὶ ποιήσαις καὶ γράψαις. Ποίθιοι: τέσσαρες ἄνδρες αἱρετοὶ παρὰ Λάκωσιν· δύο καθ' ἕκαστον βασιλέα σύσσιτοι. Ποῖ: εἴς τινα τόπον· τὸ δὲ ποῦ, ἔν τινι τόπω καὶ εἴς τινα τόπον. Ποῖ· ἦχος· Ποῖ: ἐγγύς· εἴς τινα τόπον· Ἐρατοσθένης δὲ τὸ ἐγγύς. Ποικιλομήτησ: ποικιλόβουλος. Ποικιλτικήν: πολυμιταρικήν. Ποικιλόστερον: ποικιλόβουλος. Ποικιλτήσ: ὁ ποικίλα ποιῶν ἔργα. Ποικίλον: τὸ Διονυσιακὸν ἱμάτιον οὕτως ἔλεγον. Ποιμένασ: καὶ ἐπὶ θηλυκοῦ λέγουσιν. Ποιμάνωρ: ποιμανδρῶν. Ποινήν: τιμωρίαν· ἀντέκτισιν· πρόστιμον. Ποιναν καὶ ἄποιναν: τὸ λύτρον· Σόλων. Πλοκάδεσ: τρίχες. Πολέμαρχοσ: ἀρχὴ τίς ἐστι παρ' Ἀθηναίοις οὕτω καλουμένη· ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων· δι οικεῖ δὲ οὗτος ἄλλά τε καὶ εἰσάγει δίκας, τάς τε pi. 438 τοῦ ἀποστασίου, καὶ ἀπροστασίου, καὶ κλήρων, καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων ἔστι, ταῦτα τοῖς μετοίκοις ὁ πο λέμαρχος· ἔστι δὲ καὶ κύριον ὄνομα, ὁ τοῦ Λυσίου ἀδελφός. Πολέμαρχοσ: Ἀθήνηισιν ἄρχων εἷς τῶν θʹ· οὗτος τὸ μὲν παλαιὸν τῶν ἐν πολέμοις ἡγεῖτο· ἀφ' οὗ καὶ τὴν κλῆσιν ἔχει· ὕστερον δὲ τῆς ἡγεμονίας ἐκείνης ἀφαιρεθεὶς, προειστήκει μὲν τῶν τε ξένων καὶ τῶν μετοίκων· οὐκ ἤμειψε δὲ τὴν κλῆσιν. Πολεμησείειν: πολεμητικῶς ἔχειν· Θουκυδίδης ἐν τηῖ αʹ· ὡς καὶ τὸ Ὁμηρικόν· Τῶ ῥ' οἵγ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο· οὕτως καὶ γαμησείειν Ἀττι κοὶ φασὶ καὶ ἄλλας φωνὰς οὕτως σχηματίζου σιν. Πολεμιστὴς ἵπποσ: οὐχ ὡς ἄν τις οἰηθηῖ, ὁ εἰς τοὺς πολέμους ἐπιτήδειος, ἀλλ' ὁ ἐν τοῖς ἀγῶσι σχῆμα φέρων, ὡς εἰς πόλεμον εὐτρεπισμένος· ἦν γὰρ τοι οῦτον ἀγώνισμα. Πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολεμεῖν· ἰστέον δὲ ὅτι τὰ τοιαῦτα θετικὰ ἐπιῤῥήματα ἔχου σιν ἐν αὐτοῖς ἢ χρὴ ἢ τὸ δεῖ· οἷον γαμητέον, ἀντὶ τοῦ, χρὴ γαμῆσαι· ἢ πλευστέον, ἀντὶ τοῦ, δεῖ πλεῦσαι· καὶ, οὐ παραδοτέα, ἀντὶ τοῦ, οὐ χρὴ παραδοῦναι. Πολεορκία: φυλακή. pi. 439 Πόλεις παίζειν: τὰς νῦν χαρὰς καλουμένας ἐν ταῖς ζʹ ψήφοις. Πολιούχοισ: τοῖς τῶν πόλεων ἄρχουσιν. Πολίοχοσ: καὶ Πολυάκης· ὀνόματα κύρια. Πολιτεία: ἰδίως εἰώθασι τῶ ὀνόματι χρῆσθαι οἱ ῥή τορες ἐπὶ τῆς δημοκρατίας· καὶ Ἰσοκράτης ἐν τωῖ Πανηγυρικωῖ· καὶ Δημοσθένης ἐν τοῖς Φιλιπ πικοῖς. Πολιτεύμασιν: ταῖς πολιτείας ἢ ταῖς ἄλλαις αἱ ρέσεσιν. Πολιτοκοπεῖν: Δίφιλος. Πολιτικόσ: ἀστεῖος μετά τινος τέχνης. Πολλὰ χαίρειν φράσασ: ἀποταξάμενος· ἀπογνούς. Πολλοστημόριον: τὸ ἐλάχιστον μέρος. Πολλοστόν: ἐπὶ τάξεως καὶ μορίου· Δημοσθένης καὶ ἄλλοι. Πόλλ' οἶδ' ἀλώπηξ, ἀλλ' ἐχῖνος ἓν μέγα: [....] Πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως. Πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ· πόρρω λίαν εἰμὶ τοῦ λέγειν· οὐ βούλομαι λέγειν. Πόλου: οὐρανοῦ· ἢ κόσμου. Πολύαινοσ: πολλοῦ ἐπαίνου ἄξιος. Πολυάνδρειον: μνῆμα· τάφος. Πολυβότειρα: πολλοὺς τρέφουσα. pi. 440 Πολυγηθήσ: πολυχαρής. Πολύγνωτοσ: οὗτος ζωγράφος μὲν ἦν τὴν τέχνην· Θάσιος δὲ τὸ γένος· υἱὸς δὲ καὶ μαθητὴς Ἀγλαο φῶντος· τυχὼν δὲ τῆς Ἀθηναίων πολιτείας, ἢ ἐπεὶ τὴν ποικίλην στοὰν ἀνέγραψε προῖκα· ἢ, ὡς ἔνιοι, τὰς ἐν τωῖ Θησαυρωῖ καὶ τὰς ἐν Ἀνακείω γρα φάς. Πολυγνώτου λαγώσ: ἐζωγραφημένος ἐν τωῖ Ἀνα κείωι ὑπὸ τοῦ Πολυγνώτου. Πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος. Πολυειδήσ: πολύμορφος. Πολύευκτον: τίμιον· πολυπόθητον. Πολυζύγωι: πολυκαθέδρωι. Πολύθετον: καὶ πολύσεπτον· ὑπὸ πολλῶν λιτανευό μενον. Πολυθρύλλητον: πεφημισμένον· διαβεβοημένον· ὀνο μαστότατον. Πολυκηδέοσ: πολυφροντίστου. Πολύκλητοι: ἐκ πολλῶν κεκλημένοι τόπων. Πολύκμητοσ: πολυκάματος. Πολύκρημνον: δύσβατον· ὀρεινόν. Πολυμάργοισ: ἠχητικοῖς. pi. 441 Πολύμητισ: πολύβουλος. Πολυμνήστει' ἀείδειν: γένος τί μελοποιίας· Κολο φώνιος δὲ ὁ Πολύμνηστος. Πολυπάμων: πολλὰ κεκτημένος. Πολυπαίπαλοσ: πεποικιλμένος· οὐχ ὁμαλός· μετε νήνεκται ἀπὸ τῶν μὴ ἐπ' εὐθείας ὁδῶν. Πολλύνεται: πολὺς γίνεται· αὐξάνει· πληθύνει. Πολυπίδακα: πολλὰς ἀναβολὰς ἔχουσαν. Πολύποδος δίκην: αὐτὸς ἑαυτὸν καταφαγών. Πολυστείνοισ: πολυπορεύτοις. Πολυπτύχου: πολλὰς ἀποκλίσεις ἔχοντος· οἷον πτύχας. Πολύρρηνεσ: πολλὰ θρέμματα ἔχοντες. Πολύσ: σφοδρός. Πολύστρατοσ: οὗτος αἰτίαν ἔχων τὰς Ἑρμὰς περι κόψαι, ἀνηρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται· ἕτερος δέ ἐστιν ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας· ἄλλος δ' ἂν εἴη, οὗ μνημονεύει Δημοσθένης ἐν Φιλιππικοῖς· λέγων αὐτὸν ποτὲ ἐν Κορίνθωι ξενικὸν τρέφειν· μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον, ἡγησάμενον τοῦ ἐν Κορίνθωι ξενικοῦ· τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. Πολυσχιδήσ: πολυμερής. Πολυτελέσ: τὸ δαπανηρόν· Θουκυδίδης. Πολυτελεῖν: τὸ πολυδαπάνως ζῆν. pi. 442 Πολυτιμητιζόμενοσ: θεραπευόμενος. Πολύτλασ: πολλὰ ὑπομένων. Πολύτορον: δέρμα τὸ τοῦ ἐχίνου. Πολυφασίασ: πολυλογίας. Πολυφλοίσβου: πολυταράχου. Πολυφραδέστερον: συνετὸν ἐν λόγωι. Πολύχουν: πολυφόρητον· ἢ πολυειδῆ. Πολυωρήσεισ: πολλὴν φροντίδα ποιήσεις· φυλάξεις. Πόλφοι: τὰ ἐκ τῶν χίδρων καὶ ἐκ τῆς ἐρικτῆς ἑψό μενα. Πομπεία: λοιδορία· καὶ οἱ δικανικοὶ χρῶνται τωῖ ὀνόματι. Πομπείας καὶ πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν· Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· ἡ μεταφορὰ δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομ παῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίαι· Ἐπὶ τῶν ἁμαξῶν εἰσὶ πομ πεῖαι τινὲς, Σφόδρα λοίδοροι. Πομπεία: λέγεται πομπεία καὶ τὰ εἰς πομπὰς κατασκευαζόμενα σκεύη· ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τοῖς κατὰ Ἀνδροτίωνος ὑποσημαίνει· Φιλόχορος δέ φησιν ὡς πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν· ὀψὲ καὶ Ἀνδρο τίων ἄλλα κατεσκεύασεν. Πομπεύει: ὡς νενικηκὼς μεγαληγορεῖ. Πομπή: θεώρημα. Πομπή: ἀπόπεμψις· σημαίνει δὲ καὶ τὸ κοινῶς. pi. 443 Πομπὴν ἔπεμπον: ἢ ἀνεπόμπευον. Πομπήν: τὴν πέμψιν· Θουκυδίδης δʹ· ξύλων τε ναυ πηγησίμων πομπήν. Πομπόν: συνοδοιπόρον καὶ προπέμποντα. Πομποστολεῖ: ἐκπέμπει τηῖ νηῒ τὸν στόλον. Πομφόλυγεσ: αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλως κατα φερόμεναι. Πομφόλυξ: ἐκβρασμὸς ὕδατος. Πόνηροσ: ἐπίπονος· ἡ πρώτη ὀξεῖα. Πονταράκη: τὰ σπαράγματα τῶν σπόγγων. Ποντεινοί: σπόγγοι. Ποντόβροχοσ: θαλασσόβροχος. Πόντοσ: κυρίως μὲν ὁ ἔνδον τῆς Χερρονήσου καὶ Εὐξείνου καλούμενος· καταχρηστικῶς δὲ πᾶσα ἡ θάλασσα. Πονωπόνηροσ: σφόδρα πονηρός. Πόπανα: πλακούντια πλατέα καὶ λεπτὰ καὶ περι φερῆ. Ποππύσματα: κολακεῖαι εἰς τοὺς ἀδαμάστους ἵπ πους. Πορεῖα: τὰ εἰς πορείαν χρήσιμα. Πορθήσειασ: ἕλοις· λάβοις. Πόρθησισ: ἐρήμωσις. Πόρδαλιν: οἱ ἄλλοι Ἕλληνες· Ἀττικοὶ πάρδαλιν· Ὅμηρος τὸ μὲν ζῶον διὰ τοῦ ˉο, τὴν δορὰν δὲ διὰ τοῦ ˉα. pi. 444 Πορθμόσ: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις ἐστι τῆς Εὐβοίας. Πορθμόσ: πέραμα· ἀμφίγειος θάλασσα· ἰσθμὸς γάρ ἐστι γῆ στενὴ, ἑκατέρωθεν ἔχουσα θάλασσαν· πορθ μὸς δὲ θάλασσα ὑπὸ γῆς περιεχομένη. Πόριμον: εὐπόριστον. Πορισταί: οἱ τοὺς πόρους εἰσηγούμενοι δημαγωγοὶ ἐπὶ τωῖ ἑαυτῶν λυσιτελεῖν. Πόρκησ: ὁ ἐπιδακτύλιος τῆς ἐπιδορατίδος· ὁ περι ειργνύων αὐτὴν πρὸς τὸ ξύλον. Πόρκοσ: κύρτος θαλάσσιος ὁ εἰς ἄγραν ἰχθύων. Πόρον: διέξοδον· τρίβον· καὶ περαίωσις ποταμοῦ. Πόροσ: πέρας ἢ ποταμὸς, ἢ ὁδὸς, ἢ φυσήματα ὑδά των ἢ μηχανὴ, ἢ τέχνασμα. Πόροσ: Δημοσθένης ἐν τηῖ πρὸς Εὐβουλίδην ἐφέσει· δῆμός ἐστι τῆς Ἀκαμαντίδος ὁ Πόρος· καὶ ὁ δη μότης Πόριος. Πόρπαξ: τὸ ἐντὸς τῆς ἀσπίδος πρόσθημα, δι' οὗ τὴν χεῖρα διεῖρον. Πόρπη: φίβλα. Πορποῦσθαι: φιβλοῦσθαι. Πορσύνεται: ὁδεύεται· ἀπὸ τοῦ πόρου· Σοφοκλῆς. Πορφύρει: ταράσσεται. Ποσαπλῶσ: ποσαχῶς· ἀναριθμήτως. Ποσειδεών: καὶ οὗτος μὴν Ἀθήνηισιν ὀνομασθεὶς ἀπὸ τοῦ καθιερῶσθαι τωῖ Ποσειδῶνι. pi. 445 Ποσειδεών: ἕκτος μὴν παρὰ Ἀθηναίοις οὕτω καλού μενος. Πόσθιον: αἰδοῖον· ἢ τὴν Ἀφροδίτην. Πόσθων: κυρίως λέγεται παιδάριον· οὕτως γὰρ ὑπο κοριζόμενοι ἔλεγον ἀπὸ τοῦ αἰδοίου· πόσθιον γὰρ τοῦτο καλοῦσιν· δεῖ δὲ καὶ τὸν παιδαριώδη καὶ ἄφρονα κατὰ μεταφοράν. Πόσισ: ἀνήρ. Ποταγωγίδεσ: φάνται ἢ μηνυταί. Ποταμοί: δῆμος τῆς Λεοντίδος· οὗ ὁ δημότης Ποτά μιος· ἐκωμωδοῦντο δὲ, ὡς ῥαιδίως δεχόμενοι τοὺς παρεγγράφους. Ποταίνιοσ: πρόσφατος· Δώριος δὲ ἡ λέξις. Πότε: λέγεται πρὸς τὸ νῦν κατ' ἄμφω· καὶ κατὰ τὸ παρεληλυθὸς καὶ κατὰ τὸ μέλλον· κατὰ μὲν τὸ παρεληλυθὸς, πότε ἐγένετο· κατὰ δὲ τὸ μέλλον, πότε ἔσται. Πότερον: τὸ πευστικὸν βαρυτόνως· ὀξυτόνως δὲ πο τερός· ἅτερος· καὶ προστιθέντες τὸ ἕτερον λέγουσι συνήθως ἕτερον. Πότερον: ἆρα· ὁποῖον· ποταπόν. Ποτίκρανον: προσκεφάλαιον· ὅτε δὲ τὸ ὑπειρέσιον, ἐφ' οὗ καθέζονται οἱ ἐρέσσοντες. Πότισ: ἡ γυνὴ ἡ μεθύση. Ποτήριον: λέγουσιν, οὐ μόνον ἔκπωμα· Ἀριστοφάνης. Πότνα: δέσποινα. Πότμον: μόρον· θάνατον. pi. 446 Ποτνιάδασ: Βάκχας· Εὐριπίδης. Ποτνιᾶται: παρακαλεῖ· ἐπικαλεῖται θεούς. Ποτνιώμενοσ: δυσφορῶν· μετ' οἰμωγῆς παρακαλῶν. Ποτώμεναι: διατρίβουσαι. Ποῦ μήν: ποῦ δὴ οὖν. Πρακτικόν: ἀνυστικόν. Πράγματ' ἐξ ἀπραξίασ: λεγόμενον τί. Πραμεῦσαι: παρελθεῖν· παραλλάξαι. Πράμνειος οἶνοσ: Ἀρίσταρχος ἐπιμελῶς τὸν ἡδὺν οἶνον Πράμνειον ἔλεγεν· τινὲς τὸν ὤνιον οἶνον ἢ παραμόνιον· τινὲς ἀπὸ ἀμπέλου Πραμνείας ὀνομα ζομένης· ὁ δὲ ἰδίως τὸν μέλανα· ἔνιοι τὸν πραΰνοντα τὸ μένος· Σῆμος ὁ Δήλιος ἐν τρίτωι· ἐν ηἷ καὶ ὁ πράγμων πέτραν εἶναι ἀφ' ἧς τὸν οἶνον εἶναι. Πρανέσ: κάταντες. Πρανήσ: ὁδὸς κατωφερής. Πρανιχθῆναι: τὸ ἐπὶ στόμα πεσεῖν. Πραξιδίκη: θεὸς ἧς κεφαλὴν μόνον ἱδρύοντο· Μνα σέας δὲ ἐν τωῖ περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι· Διονύσιος δὲ ἐν Κτίσεσιν, Ὠγύγου θυγατέρας· Ἀλκομενίαν· Θελξινίαν· Αὐλίδα· ἃς ὕστερον Πραξιδίκας ὀνομασ θῆναι. pi. 447 Πράστιλλοσ: πόλις Μακεδονική. Πρασοκουρεῖσ: χλωροί. Πρατήρ: οὐχὶ πράτης ὑπὸ τῶν Ἀττικῶν λέγεται. Πρατέασ: ὁ τὰ δημόσια πωλῶν· κήρυξ δημόσιος. Πραττομένουσ: ἀπαιτουμένους· Ἰσοκράτης· καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους. Πραϋπάθειαν: πραΰτητα· ἡσυχίαν. Πράωσ: οὐ πραέως· καὶ πρᾶον, οὐ πραΰ· καὶ πρᾶος, οὐ πραΰς. Πρέμνα: τὰ παχέα ξύλα. Πρέμνον: στέλεχος δένδρου. Πρεμνίζειν: καταβάλλειν τὰ πρέμνα· τουτέστι τὰ παχέα καὶ μεγάλα ξύλα. Πρέψαι: τὸ ὁμοιῶσαι· Αἰσχύλος. Πρεσβεύειν: προτιμᾶν· Εὐριπίδης. Πρέσβεων καὶ πρεσβευτῶν: ἑκατέρως ὑπὸ τῶν ῥητό ρων εἴρηται· ἔστι δὲ τὸ μὲν καθωμιλημένον καὶ τὴν Ἑλληνικὴν ἀναλογίαν σῶζον· ὅτ' ἂν εἴπωσι πρέσβεις· καὶ χρῶνται τούτωι συνήθως ἅπαντες· εὑρίσκεται δὲ καὶ τὸ πρεσβευτάς. Πρεσβυγένεια: παλαιοτέρα γένεσις· καὶ συγκριτι κῶς προυργιαίτερον. Πρεσβυτάτην: ἐντιμοτάτην. Πρεσβύτεροσ: μείζων. pi. 448 Πρεσβύτερος Κόδρου: παροιμία ἐπὶ τῶν πανὺ παλαι ῶν, ἀπὸ τοῦ βασιλεύσαντος Ἀθήνησι Κόδρου. Πρηγοριών: ὁ πράτης καὶ προαγορεύων καὶ προλέ γων. Πρηνέσ: ἐπὶ πρόσωπον. Πρῆμαι καὶ πρημάδεσ: γένος ἰχθύων. Πρῆσαι: καῦσαι. Πριάμενοσ: ἀγοράσας. Πριαμωθῆναι: ξυρηθῆναι· τὸ γὰρ τοῦ Πριάμου πρόσ ωπον ξυρίας ἐστίν. Πριμιγγιλίων: τιμῶν ἤτοι βασιλικῶν δωρεῶν ἢ προνομίων. Πριμικήριοσ: ὁ πρῶτος τάξεως τυχούσης. Πρινὴ πτίσαι τὰ ἄλευρα: παροιμία· καὶ, Πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾶς· καὶ, Πρὶν ἐσ φάχθαι δέρεις. Πρίου: ἐλευθέρωσον. Πρηστήρ: πῦρ ἀπ' οὐρανοῦ. Πριών: ὀξυτόνως, τὸ ἅρμενον· πρίων δὲ, ὡς παίων, ὁ τέμνων τῶ ἁρμένωι τούτωι· τὸ δὲ πληθυντικὸν, πρίονες διὰ τοῦ ˉο· Κρατῖνος. Πριῶ: ἀγοράσω. Πρό: ἀντὶ τοῦ ἀντί· Φιλήμων Παγκρατιαστηῖ· Δοῦ λος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου· Ἀθλεύων πρὸ ἄνακτος· Ὅμηρος. Προαγήλη: τιμήσει. pi. 449 Προαγωγόσ: διδάσκαλος κακῶν. Προαιρούμενοι: προφέροντες. Προαλέστατον: προπετέστατον. Προαλίσαντεσ: προαθροίσαντες. Προαναθρώσκειν: προπηδᾶν. Προανάσχοι: προανατείλοι. Προαύλια: προαυλήματα· ὡς προαμβολὰς καὶ προα νακρούσεις. Προαύλιον: ὃ προενδίδωσιν οἱ αὐληταὶ, οἷον προαύ λημα. Προβάλλεσθαι: ἀντὶ τοῦ προτείνεσθαι· Θουκυδίδης· τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε, καὶ δι' ὄχλου μᾶλλον· ἔσται δὲ ἀεὶ προβαλλομένοισι· καὶ ὁ ῥήτωρ· τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένους. Προβαλλομένουσ: ἀντὶ τοῦ ὑποτιθεμένους· οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους· ὁ Δημο σθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· καὶ τῶ κατ' Αἰσ χίνου, τὴν προαίρεσιν, φησὶ, τῆς πολιτείας προβε βλημένην καὶ ἄπιστον εἰπεῖν· ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην· ἐν δὲ τωῖ κατὰ Μει δίου· καὶ προυβαλόμην, φησὶν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν· ἀντὶ τοῦ προβοληῖ ἐχρησάμην τηῖ συν ήθει καὶ νομιζομένηι κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων· ἐν δὲ τοῖς Φιλιππικοῖς φησί· προβάλ λεσθαι δ' ἢ βλέπειν ἐναντίον, οὔτε οἶδεν οὔτε ἐθέ λοι· ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην pi. 450 Πρόβαλλον: ἀσπίδα. Πρόβασισ: ἡ τῶν βοσκημάτων κτῆσις. Πρόβατα: πάντα τὰ τετράποδα. Προβατεία: ἡ τῶν προβάτων κτῆσις καὶ νομή. Προβατοκάπηλοσ: προβατοπῶλος· ἐλέγετο δὲ Λυσι κλῆς. Προβέβουλα: προέκρινα. Προβιβάσαντεσ: προάξαντες. Προβλῆτασ: ἔξω προβεβλημένας ὑπὲρ ἀσφαλείας· οἱ δὲ τὰς πρώτας προβεβλημένας· ὃ καὶ μᾶλλον. Προβολάσ: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἢ τινῶν ἄλλων δυνάμεων· ἐπὶ σωτηρίαι καὶ κρά τει γινομένων· οὕτως Δημοσθένης· παρὰ δὲ Αἰσ χίνηι ἡ προβολὴ τούνομα γέγονεν ἀπὸ τοῦ προβάλ λεσθαι τινὰ ἀδικεῖν. Προβουλεύματα: τὰ τῆς βουλῆς περὶ τῶν ψηφισμά των βουλεύματα· ἃ πρὸ τοῦ δήμου ἐβούλευεν· τὰ γὰρ ψηφίσματα πρῶτον μὲν εἰσίετο εἰς τὴν βουλήν· εἶτα δεξαμένης εἰσεφέρετο εἰς τὸν δῆμον, ἤδη προκυρωθέντα καὶ προβουλευθέντα· εἰ δὲ μὴ ἐδέξα το ἡ βουλὴ, οὐδ' εἰς τὸν δῆμον εἰσεφέρετο· ἀλλὰ παρανομῶν ὁ εἰσάγων ἡλίσκετο· μετὰ μέντοι καὶ τὸν δῆμον χειροτονῆσαι κύρια ἦν τὰ προβουλεύ ματα, εἰ μή τις ἐγράψατο. Προβολή: γραφὴ κατὰ τῶν συκοφαντούντων. pi. 451 Προβόλιον: εἶδος τί δόρατος· ωἷ χρῶνται οἱ κυνηγέ ται πρὸς τὴν τῶν συῶν θήραν. Πρόβολον: πρόμολον· πρόμαχον. Πρόβολοσ: τὸ τῶν σιτίων δοχεῖον. Προβόλωι: προβεβλημένηι εἰς θάλασσαν πέτρα. Πρόβολοι: αἱ εἰς θάλασσαν προκείμεναι πέτραι· καὶ οἷον ἀκταί τινες· Δημοσθένης ἐν Φιλιππικοῖς. Προβούλευμα: τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν, πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τωῖ κατ' Αἰσχίνου. Πρόβουλοσ: ἔξαρχος τοῦ βουλευτηρίου. Προβύσαι: ἐξελκύσαι. Πρόδικον δίκην: τὴν ἐπὶ φίλων καὶ διαιτητῶν· Ἀρισ τοφάνης Κενταύρωι· Ἐγὼ γὰρ, εἴ τι σ' ἠδίκηκ', ἐθέλω δίκην Δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί. Προδόμωι: τηῖ πρὸ τοῦ οἴκου παστάδι. Προδοσίκομποσ: ὁ ὑποσχετικός· ὁ τὰς ἑαυτοῦ ὑπο σχέσεις ἐν οὐδενὶ τιθέμενος, ἀλλὰ προδιδούς. Προδοτίστερον: λέγουσιν ὡς λαγνίστερον· καὶ κλεπ τίστερον· καὶ πτωχίστερον. Πρόδρομοι: ἄδοξοι. Προεγκεῖσθαι: ἐπικεῖσθαι. Πρόεγμα: στήριγμα. Πρόεδροι: οἱ τὰ περὶ τὰς ἐκκλησίας Ἀθήνηισι διοι pi. 452 κοῦντες· εἷς ἐκληροῦτο ὑπὸ τῶν Πρυτανέων καθ' ἑκάστην ἐκκλησίαν ἐξ ἑκάστης φυλῆς· πρόεδροι δὲ, ὅτι προεδρίαν εἶχον ἐν ταῖς ἐκκλησίαις. Πρόεδροι: ἐκληροῦντο τῶν Πρυτανέων καθ' ἑκάστην πρυτανείαν, εἷς ἐξ ἑκάστης φυλῆς, πλὴν τῆς πρυ τανευούσης· οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διωίκουν· ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων· ὅτι δὲ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς, εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι. Πρόεδροσ: ὁ τῆς πολιτείας ἀρχηγὸς καὶ ἡγεμών. Προέηκεν: προέπεμψεν. Προειδόμενοι: προγνῶσται. Προείλαντο: ἠθέλησαν. Προειλόμεθα: προήκαμεν. Προέμενοσ: ἐκδιδούς· προδούς· περιφρονήσας. Προέμενοσ: ἀντὶ τοῦ προαφεὶς τῶν αὐτοῦ τί, πρὶν πίστιν λαβεῖν. Προέπεσον: προπετῶς ἐποίησαν· Ὑπερίδης. Προδικασία: οἱ τὰς ἐπὶ φόνωι δίκας ἐγκαλούμενοι ἐν Πρυτανείω πρὸ τῆς δίκης διατελοῦσιν ἐπὶ τρεῖς μῆνας, ἐν οἷς ἐξ ἑκατέρου μέρους λόγοι προάγονται· τοῦτο φασὶ προδικασίαν. Προέντεσ: προδόντες. Προέσθαι: προδοῦναι. Προετικόσ: χαριστικός. Προέτω: προπεμψάτω. pi. 453 Προεχόμεθα: ὑποβαλλόμεθα ἢ προβαλλόμεθα. Προηγγελκέναι: προμεμηνυκέναι. Προήκατο: προέδωκεν. Προημώμενον: τὸν περὶ γάμου ἐντυγχάνοντα καὶ μνηστευόμενον. Προηροσία: ἡ ὑπὲρ τῶν καρπῶν θυσία γινομένη ὑπὸ Ἀθηναίων κατὰ μαντείαν ἐν Ἤλιδι. Προηροσία: ὄνομα θυσίας. Προηροσίαι: αἱ πρὸ τοῦ ἀρότου γινόμεναι θυσίαι. Προήσομαι: προδώσω. Προήχθην: προετράπην· ὡς ἐξήχθην καὶ ἐξετράπην. Προθέλυμνα: συνεχῆ· ἄλλα ἐπ' ἄλλοις. Προθελύμνουσ: ἄλλας ἐπ' ἄλλαις. Πρωθήβασ: πρώτους ἀκμάζοντας νέους. Προθεσμίας νόμουσ: Δημοσθένης ὑπὲρ Φορμίωνος τὴν τῶν εʹ ἐτῶν ἂν λέγοι προθεσμίαν. Πρόθεσισ: τὸ τὸν νεκρὸν προθεῖναι· προετίθεσαν δὲ πρὸ τῶν θυρῶν, ὥστε φανερὸν γίνεσθαι ὅτι οὐκ ἐξ ἐπιβουλῆς τινος ἀνηίρηται· ὡς δὲ ἔνιοι, πρὸς τὸ μὴ δοκεῖν ἀνηλῶσθαι· τὰ παλαιὰ γὰρ ἤσθιον ἀλλή λους. Προϊέμενοσ: προδιδούς. Προΐκτασ: τοὺς προϊχνουμένους καὶ ἐπαιτοῦντας τὴν τροφήν. Προΐσταται: ἐπιπολάζει· ἀπὸ τῆς τροφῆς μετενή νεκται. pi. 454 Προικόσ: δόσεως· ἀντὶ τοῦ δωρεᾶς· πᾶν γὰρ δῶρον οὕτως καλεῖ ὁ ποιητής. Προΐστορεσ: οἱ μαρτυροῦντες. Προΐσχεται: προβάλλεται. Προκόλπιον: πρὸ τοῦ κόλπου· λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων. Προκόμιον: κόμην. Πρόκλησισ: εἰώθεσαν ὁπότε δικάζοιντο τινὲς, ἐξαιτεῖν ἐνίοτε θεράποντας ἢ θεραπαίνας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος· καὶ τοῦτο ἐκαλεῖτο προ καλεῖσθαι· τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γρα φόμενον, ὠνομάζετο πρόκλησις. Προκαλεῖσθαι: οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθήκας· Θουκυδίδης· οἱ δὲ δι κανικοὶ ἐπὶ πάσης προκλήσεως. Προκαταβολὴ καὶ προσκαταβόλημα: τῶν τελῶν πιπρασκομένων, δύο προθεσμίαι ἐδίδοντο τοῖς ὠνου μένοις· ἐν αἷς ἐχρῆν εἰσενεχθῆναι τὸ ἀργύριον· ὅπερ οὖν μέρος χρημάτων, πρὶν ἄρξασθαι τοῦ ἔργου, εἰσφέρουσιν εἰς τὸ δημόσιον, τοῦτο προκαταβολὴ καλεῖται· τὸ δὲ τηῖ δευτέραι προθεσμίαι διδόμενον, προσκατάβλημα. Προκόττα: κουρᾶς εἶδος. Προκότταν: τὴν πρὸ τῆς κεφαλῆς τρίχωσιν· κόττης γὰρ παρὰ τοῖς Δωριεῦσιν ἡ κεφαλὴ λέγεται. pi. 455 Προκνίσ: γένος ἰσχάδων. Προκόπα: ἡ πρὸ τῆς κεφαλῆς τρίχωσις. Προκεχωρηκότοσ: προεληλυθότος· Θουκυδίδης. Πρόκριτον: ἐκλεκτὸν ἢ πονηρόν. Προκώνια: Λυκοῦργος κατὰ Μενεσαίχμου· Δίδυμος δὲ προκώνι, φησὶ, πυροὶ μέλιτι κεχρισμένοι· Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι· ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι· Δήμων δέ φησιν ἐν τωῖ περὶ θυσιῶν· καὶ προκώ νιά ἐστι κάχρυς κατηριγμέναι μετὰ ἀρωμάτων. Προκώνια: ἢ ὡς Κράτης πυροκώνια, αἱ ἄφρυκτοι κριθαί· ἢ πυροὶ μέλιτι κεχρισμένοι. Προκώνια: κριθαὶ ἄφρυκτοι· εἰς ἄλφιτα ἁδρὰ κε κομμέναι· οἷον προκεώνια. Πρόκωποσ: ἕτοιμος· πρόχειρος. Πρόληψισ: γνῶσις. Προμαντεία: τὸ πρὸ τῶν ἄλλων ἁπάντων χρῆσθαι τωῖ ἐν Δελφοῖς μαντείωι· ἦν δὲ προεδρία τὸ αὐτό. Προμήθεια: πρόνοια. Προμηθεῖσθαι: προβουλεύεσθαι· προνοεῖσθαι. Προμηθεύσασθαι: προνοήσασθαι. Προμνῶμαι: προξενῶ· προμνηστεύομαι. Προμυθίζει: πρόσω χωρεῖ. Προμυλαία: θεὸς προμύλιος· ἣν ἀφίδρυντο ἐν τοῖς μυλῶσιν ὡς εὔνοστον. pi. 456 Προνάπησ: ὄνομα κύριον. Πρόνοια: πρόγνωσις. Πρόνοια Ἀθηνᾶ: οἱ μὲν διὰ τὸ πρὸ τοῦ ναοῦ τοῦ ἐν Δελφοῖς ἑστάναι αὐτήν· οἱ δὲ ὅτι προυνόησεν ὅπως τέκη ἡ Λητώ. Πρόνοια: ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Πρό νοια, διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρῦσθαι· ταύτην δὲ Ἡρόδοτος ἐν τηῖ ὀγδόη Προνοίην ὀνομάζει. Προμετρητάσ: Σκύθου τοῦ Προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονεν καὶ αὐτὸς ἐν τηῖ ἀγοραῖ προ μετρῶν διατετέλεκεν. Προνομή: διαρπαγή. Προνομίασ: τιμῆς πλείονος. Προνομίων: προλημμάτων. Προνωπησ: προτεταγμένος· προέχων. Προνώπιον: τὸ προεκκείμενον. Προόδων: ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος. Προοίμιον: πρόλογος. Πρόοπτον: τὸ προορώμενον καὶ προφανές· οἷον τὸ προκείμενον πρὸ τῶν ὀφθαλμῶν. Προπάτωρ: ἢ ὁ πάππος ἢ ὁ πρόγονος. Προπάροιθεν: ἔμπροσθεν. Πρόπεμπτα: τὸ πρὸ πέντε ἡμερῶν τῆς ἐκκλησίας προγράφειν, ὅτι ἔσται ἡ ἐκκλησία εἰ τύχοι· ἵνα καὶ οἱ ἐν τοῖς ἀγροῖς συνέλθωσι καὶ ἕκαστον τῶν βουλῶν προευτρεπισθηῖ. Πρόπεμπτα: Δίδυμός φησι, μήποτε ἄλλα τινά εἰσιν pi. 457 ἐπιτίμια τὰ πρὸ τῆς μεταβολῆς· εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαι φα σίν· εἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸς ἡμέρας πέντε· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν. Προπεπωκότεσ: ἀντὶ τοῦ προδεδωκότες· ἐκ μεταφορᾶς δὲ λέγεται. Προπέρυσιν: λέγουσιν ὡς ἡμεῖς. Προπηλακίζων: ἀδικῶν· ὑβρίζων· διασύρων· ἐξου θενῶν. Προπίνει: διὰ τοῦ οἴνου τιμαῖ· καὶ προδίδωσι· καὶ Δημοσθένης δὲ τοὺς προδιδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς, προπίνειν ἔφη τοῖς ἐχθροῖς. Πρόπιον: μάντευμα. Πρόποδεσ: μεγάλους πόδας ἔχοντες. Προποδῶν: τὸ παρατυχόν· οἷον δήποτε. Προπολέμια: ἔοικεν εἶναι τὰ πρὸ τοῦ πολέμου θυό μενα ὑπὲρ τῆς νίκης. Πρόπολοσ: δούλη προπολεύουσα. Προπόλωι: θεράποντι. Προπύλαια ταῦτα: Δημοσθένης Φιλιππικοῖς· δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προ πυλαίων ἀπὸ τῆς Πυκνός· βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτως λέγειν pi. 458 εἰώθασιν· ἐν γοῦν τωῖ κατ' Αἰσχίνου ὁ αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κω μικὸν ὑποκριτήν· Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνηισιν ἀκροπόλεως φησίν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντε λῶς ἐξεποιήθη· τάλαντα δὲ ἀνηλώθη βιβʹ· πέντε δὲ πύλας ἐποίησαν δι' ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν. Πρόρριζον: ἐκ ῥιζῶν. Προσαγώγιον: τὸ τῶν τεκτόνων ὄργανον, ὃ προσά γοντες εὐθύνουσι τὰ στρεβλὰ ξύλα. Πρὸς ἀκτῖνα: ἀνατολή. Προσανέχων: προσέχων· προσκεκολλημένος. Πρόσαντεσ: δυσχερὲς καὶ ἐναντίον. Πρὸς ἀπαλέξησιν: πρὸς βοήθειαν. Προσαρασσόμενα: προσρηγνύμενα· προσκρουόμενα. Προσαύρετο: προσηγάγετο. Προσβάλλει: προσέρχεται. Προσγράφει: προσκρίνει. Προσδοκᾶν: ὑπονοεῖν· ὑπολαμβάνειν· προσδέχεσθαι. Προσείσεται: προσελεύσεται. Πρόσειλοσ: πρὸς τὴν τοῦ ἡλίου αὐγὴν ἐστραμμένος. Προσείσασ: προσανακινήσας. Προσέκειτο: ἀντὶ τοῦ προσεῖχε· Θουκυδίδης ἐν αʹ. Προσδεχόμενοι: προσδοκῶντες. Προσδεῖσθαι καὶ ἐνδεῖσθαι διαφέρουσι· τὸ μὲν γὰρ δηλοῖ ὀλίγων τινῶν κτῆσιν, τὸ δὲ παντελῶς ἀπο ρίαν τοῦ ὅλου δηλοῖ. pi. 459 Προσείρων: προσάπτων. Προσέκοψεν: ἀντὶ τοῦ προσέπαισεν· Ἄλεξις. Προσέκοψεν τωῖ ἀνθρώπωι: ἀντὶ τοῦ ἠλλοτριώσατο· οὕτως Ποσείδιππος. Πρὸς ἐμοῦ εἶ: οἰκεῖος μου· ἐγγύς μου· φίλος μου· παρ' ἐμοί. Προσεποίσω: προσεπάξω. Προσεποιήσαντο: Ἰσαῖος· ἀντὶ τοῦ ἀντεποιήσαντο. Προσέπαισεν: προσέπαιξεν· Πλάτων τωῖ ˉσ ἀντὶ τοῦ ˉξ κέχρηται. Προσερήσομαι: ἐρωτήσω. Προσεῤῥύη: προσεφοίτησεν· προσῆλθεν· οὐ προσέ ρευσεν. Προσέχειν: ἀντὶ τοῦ ἀκούειν καθόλου τιθέασιν· καὶ ἀντὶ τοῦ φυλάσσεσθαι· καὶ ἀντὶ τοῦ παρακεῖσθαι· τιθέασι δὲ καὶ ἐπὶ τῶν εὐνοούντων καὶ φιλοστορ γούντων. Προσεχέσ: ἐγγύς. Πρὸς ζόφον: πρὸς δυσμάς. Προσηγλαϊσθω: ἐλαμπρύνετο. Προσηγμένον: ὑψηλόν· τιμιώτατον. Προσηγορία: προσφώνησις. Προσημπόλησα: προσέλαβον. Προσηροσίαι: αἱ πρὸ τοῦ ἀρότου γινόμεναι θυσίαι. Προσηρτημένοσ: προσκεκολλημένος. Πρὸς ἠώ: πρὸς ἀνατολήν. pi. 460 Προσθεῖναι τὰς θύρασ: ἀντὶ τοῦ ἐπικλεῖσαι· Ἡρόδο τος ἐν γʹ. Προσίσχε: τὸ πρόσεχε· Κρατῖνος· Καὶ μὴ προσίσ χε βαρβάροισι βουκόλοις· καὶ Εὔπολις· Προσίσ χε τὸν νοῦν τηῖδε· καὶ Θουκυδίδης γʹ· παρανίσ χον δὲ καὶ οἱ ἐκ τῆς πόλεως· οὕτως δὲ καὶ ὑπίσ χομαι, οἵ τε τραγικοὶ καὶ Ἀριστοφάνης· Τὸ πρᾶγ μα τοῦτο συλλαβεῖν ὑπίσχομαι. Προσίασι: προσέρχονται. Προσίενται: προσάγονται. Προσίεται: ἀρέσκεται· προσδέχεται. Προσιζήσαντεσ: προσκαθίσαντες. Πρόσιμεν: προσερχόμεθα. Προσιτόν: προσδεχόμενον. Προσιών: προσερχόμενος. Προσκαλέσαι: ἀντὶ τοῦ προσκαλέσασθαι. Προσκεφάλαιον κλητέον: ἀλλ' οὐ τὸ Ῥωμαϊκὸν ὄνομα· καλεῖται δὲ οὕτως καὶ τὸ ὑπηρέσιον. Προσκέψομαι: περισκοπήσω. Προσκείμενοι: οἱ κολλώμενοι· οἱ προσεγγίζοντες. Πρόσκλησισ: κλῆσις ἐπὶ δίκην. Πρόσκλησισ: ἡ εἰς δικαστήριον κλῆσις· καὶ προσκα λέσασθαι, τὸ παραγγέλλειν εἰς δίκην· Δημο σθένης ἐν τωῖ περὶ τοῦ Ἁγνίου κλήρου. Προσκλήσεισ: πρὸς ἃς καλεῖ τίς (εἰς) δικαστήριον ἢ βουλὴν κλητῆρας ἔχων· πρόκλησις δὲ χωρὶς τοῦ ˉσ, καὶ προκαλεῖσθαι, ἐπὶ διαιτητὴν καὶ οἷον ἐπὶ pi. 461 βάσανον τινὸς ἀνδραπόδου ἢ μαρτυρίαν τοῦδε τινὸς βάλλεσθαι. Πρόσκλισισ: ἑτερομέρεια. Προσκομιστέον: προσενεκτέον. Πρόσκομμα: ζημία· βλάβη· σκάνδαλον. Προσκυροῖ: προσεγγίζει. Πρόσοδοσ: εἰσφορά· εἴσοδος· ἢ παρουσία· ὡς Θου κυδίδης καὶ ἕτεροι. Προσμερεῖται: προσαρμόζει. Προσουρίου: ἐπιτηδείου. Πρὸς ὄψιν: πρὸς θεωρίαν. Προσπάλτιοι: Προσπάλτα δῆμος τῆς Ἀκαμαντί δος. Προσπελάζει: προσεγγίζει. Προσπήξομαι: προσκυνήσω. Προσποιεῖται: οἰκειοποιεῖται· ἢ πλάττεται καὶ ὑπο κρίνεται. Προσπορισθέν: ἐπινοηθέν· προσοδευθέν. Προσρήσεσι: προσηγορίαις. Προστατήριοσ: Ἀπόλλων· ἐπεὶ πρὸ τῶν θυρῶν αὐ τὸν ἱδρύοντο· Σοφοκλῆς. Προστάτησ: οἱ τῶν μετοίκων Ἀθήνηισι προεστηκό τες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἑκάσ τωι τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην. Προστασία: Δημοσθένης ἐν τωῖ κατὰ Ὀνήτορος· ταῦτα οὐχ ὁμολογουμένη προστασία· ἀντὶ τοῦ pi. 462 βοήθεια, προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τωῖ ἀδικουμένωι· Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσ βείας· ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προ πύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδ μείας· Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως· τουτέστι τῆς ὑπ' ἐνίων προστά δος καλουμένης. Προστέρνησα: περιεπτυξάμην. Προστέτηκεν: προσκεκόλληται. Προστήσασ: προαγαγών. Πρόστιμον: ζημίαν· παραγραφήν. Πρὸς τηῖ πυλίδι Ἑρμῆσ: Δημοσθένης ἐν τωῖ κατ' Εὐέργου· Φιλόχορος φησὶ περὶ τοῦ πρὸς τηῖ πυλίδι Ἑρμοῦ· ὡς ἀρξάμενοι τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ ἄρχοντες, τοῦτον ἀναθέντες, ὑπέγραψαν οὕτως· (Ἀρξάμενοι) πρῶτοι τειχίζειν οἵδ' ἀνέθηκαν Βου λῆς καὶ δήμου δόγμασι πειθόμενοι. Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισ μένα κατὰ τῶν ἀδικούντων ἡ ἐπωβελία· ἔστι δὲ καὶ ἄλλα, ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τωῖ κατὰ Τιμοκράτους. Προστρόπαιοσ: δαίμων τίς ἐπὶ τῶν ἐναγῶν· ἐπεὶ οἱ μετὰ τὸ σταθῆναι ἤδη τὸ τρόπαιον οἱ ἀναιροῦντες τινὰ τῶν πολεμίων, πρόστροποι καὶ ἐναγεῖς εἰσιν. Προστρόπαιοσ: παρακαλῶν. pi. 463 Προστυχήσ: ὁ κατὰ τύχην ἐντυχών. Προστρέπεσθαι: ἀποπέμπεσθαι· τρέπεσθαι ἐφ' ἑαυ τοῦ. Προστρόπαιον: τὸ ἄγος· τὸ μίασμα· οὕτως Αἰσχί νης· καὶ προστροπὴ δὲ λέγεται· ἐν γοῦν τωῖ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. Πρόσφατοσ: κυρίως μὲν ὁ νεωστὶ ἀνηρημένος· φάσαι γὰρ τὸ φονεῦσαι· ἀφ' οὗ καὶ φάσγανον· καταχρησ τικῶς δὲ καὶ πᾶν ὅτι οὖν ἄρτι συμβεβηκός. Προσφερέστερον: βέλτιον. Προσφέρονται: ἀντὶ τοῦ προστεθῶσιν. Πρὸς φθεῖρα κείρασθαι: Εὔβουλος Δούλωι. Πρόσφορον: οἰκεῖον· ἁρμόδιον· ἐπιτήδειον. Προσφερεῖσ: ὁμοίας. Προσφυέσ: προσοικειούμενον. Προσφύσ: προσπλακείς. Προσφυῶσ: οἰκείως· ἀκολούθως. Προσφορά: ἀντὶ τοῦ πρόσοδος· ὡς Ἀντιφῶν. Πρόσχημα: προκάλυμμα. Προσχίσματα: εἶδος ὑποδήματος· Ἀριστοφάνης. Πρόσχορδα: σύμφωνα. Πρόσχωροι: περίοικοι. Προσχαιρητήρια: ἑορτὴ παρ' Ἀθηναίοις γραφομένη, ὅτε δοκεῖ ἀπιέναι ἡ κόρη. Πρόσω: ἔμπροσθεν. Προσωιδία: ἡ μετὰ τοῦ ὀργάνου ωἰδή. pi. 464 Προσωπεῖον: πρόσχημα. Προσοκείλαντεσ: προσορμίσαντες. Προσώχθικε: προσκέκρουκε· προσκέκοφεν· ἀπὸ τοῦ τὰ ἐπινηχόμενα ταῖς ὄχθαις προσκρούεσθαι. Προσώχθισα: βδελύσσομαι· σιαίνομαι. Προτέλεια: ἡ πρὸ τῶν γάμων θυσία· Μένανδρος. Προτέλεια: τὰ προθύματα· ἐκλήθη δὲ οὕτως ἀπὸ μεταφορᾶς τοῦ γάμου· τέλος γὰρ λέγεται ὁ γάμος· καὶ προτέλειος, ἡ πρὸ τῶν γάμων τελουμένη θυσία. Προτέρα καὶ προτεραία: καὶ ὑστέρα καὶ ὑστεραία. Προτήνιον: ἡλικία τίς αἰγός· ἐν Καμειρέων ἱερο ποιίαι, τράγον προτήνιον θύειν νόμος. Προτιμᾶν: τὸ φροντίζειν· καὶ Δημοσθένης ἐν Φι λιππικοῖς καὶ Ἀριστοφάνης. Προτέλεια: Λυκοῦργος ἐν τωῖ περὶ τῆς ἱερείας· τὰ πρὸ τοῦ τελεσθῆναι τι τῶν εἰς ῥόθιον ἀναφερομέ νων γιγνόμενα ἢ διδόμενα. Προτελείαν ἡμέραν ὀνομάζουσιν, ἐν ηἷ εἰς τὴν ἀκρό πολιν τὴν γαμουμένην παρθένον ἄγουσιν οἱ γονεῖς ὡς τὴν θεὸν, καὶ θυσίαν ἐπιτελοῦσιν. Προτεμενίσματα: προπύλαια· ἢ προάστεια. Πρότμησισ: ὁ κατὰ τὸν ὀμφαλὸν τόπος. Πρότμηστιν: ὀμφαλόν. Προτομίζεσθαι: προάρχεσθαι. pi. 465 Προτομαὶ βασιλικαί: εἰκόνες βασιλικαί· καὶ προτο μαὶ λέοντος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. Προτόνιον: ἱματίδιον, ὃ ἡ ἱερεία ἀμφιέννυται· ἐπιτί θεται δὲ ἀπὸ τῆς ἱερείας τῶ σφάττοντι· προτόνιον δὲ ἐκλήθη, ὅτι πρώτη Πάνδροσος μετὰ τῶν ἀδελφῶν κατεσκεύασε τοῖς ἀνθρώποις τὴν ἐκ τῶν ἐρίων ἐσθῆτα. Πρότριτα: τῆ τρίτη ἐπάνω ἡμέρα· Θουκυδίδης ἐν βʹ· τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς. Προτροπάδην: προθύμως· ἀμεταστρεπτί· ἢ εἰς τούμ προσθεν. Προύνεικον: οὐ τὸν ἀκόλαστον, ἀλλὰ τὸν κομίζοντα τινὰ ἐξ ἀγορᾶς μισθοῦ· καὶ ἐγκεῖται τὸ ἔνεικα. Προύνεικοσ: δρομαῖος· γοργός. Προῦπτον: φανερόν. Προυνούστεροσ: ἀντὶ τοῦ προνοητικώτερος· Σοφοκλῆς. Προυνουργέστατον: προτιμότατον. Προύργου: προέργου· συμφέρον· πλέον· Ἰσοκράτης φησίν· ἵνα προύργου τι γένηται, ἀντὶ τοῦ πλέον. Προύχειν: προέχειν. Προυργιαίτερον: τὸ πρὸ τοῦ ἔργου αἱρετώτερον. Προύτυψαν: προήρξαντο. Προύχοντο: προέβαλον· οὕτως καὶ Θουκυδίδης ἐχρή σατο ἐν αʹ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα πρού χονται· ἀντὶ τοῦ προβάλλουσι· προτείνουσιν. pi. 466 Προφερεῖσ: οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινό μενοι· Αἰσχίνης ἐν τωῖ κατὰ Τιμάρχου. Προφορούμενοι: Ἀριστοφάνης Ὄρνισιν· ἀντὶ τοῦ δεῦρο κακεῖσε πορευόμενοι· εἰς τὰ ἐναντία· προφο ρεῖσθαι γὰρ λέγεται τὸ παραφθείρειν τὸν στήμονα τοῖς διαζομένοις. Πρόφρων: πρόθυμος· φρόνιμος. Προφυλακὴ τωῖ κυρίωι: εἰς τέσσαρας φυλακὰς διαιρεῖται ἡ νὺξ, ἑκάστην τρεῖς ὥρας ἔχουσαν. Προχάζοισ: προβαίνοις. Πρόχνυ: ἐπὶ γόnu. Προχειροτονία: ἔοικεν Ἀθήνηισι τοιοῦτον γίνεσθαι, ὁπότ' ἂν τῆς βουλῆς βουλευσάσης, εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη· πρότερον γίνεται χειροτονία ἐν τηῖ ἐκκλησίαι, πότερον δοκεῖ περὶ τῶν προβουλευ θέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβού λευμα. Προχοαί: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν· καὶ ἡ παντὸς ὕδατος ἐκροή. Προχοίδιον: σταμνίσκιον· ὡς εἰ κατάχυσιν. Πρόχουσ: ξέστης τὸ μέτρον. Προχόωι: τηῖ ἐπιχύσει· καὶ ἀγγείωι τινὶ εἰς τοῦτο ἐπιτηδείωι κωθωνοειδεῖ. Πρόωμαι: παραχωρήσω. Πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεσθαί ἐστι τὸ pi. 467 κατ' ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπη λατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα δόξωσι μὴ φανερῶς φεύγειν, κατ' ὀλίγον ὑπαπιόντες· ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες, τιτρώσκωνται. Πρύμνην: κάτωθεν· ἐκ ῥιζῶν. Πρυμνώρειαν: τὸ κάτω μέρος τοῦ ὄρους. Πρύτανισ: διοικητής· προστάτης· φύλαξ· βασιλεύς· ἄρχων· ταμίας· ἔξαρχος. Πρυτανεία: πρόσοδος εἰς τὰ δημόσια κατατασσομένη· ἣν οἱ δικασάμενοι τισὶ καὶ ἡττηθέντες κατέβαλον, ὡρισμένην ζημίαν κατατιθέντες ἑκάστοις. Πρυτανείασ: ἔστιν ἀριθμὸς ἡμερῶν ἤτοι λ ʹ ἢ λεʹ· καὶ ἑκάστη φυλὴ πρυτανεύει. Πρυτανεία: ἔστι παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων. Πρυτανεύοντα: κυρίως μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα· ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. Πρυτανεία: ἐκτεταμένως μὲν καὶ θηλυκῶς, ἀριθμός τις ἡμερῶν· οὐδετέρως δὲ, σαφῶς μὲν οὐδεὶς εἶπεν τί δηλοῖ· τινὲς δὲ ἀργύριόν τι ἔφασαν εἶναι, ὃ κατε τίθεσαν οἱ δικαζόμενοι· ἐξ ὧν τὸ δικαστικὸν ἐδίδοτο τοῖς ἐξακισχιλίοις· πρυτανεῖαι δὲ, ὁ τῶν ἡμερῶν ἀριθμός· δέκα ἐγίνοντο κατ' ἐνιαυτὸν, ὅτι καὶ δέκα αἱ φυλαί· ἐνιαυτὸν δὲ οἱ Ἀθηναῖοι τὸν σεληνιακὸν ἦγον· ἐπέβαλεν δὲ ἑκάστη φυλὴ τῶν pi. 468 δέκα· λεʹ ἡμέρας· καὶ ἐπερίττευον ἐκ τοῦ σεληνια κοῦ ἐνιαυτοῦ ἡμέραι τέσσαρες· ἃς ἐπεμέριζον ταῖς πρώταις λαχούσαις πρυτανεύειν τέσσαρσι φυλαῖς· καὶ τῶν μὲν τεσσάρων πρῶτον ἑκάστη εἶχε τὴν πρυτανείαν ἀπαρτιζομένην εἰς λ ʹ ἡμέρας· αἱ δὲ λοιπαὶ ἓξ ἀνὰ λεʹ. Πρυτάνεισ: τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ, νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα· ἐπρυτάνευον δὲ ἐκ δια δοχῆς ἀλλήλοις αἱ δέκα φυλαὶ κλήρωι λαχοῦσαι· ὡς Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος. Πρώην: τὴν τρίτην ἡμέραν· λέγουσι δὲ καὶ ἐπὶ τῶν ἐπάνω ἡμερῶν. Πρωθήβησ: ἄρτι ἀκμάζων. Πρωΐ: καὶ τὸ πρὸ μεσημβρίας δηλοῖ καὶ τὸ πρὸ τοῦ καιροῦ, καὶ θᾶττον τοῦ δέοντος, ὥσπερ ὀψὲ καὶ τὸ ἑσπέρας καὶ τὸ βραδέως. Πρωϊαίτερον: θᾶττον· ἢ ἀντὶ τοῦ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον. Πρωΐ: ἔτι ὄρθρου βαθέως. Πρώϊα: οὐ πρώϊμα· καὶ δισυλλάβως πρωΐ. Πρωΐαν: οὐ λέγουσι καθ' ἑαυτὸ, ἀλλ' ἐν συντάξει, δείλην πρωΐαν, τὸ πρῶτον τῆς δείλης μέρος· καὶ δείλην ὀψίαν, τὸ περὶ ἡλίου δυσμάς. Πρωΐ: ταχέως· πρὸ ὥρας. Πρωκτὸς λουτροῦ περιγίνηι: παροιμία, ὅτ' ἄν τις μὴ pi. 469 δύνηται ἀπονίψασθαι, ἀλλ' ἡ κοιλία ἐπιφέρηται· ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο. Πρωτόλειον: ἀπαρχήν. Πρῶνεσ: ὀρῶν ἐξοχαί· βουνοί. Πρωτόγονοσ: πρῶτος· νέος. Πρωτόλεια: τὰ ἀπάργματα τῆς λείας, ἃ τοῖς θεοῖς ἀνετίθεσαν· ἢ αἱ τῶν καρπῶν ἀπαρχαὶ, οἷον πρω τολήϊα. Πρῶτον ξύλον: πρῶτον βάθρον· ἢ προεδρία. Πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον· εἰσπρατ τόμενον. Πρωτονέωι: οἱ πρῶτον πλέοντες, ἢ πρῶτον εἴς τινα τόπον καταπεπλευκότες. Πρωτόνεωσ: καὶ ἀρχένεως· καὶ ἄλλα πολλὰ ὁμοί ως· καὶ περίνεως· Θουκυδίδης αʹ. Πτακίδεσ: δεσμοί. Πτακείσ: δειλός· ὁ ἐπτηκώς. Πτάμενοσ: διελθών. Πτακωρεῖν: πτήσσειν· δεδοικέναι. Πτεκάδεσ: δειλοί. Πτέον: διὰ τοῦ ˉε λέγουσιν, οὐ πτύον. Πτέρνη: οὐ πτέρνα. Πτερνίδεσ: τὰ πυθμένια τῶν λεκανίων. Πτερνίζει: ἀπατᾶ ἢ λακτίζει. Πτερόεντα: ταχύκουφα. pi. 470 Πτεροφόρουσ: πτερὰ εἰώθασιν ἔχειν ἐν ταῖς περι κεφαλαίαις οἱ στρατιῶται παρὰ τοὺς λόφους. Πτέρυγασ: τὰ πηδάλια· Σοφοκλῆς. Πτερυγίζων: πετόμενος. Πτερυγίζειν: ἀντὶ τοῦ μηδὲν ἀνύειν· ἀπὸ τῶν ἐπι βαλλομένων πέτεσθαι νεοσσῶν· Ἀριστοφάνης Πλούτωι. Πτερύγιον: ἀκρωτήριον. Πτήσσει: πτοεῖται. Πτῆται: πέτεται. Πτίλον: πτερὸν ἁπαλώτερον. Πτίλλοσ: ὁ μαδαρὸς τοῖς βλεφάροις. Πτισάνη: κεκομμένη κριθὴ καθαρά. Πτίσαι: κόψαι. Πτοίαν: πτόησιν· θόρυβον· τάραχον· συναθροισμόν· πτυρμόν. Πτολίπορθοσ: ἀνδρεῖος· πόλεις πορθῶν. Πτόλισμα: πόλις. Πτόρθους καὶ κλῶνασ: τὰς ἐκφύσεις τῶν δένδρων· οἱ δ' Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσιν. Πτύγμα: δίπλωμα. Πύκτησ: παγκρατιαστής· ἀθλητής. Πυκτίον: βιβλίον. Πτυκτῶ: πτυσσομένω. Πτυόδωροσ: ὄνομα κύριον. Πτύσχλοι: ὑποδημάτιόν τι· καὶ κατὰ ἀφαίρεσιν τοῦ ˉσ πτύχλοι. pi. 471 Πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίσεις· καὶ τὰ διάφορα τῆς ἀσπίδος ἐπ' ἀλλήλοις ἐλάσματα. Πτῶκα: δειλόν· καὶ πτῶκας, δορκάδας ἢ ἐλάφων νεβροὺς ἢ λαγωούς. Πτῶμα: σῶμα. Πτώματα ἐλαιῶν: Λυσίας ἐν τωῖ κατὰ Νικίου λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα κατά τινα τύχην πεπ τωκότα. Πτώξ: λαγωός. Πτώσσοντεσ: δειλιῶντες. Πτωχόσ: ἐπαίτης· προσαίτης· παρὰ τὸ πτώσσειν, ὅ ἐστι ταπεινοῦσθαι. Πυανοί: κύαμοι· ἀφ' ὧν Πυανόψια. Πυανοψία: Λυκοῦργος ἐν τηῖ κατὰ Μενεσαίχμου· καὶ ἡμεῖς Πυανοψίαν ταύτην τὴν ἑορτὴν καλοῦ μεν· οἱ δὲ ἄλλοι Ἕλληνες Πανοψίαν· ὅτι πάντας εἶδον τοὺς καρποὺς τηῖ ὄψει· Πυανεψίωνος δὲ [ὅτι] ἑβδόμηι τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαι φασίν· δεῖν δέ φασι λέγειν Πυανέψια· καὶ τὸν μῆνα Πυαν εψίωνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς, καὶ ἡ εἰρε σιώνη ἄγεται. Πυανοψία: ἑορτὴ Ἀθήνηισιν Ἀπόλλωνος· ὠνομάσθη δὲ καὶ διὰ τὸ ἑψόμενον ἔτνος τῶν κυάμων· τὸ γὰρ ἔτνος καὶ τὴν ἀθάραν, πύανα καλοῦσιν· ἀφ' οὗ καὶ μήν ἐστι, Πυανεψίων λεγόμενος. Πυανεψιών: μὴν Ἀθήνηισιν δʹ· ἐν ωἷ καὶ τὰ πύανα pi. 472 ἕψεται εἰς τιμὴν τοῦ Ἀπόλλωνος· πύανα δὲ πάντα τὰ ἀπὸ γῆς ἐδώδιμα ὀσπριώδη· ἃ συνάγοντες ἕψου σιν ἐν χύτραις, ἀθήραν ποιοῦντες. Πύγαργοσ: ἀετοῦ γένος. Πύγαια: τὰς σπείρας τῶν κιόνων· καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν. Πύγελα: πόλις ἐν τηῖ Ἰωνίαι τὰ Πύγελα· λαβεῖν δὲ τούνομα, ἐπειδὴ τῶν μετὰ Ἀγαμέμνονος τινὲς νοσήσαντες τὰς πυγὰς ἐνταῦθα κατέμειναν. Πυγμή: πάλη· σύγκλεισις δακτύλων· γρόνθος. Πυγοστόλοσ: μαυλίστρια. Πυγών: τὸ ἀπὸ τοῦ ὠλεκράνου πρὸς τὸν κόνδυλον τοῦ μικροῦ δακτύλου. Πυδαρίζειν: σκιρτᾶν καὶ οἷον μετὰ τάχους σπαράτ τεσθαι. Πυελίσ: ὁ σφραγιδοφύλαξ. Πύελοσ: ὄρυγμα ἐμβατὴ, ἔνθα ἀπολούονται. Πυελίδα: τὸ ὑφ' ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον· οὕτως Λυσίας καὶ Ἀριστοφάνης. Πύθια: πανήγυρις· ἑορτὴ Ἑλληνική. Πύθη: ἀντὶ τοῦ ἱστορήσεις· καὶ μάθης· ὅτε δὲ ἀντὶ τοῦ ἀκούειν. Πύθιον: ἱερὸν Ἀπόλλωνος Ἀθήνηισιν ὑπὸ Πεισιστράτου γεγονός· εἰς ὃ τοὺς τρίποδας ἐτίθεσαν οἱ τωῖ κυκλίωι χορωῖ νικήσαντες τὰ Θαργήλια. Πύθιοσ: ἑορτὴ Ἀθήνηισιν ἀγομένη Ἀπόλλωνι, ἀπὸ τοῦ Πυθῶνος. pi. 473 Πύθια καὶ Δήλια: φασὶ Πολυκράτην τὸν Σάμου τύραννον Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλωι, πέμψαι εἰς θεοῦ χρησόμενον, εἰ τὰ τῆς θυ σίας ἄγει κατὰ τὸν ὡρισμένον χρόνον· τὴν δὲ Πυ θίαν ἀνελεῖν, ταῦτά σοι Πύθια καὶ Δήλια· βου λομένην δηλοῦν ὅτι ἔσχατα· μετ' ὀλίγον γὰρ χρό νον αὐτὸν ἀπολέσθαι συνέβη· Ἐπίκουρος δὲ ἔν τινι τῶν πρὸς Ἰδομενέα ἐπιστολῶν ταῦτα. Πυθόληπτοσ: ὑπὸ τοῦ Πυθίου ληφθείς. Πυθόμενοσ: ἐρωτήσας. Πύθοντο: ἠρώτων· ἤκουον. Πύθου χελιδόνοσ: παροιμία ἀπό τινος Χελιδόνος θεο λόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου· ὡς Μνασέας ὁ Πατρεὺς ἐν τωῖ περί πλωι· οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζωῖον· οἱ δὲ ὅτι τὸ ἔαρ προσημαίνει. Πυθώδε ὁδόσ: παροιμία ἐπὶ τῶν τὰ τοιαῦτα πρασ σόντων ὡς πρὸς Διὸς Κόρινθος. Πύθω: σήπω· καὶ τὸ πυθόμενος, σηπόμενος· ἔνθεν καὶ ἡ Πυθία· διὰ τὸ ἐν ἐκείνω τωῖ τόπωι σαπῆναι τὸ τοῦ δράκοντος σῶμα· Λύκος δὲ ὁ Νεαπολίτης καὶ τὸ πῦον ἐντεῦθεν ὀνομασθῆναι φησίν· ἔστι γὰρ σεσηπὸς αἷμα. Πυθῶνοσ: δαιμονίου μαντικοῦ. Πυκνά: συχνῶς· ἐπιμελῶς. Πυκάζει: καλύπτει· σκεπάζει. Πυκάζεται: σκεπάζεται· κοσμεῖται. pi. 474 Πυκάζουσι: σκιάζουσι· στεφανοῦσιν. Πυκνή: ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο· Κλείδημος δέ φησιν Πύκναν ὀνομασθῆναι, διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι. Πυκνή: ἡ ἐκκλησία τῶν Ἀθηναίων οὕτως λέγεται· παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτηῖ. Πυκασμόσ: δασύτης. Πυκτεύειν: εἶδος γυμνασίου καὶ παλαίστρας. Πύκτησ: παγκρατιαστής· ἀθλητής. Πυλαγόροσ: ὁ πεμπόμενος εἰς τὴν Πυλαίαν εἰς τὴν Ἀμφικτυονίαν ῥήτωρ, ὥς τε ἐκεῖ ἀγορεῦσαι· Πυ λαγόρος δὲ παρὰ τὸ ἐν τηῖ Πυλαίαι ἀγορεύειν· Πυ λαία δὲ τὸ Ἀμφικτυονικὸν συνέδριον· ἦσαν δὲ Πυ λαγόροι τρεῖς. Πυλαιστάτουσ: τοὺς μηδὲν ὑγιὲς μήτε λέγοντας, μήτε πράσσοντας· διὰ τὸ παραγίνεσθαι τοιούτους τινὰς ἀνθρώπους εἰς τὸν προειρημένον τόπον. Πύλαι· καὶ Πυλαία· καὶ Πυλαγόρασ: Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι· ἐκλήθησαν δὲ οὕτως, διὰ τὸ στενὴν εἶναι ταύτην εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις· Πυλαία δὲ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· ἐπέμ ποντο δὲ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμ φικτυονίας τινὲς, οἵπερ ἐκαλοῦντο Πυλαγόροι. Πυλάρτησ: δούλου ὄνομα. Πυλάρτου: τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος. pi. 475 Πυλωρεῖ: φυλάσσει. Πύνδαξ: πυθμήν. Πυνθάνεσθαι: μανθάνειν· διδάσκεσθαι· ἱστορεῖν· ἐρω τᾶν· ἢ ἕτερόν τι σημαίνει παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφθορὰ μάλιστα παρὰ τοῖς διαλεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. Πύξ: γρόνθον. Πῦον: τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν· τὸ μετα βεβληκὸς αἷμα· αὐτὸ τὸ γάλα· τὸ γαλακτῶδες ὑγρόν· γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθὲν ἔνιοι. Πῦον: τὸ πυρίεφθον· τινὲς δὲ πᾶν γάλα νέον· ἢ ὃ ἂν μετὰ γάλακτος ἑψηθῆ χθεσινοῦ. Πύππαξ: ἐπίφθεγμα σχετλιασμοῦ· ὡς πένθους ἀμε τάφραστον· ὡς τὸ τρισαιδέκατον. Πυρά: καύματα. Πυράγρα [....]* Πυράγρη: καρκίνω· παγούρω. Πυραί: πυρκαϊαί. Πυρακτῶν: ἐμπυρσεύων· σφοδρῶς καίων. Πυραμειδήσ: πυροειδής. Πύραυνοσ: ὁ τὸ πῦρ ἐναυόμενος. Πυργηρούμεθα: ἐντὸς ἐσμὲν τῶν πύργων. pi. 476 Πυργοῦται: ὑψοῦται. Πυργηδόν: στοιχηδόν· κατὰ τάξιν. Πυργηρούμενοι: τὰ τείχη φυλάττοντες. Πυργοβάρεισ: προμαχῶνες· οἱ ὀχυρώτεροι τῶν πύρ γων. Πύργοι: τάξεις. Πύρδανα: τὰ λείψανα. Πυριάτη: θηλυκῶς τὸ πυρίεφθον· οὐχὶ πυρίατος, οὐδὲ πυριατὴ ὀξυτόνως· οὐδὲ πυρίεφθος. Πυριλαμπήσ: ὄνομα κύριον. Πυριλάμπη: πτηνόν τι μικρὸν, ὃ ἐν τωῖ σκότω λάμ πει· καλεῖται δὲ ὑπὸ ἐνίων λαμπυρίς. Πυριλαμπίσ: τὸ ζωῖον καλεῖται ὑπὸ τῶν Ἀττικῶν, οὐ λαμπυρίς. Πῦρ ἐπὶ πυρί: παροιμία ἧς μέμνηται καὶ Πλάτων· κακὸν ἐπὶ κακωῖ. Πυρεῖον: θυμιατήριον. Πυριρραγήσ: σαθρός· ἄχρηστος· ἀπὸ τοῦ ἐν ταῖς καμίνοις διαρησσομένου κεράμου. Πυροὶ ἐπικάλαμοι: οἱ μήπω θερισθέντες· ἢ οἱ ἐπὶ τῆς ἅλω· οἱ μήπω ἀπηλοημένοι· ἀλλ' ἐν τοῖς δράγ μασιν ὄντες· ἢ πυροὶ ἐπικάλαμοι λέγονται οἱ ἐπὶ τῆς αὐτῆς γῆς, ἥτις οὐκ ἔσχεν ἀνάπαυμα, ἐπι σπαρέντες· τουτέστιν, ὅτ' ἂν σῖτος ἐπὶ σίτωι χωρὶς διαλείμματος ἐπισπαρηῖ. Πύρρα: μία πόλις τῶν ἐν Λέσβωι. Πυρραῖς γένυσι: ξανθαῖς θριξίν. pi. 477 Πυρόεσσαν: ἐπίπνουν· πῦρ πνέουσαν. Πυρὸς μένοσ: πῦρ περιφραστικῶς. Πυρπαλάμην: ὁ ταχέως τι ἐπινοῶν καὶ παλαμώμενος ἴσα πυρί. Πυρπολεῖται: καίεται· ἐμπυρίζεται. Πυρρίχαισ: ταῖς ἐνόπλοις ὀρχήσεσιν. Πυρσεύει: πῦρ ἐξάπτει. Πυρσεύσασαν: φλέξασαν. Πυρσοί: λαμπάδες· πυρκαϊαί· λαμπτῆρες· φρυκτω ρίαι. Πυρσοκόρσου λέοντοσ: Αἰσχύλος ἐν Κάρυξι Σατύροις. Πυρσολόφουσ: τοὺς ἐκ παροπτηθεισῶν βυρσῶν ἱμάν τας τεμνομένους· Ἀντίμαχος. Πυροφόροσ: σιτοφόρος. Πυρφόροσ: πῦρ φέρων· πυρφόρους δὲ ἔλεγον τοὺς ἱερέας, τοὺς ἐπιβώμιον πῦρ ἀνάπτοντας· ἐν τοῖς οὖν πολεμίοις εἰώθασι τῶν ἱερέων οἱ νενικηκότες φεί δεσθαι· ἐπὶ δὲ τῶν παντελῶς ἡττηθέντων καὶ συμ πατηθέντων ἐν τῶ πολέμωι, εἰώθασιν ὑπερβοληῖ χρώμενοι οὕτως λέγειν, ὅτι οὕτως ἀπώλοντο, ὥστε οὐδὲ πυρφόρος, ταυτὸν δὲ εἰπεῖν ἱερεὺς, ὑπελείφθη τωῖ στρατωῖ. Πυρῶν: φλέγων καὶ καίων. Πύσμα: ἐρώτημα. Πύστεισ: ἐρωτήσεις. Πυστιᾶσθαι: πυνθάνεσθαι. Πύτυλοσ: ἡ συστροφὴ τῶν χειρῶν· ὅτ' ἂν πυκνῶς ἐπιφέρηται. pi. 478 Πύτυλοσ: ἡ συνεχὴς τῶν πυκτῶν κροῦσις. Πυτίνη: πλεκτὴ λάγυνος· Ἀριστοφάνης. Πώγωνα πυρόσ: τὴν ἀναφορὰν τοῦ πυρός· Εὐριπίδης Φρίξω. Πωληταί: οὗτοι τῶν ὀφειλόντων τωῖ δημοσίωι κατὰ προθεσμίαν καὶ μὴ ἀποδιδόντων ἐπίπρασκον τὰς οὐσίας· ὑπέκειντο δὲ τοῖς πωληταῖς καὶ ὅσοι τὸ διαγραφὲν ἀργύριον ἐν πολέμωι μὴ εἰσέφερον· ἔτι δὲ καὶ οἱ ξενίας ἁλόντες, καὶ ὁ μέτοικος προστά την οὐκ ἔχων· καὶ ὁ ἀποστασίου γραφείς· τούτων γὰρ τὰς οὐσίας πωλοῦντες, παρεκατέβαλον εἰς τὸ δημόσιον. Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τις ἐστὶν Ἀθήνηισιν· δέκα τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκό μενα ὑπὸ τῆς πόλεως πάντα, τὰ τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· πωλητήριον δὲ καλεῖται ὁ τόπος, ἔνθα συνεδρεύουσιν οἱ πωληταί. Πωλητήριον: τὸ πρατήριον· οὕτως Ὑπερίδης. Πωλοδάμνησ: πωλοδαμαστής. Πωλοῦσιν: Δημοσθένης ἐν τωῖ κατὰ Νεαίρας· ἢ ἐν τηῖ ἀγοραῖ πωλοῦσιν τί ἀποπεφασμένως· Δίδυμος φησὶν ἀντὶ τοῦ πορνεύουσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὸν τοῖς βουλομένοις· ὅθεν καὶ τὸ πορ νεύειν, ὅπέρ ἐστι περνάναι· ἐγὼ δέ φημι, ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν pi. 479 νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ' ἐργαστηρίου κάθωνται, ἢ ἐν τηῖ ἀγοραῖ πωλοῦσι τί ἀποπεφασμένως. Πῶλοι καὶ ἐπὶ βοῶν: Ἀλκαῖος ἐν Ἱερῶ γάμωι· Ἀνδράποδα πέντε, πωλικὸν ζεῦγος βοῶν. Πῶμα: τὸ πότον οὕτως λέγουσιν. Πώμαλα: ἀντὶ τοῦ ποθέν· οἷον οὐδαμῶς· ἔστι δὲ τὸ μὲν ˉπˉω Δώριον· τιθέμενον ἀντὶ τοῦ ποθέν· τὸ δὲ μάλα ἢ παρέλκει, ἢ ἐν πω τοις ἐστὶ λεγόμενον. Πώμαλα: οἴνου μάλα. Πώρινον: λίθον. Πωτᾶσθαι: πετᾶσθαι. Πωλάσ: ἀντὶ τοῦ πράσεις· Ὑπερίδης· ἔστι τὸ ὄνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις. Τέλος τοῦ ˉπ στοιχείου. Ἀρχὴ σὺν Θεωῖ τοῦ ˉρ. Ῥαβάττειν: σοβεῖν καὶ τρέχειν καὶ συντόνως πο δοκτυπεῖν. Ῥαβάττειν: ἄνω κάτω ἀντιβαδίζειν. Ῥάγα: ῥῶγα. rho. 480 Ῥαγδαῖον: ἄθρουν καὶ πολὺ, ἀπὸ τοῦ καταράσσειν· καὶ μεταφορικῶς, ἄνθρωπον ῥαγδαῖον, τὸν πολὺν καὶ ἄθρουν· καὶ ὀξὺς ἄνεμος καὶ πολὺς, ῥαγδαῖος. Ῥάδα: τὰ ῥόδα· ὅθεν καὶ ῥαδινή Ῥάδια: ὑπόδημα ποιόν. Ῥαδιουργόσ: οὐχ ὁ γράμματα παραποιῶν, ἀλλ' ὁ κακοῦργος ἁπλῶς· καὶ ῥαδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία καὶ εὐκαιρία καὶ θρασύτης· Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τηῖ λέξει. Ῥαθαίνεται: ἀντὶ τοῦ σπείρεται. Ῥαθαπυγίζειν: τὸ πλατεῖ τωῖ ποδὶ εἰς τὰ ἰσχία ῥαπίζειν. Ῥαθασσόμενοι: ῥαινόμενοι. Ῥαιβόν: σκαμβόν· καμπύλον. Ῥαικούσ: οἱ βάρβαροι τοὺς Ἕλληνας· Σοφοκλῆς τηῖ λέξει κέχρηται. Ῥαίοιτο: φθείροιτο. Ῥά: ἀντὶ τοῦ δή· οὕτως Πλάτων. Ῥαγδαῖοσ: ταχὺς ἢ σφοδρός. Ῥαγδαίουσ: κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων· τοὺς κεκινημένους καὶ σφοδροὺς καὶ βιαίους· Ἀντιφάνης Ἀγροίκοις· Ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς· Δίφιλος Πολυπράγμονι· Τί ποτ' ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν· ἔστι καὶ ἐν πρυτάνεσι Τη λεκλείδου τὸ ὄνομα, καὶ ἐν Δαιταλεῦσιν Ἀριστο φάνους. rho. 481 Ῥαδαμάνθυος ὅρκοσ: ὁ κατὰ χηνὸς ἢ κυνός· ἢ πλα τάνου ἢ κριοῦ ἢ τινὸς ἄλλου τοιούτου· Οἷς ἦν μέ γιστος ὅρκος ἅπαντι λόγωι κύων· Ἔπειτα χήν· θεοὺς δὲ σιγᾶν· Κρατῖνος Χείροσι· τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι. Ῥάδαμνοσ: βλαστὸς τρυφερὸς ἢ κλάδος. Ῥάδιον: εὐχερές. Ῥαδιουργόσ: πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς· καὶ ῥαδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θρασύτης· Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρή σατο τηῖ λέξει. Ῥαιδίωσ: εὐχερῶς· ταχέως. Ῥάζειν καὶ ῥύζειν: τὸ ὑλακτεῖν· Ἕρμιππος Εὐρώπηι· Ῥυζῶν ἅπαντας ἀπέδομαι τοὺς δακτύλους· ἀπὸ τούτου δὲ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦν τας μετηνέχθη· Κρατῖνος Δηλιάσιν· Ἵνα σιωπηῖ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον· καὶ ἑξῆς· Ἔρραζε πρὸς τὴν γῆν· ὁ δ' ἐσκάριζε καπέπαρδε. Ῥαθάμιγγεσ: ῥανίδες· ἢ ὁ ἀπὸ τῶν ἵππων κονιορτός· οἱ δὲ σταγόνας. Ῥαθυμία: ἀμέλεια. Ῥαΐσασ: ὑγιάνας. Ῥαΐσασ: ἀντὶ τοῦ ῥαῖον ἔχων ἐκ τῆς νόσου. Ῥαθυμεῖν: οὐχ ὡς ἡμεῖς φαμὲν, τὸ τοῖς Ἀφροδισίοις σχολάζειν· ἀλλ' ἁπλῶς τὸ ἀργεῖν καὶ τρυφᾶν, παρὰ τὸ τὰ ῥᾶστα τωῖ θυμωῖ διδόναι. rho. 482 Ῥακχίζειν: τὸ διαιρεῖν τὰ μέρη τῆς ῥάχεως, ἤτοι διακόπτειν, ὡς φησὶ παρ' Εὐριπίδηι. Ῥακετρίζειν: τὸ εἰς τὴν ῥάχιν παίειν· οὕτως Πλάτων. Ῥάκιον καὶ ῥάκοσ: ἄμφω λέγουσιν. Ῥακίδαι: δῆμος Ἀκαμαντίδος. Ῥάκτρια: ῥαιδία· μικρά· τοὺς καρποὺς ἀπαράσ σουσα. Ῥάμνοσ: φυτὸν ὃ ἐν τοῖς χουσὶν ὡς ἀλεξιφάρμακον ἐμασῶντο ἕωθεν· καὶ πίττηι ἐχρίοντο τὰ σώματα· ἀμίαντος γὰρ αὕτη· διὸ καὶ ἐν ταῖς γενέσεσι τῶν παιδίων χρίουσι τὰς οἰκίας εἰς ἀπέλασιν τῶν δαιμόνων. Ῥαμνουσία Νέμεσισ: αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφροδίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας· ἱδρύ σατο δὲ αὐτὴν Ἐρεχθεὺς μητέρα ἑαυτοῦ οὖσαν· ὀνομαζομένην δὲ Νέμεσιν καὶ βασιλεύσασαν ἐν τωῖ τόπωι· τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν· οὗ τὴν ἐπιγραφὴν ἐχαρίσατο Ἀγορακρίτωι τωῖ Παρίωι ἐρωμένωι· ὃς καὶ Ὀλυμπίασι τωῖ δακτύλωι τοῦ Διὸς ἐπέγραψε, Παντάρκης καλός· ἦν δὲ οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ. Ῥάμφοσ: ῥύγχος ὄρνιθος. Ῥαντόν: ποικίλον. rho. 483 Ῥαμφάξει: ῥυγχωθήσει. Ῥάξ: θηλυκῶς ἡ ῥάξ· ὁ δὲ ῥὼξ, καὶ βαρβαρισμὸς καὶ σολοικισμός. Ῥάξαι: ἀντὶ τοῦ καταβαλεῖν· οὕτως Ἀπολλόδωρος. Ῥάξασ: τὸ δὲ ῥήξας οὐκ Ἀττικόν· καὶ παρὰ τοῖς δικανικοῖς ἐστὶν ἡ χρῆσις. Ῥᾶον: εὐχερές· εὔκολον. Ῥαπίσαι: πατάξαι τὴν γνάθον ἁπληῖ τηῖ χειρὶ, ὃ λέγουσι καὶ ἐπὶ κόρρης. Ῥαπίσ: ῥάβδος. Ῥάρ: Τριπτολέμου πατήρ. Ῥάρον: ἰσχυρόν. Ῥᾶστα: ῥαιδίως· εὐχερῶς. Ῥαστώνη: ἀνάπαυσις· τέρψις· τρυφή· εὐκολία· ῥα θυμία· ἡδυπάθεια· χαυνότης· ἀργία· εἴρηται καὶ ῥαστωνεύειν ἐν τωῖ ληʹ Δίωνος Ῥωμαϊκῶν. Ῥάφανον: τὴν ῥαφανίδα· Ἐπίχαρμος. Ῥάφανοσ: κράμβη· ῥαφανὶς δὲ, ἣν ἡμεῖς ῥάφανον. Ῥάττει: ἐπιφώνημα χαιρόντων καὶ ὑπορχουμένων. Ῥᾶον ἄν τις τοὺς ὀδόντας ἠρίθμησεν, ἢ τοὺς δακτύ λουσ. Ῥαχάδασ: τὰ δενδρώδη χωρία. Ῥάχετον: τὸ ὄπισθεν τοῦ τραχήλου, ἀφ' οὗ ἡ ἀρχὴ τῆς ῥάχεως· Δίδυμος δὲ πλευρόν. Ῥαχθέντοσ: ῥαγέντος. Ῥαχίαν: οἱ Ἀττικοὶ τὴν ἀκτήν· καὶ τὸν τόπον αὐ rho. 484 τὸν, ωἷ προσαράττει τὸ κῦμα· καὶ Θουκυδίδης οὕ τως· οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρη σιν τῆς θαλάττης. Ῥαχίζειν: τὸ ἀλαζονεύεσθαι· καὶ ῥαχιστὴς, ὁ ἀλα ζών· Θεόπομπος Παμφίληι· Τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν. Ῥαχίζων: διακόπτων· καὶ τοὺς κακούργους ῥαχισ τάς. Ῥάχιν: ὀσφῦν· ἢ τὸ νωτιαῖον μέρος· ὁ κανθὸς τοῦ νώτου. Ῥαχιστήσ: ὁ διατέμνων. Ῥάχοι: αἱ μυρικίναι ῥάβδοι. Ῥάχοισιν ὀρχάδος στέγησ: Σοφοκλῆς δὲ τοὺς φραγ μοὺς τῆς ποίμνης. Ῥάχουσ: τὰς ἀκανθώδεις καὶ τραχείας ῥάβδους λέ γουσιν. Ῥαψωιδοί: τὸ δ' ἔμπροσθεν ἀρνωδοὶ ἐκαλοῦντο, ἐπά θλου αὐτοῖς ὄντος ἀρνός. Ῥαψωιδὸς κύων: ἡ Σφίγξ· οὕτως Σοφοκλῆς. Ῥάψαι: συνθεῖναι. Ῥαψώδημα: ψεῦσμα. Ῥαψωιδία: φλυαρία· λόγων συναφή· ἀδολεσχία. Ῥαψωιδοί: οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντες· οἳ ἐκλήθησαν οὕτως, ἐπεὶ ῥάβδους ἔχον τες ἀπήγγελλον· ῥαψωιδῆσαι δέ ἐστι τὸ φλυαρῆ σαι· ἢ τὸ ἁπλῶς λαβεῖν καὶ ἀπαγγεῖλαι, χωρὶς ἔργου τινός. rho. 485 Ῥάων: εὐθυμότερος· καὶ ἀπήμων. Ῥέας πόντοσ: ὁ Βόσπορος· ἢ ὅτι καὶ Ἀδρίας καλεῖται ἀπὸ τοῦ εἰσβάλλοντος ποταμοῦ Ἀδρίου. Ῥεδίων: ἁρμάτων. Ῥέζει: θυσιάζει· ποιεῖ· ἱερεύει· παρασκευάζει. Ῥέθοσ: πρόσωπον· ἐρύθημα· μέλος· σπλάγχνον. Ῥεῖα: ῥαδίως· εὐμαρῶς· ἰσχυρῶς. Ῥεῖα ζώοντεσ: ἀπόνως καὶ ἀμόχθως. Ῥειπαι: ὄρη Σκυθικὰ, ὅθεν ὁ Βορρᾶς πνεῖ. Ῥειτά: ἐν Ἐλευσῖνι δύο ναμάτια φερόμενα ἐκ μιᾶς πηγῆς καλούμενα ῥειτά· οὕτως Σοφοκλῆς. Ῥειτῶν τόποσ: ἱερῶν ῥευμάτων. Ῥέκοσ: ζῶμα· ζώνη. Ῥελατρεία: ἀναφορά. Ῥέμει: πειρᾶ· ὀδυνᾶ· σήπει. Ῥέξαι: ποιῆσαι· πράξαι· Ἀθηναῖοι δὲ θῦσαι· παρ' Ἐπιχάρμω τὸ βλάψαι. Ῥέπει: κλίνει. Ῥερυθμῶσθαι: ἐσχηματίσθαι· συγκεκρίσθαι. Ῥεῦμον: βρέφος νεογνόν. Ῥηγίνουσ: τοὺς δειλούς· Ξέναρχος γὰρ, ὁ Σώφρονος τοῦ Μιμογράφου υἱὸς, ἐκωμώδει τοὺς Ῥηγίνους ὡς δειλοὺς, ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. Ῥηγίνου δειλότεροσ: Ῥῆγμα: ἡ κατὰ μῆκος τοῦ τραύματος οὐλή. Ῥηγμῖνι: αἰγιαλωῖ. rho. 486 Ῥήγνυται: διαιρεῖται καὶ διακόπτεται. Ῥῆμα: οὐ μόνον ἐπὶ μιᾶς λέξεως λέγουσιν, ἀλλὰ καὶ ἐπὶ πλειόνων. Ῥήναια: νῆσος πλησίον Δήλου. Ῥῆνεσ: πρόβατα. Ῥηξήνορεσ: ἀνδρεῖοι. Ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. Ῥήσεισ: λόγοι. Ῥῆσις μακρά: διεξοδικὸς λόγος μακρός. Ῥῆσισ: δημηγορία καὶ συμβουλή· καὶ ὅλος ὁ τοῦ ῥήτορος λόγος· οὕτως Ἀριστοφάνης. Ῥησείδιον: λεξείδιον. Ῥησικοπεῖν: δημηγορεῖν. Ῥήσεισ καλεῖται τὰ ὑπὸ τῶν εἰσαγομένων προσώ πων λεγόμενα· ἀναμέσον δὲ τούτων τὰ ὑπὸ τοῦ ποιητοῦ· οἷον, Τὸν δ' ἀπαμειβόμενος. Ῥῆσισ: τὸ ψήφισμα· οὕτως Κράτης. Ῥησίαρχος, ὃς ἐρέσει τὰ θέσφατα: παρ' Ἐπιχάρμωι· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρηται· ἢ ὡς Ἀσκλη πιάδης ἐν ʹ τραγωιδουμένων, ἄριστον αὐτὸν γεγο νέναι ἀλήθειαν εἰπεῖν· ἐγένετο δὲ καὶ ἕτερος. Ῥησκόμενον: ἀντὶ τοῦ λεγόμενον. Ῥητόν: φανερόν. Ῥήτορα: καὶ τὴν γυναῖκα· Ἀριστοφάνης. rho. 487 Ῥητορικὴ γραφή: ἔοικε ῥητορικὴ γραφὴ καλεῖσθαι, ἡ κατὰ ῥήτορος γράψαντος (ἢ) εἰπόντος ἢ πράξαν τος παράνομον· ὥσπερ λέγεται πρυτανικὴ, ἡ κατὰ πρυτανέως· καὶ ἐπιστατικὴ, ἡ κατ' ἐπιστάτου· ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαὶ τινὲς καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ τῶν ῥητό ρων γραφαὶ εἰσάγονται. Ῥητορικὴ γραφή· ἣν ἠγωνίζοντο οἱ ῥήτορες· οὐ γὰρ πάσας ἠγωνίζοντο τὰς δίκας τῶν παλαιῶν οἱ ῥήτο ρες, ἀλλ' ἐνίας· ἄλλοι δὲ ῥητορικὴν γραφὴν εἶναι λέγουσι τὴν κατὰ ῥήτορος γινομένην, γράψαντος τί, ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέ γεται πρυτανικὴ γραφὴ, καὶ ἡ κατὰ πρυτανέως, καὶ ἐπιστατικὴ, ἡ κατ' ἐπιστάτου. Ῥήτορεσ: οὐχ οἱ συνήγοροι, ἀλλ' οἱ τὴν ἰδίαν γνώ μην λέγοντες· καὶ τὸ παρ' Ὁμήρωι οὕτως ὑπο λαμβάνει. Ῥῆτρα: συνθῆκαι· λόγοι· ὁμολογίαι· Ταραντῖνοι δὲ νόμους· καὶ οἷον ψηφίσματα· παρὰ Λακεδαιμο νίοις ῥήτρα Λυκούργου νόμος, ὡς ἐκ χρησμοῦ τιθέ μενος· οἱ δὲ ῥήτρας ὁμολογίας· οἱ δὲ συγγράμ ματα· καὶ ῥητροφύλακας τοὺς συγγραμματο φύλακας. Ῥήτρασ: συνθήκας. Ῥήτωρ: τὸ παλαιὸν ἐκαλεῖτο ὁ δήμωι συμβουλεύων· καὶ ὁ ἐν δήμωι ἀγορεύων· εἴτε ἱκανὸς εἴη λέγειν, εἴτε καὶ ἀδύνατος· εἴτε καὶ ἀπὸ τοῦ βελτίστου καὶ δι rho. 488 καιοτάτου συμβουλεύων, εἴτε ἐπὶ οἰκείοις λήμμα σιν· καὶ ὁ Δημοσθένης τοῦτον καλεῖ ῥήτορα, ἐπειδ' ἂν λέγηι· ῥήτωρ, ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τού τωι· καὶ ἑτέρωθι· ἐγὼ δὲ εἰ μὲν ὡς συμβουλεύων ὑμῖν ὅτι ἂν συμφέρειν ἡγῆται, ῥήτωρ ἐστὶν, οὔτε ἀρνοῦμαι, οὔτε φύγοιμι ἂν τούνομα τοῦτο· εἰ δὲ, οἵους ἐγὼ καὶ ὑμεῖς δὲ ὁρᾶτε, ἀπαιδεύτους καὶ ἀφ' ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ· καὶ πολλοῖς ψηφίσμασι παραγέγραπται Ῥητορικὴ ἐκ βουλῆς, (εἰ) εἰσφέρει τις γνώμην, ἀλλὰ μὴ αὐτὸς ἰδίαν τύχην ἡγούμενος. Ῥήτωρ: συνήγορος· δικολόγος· καὶ ὁ τὴν ἰδίαν ἀπο φαίνων γνώμην κριτὴς, παρὰ Σοφοκλεῖ. Ῥηχιάδαι ἢ Ῥηχάδαι: οἱ τοὺς καταδίκους εἰς τὰς ῥαχίας βάλλοντες. Ῥία: ἀκρωτήρια· ὄρθια· καὶ τὰ εἰς θάλασσαν ἐγ κείμενα. Ῥιγοῖ: ψύχει· συνέχεται ἀπὸ κρύους. Ῥιζοτόμοι: φαρμακεῖς· βοτανικοί. Ῥικνά: ἐρυτιδωμένα· ἀσθενῆ. Ῥικνόν: καμπύλον. Ῥικνόσ: ὁ πεφρικὼς, παρὰ Σοφοκλεῖ. Ῥινᾶν: ἐξαπατᾶν: οὕτως Μένανδρος. Ῥινόν: βύρσαν· δέρμα. Ῥίνων: ὄνομα κύριον. rho. 489 Ῥικνοῦσθαι: τὸ διέλκεσθαι καὶ παντοδαπῶς διαστρέ φεσθαι κατ' εἶδος· λέγεται δὲ καὶ ῥιγνοῦσθαι, τὸ καμπύλον γίγνεσθαι ἀσχημόνως, καὶ κατὰ συνου σίαν καὶ ὄρχησιν κάμπτοντα τὴν ὀσφῦν· Σοφοκλῆς Ἰχνευταῖς. Ῥίπασ: ἀνέμου συστροφή. Ῥιπῆσ: ὁρμῆς· φορᾶς· βολῆς. Ῥιπίζεται: παρακαίεται. Ῥίψασπισ: δειλός. Ῥινώμενοσ: μυκτηριζόμενος. Ῥίσκοσ: ὁ τὰ ἀργυρώματα ἔχων καὶ τὸ πρόχειρον ἀργύριον. Ῥιψάδ' ἀγείρων Ῥοάσ: ῥεύματα. Ῥόδια: μύρα. Ῥοδιακὸν καὶ Ῥοδιάσ: εἶδος ἐκπώματος· οὕτως Δίφιλος. Ῥοδογούνη: γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δαρείου μήτηρ. Ῥοδίων χρησμόσ: Ῥόδιοι τηῖ Λινδίαι Ἀθηναῖ θύοντες καθ' ἑκάστην ἡμέραν διετέλουν (ἐν) τωῖ ναωῖ εὐ ωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖς ἔθος ἀμίδα εἰσφέρειν [....] ἀμίδα· συγκαταινέσαντος δὲ, πάλιν ἀνε πυνθάνοντο, χαλκῆν ἢ ὀστρακίνην· ὁ δὲ ὀργισθεὶς ἀπεφήνατο, μηδετέραν· διὸ τὴν παροιμίαν τάσ σεσθαι ἐπὶ τῶν περιεργότερον πυνθανομένων. rho. 490 Ῥοδώπιδος ἀνάθημα: ἐν Δελφοῖς ὀβελίσκοι πολλοί· Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτωι πυραμίδα, Ἡροδότου ἐλέγχοντος τὴν δόξαν· ἦν δὲ Θρᾶσσα τὸ γένος· ἐδούλευσε δὲ σὺν Αἰσώπω Ἰάδμονι Μιτυληναίωι· ἐλυτρώσατο δὲ αὐτὴν Χαράξας ὁ Σαπφοῦς ἀδελφός· ἡ δὲ Σαπφὼ Δω ρίχαν αὐτὴν καλεῖ. Ῥόζειν: κυρίως μὲν ἐπὶ τῶν κυνῶν· μεταφορικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων. Ῥοθεῖ: ὁρμεῖ. Ῥόθιον: ἡ εἰρεσία· καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐ τόνως. Ῥοδωνιά: ἔστι μὲν ὁ τῶν ῥόδων λειμών· ἄλλοι δὲ καὶ τὴν ῥοδοδάφνην οὕτω φασὶ καλεῖσθαι· ἕτεροι δὲ εἶδος ἀμπέλου φερούσης σταφυλὴν παραπλησίαν τωῖ ῥόδωι κατὰ τὸ χρῶμα. Ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅτ' ἂν σφοδρῶς ἐλαύνωσιν. Ῥόθιον: τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα· σημαίνει καὶ τὴν εἰρεσίαν· καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτόνως· Ἀριστοφάνης Βαβυλωνίοις· κατάγου ῥοθιάζων, φησίν· καὶ πάλιν· Ναῦς ὅτ' ἂν ἐκ πιτύλων ῥοθιάζηι σώφρονι κόσμωι. Ῥόθωι: ὁρμηῖ. Ῥοιάσ: Ἴωνες· ἄνευ δὲ τοῦ ˉι ῥοάς· οὕτως Ἐπίλυκος. rho. 491 Ῥοιβδεῖ: ἀναρροφεῖ· ἀναρριπτεῖ. Ῥοίβδειν: ὡς ἐπὶ ῥεύματος· σφοδρῶς· φοβερῶς. Ῥοίδια: ῥοάς. Ῥοιζηδόν: σφοδρῶς μετ' ἤχου ἀπειλητικόν. Ῥοῖζοσ: ῥύμη· ἦχος. Ῥοῖζοσ: παρ' Ὁμήρωι θηλυκῶς· Πολληῖ δὲ ῥοίζωι πρὸς ὄρος τρέπε. Ῥομβεῖν: σφενδονᾶν. Ῥόμβον: κίνησιν· ἢ κύλινδρον. Ῥόμβοσ: ὃ ἔχουσιν οἱ ἐπιθειάζοντες ὡς τύμπανον· οὕτως Εὔπολις. Ῥοδωνιά: ἡ τῶν ῥόδων φυτεία· ἰωνιὰ, ἡ τῶν ἴων. Ῥοδοδάκτυλοσ: ῥοδόχρους. Ῥομφαία: τὸ μακρὸν ἀκόντιον ἢ μάχαιρα. Ῥοπαλίζει: κινεῖ, στρέφει ὡς ῥόπαλον. Ῥοπή: κλίσις. Ῥόπτρον: Λυσίας κατὰ Ἀνδοκίδου ἀσεβείας· ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ· νῦν τὸν τῆς θύρας κρίκον λέγει. Ῥόπτρον: ῥόπαλον· ἢ παγίς· ἢ τιμωρία. Ῥοῦν: τὸ ἥδυσμα· Σόλων. Ῥοφήσομαι: ἀντὶ τοῦ ῥοφήσω λέγουσιν. Ῥοώδησ: ῥεῦμα ἔχων. Ῥυάχετον: θόρυβον. Ῥυάχετον: τὸν ῥέοντα ὀχετόν. Ῥοίβδην: δαψιλῶς. Ῥυγχάσαι: τὸ μυκτηρίσαι. Ῥύγχοσ: τὸ πρόσωπον· Κρατῖνος καὶ ἕτεροι. rho. 492 Ῥύδην: ὁρμήν. Ῥύδην: σφοδρῶς καὶ ἀθρόως· οὕτως Κρατῖνος. Ῥύζειν: ὑλακτεῖν. Ῥυζῶν: πενθῶν. Ῥυθμίζει: διατυποῖ· κανονίζει· εὐθύνει. Ῥυθμόσ: τάξις ἔμμελος ἀκόλουθος ἁρμονίαι. Ῥυμβονᾶν: διαρρίπτειν. Ῥυπαίνω: ἀντὶ τοῦ ὑβρίζω· Φερεκράτης. Ῥύπεσ: πόλις τῶν Ὠλενίων Ἀχαιῶν· οὕτως Αἰ σχύλος. Ῥύπον καὶ ῥύπουσ: τὰ δεχόμενα τὰς σφραγῖδας· οὕτως Ἀριστοφάνης. Ῥυπᾶν: μεστὰ ῥύπου εἶναι. Ῥύππαπαι: ναυτικὸν ἀναφώνημα. Ῥύπτει: ἀποκλύζει· σμήχει. Ῥύπτομαι: σμήχομαι. Ῥυσά: ἢ μάρανσις, ἢ γῆρας. Ῥυσαί: ῥυτίδας ἔχουσαι. Ῥυσήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα. Ῥύσια: ἐνέχυρα· καὶ ῥυσιάζεσθαι· τὸ ἐνεχυριά ζειν. Ῥυσίαν: τὴν τῶν τόξων τάσιν. Ῥυσίοισιν: ἑλκυσταῖς. Ῥυστῆρασ: καὶ βρυτῆρας· τὰς ἡνίας. rho. 493 Ῥυτά: εἶδος φιαλῶν· τάχα δὲ οἷον ῥυτίδας καὶ συνα γωγὰς ἐχουσῶν. Ῥυτά: πήγανα· οὕτως Κρατῖνος. Ῥυτά: συνεσταλμένως· εἶδος ἐστι ποτηρίου· Δημο σθένης κατὰ Μειδίου· ἐκτεταμένως παρ' ἡμῖν λεγόμενα. Ῥυτήρ: ἁπλῶς μὲν ὁ ἱμάς· κυρίως δὲ ἡνία· παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, ὅπέρ ἐστι σωίζειν· ἢ παρὰ τὸ ῥεύειν, ὅ ἐστιν ἀνακόπτειν καὶ ἀνεγείρειν τοὺς ἵππους. Ῥυτῆρα: ἑλκτικόν· παρὰ τὸ ἐρύειν· καὶ φύλακα. Ῥυτῆρεσ: χαλινοί· ἡνίαι· ἱμάντες. Ῥυτῆρι κρούων γλουτὸν ὑπτίου ποδόσ· Σοφοκλῆς. Ῥυτίσ: ἀσθένεια. Ῥυτίσματα: αἱ ἀκέστριαι τῶν διερρυηκότων ἱματίων τὰ ἀναπληρώματα ῥυτίσματα ἐκάλουν· οὕτως Μένανδρος. Ῥυφεῖν: τὸ ῥοφεῖν Ἴωνες· οὕτως Ἱππώναξ. Ῥύψαι: σμῆξαι. Ῥωγαλέον: διεσχισμένον. Ῥῶμα: ὅρμημα. Ῥῶμα: τὴν ῥώμην· ὡς γνῶμα, τὴν γνώμην. Ῥωμαλέωσ: ἰσχυρῶς. Ῥώμη: ἰσχύς. Ῥώξ: κόκκος. Ῥῶπεσ: δασεῖα ὕλη· ἢ κατάκομος καὶ σύμφυτος τόπος. rho. 494 Ῥῶποσ: μίγμα· χρώματα, ὅσα βαφεῦσι, ζωγράφοις, μυρεψοῖς χρησιμεύει· ὅθεν ῥωποπώλης, ὁ μυρο πώλης· τινὲς δὲ καὶ τὸν παντοδαπὸν φόρτον, ῥῶ πον εἰρήκασιν. Ῥῶποσ: μηθενὸς ἄξιον. Ῥῶπος καὶ γέλγη: ὁ ποικίλος καὶ λεπτὸς φόρτος. Ῥῶσαι: ῥῆξις. Ῥῶσθαι: σπουδάζειν. Ῥωστήριον: παρορμητήριον. Ῥωχμόσ: ῥῆγμα γῆς. Τέλος τοῦ ˉρ στοιχείου. Ἀρχὴ σὺν Θεωῖ τοῦ ˉσ. Σᾶ: περισπωμένως τὰ σῶα· εἴρηται δὲ ἐπὶ θηλυκοῦ· σᾶ ἡ πόλις· οἷον σώα ἡ πόλις. Σᾶ: τὰ σῶα λέγουσι μονοσυλλάβως, ἀπὸ τοῦ σῶα συναιροῦντες· καὶ τὸν σῶον καὶ σῶν· καὶ σῶοι, σοῖ· παρὰ δὲ Θουκυδίδηι δισυλλάβως σῶοι. Σμικρὸς ἐν σμικροῖς, μέγας δὲ ἐν μεγάλοις ἔσομαι· καὶ τὸν ἀμφέποντ' ἀεὶ φρεσὶ δαίμον' ἀσκήσω: εἰ μικρὰ ἦ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· εἰ δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγαλοφρονήσω, καὶ τὴν περιέπουσάν με τύχην οἴσω τηῖ διανοία. sigma. 495 Σαβαρίχιν: τὸ γυναικεῖον αἰδοῖον· Τηλεκλείδης. Σαβέκ: ἄφεσις ἀπὸ τῆς Σύρας. Σαβοί: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τωῖ Σαβαζίωι, τουτέστι τῶ Διονύσωι· καθάπερ τοὺς τωῖ Βάκχωι, Βάκχους· τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διό νυσον φασίν· οὕτως δέ φησι καὶ τῶν Ἑλλήνων τινὲς τοὺς Βάκχους Σαβοὺς καλεῖν· Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναι φησὶ τοῦ Διονύσου Σαβάζιον. Σαβοὺς καὶ Σαβὰς καὶ Σαβαζίουσ: τοὺς βακχεύοντας τωῖ Σαβαζίωι· τὸ γὰρ σαβάζειν τωῖ θεωῖ τοῦτο· ὑπὸ δέ τινων ὁ Διόνυσος Σαβὸς καλεῖται. Σαβύττησ: ξυρήσεως εἶδος. Σαβάξαι: διασαλεῦσαι. Σάβυττοσ: τὸ γυναικεῖον αἰδοῖον· ἀπὸ τοῦ σάττεσθαι καὶ βύεσθαι, ὡς καὶ σάθη. Σαγγάριοσ: ποταμὸς Φρυγίας καὶ Λυδίας. Σάγαρισ: κοπὶς ἢ πέλεκυς. Σάγδασ: μύρον τί. Σάγη: τὸ πλῆθος. Σάγη φερέσβιοσ: τὸν πρὸς τροφῆς παρασκευὴν θύλακον. Σάγη: ἡ πανοπλία· οὕτως Μένανδρος. Σαγήνη: πλέγμα τί ἀπὸ σχοινίων εἰς ὑποδοχὴν ἰχθύων. Σάγμα: τὸ τῆς ἀσπίδος ἔλυτρον. sigma. 496 Σάγρα: αἰ τοῦ/ ἀλήθεια· οὕτως Κρατῖνος. Σάγρα: ποταμὸς ἐν Ἰταλία· καὶ τόπος ἀφ' οὗ ἡ παροιμία· ἀληθέστερα τῶν ἐπὶ Σάγρα. Σάθων: ὑποκόρισμα παιδίων ἀρρένων· οὕτως Τηλε κλείδης. Σαθρὸν, οὐ σαβακὸν χρὴ λέγειν. Σαικονῆσαι: ἀντὶ τοῦ κινηθῆναι· Ἀριστοφάνης. Σαίνει: κολακεύει· σείει· ὡς ἐπὶ τῶν κυνῶν σαινόν των τηῖ οἰκείαι οὐραῖ. Σαίνεσθαι: κολακεύειν. Σαίνουροι: τὰς οὐρὰς σείοντες. Σαίρει: κοσμεῖ ἢ χαίρει. Σαίρειν: οὐ σαροῦν· μᾶλλον δὲ κορεῖν λέγουσιν· καὶ ἀκόρητον, τὸν ἀσάρωτον· καὶ κορηθῆναι· καὶ τὸ σάρον, κόρηθρον· καὶ κόρημα, τὸ κάθαρμα. Σάκαι: ἔθνος Σκυθικόν. Σάκασ: ἐπεκαλεῖτο ὁ τραγωδοποιὸς Ἀκέστωρ, ὡς ξένος καὶ βάρβαρος· οἱ γὰρ Σάκαι Σκυθικὸν γένος. Σακέλλιον: βαλάντιον. Σακεσφόροι: ὁπλοφόροι· ἀσπιδηφόροι. Σακεύουσι: τὸ ὑλίζουσι παρ' Ἡροδότωι. Σακυφάνται: οἱ πλέκοντες τοὺς γυργάθους· ἢ τῶν λινοΰφων οἱ τοὺς σάκκους ὑφαίνοντες. sigma. 497 Σακίζειν: τὸν τρυγώδη διὰ σάκκου καὶ στρέβλης ἠθεῖν οἶνον· οὕτως Λυκόφρων. Σακοδερμίτησ: Σοφοκλῆς Τρωΐλωι· οἱ μὲν τὸν ὄφιν· οἱ δὲ σκώληκα τὰ δέρματα διεσθίοντα· ἄμεινον δὲ τὸν ἐπὶ τωῖ δέρματι χαλκὸν ἔχοντα· παρ' ὅσον τὰ σάκη ἐπίχαλκα. Σάκοσ: ὅπλον· ἀσπίδα. Σάκτρα: φορμὸς, ἀπὸ τοῦ σάττεσθαι· οἱ δὲ τὸν τοξι κὸν κάλαμον. Σάκοσ: οἱ Ἀττικοὶ λέγουσι διὰ τοῦ ἑνὸς ˉκ. Σακτόσ: ὁ τεθησαυρισμένος καὶ πολύς. Σαλάβην: Σοφοκλῆς τὴν ὀπήν. Σαλαβακχώ: πόρνης ὄνομα. Σάλα: φροντίς· οὕτως Αἰσχύλος. Σαλακωνία: ἀλαζονεία· ὑπὲρ τὸ δέον· καὶ σαλα κωνίσαι, ἀλαζονεύεσθαι· ἀλαζόνας δὲ ἔλεγον τοὺς ψεύστας καὶ μεγαλαύχους. Σαλάκων: προσποιούμενος πλούσιος εἶναι, πένης ὤν. Σάλοσ: σαλευμός· τάραχος· καὶ ἡ φροντίς. Σαλαμίνιοσ: ὁ ἐκ τῆς Σαλαμινίας καλουμένης νεὼς ἐρέτης· οἱ δὲ ὅτι Σαλαμίνιοι ἀγαθοὶ ἐρέται. Σαλάμβη: ὀπή· καπνοδόκη· οὕτως Σοφοκλῆς. Σαλμάκιον: κοσμαρίου τί γένος. Σαλαμόσ: ἀλαζών. Σαλμυδησόσ: αἰγιαλὸς καὶ ποταμὸς Εὐξείνω πόντωι. sigma. 498 Σαλοῦσα: φροντίζουσα· σάλα γὰρ ἡ φροντίς. Σαλπίττει: ἀντὶ τοῦ σαλπίζει. Σάμακα: Ἐρατοσθένης ἀπέδωκε τὸν φορμόν· ἄμεινον δὲ τὸν τοξικὸν κάλαμον· οὕτως Λύσιππος. Σάμαιναι: πλοῖα σάμια ὗσιν ἐμφερεῖς τὰς πρώρας ἔχοντα. Σαμακιν: κομάρου τι γένος τοῖς νεωτέροις. Σάμβαλα: ὑποδήματα. Σαμβύκη: εἶδος ὀργάνου μουσικοῦ. Σαμιακὸν τρόπον: Κρατῖνος Ἀρχιλόχοις· εἰσυαμιαν ἐπισκώπτων μιννύω/ ναυσὶ γὰρ ἐμφερεῖς εἶχε τὰς πρώρας τὰ τῶν Σαμίων πλοῖα, ὡς Χοιρίλοχος ὁ Σάμιος. Σαμικόν: ἀντὶ τοῦ Σάμιον. Σαμίων ὁ δῆμος (ἐστὶν,) ὡς πολυγράμματοσ: Ἀρι στοφάνης Βαβυλωνίοις· ἐπισκώπτων τοὺς ἐστι γμένους· οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων, σπάνει τῶν πολιτευομένων, ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν· ὡς Ἀριστοτέλης ἐν τηῖ Σαμίων πολιτεία· ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι· τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν ἄρχειν· οἱ δ' Ἀθηναίοις ἐπὶ ἄρχοντος sigma. 499 Εὐκλείδου· τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλ λιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου καὶ ἐπὶ Εὐκλέους· περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος· οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμω Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι τῆ Σαμαίνη, ὅ ἐστι πλοῖον δίκροτον ὑπὸ Πολυκράτους πρῶτον παρασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νοστῶν· τὸ δὲ πλάσμα Δούριδος· οἱ δὲ τὴν Σάμαιναν νόμισμα εἶναι. Σαμφόρασ: ἵππος χαρακτῆρα ἔχων ἐνκεκαυμένον σίγμα, ὡς κοππατίας καὶ βουκέφαλος. Σανδαλοθήκην: οὐ σανδανοθήκην λέγουσιν. Σάνδυξ: χρῶμα κόκκινον. Σανίδα: τὸ δεσμωτικὸν ξύλον. Σανίδα: τὸ λεύκωμα ὅπου αἱ δίκαι λέγονται. Σαννίονον: τὸ αἰδοῖον· ἀντικέρκιον· παρὰ τὸ τηῖ κέρ κωι σαίνειν. Σανίσ: καὶ ἐν ηἷ τοὺς κακούργους ἔδουν, καὶ ἐν ηἷ τὰς δίκας ἐνεχάραττον· τὸ μὲν ἐν Θεσμοφοριαζούσαις· τὸ δὲ ἐν Σφηξὶ δεδήλωται. Σανναν: τὸν μωρόν· οὕτως Κρατῖνος. Σάξασ: ἀντὶ τοῦ ἁμάξας· οὕτως Εὔπολις. Σαπέρδησ: ἰχθὺς ὁ κορακῖνος. Σαπρόν: οὐ τὸ μοχθηρὸν καὶ φαῦλον· ἀλλὰ τὸ πα λαιόν· Εὔπολις. sigma. 500 Σάπαι: ἔθνος Θράκιον. Σάραβον: τὸ γυναικεῖον αἰδοῖον οἱ κωμικοὶ καλοῦσι· καὶ σάκταν· καὶ σάβυτταν· καὶ σέλινον· καὶ ταῦ ρον καὶ ἕτερα πολλά. Σαράβαρα: ἐσθὴς Περσική· ἔνιοι δὲ λέγουσι βρακία. Σαβαρίχη: γυναικὸς αἰδοῖον. Σάραπισ: χιτὼν Περσικὸς μεσόλευκος. Σάραφιν: ἐμπρηστάς· ἔμπυρα στόματα· ἢ θερμαί νοντας. Σαργάναισι: δεσμοῖς. Σαρδαναπάλουσ: ἐν βʹ Περσικῶν δύο φησι γεγονέναι Καλλισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν· ἐν Νίνω δ' ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτ' ἐπιγέγραπται· Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρηι μιηῖ· ἔσθιε, πίνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστιν ἄξια· τουτέστιν τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὼς τωῖ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὡς ἂν ἀπολη κοῦν τοῖς δακτύλοις· ταυτὸ καὶ ἐν Ἀγχιάλωι τηῖ πρὸς Ταρσωῖ ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον. Σαρδάζων: μετὰ πικρίας γελῶν. Σαρδόνιος γέλωσ: παροιμία ἐπὶ τῶν ἐπ' ὀλέθρωι τωῖ σφῶν αὐτῶν γελώντων· ἣν Δήμων μὲν διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες, αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ ἑβδομήκοντα sigma. 501 ἔτη τωῖ Κρόνωι ἔθυον, γελῶντας ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι· Τιμαῖος δὲ τοὺς ἱκανὸν βεβιω κότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν, εἰς ὃν ἔμελλον θάπτεσθαι βόθρον, γελᾶν· οἱ δὲ ἀπὸ τοῦ σεσηρέναι μετὰ ἀνοίας· καὶ φασὶν ἄλλοι τε καὶ Κλείταρχος, ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπι θέντας· ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας, ὑφ' ὧ κρίβανος· ἔπειτα ὑποκαίειν· τὸν δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν· Σι μωνίδης δὲ τοῦ σιαλον τον Ἡφαιστότευκτον Σαρ δονίους οὐ βουλομένους περαιῶσαι πρὸς Μίνωα εἰς πῦρ καθαλλόμενον, ὡς ἂν χαλκοῦν, προστερνι ζόμενον ἀναιρεῖν ἐπιχάσκοντας· Σειληνὸς δὲ ἐν δʹ τῶν περὶ Συρακόσσας, λάχανον εἶναι παρὰ Σαρδο νίοις ἡδὺ, σελίνωι ἐμφερές· οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας καὶ τὰς σάρκας αὐτῶν ἀποδάκ νειν· ἔνιοι δὲ τοὺς ἐπὶ κακῶ γελῶντας, ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος· μείδησε δὲ δῖος Ὀδυσσεὺς Σαρδόνιον· καὶ ἐν ἄλλοις· ἡ δ' ἐγέλασσε Χείλεσιν, οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέηισιν Ἰάνθη. Σαρείσασ: τὰς τῶν χειλῶν σάρκας. Σάρητον: βαρβαρικὸς χιτών. Σάρρισσα: εἶδος ἀκοντίου Ἑλληνικοῦ. Σαρκάζων: μετὰ πικρίας καὶ θυμοῦ γελῶν. sigma. 502 Σαρπηδών: μεγάλη· καὶ Σαρπηδόνιον δέσμα, τὸ μέγα. Σαρπηδὼν ἀκτή: ἄκρα τῆς Θράκης· κρατίστην· με γάλην· καὶ νῆσος πρὸς τωῖ Ὠκεανωῖ, ἐν ηἷ αἱ Γοργόνες. Σαρωνία: Ἄρτεμις· ἀπὸ τοῦ ἐν Τροιζῆνι Σαρωνικοῦ πελάγους. Σάσσειν: καθοπλίζειν. Σάτραι: σατράπαι. Σασσέτω: καθοπλιζέτω· παρὰ τὴν σάγην. Σάτραι: Αἰθιόπων γένος. Σατράπησ: ἀρχηγός· στρατηγός. Σατυρικὰ δράματα: πλείονα ἦν ἔθος ὑποκρίνεσθαι, ἐν οἷς μεταξὺ ταῦτα ἐμίγνυον πρὸς διάχυσιν. Σάτυροσ: χορευτής. Σαῦλον: τρυφερόν. Σαυλοῦσθαι: θρύπτεσθαι· ἁβρύνεσθαι. Σαύνιον: ἀκόντιον βαρβαρικόν. Σαυρωτῆρσιν: τοῖς στύραξιν· τοῖς ὄπισθε τῶν δορά των. Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας ποτέ: Ἀστυδάμα τῶ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγωιδίας διδασκαλίαι Παρθενοπαίου δοθῆναι ὑπ' Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρωι· τὸν δὲ εἰς αὐτὸν ἐπί γραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο· Εἴθ' ἐγὼ ἐν κείνοις γενόμην, ἢ κεῖνοι ἅμ' ἡμῖν, Οἳ γλώσσης sigma. 503 τερπνῆς πρῶτα δοκοῦσι φέρειν· Ὡς ἐπ' ἀλη θείας ἐκρίθην ἀφεθεὶς παράμιλλος· Νῦν δὲ χρό νω προέχουσ', ωἷ φθόνος οὐχ ἕπεται· διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν παραιτήσασθαι τὴν ἐπιγραφήν· καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο, ὡς παρὰ Φιλήμονι· λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ, σαυτὴν ἐπαινεῖς. Σάφα: σαφῶς· φανερῶς. Σαφήνισον: σαφέστερον λέγε. Σαφήσ: ἀντὶ τοῦ σαφοῦς. Σβέσαι: παῦσαι. Σέβασ: τιμή· ἔκπληξις. Σεβίζει: σέβεται. Σεβαστόσ: προσκυνητός. Σέδασ: καθέδρας. Σέεσ: οὐχὶ σῆτες· καὶ αἱ πτώσεις σέων· σῆσιν· σέας· οὕτως Ἀριστοφάνης. Σείεισ: διασείεις· συκοφαντεῖς. Σεῖν: τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὁτ' ἂν αὐτὰ βούλωνται οὐρῆσαι· οὕτως Ἀριστοφά νης. Σειραφόρον ἵππον:*** Σεμνά: τὰ ἄρρητα μυστήρια· οἱ δὲ ἐπὶ τοῦ ἡσύχου καὶ καταστύγνου. Σειραῖσ: λεπτοῖς ἱμάσιν. Σειρὴν μὲν φίλον ἀγγέλλει· ξεῖνον δὲ μέλισσα: σει sigma. 504 ρὴν ζῶον ἐστι κηροποιὸν, μελίσσηι παραπλή σιον. Σειρῆνασ: γυναῖκας τινὰς εὐφώνους γεγενῆσθαι μῦ θος πρὶν Ἑλληνικός· αἵτινες ἐν νησίωι καθεζόμεναι οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας, ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου· εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος καὶ ἄνω, εἶδος στρουθῶν· τὰ δὲ κάτω, γυναικῶν. Σειρῆνεσ: αἱ τῆς ψυχῆς ἐναρμόνιοι καὶ μουσικαὶ δυ νάμεις. Σειρίδεσ: αἱ σειραί. Σειρῆνα: σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθη τον, οἷον θέριστρον· καθὰ φασὶν οἱ γλωσσογράφοι· καὶ σειρὴν δὲ, ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθε τός τε ὅτε ἐστὶν ὁ Σείριος· ἔστι δὲ καὶ Σειρὶς πό λις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα, εἴ τινα ἄλλα, Λυκοῦργος εἶπεν ἐν τωῖ περὶ τῆς διοι κήσεως· ἐν ἐνίοις μὲν χωρὶς τοῦ ˉι γράφεται, σε ρῆνα. Σέρρειον τεῖχοσ: καὶ Σέρριον· ὀνόματα χωρίων. Σείριοσ: κυρίως τὸν τοῦ κυνός· ὅτε δὲ καὶ τοὺς ἄλ λους ἀστέρας. Σειροί: αἱ ἐπαύλεις. Σείρωσισ: δέσμευσις· καὶ σειρᾶν, τὸ δεσμεῖν. Σεῖσαι: τὸ συκοφαντῆσαι· ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων· Τηλεκλείδης Ἀμφικτύοσιν· Ἀλλ' ὦ πάντων ἀστῶν λωῖστοι σεῖσαι καὶ προσκαλέσαν sigma. 505 τες Παύσασθε δικῶν ἀλληλοφάγων· Ἀριστοφά νης Δαιταλεῦσιν· Ἔσειον· ηἴτουν χρήματ'· ἠπεί λουν· πάλιν Ἐσυκοφάντουν. Σεισάχθεια: χρεωκοπία δημοσίων καὶ ἰδιωτικῶν· ἣν εἰσηγήσατο Σόλων· εἴρηται δὲ παρ' ὅσον ἔθος ἦν Ἀθήνηισι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις· ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλόχορος δὲ δοκεῖ, ἀπο ψηφισθῆναι τὸ ἄχθος. Σελαγεῖν: φλέγειν· ἀπὸ τοῦ σέλανος. Σέλασ: πῦρ· ἢ τὸν κεραυνόν· καὶ τὸ φῶς τῆς σελή νης· ἢ λαμπηδών. Σελατοῦλαν: δαῖδαν τὴν καιομένην καὶ λάμπουσαν. Σελάχια: τὰ ἔσω λεχάζοντα καὶ λοχεύοντα· ὠοτο κοῦντα γὰρ πρότερον ἐν ἑαυτοῖς, εἶτα ζωοτοκεῖ· τοιαῦτα δὲ τὰ χονδρώδη καὶ ἀλέπιδα· καὶ σελά χια βραχέως· οὕτως Εὔπολις. Σελήνασ: Ἴσιδος τῆς λαμπηδόνος· τινὲς δὲ ἐπὶ τοῦ πέμματος. Σελήνη: πόπανον ὅμοιον τωῖ ἀστέρι· τὸ δ' αὐτὸ καὶ σεληνίς· καὶ ἐπισελήνιον· καὶ ἀρεστὴρ καὶ βοῦς καλεῖται. Σελάχιον: ἰχθύδιον, ὃ μόνον ζωοτοκεῖ, πρῶτον ὠοτο κῆσαν ἐν αὐτωῖ πλὴν βατράχου· εἴρηται δὲ ἀπὸ τοῦ ἔσω λεχώζειν· Καλλίστρατος δὲ τὸ τοῦ ἰχθύος κόπαιον· λέγεται δὲ καὶ μαλάχιον. sigma. 506 Σελίδεσ: τὰ μεταξὺ διαφράγματα τῶν διαστημά των τῆς νεώς· ὡς καὶ ἐν τοῖς βιβλίοις τὰ μεταξὺ τῶν παραγραφῶν. Σέλινον: τὸ γυναικεῖον αἰδοῖον. Σελίνου στέφανοσ: πένθιμος· τὸ γὰρ σέλινον πένθεσι προσήκει· ὡς ἔφη καὶ Δοῦρις ἐν τωῖ περὶ ἀγώνων. Σελευκίσ: ὄρνεόν ἐστιν εὔπεπτον καὶ ἀκόρεστον καὶ πανοῦργον. Σελλασία: τόπος τῆς Λακωνικῆς. Σελμῶν: σανίδων. Σεμναὶ θεαί: κατ' εὐφημισμὸν αἱ Ἐρινύες· ὥσπερ αἱ αὐταὶ καὶ Εὐμενίδες ἐκαλοῦντο· ἦσαν δὲ τρεῖς. Σεμναὶ θεαί: οὕτως καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας. Σεμνομυθοῦσιν: ὑπερηφανεύονται ἐν λόγοις. Σεμνόν: ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουσιν· ἔσθ' ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν· Εὐριπίδης Μη δείαι· οἶδα γὰρ πολλοὺς βροτῶν Σεμνοὺς γεγῶ τας· καὶ ἐν Ἱππολύτωι· Μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον· καὶ τὸ ἔνδοξον· Πῶς οὐ σὺ σεμ νὴν δαίμον' οὐ προσεννέπεις· καὶ τὸ μέγα. Σεμνόν: μέγα· ἔνδοξον· ἀξιωματικὸν, ὑπερήφανον. Σεμνυνόμενοσ: κομπάζων. Σεπτά: θαυμαστά. Σέρειφον: τὴν Λακεδαίμονα· διὰ τὸ σκληρῶς ζῆν· καὶ χρησμὸς αὐτοῖς ἐξέπεσεν. sigma. 507 Σέρφοι: οἱ πτερωτοὶ μύρμηκες οὓς ἡμεῖς νύμφας· οὕτω Δίδυμος· Κάσσιος δὲ Λογγῖνος· σέρφος πτη νόν τι μακρὸν κώνωπι ἐμφερὲς κατὰ τὸ μέγεθος· μετὰ δὲ τοῦ ˉτ, στέρφνους φησὶν εἶναι τοὺς πτερω τοὺς μύρμηκας. Σέσακται: ἔσταλται. Σεσάχθαι: καθωπλίσθαι. Σεσέλλισαι: μάτην ἐπῆρσαι· ἀπ' Αἰσχίνου τοῦ Σέλλου· ὃς ἦν κομπαστὴς καὶ ἀλαζὼν, ἔν τε τωῖ διαλέγεσθαι καὶ ἐν τῶ προσποιεῖσθαι πλουτεῖν· Λυκόφρων δ' ἀπέδωκε τὸ σελλίζεσθαι, ἀντὶ τοῦ ψελλίζεσθαι. Σεσήκασμαι: οἷον ὡς βόσκημα. Σεσημασμένω: ἀντὶ τοῦ ἐσφραγισμένωι· Δημοσθέ νης ἐν τωῖ περὶ τοῦ ὀνόματος. Σέσηρεν: κέχηνε· διήνοιγεν. Σεσηρέναι: καὶ σαρκάζειν· τὸ τοὺς ὀδόντας φαίνειν ἐπὶ διαμωκήσει. Σεσοβημένοσ: ἄτακτος τὴν κίνησιν· τεθορυβημένος· τεταραγμένος. Σεσωρευμένον: βεβαρημένον. Σέσωται καὶ σεσωμένοσ: οἱ παλαιοὶ ἄνευ τοῦ ˉσ· καὶ διεζωμένοι φησὶ Θουκυδίδης· οἱ δὲ νεώτεροι σέ σωσμαι· ἐπ' ἐνίων ἁπλῶς παραλείπουσι τὸ ˉσ· κε κλειμένον· πεπρημένον. Σεύθησ: εἷς τῶν ἐν Θράκη βασιλέων. sigma. 508 Σέφθησαν: καὶ οἱ τραγικοί· καὶ Πλάτων Φαίδρωι· ἀντεσεβάσθησαν. Σέων: σητῶν· οὕτως Ἕρμιππος. Σηγάνιοι πυροί: οἱ τῶ ἔαρι σπειρόμενοι τριμηναῖοι λέγονται. Σηκίδεσ: τὰ οἰκογενῆ παιδισκάρια· κυρίως δὲ σηκύλη καὶ σηκὶς, ἡ ἐν ἀγρῶ ταμιεῖον φυλάττουσα. Σηκιννίσ: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ τραγική· κάρδαξ δὲ κωμική· ὡς Ἀριστόξενος ἐν αʹ περὶ τραγικῆς ὀρχήσεως. Σηκοί: αἱ τῶν βοσκημάτων ἐπαύλεις· παρὰ τὸ σώ ζειν. Σηκόσ: ὁ ἐνδότερος οἶκος τοῦ ἱεροῦ· ναός· οἶκος· τάφος. Σηκόσ: τάττουσι τὸ ὄνομα καὶ ἐπὶ ἐλαίας· λέγει γὰρ Λυσίας· ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν, οὔτε μορίαν, οὔτε σηκόν· μήποτε οὖν τὰς μὲν ἰδιω τικὰς καλοῦσιν ἐλαίας· τὰς δὲ δημοσίας, μορίας· σηκὸν δὲ, ὡς ἔοικεν, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν. Σηκόσ: σημαίνει μὲν τὸ περίφραγμα καὶ τὴν ἔπαυ λιν τῶν προβάτων· σημαίνει δὲ καὶ τὸ ἡρωῖον· ἔτι δὲ καὶ ἐλαίαν· οὐ μονοστέλεχον, ἀλλὰ πολύκλαδον· ὥστε καὶ καλάμην ἔξωθεν ἔχειν περικεχυμένην καὶ πολλὴν καὶ πυκνήν· ἔνεστι γὰρ ὑπὸ ταῖς τοι αύταις ἐλαίαις καὶ σηκάζεσθαι· ὥστε τρία εἴδη ἐλαίας· καὶ αἱ μὲν γὰρ ἁπλῶς ἐλαῖαι καλοῦνται· sigma. 509 αἱ δὲ μορίαι· ὅσαι καὶ ἱεραὶ τῆς Ἀθηνᾶς ἦσαν· αἱ δὲ σηκοὶ, αἱ πολύκλαδοι καὶ κομήτριαι· οὐκ ἐξῆν δὲ οὔτε τὰς σηκοὺς, οὔτε τὰς μορίας ἐκκόπτειν· ἢ γὰρ θάνατος ἦν, ἢ ζημία. Σήλεκτοσ: χαμαιδικαστής. Σημαῖαι: σίγνα· προτομαί. Σημαίνει: ἐπιτάττει. Σημαίνειν καὶ ἐπισημαίνειν: τὸ σφοδρῶς αὐλεῖν ὥσπερ οἱ σαλπιγκταί· οὕτως Μένανδρος. Σημαίνειν: τὸ σαλπίζειν ἔλεγον· καὶ τὸ ἐνσημαί νειν. Σημάντορεσ: ἐπιτάκτορες· ἡγεμόνες. Σήμαντρα: σφραγῖδας. Σημασία: φανέρωσις διὰ σάλπιγγος. Σήματα: τέρατα· σημεῖα· Ἀττικοὶ δὲ καὶ τὰ μνή ματα. Σήμαχοσ: δῆμος Ἀντιοχίδος. Σημεῖα: μίλια. Σημεῖα: οὕτως λέγουσι τὰς σφραγῖδας Δημοσθένης καὶ ἄλλοι. Σημεῖον: τὴν σφραγῖδα· καὶ σημαίνεσθαι, τὸ σφρα γίζεσθαι. Σήραγγεσ: αἱ ὑπὸ γῆν ὑπομήκεις ἐκῥήξεις· οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς· ἃς ὑποτρέχον τὸ ὕδωρ, ζητεῖ διέξοδον· ἐντεῦθεν καὶ σηραγγώδης τόπος εἴρηται ὁ διατετρημένος. Σηράγγειον: χωρίον τί τοῦ Πειραιῶς. sigma. 510 Σηράγγειον: τόπος τοῦ Πειραιῶς, κτισθεὶς ὑπὸ Ση ράγγου· καὶ ἡρωῖον ἐν αὐτωῖ. Σήραγξ: χάσμα· κοιλάς· καὶ ὕφαλος πέτρα, ῥήγ ματα ἔχουσα. Σῆρεσ: ἔθνος ἔνθα ἡ μέταξα γίνεται· ἐξ οὗ καὶ Ση ρικὰ τὰ ἐκ μετάξης ὑφασμένα λέγεται. Σήσαμον: μετὰ μέλιτος κεκομμένον, πρῶτον μὲν παρὰ τῶ νυμφίωι τὸ παλαιὸν ἐδίδοσαν τοῖς ἀπαν τῶσι περιιόντες τῶν ἐντίμων ἢ φίλων, ἐπιλέγοντες ὡς παρὰ τοῦ γαμοῦντος ἐστὶν ἢ τῆς γαμουμένης· νῦν δὲ δεῖπνα ποιοῦντες κατ' οἰκίαν διανέμουσι τοῖς κεκλημένοις· ἔστι δὲ ὅτε τὴν σησάμην θέλον τες περιφέρειν δεῦρο πολυτελῆ· ἐν δὲ τοῖς γάμοις ἐδίδοσαν σησάμην, ἐπεὶ πολυγονώτατον σήσαμον. Σησαμῆν: περισπωμένως καὶ Ἀρίσταρχος καὶ Σέ λευκος· ἡ δὲ χρῆσις ἑτέρως. Σησαμοῦσι: πλακοῦσιν. Σθένελοσ: τραγωδίας ποιητής· ἐκωμωδεῖτο δὲ, ὡς τὰ ἀλλότρια σφετεριζόμενος. Σθεναρόσ: ἰσχυρός. Σθένει: δύναται. Σθένησ: ἰσχυρός· κάρτερος. Σιγηλόσ: ἄφωνος· σιγηρός. Σίγειον: πόλις ἐστὶ τῆς Τρωιάδος, οὐκ ἄποθεν τῆς Ἰλίου. Σιγύνουσ: τὰ δόρατα. sigma. 511 Σιδίωι: κόκκωι ῥοᾶς. Σικάριοι: ληιστῶν γένος· σίκας δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι καλοῦσιν· οἷς χρώμενοι ἐλέγοντο σικάριοι. Σικελίζεισ: τὸ ἀτηρεύεσθαι παρὰ Ἐπιχάρμωι· οἱ δὲ πονηρεύεσθαι. (Σίκλοσ: ὀβολοὶ εἴκοσι.) Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν διὰ μικρὰ ὑποπτευό μενα κέρδη μεγάλως βλαπτομένων· δύναται δὲ καὶ ἐπὶ τῶν τὰ ὡραιότερα ἐκλεγομένων τάττεσθαι. Σίκερα: σκευαστὸν πόμα. Σίκιννισ: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ τραγική· κάρδαξ δὲ κωμική· ὡς Ἀριστόξενος αʹ περὶ τραγι κῆς ὀρχήσεως. Σίκλοσ: καὶ τὸ ἐναντίον καὶ σταθμὸς βαρβαρικός· δυνάμενος ὀκτὼ ὀβολοὺς Ἀττικούς· οὕτως Σοφο κλῆς. Σικύαν: τὴν τῶν ἰατρῶν· οὕτως Εὔβουλος. Σικυῶν: ἀρρενικῶς· Ξενοφῶν. Σικχόσ: σκώπτης. Σικχόσ: ὁ μικρόσιτος. Σιλλαίνει: μυλλαίνει· διὰ τῶν ὀφθαλμῶν σκώπτει καὶ μυλλίζει. Σιληνοί: οἱ Σάτυροι· Εὔπολις. Σιληπορδεῖν: τρυφᾶν· καὶ σιληπορδία, ἡ ἄγαν τρυφή. sigma. 512 Σιλλοῦν: τοὺς ὀφθαλμοὺς ἡρέμα παραφέρειν· οὕτως Ἄρχιππος. Σίλφιον: πᾶν τὸ ξηρὸν καὶ κοῦφον λέγουσιν· τοιοῦτος γὰρ ὁ τοῦ σιλφίου καυλός· οὕτως Ἀριστοφάνης. Σιμαίθα: Μεγαρικὴ ἑταίρα. Σίμβλοι: θῆκαι τῶν μελισσῶν. Σιμικίνθιον: φακιόλιον· ἢ σουδάριον. Σιμόν: ἄναντες· οὕτως Ἀριστοφάνης. Σιμόσ: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· εἷς τῶν Ἀλευάδων οὗτός ἐστι, τῶν δοκούντων συμπράξαι τωῖ Μακεδόνι. Σίμυλοσ: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος φησίν· ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκρι ταῖς, Σιμύλω καὶ Σωκράτηι. Σίμων: ὄνομα κύριον. Σινάμωροσ: ἐν τωῖ ˉα, οὐχὶ σινόμωρος· ὁ λίχνος καὶ ἀψίκορος. Σινδοί: Σκυθικὸν γένος. Σινδονίτης χιτών: λινοῦς. Σίνδρων: πονηρός. Σίνεσθαι: βλάπτεσθαι. Σινιάσαι: σεῖσαι· κοσκινίσαι· θορυβῆσαι· ταράξαι· πειρᾶσαι. Σίνοσ: βλάβη. Σινοῦται: βλάπτεται. Σίντησ: βλαπτικός. Σινωπῆσαι: τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν sigma. 513 Σινώπην· ἐκωμωδεῖτο γὰρ ἐπὶ τῶ κατασχημονῆ σαι, καθάπερ Ἄλεξις ἔφη. Σινώπη: ἑταίρα ἥτις καὶ Ἄβυδος ἐλέγετο, διὰ τὸ γραῦς εἶναι. Σιπύα: σιτηρὸν ἀγγεῖον· ὡς Λυσίας τε καὶ Εὔπολις καὶ Ἀριστοφάνης. Σιραῖον: τὸν ἑψημένον οἶνον καὶ γλυκύν. Σιρῆνεσ: αἱ τῆς ψυχῆς ἐναρμόνιοι καὶ μουσικαὶ δυνάμεις. Σίριον: τὸν κύνα· ὅτε δὲ τὸν ἥλιον· Ἴβυκος δὲ πάντα τὰ ἄστρα Σίρια. Σιροῖσ: ὄρυγμα ἐν οἷς κατετίθετο τὰ σπέρματα. Σιρομάστησ: σκεῦος τί σιδηροῦν λαβὴν ξυλίνην ἔχον παρὰ τοῖς τελώναις εἰς ἔρευναν. Σισάριον: χρυσοῦν κοσμαρίω ὅμοιον. Σίσυβοι: κροσσοί· ἱμάντες. Σισύρα: βαίτη· τοῦτό ἐστι τὸ ἐκ κωδίων συρρεραμ μένον ἱμάτιον· οὕτως Ἀριστοφάνης. Σισύρα: ἱμάτιον τραχύ· περιβόλαιον ἀγροικικόν· δου λικόν· παλαιόν· ἢ χιτὼν δερμάτινος. Σίτου δίκη: ὅτ' ἂν γυνὴ ἀποδικεῖν ποιησαμένη πρὸς τὸν ἄνδρα διὰ τοῦ ἄρχοντος· ἢ καὶ ὑπὸ τοῦ ἀνδρὸς ἐκπεμφθεῖσα μὴ ἀπολαμβάνηι τὴν προῖκα, καὶ διαγένηται χρόνος, καὶ δίκην εἰσάγη πρὸς αὐτὸν, καὶ ἀπαιτηῖ τὴν προῖκα, καὶ τροφὰς ἀφ' ἧς ἀπηλ λάγη ἡμέρας· αὕτη καλεῖται δίκη σίτου. sigma. 514 Σιταρχία: ἡ σῖτον διδοῦσα τοῖς ἐπιβάταις. Σιτηρέσιον: τὸ διδόμενον τισὶν εἰς τροφήν. Σιτηρέσιον: ἐν τῶ ˉε· οὐ σιτηρόσιον. Σιτίσεων: τροφῶν· δαπανῶν. Σιτοδεία: λιμός· ἔνδεια. Σῖτοσ: καλεῖται σῖτος καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξίν· ἢ τοῖς ὀρφανοῖς· ὥς ἐστι μαθεῖν κἀκ τῶν τοῦ Σόλωνος πρώτου ἄξονος, καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας· Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγε σθαι τὸν τόκον, οὐκ ὀρθῶς ἡγούμενος. Σῖτοσ: πᾶς ὁ σιτικὸς καρπὸς, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία· Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τηῖ γηῖ ἡροῦντο, αἱ δὲ μετέωροι ὥρμουν. Σίτου: τροφῆς. Σίτου ἐκβολή: Θουκυδίδης· ὅτ' ἂν ὁ στάχυς τῆς κά λυκος ἐκφύηται, οὐχ ὅτ' ἂν ἐκ τῆς γῆς ἀναδίδοται τὰ σπέρματα. Σιτούμενοσ: ἐσθίων. Σιτοφύλακεσ: ἀρχή τις ἦν Ἀθήνησιν, ἥτις ἐπεμε λεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται· καὶ τὰ ἄλφιτα· καὶ οἱ ἄρτοι· ἦσαν δὲ τὸν ἀριθμὸν πάλαι μὲν πεντεκαίδεκα ἐν ἄστει, πέντε δὲ ἐν Πειραιεῖ· ὕστερον δὲ λʹ μὲν ἐν ἄστει, εʹ δὲ ἐν Πειραιεῖ. Σίττυβα: δερμάτια. Σιτώνησ: ὁ προεστὼς τοῦ δημοσίου σίτου. sigma. 515 Σίφλοσ: μῶμος. Σιφλώσειεν: μέμψειεν· ἐκφαυλίσειεν. Σιφνιάζειν καὶ Λεσβιάζειν: ἀπὸ τῆς νήσου Σίφνου· ὡς καὶ τὸ Κρητίζειν· καὶ Σίφνιος δὲ ἀρραβὼν ὁμοίως· Σιφνιάζειν γὰρ τὸ ἅπτεσθαι τῆς πυγῆς δακτύλωι· Λεσβιάζειν δὲ στόματι παρανομεῖν. Σιωκόμοσ: νεωκόρος· Εὔπολις. Σκαβωνίδαι: δῆμος Λεοντίδος. Σκάζει: χωλεύει. Σκαιαῖ: τηῖ ἀριστεραῖ. Σκαιεμβατεῖν: τὸ σκαιῶς καὶ ἀρύθμως ἐμβαίνειν ὀρχούμενον· τὸ ἐν τηῖ συνηθείαι κενεμβατεῖν. Σκαιόσ: ἀριστερός· ἄφωνος· κακός. Σκαιότησ: μωρία· ἀπαιδευσία· ἀγριότης· ἀπάτη. Σκαίροντεσ: χορεύοντες· σκαρίζοντες. Σκαλαθύρματα: σκαριφήματα· Ἀριστοφάνης. Σκαληνόσ: ἄνισος. Σκάλλοντεσ: σκάπτοντες. Σκάλμη: Θρακία μάχαιρα. Σκαλμοί: τὰ ξύλα ὧν δέονται αἱ κῶπαι πρὸς τὴν εἰρεσίαν. Σκαλοσ: ὃν ἡμεῖς σπάλακα. Σκάλωψ: ὁ σπάλαξ· ἐν Κλεοβουλίναις Κρατῖνος. Σκαμανδριαίουσ: ποταμιαίους. Σκαμβωνίδαι: δῆμος τῆς Λεοντίδος. sigma. 516 Σκανδάληθρα: καὶ σκάνδαλα λέγουσιν· σκαν δάληθρ' ἱστὰς ἐπῶν· Κρατῖνος. Σκάνδιξ λάχανον ἄγριον· παρὸ καὶ σκανδικοπώλην τὸν Εὐριπίδην λέγουσιν· ἐπεὶ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναι φασί. Σκαπανέα: λέγουσιν, οὐ σκαφανέα. Σκαπάνη: σκαφίον· ὀρύγιον· δικέλλιον. Σκαπέρδα: παιδιά τις· δοκίδος γὰρ ἐκτετρημένης σχοινίον διεκβαλόντες προσάπτουσιν τοῖς νεανί σκοις· καὶ ὁ προσαγαγὼν πρὸς τὴν δοκίδα τὸν ἕτερον, νικᾶ. Σκαρδαμύττει: πυκνὰ τοὺς ὀφθαλμοὺς κλείει καὶ ἀνοίγει. Σκάρκη: ἀργύρια Θραικιστί. Σκατοφάγοσ: ἀκάθαρτος· οὕτως Μένανδρος· Ἀλλὰ σκατοφάγος ἐστι καὶ λίαν πικρός. Σκάφασ: ἔφερον οἱ μέτοικοι ἐν τηῖ πομπηῖ τῶν Παναθηναίων· οἱ μὲν χαλκᾶς· οἱ δὲ ἀργυρᾶς· κηρίων καὶ ποπάνων πλήρεις, ἐνδεδυκότες φοινικί ους χιτῶνας· οὕτως Μένανδρος. Σκαφεῖον: ἡ νῦν λεγομένη ἄμη· ἐν ἧ σκάπτουσιν. Σκάφιον: τάχα λέγει τὸν καδίσκον, ὧ καταχέονται αἱ γυναῖκες· ἔχει γάρ τι ἐμφερὲς πρὸς τὸ σκάφος, ὅ ἐστιν εἶδος τι πλοίου. sigma. 517 Σκαφηφορεῖν: τὸ τοὺς μετοίκους ἐν ταῖς πομπαῖς σκάφας φέρειν πλήρεις θυσιῶν· αὕτη γὰρ ἦν ἡ τῶν μετοίκων λειτουργία. Σκαφηφόροι: Δείναρχος ἐν τωῖ κατὰ Ἀγησικλέους φησίν· οἱ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρό πολιν ἀναβήσονται· οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τωῖ ἀργυρίω· οὗτοι γὰρ ἐσκαφη φόρουν Ἀθήνησι· Δημήτριος γ' οὖν ἐν γʹ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς, αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια. Σκαφίδασ: οὐ σκάφας τὰ σκεύη. Σκαφίδας μίξας Μοσσυνικὰ μαζονομεῖα· Ἀριστο φάνης. Σκάφιον ἀποκεκαρμένην: καὶ σκαφιόκουρον, τὸν κεί ροντα. Σκάφιον: ἔστιν καὶ εἶδος κουρᾶς· ὡς Ἀντιφῶν καὶ Ἀριστοφάνης. Σκάφιον: κουρὰ περιτρόχαλος· οὕτως Ἀριστοφάνης. Σκεδάζει: σκορπίζει. Σκεδαστήν: τὸν μεριστήν. sigma. 518 Σκεθρόν: ἀκριβές. Σκελετεύεσθαι: ξηραίνεσθαι· Ἀριστοφάνης. Σκελλόμενα: ἀφαυαινόμενα. Σκέπαρνον: ἀρρενικῶς οἱ παλαιοὶ τὸν σκέπαρνον· καὶ παρ' Ὁμήρωι. Σκέρβορε: λοίδορε. Σκευοθήκη: τόπος τίς ὅπου ἀπετίθετο τὰ σκεύη τῶν δημοσίων τριηρῶν. Σκευοποιοῦντα τὸ πρᾶγμα: Ὑπερίδης ἐν τωῖ κατὰ Μαντιθέου· ἀντὶ τοῦ σκευωρούμενον καὶ κατα σκευάζοντα καὶ πλαττόμενον. Σκεῦοσ: τὸ αἰδοῖον. Σκευοφορεῖον καὶ ἀναφορεῖον: τὸ ἐπὶ τῶν ὤμων ἀμ φίκοιλον ξύλον· οὗ ἐξαρτῶσι τὰ βάρη. Σκευωρία: κατασκευή· ἐπιβουλή· βλάβη. Σκέψομαι: θεωρήσω. Σκηνή: ἡ οἰκία καὶ καταγωγή· ὡς Ἀσιαγενῆ τὴν λέξιν οὕτως Μένανδρος. Σκηνὴν δὲ ἣν ἔχουσιν· οὐδὲ γὰρ ταύτην λαβόντες ἀναφέρουσιν: Δημοσθένης ἐν τωῖ πρὸς Σπουδίαν· ἔοικεν δὲ σκεῦός τι εἶναι· ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναι φασίν· οἱ δὲ σκιάδειον. Σκηνίτησ: Ἰσοκράτης Τραπεζιτικωῖ· Πυθόδωρον γὰρ sigma. 51 τὸν σκηνίτην καλούμενον· ἔοικεν δὲ ἐπωνύμιον εἶναι· μήποτε δὲ ὡς εἰς ἀγοραῖον λεγόμενον· ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. Σκηπάνιον: σκῆπτρον. Σκίπων: ῥόπαλον· παρὸ καὶ σκαπάνιον. Σκήπτεται: προφασίζεται. Σκηπτόμενοσ: ἐπερειδόμενος· στηριζόμενος. Σκηπτόμενοσ: ἀξιῶν ἢ ἐμφαίνων. Σκηπτόσ: κεραυνὸς ἄνωθεν διάπυρος. Σκῆπτρον: βασιλικὴ ῥάβδος. Σκηπτοῦχοσ: βασιλεύς. Σκῆψισ: πρόφασις· ἢ φροντίς· ἀναβολή. Σκῆψισ: πόλις ἐστὶν ἐν τηῖ Τροίαι· ἧς μνημονεύει Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκλέους. Σκῆψισ: πρόφασις· καὶ ἦν δίκη τίς οἷον ὑπωμοσία καὶ παραγραφή· Δημοσθένης ἐν τηῖ πρὸς Πανταί νετον παραγραφηῖ· ἀλλ' ἐπὶ ταύτης τῆς σκέψεως εἰσελθὼν ἀμφότερ' αὐτὸν ἐπιδείξω. Σκιαγράφοσ: ὁ νῦν σκηνογράφος· οὕτως Ἀπολλό δωρος. Σκιαδείων: καρουχιῶν. Σκίαθοσ: νῆσος ἐστι πλησίον Εὐβοίας· ἧς μέμνηται Δημοσθένης ἐν Φιλιππικοῖς. Σκιάποδεσ: Ἀντιφῶν ἐν τωῖ περὶ Ὁμονοίας· ἔθνος ἐστὶ Λιβυκόν· Κτησίας ἐν περίπλωι Ἀσίας φησίν· sigma. 520 ὑπὲρ δὲ τοῦτον Σκιάποδες, οἳ τούς τε πόδας οἷον χῆνες ἔχουσιν κάρτα πλατέας, καὶ ὅτ' ἂν θέρμη ηἶ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη, σκιά ζονται τοῖς ποσίν. Σκιάποδεσ: Λιβυκὸν ἔθνος· οὕτως Ἄρχιππος. Σκιάσ: ἀναδενδράς· σημαίνει δὲ καὶ τὴν παρὰ Ἀθη ναίοις λεγομένην θόλον. Σκιὰς καὶ σκιάδειον: ἐν ωἷ ὁ Διόνυσος κάθηται· οὕ τως Εὔπολις. Σκιδνάμενοσ: σκορπιζόμενος. Σκιμαλίσαι: καταδακτυλίσαι ἀσχημόνως. Σκιμβάζειν: χωλεύειν καὶ ἀσκωλίζειν· τὸ αὐτὸ τοῦτο· οὕτως Ἀριστοφάνης. Σκίμπουσ: κράββατος ἢ σκάμνος. Σκινδακίσαι: τὸ νύκτωρ ἐπαναστῆναί τινι ἀσελγῶς. Σκινδάλαμοι: τὰ τῶν καλάμων ἀποξύσματα ἢ σκόλοπες. Σκινδαλεύειν: ἀνασταυροῦν. Σκίνδαρον: προσκίνημα· καὶ τὸ νύκτωρ ἐπαναστῆναι ἀκολάστως, σκινδακίσαι. Σκιόεντα: σύσκια. Σκιραφία: τὰ κυβία· ἢ δι' ὅτι σκιραφές ἐστιν τὸ sigma. 521 ὄργανον τὸ κυβευτικόν· ἢ ἀπὸ Σκιράφου τινὸς κυβευτοῦ· ὃς πρῶτος εὑρηκέναι δοκεῖ τὰ κυβευτικὰ ὄργανα· ἢ ὅτι ἐν τωῖ τῆς Σκιράδος Ἀθηνᾶς ἱερωῖ ἔπαιζον οἱ κυβευταί. Σκιράφιον: κυβευτήριον. Σκιράφια: τὰ κυβευτήρια φησιν, ἐπειδὴ διέτριβον ἐν Σκιρωῖ οἱ κυβεύοντες, ὡς Θεόπομπος. Σκιρόν: Σκιρὰ ἑορτὴ παρὰ Ἀθηναίοις, ἀφ' ἧς καὶ ὁ μὴν Σκιροφοριών· φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὡς τὸ Σκιρὸν σκιάδειόν ἐστιν· μεθ' οὗ φερομένου ἐξ ἀκροπό λεως εἴς τινα τόπον καλούμενον Σκιρὸν πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱερεία καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι· σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδο μεῖν· καὶ σκέπας δὲ ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν· καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι· ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινος Ἐλευσινίου μάντεως κεκλῆσθαι· Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. Σκίρον: τόπος Ἀθήνησιν, ἐφ' οὗ οἱ μάντεις ἐκαθέζον sigma. 522 το· καὶ Σκιράδος Ἀθηνᾶς ἱερόν· καὶ ἡ ἑορτὴ Σκιρά· οὕτω Φερεκράτης. Σκιρόσ: ἑορτή τις ἀγομένη τηῖ Ἀθηναῖ, ὅτι σκιά δειον ἐφρόντιζον ἐν ἀκμηῖ τοῦ καύματος· σκίρα δὲ τὰ σκιάδεια· οἱ δὲ οὐ διὰ τοῦτο φασὶν, ἀλλὰ διὰ τὴν ἀπὸ Σκίρων Ἀθηνᾶν· ἣν Θησεὺς ἐποίησεν, ὅτε ἐπανήει ἀποκτείνας τὸν Μινώταυρον· ἡ σκίρα δέ ἐστι γῆ λευκὴ, ὥσπερ γύψος· οἱ δὲ φασὶν, ἀπὸ Σκίρου τοῦ Ἐλευσινίου μάντεως γενέσθαι τὴν ἐπω νυμίαν ταύτην· ἄλλοι δὲ ἀπὸ Σκίρου τοῦ συνοικί σαντος Σαλαμῖνα. Σκιροφορία: ὄνομα ἑορτῆς. Σκιροφοριών: μὴν Ἀθηναίων ιβʹ· ὠνομάσθη δὲ ἀπὸ τῆς Σκιράδος Ἀθηνᾶς. Σκιτών: ἀσθενής· οὐδενὸς ἄξιος· οὕτω Φερεκρά της. Σκιωρῖται: λόχος ἀνδρῶν ἑξακοσίων Ἀρκαδικός· ὁ ἀρχόμενός τε ἐν τοῖς πολέμοις καὶ τελευταῖος ἀναχωρῶν. Σκληραύχενασ: ἀκαμπεῖς. Σκλῆφρον: τὸν κατεσκληκότα καὶ ἀγεννῆ τὴν ἰδέαν. Σκλῆφροσ: ὁ σκληρὸς καὶ παρηβηκώς· ὁ τὰ σκλη ρὰ φέρειν δυνάμενος. Σκνίψ: ζῶον κωνωπῶδες. Σκνὶψ ἐκ χώρασ: ἐπὶ τῶν ταχὺ μεταπηδώντων ἡ sigma. 523 παροιμία· ἔστι γὰρ ὁ σκνὶψ ζῶον μικρὸν ξυλοφά γον. Σκόθησ: διάβολος. Σκοῖδοσ: ταμίας τὶς καὶ διοικητής· Μακεδονικὸν δὲ τὸ ὄνομα· διὅπερ Μένανδρος ἐν Κιθαριστηῖ Σκοῖδον Διόνυσον λέγει. Σκολιόν: ἡ παροίνιος ὠδή· ὡς μὲν Δικαίαρχος ἐν τῶ περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ὠδῶν· τὸ μὲν ὑπὸ πάντων ἀδόμενον καθ' ἕνα ἑξῆς· τὸ δὲ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχεν, τηῖ τάξει· ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν· ὡς δ' Ἀριστόξενος καὶ Φίλης ὁ μουσικὸς, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες, ηἶδον γνώμας καὶ ἐρωτικὰ σύντονα· ἡ δὲ περίοδος σκο λιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν. Σκόλοψ: ξύλον ὀξὺ καὶ οἱ τῶν φοινίκων. Σκολύθρια: ὑποπόδια. Σκόλυθρον: σκνιφὸν καὶ ἀνελεύθερον. Σκομβρίζει: γογγύζει. Σκομβρίσαι: παρὰ Ἰόβα ἐν βʹ φθορᾶς λέξεως, παι διᾶς ἀσελγοῦς εἶδος· ἀποδίδοται καὶ κατὰ τὸ ἦτρον πλατεῖ τῶ ποδὶ πλήσσοντος ὡς ψόφον ἐργάσασ θαι. Σκόνθυλλε: τονθόρυζε. sigma. 524 Σκόνυζαν: καὶ χωρὶς τοῦ ˉσ κόνυζαν λέγουσι· Φερε κράτης· Ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο. Σκοπέλωι: ὑψηλωῖ τόπω. Σκοπὴν καὶ σκοπιᾶν λέγουσιν: καὶ σκοπᾶν Ἀρι στοφάνης. Σκοπιά: ὑψηλὸς τόπος. Σκοπιάζων: σκοπῶν· ἀποβλέπων. Σκοπιωροῦνται: φυλακτικῶς σκοποῦσιν ἀπὸ μετεώ ρου. Σκοπόν: τύπον· ὧ στοιχοῦσιν καὶ ἀκολουθοῦσιν. Σκοπόσ: σχῆμα ὀρχηστικόν· οὕτως Εὔπολις. Σκοπόσ: κατάσκοπός τις καὶ ἔφορος· καὶ ἀποσκοπῶν τὰ πόρρω. Σκορακίζειν: εἰς ἐρημίαν πέμπει ἢ χλευάζει. Σκορακίζειν: οἷον ἐς κόρακας ἀποπέμπειν· ἀπὸ τού του γὰρ εἴρηται· ὡς καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι. Σκορακίζονται: ὑβρίζονται καὶ ἐκρίπτονται· πεποίη ται δὲ ἀπὸ τῆς παροιμίας τῆς ἐς κόρακας. Σκορακισμόσ: ὕβρις· προπηλακισμός. Σκορδινᾶσθαι: τὸ παρὰ φύσιν ἀποτείνειν τὰ μέλη μετὰ τοῦ χασμᾶσθαι διακλώμενον· Ἀριστοφάνης Ἀχαρνεῦσι· Στένω, κέχηνα, σκορδινῶμαι, πέρδο μαι. sigma. 525 Σκοτοδινιᾶ: σκοτοῦται· μετὰ σκότους ὀφθαλμῶν συστρέφει· ὅ ἐστιν ἰλιγγιᾶ. Σκοτομήνη: νὺξ ἀσέληνος. Σκότος καὶ σκότον: ἑκατέρως· οὕτως Ἀμειψίας. Σκυβαλίζεται: ἀποδοκιμάζεται· ἀτιμάζεται. Σκυθικαί: εἶδός τι ὑποδήματος εἰσίν· ὡς Ἀλκαῖος ἐν ηʹ· Σκυθικὰς ὑποδησάμενος. Σκυθρόσ: αὐθέκαστος· αὐστηρός· Μένανδρος· Ἐγὼ δ' ἀγροῖκος, ἐργάτης, σκυθρὸς, πικρὸς, Φειδωλός. Σκῦλα: τὰ ἀπὸ τῶν πολεμίων ἀνηρημένα. Σκυθαίνασ: Σκυθίδας· Ἄλεξις. Σκῦλα: λέγουσιν ὡς ἡμεῖς· καὶ σκυλεύματα Θου κυδίδης. Σκυλόδεψοσ: ὁ τὰ κώδια ἐργαζόμενος. Σκύμνοσ: σκύλαξ λέοντος. Σκυρθάνια: τοὺς ἐφήβους οἱ Λάκωνες. Σκυρίαν δίκην: οἱ σκηπτόμενοι ἐν ταῖς δίκαις ἔφασ κον εἰς Σκῦρον ἀποδημεῖν. Σκυτάλαι: στρογγύλα καὶ λεῖα ξύλα. Σκυτάλη: βακτηρία· ἀκροπάχη· ἢ φραγέλλιον. Σκυτάλη: ἐπιστολὴ Λακωνική· ἦν δὲ ἡ σκυτάλη ξύλον ἐξεσμένον ἐπίμηκες· δύο δὲ παρὰ Λακεδαι μονίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατ sigma. 526 εῖχον οἱ Ἔφοροι τῶν Λακεδαιμονίων· τὴν δὲ ἑτέραν τωῖ ἐκπεμπομένωι παρ' αὐτῶν στρατηγωῖ παρεῖ χον· καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτωῖ, φέροντες ἱμάντα λευκὸν περιεῖλλον τὴν σκυτάλην· καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον· καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τωῖ ἀποφέροντι· τοῦτο δὲ ἐποί ουν, ἵνα μὴ μανθάνωσιν οἱ ἀποφέροντες τὸ δηλού μενον ἐν αὐτῶ· ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τηῖ ἑαυτοῦ σκυτάλη περιείλιττεν· καὶ ἀνεγίνωσκεν οὕτως τὰ γεγραμμένα· λέγεται οὖν καὶ ἡ ἐπιστολὴ σκυτάλη καὶ αὐτὸ τὸ ξύλον, ἀφ' οὗ καὶ ἡ ἐπιστολή· Διοσκουρίδης δὲ ἐν τοῖς περὶ νομίμων τοὺς δανείζοντας ἐν Σπάρτηι διαιρεῖν σκυ τάλην δύο παρόντων μαρτύρων καὶ γράφειν τὸ συμβόλαιον ἐν ἑκατέρωι τμήματι· καὶ τὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι· τὸ δὲ δι' ἑαυτοῦ ἔχειν· ἐχρῶντο δ' αὐτῶ καὶ ἄλλοι· ὡς Ἀριστοτέλης ἐν τηῖ Ἰθακησίων πολιτείαι μ͂ β. Σκύτη: δέρματα· Ἀριστοφάνης. Σκυτοδέψησ: δερματομαλάκτης· καὶ βυρσοδέψης. Σκῦτοσ: πᾶν δέρμα· ἀφ' οὗ καὶ σκυτεύς. Σκυτοτόμοσ: σκυτεύς· λωροτόμος. Σκύφοσ: ποτήριον. sigma. 527 Σκώληξ: τὸ πρὸς τηῖ γηῖ οἴδημα τῆς θαλάσσης· οἷον τὸ προσαράσσον κῦμα. Σκῶλοσ: εἶδος ἀκάνθης ἢ σκάνδαλον. Σκώπτει: παίζει. Σκῶρ: τὸ ἀποπάτημα· οὐ σκατόν· οὕτως Ἀριστοφά νης. Σκώπευμα: σχῆμα Σατυρικὸν, ὡς καὶ ὁ σκωπός· οὕτως Αἰσχύλος. Σμῆνοσ: πλῆθος μελισσῶν. Σμήρινθοι: σπάρτα· σχοινία λεπτά. Σμικρόν: καὶ χωρὶς τοῦ ˉσ λέγεται. Σμικυθίων: ὄνομα κύριον. Σμιλεύματα: [....] Σμινύην: σκαφίον ἢ δίκελλαν ἢ ἀξίνην. Σμοκορδοῦν: συνουσιάζειν· καὶ τὸ σπλεκοῦν ταυτὸ τοῦτο σημαίνει· καὶ τὸ σποδεῖν. Σμύξαι: καῦσαι. Σμυχόμενοσ: καιόμενος· ἀναλισκόμενος. Σμώδιγγεσ: μώλωπες. Σμώδιξ: μώλωψ· τὸ ἐκ πληγῶν οἴδημα. Σμώχειν: σπουδῆ ἐνεργεῖν. Σοβάδεσ: διώκουσαι πόρναι. Σοβαρόσ: οὐχ ὁ σεμνὸς, ἀλλ' ὁ καταπληκτικός. Σοβαρόσ: λαμπρός· ἐπαιρόμενος· τολμηρός· αὐθά δης· ἔξω τοῦ δέοντος φερόμενος· τὸ δὲ σοβαρὸς sigma. 528 λέγουσι γεγονέναι, οἱ μὲν ἀπὸ τῆς Συβαριτῶν ἀρ χῆς τὸ ὄνομα· οἱ δὲ γεγενῆσθαι φασὶν αὐτὸ παρὰ τὸ σέβας· ἄλλοι δὲ σοβαρὸν ὠνομάσθαι λέγουσιν ἀπὸ τοῦ σοβεῖν, ὅπέρ ἐστιν μετὰ σεμνότητος προϊέ ναι· χρῶνται δὲ τηῖ λέξει ταύτηι συνήθως οἱ κυνικοί. Σοβεῖ: διώκει· κομπάζει. Σόλοι: πόλεις Σικελίας καὶ Κύπρου· ἀφ' ὧν ὁ Σο λοικισμός· βαρβαρίζοντες κατὰ τὴν ἰδίαν γλῶσ σαν. Σόλοι: οἱ μὲν Κύπριος πόλις· οἱ δὲ Κιλικίας. Σόλον: δίσκον. Σορόσ: μνῆμα· θήκη. Σούνιον: δῆμος Λεοντίδος. Σορέλλη: σκῶμμα εἰς τοὺς γέροντας παρὰ τὴν σο ρόν· οὕτως Ἀριστοφάνης. Σοφίαν: κοινόν· ἀπάτην· μάθησιν· καὶ τὴν τέχνην· τὴν φρόνησιν καὶ ἐπιστήμην· τὸν νοῦν. Σόφισμα: μάθημα· καὶ ἐπινόημα· καὶ εὕρημα πᾶν· οὕτως Φερεκράτης. Σοφιστήσ: ἀπατεών· παρὰ τὸ σοφίζεσθαι· ὅ ἐστι λόγοις ἀπατᾶν· λέγεται δὲ σοφιστὴς καὶ ὁ διδάσ καλος ὁ σοφίζων· τὸ δὲ παλαιὸν σοφιστὴς ὁ σοφὸς ἐκαλεῖτο. Σοφιστήσ: πᾶς τεχνίτης· καὶ ὁ τὸ λεκτικὸν ἠσκη κώς· καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις. sigma. 529 Σπάδων: εὐνοῦχος. Σπαδών: ὀξυτόνως τὸ σπάσμα. Σπαθᾶν: Μένανδρος Μισουμένωι· τὸ ἀλαζονεύεσθαι. Σπαθᾶν: εἰκῆ λέγειν ἢ ἀναλίσκειν ἀσώτως. Σπάθημα φρενῶν: τὸν ἄγαν φρόνιμον. Σπαθίδα: τὴν τῶν μυρεψῶν σπάθην· οὕτως Ἀρισ τοφάνης. Σπαθῶσι: σκορπίζουσιν. Σπαίρει: ἄλλεται· σκαρίζει· ἐκπνεῖ τὴν ψυχήν. Σπάλαυθρον: σκάλαυθρον. Σπάνισ: ἔνδεια. Σπανίαν: σπάνιν. Σπαργανώματα: αἱ πρῶται φασκίαι καὶ οἱ δεσμοὶ τῶν ἀρτιτόκων παιδίων. Σπαργῶσα: ἀνθοῦσα ἢ σπαραττομένη ὑπὸ θλίψεως καὶ δεομένη ἐκκρίσεως τινός. Σπαργῶσιν: ὀρεκτικῶς καὶ ἐπιθυμητικῶς ἔχουσιν. Σπάρνον: σπάνιον· οὕτως Πλάτων. Σπάρτα: σχοινία. Σπαρτοπώλιον: ὡς ἡμεῖς· καὶ Μένανδρος· σπαρ τόπωλις ὁμογραῦς. Σπαρτωλόσ: πόλις ἐστι τῆς Ἀττικῆς ἡ Σπαρτωλός. Σπατάγγαι: ἰχθύες τινές· οἱ δὲ τοὺς μεγάλους ἐχί νους· οὕτως Ἀριστοφάνης. sigma. 530 Σπεῖρα: ἡ συστροφὴ καὶ τὸ ἄθροισμα· οὐχ ὅπως παρὰ τοῖς τραγικοῖς, ἀλλὰ καὶ ἐν Μαμακύθωι. Σπεῖραι: πλήθη στρατευμάτων· φάλαγγες· νούμερα· λεγεών. Σπειρηδόν: παραπεπλεγμένως. Σπένδεται: θύεται· ἢ θυμιᾶ· ἢ φιλιοῦται. Σπένδομαι: θύομαι· ἢ θεωῖ ἀνατίθεμαι. Σπένδοντασ: θύοντας· προσφέροντας παρὰ τὴν σπον δὴν καὶ τὸ φιλιοῦσθαι· οὕτως γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβάσεις καὶ σπονδὰς ἐνόρκους. Σπερματίαν: τὸν εἰς σπέρμα παρειμένον· οὕτως Κρατῖνος. Σπερμολόγοσ: εὐρυλόγος· ἀκριτόμυθος· καὶ ὁ τὰ σπέρματα συλλέγων. Σπερμολόγοσ: λέγεται μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος ὠνομασμένον· ἔοικεν δὲ ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν· λέγεται οὖν ἀπὸ τούτου ὁ εὐ τελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος, καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν, σπερμολόγος. Σπεύδειν: οὐ τὸ ἐπιταχύνειν· ἀλλ' ὅπερ ἡμεῖς σπου δάζειν καὶ συλλαμβάνειν. Σπερχνόσ: τραχύς. Σπερχόμενοσ: ἐπειγόμενος. Σπῆλυγξ: σπήλαιον. sigma. 531 Σπιθαμή: τοῦ βίου τὸ ἐλάχιστον. Σπιθαμήν: οἷον χρόνου στιγμήν. Σπιθαμή: τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρόν· τὸ δ' ἀπὸ τοῦ λιχανοῦ λιχάς· τὴν δὲ σπι θαμὴν τινὲς καὶ δόχμην καλοῦσιν· οὕτως Κρατῖνος. Σπιλάδεσ: αἱ ἐν ὕδατι κοῖλαι πέτραι ὡς Ἀπίων· Ἡλιόδωρος δὲ τὰς παραθαλασσίας πέτρας καὶ ἐπειλημμένας ὑπὸ τῶν κυμάτων. Σπίλοσ: μιασμός· ῥύπος. Σπινόσ: διὰ τοῦ ἑνὸς ˉν λέγουσιν· Ἀριστοφάνης Ταγη νισταῖς. Σπλήνιον: οὐ τὸ φάρμακον· ἀλλὰ τὸ ὀθόνιον· καὶ σπλῆνα, αὐτὸ τὸ πτύγμα τοῦ ὀθονίου. Σποδοῦν: τὸ συνουσιάζειν· καὶ τύπτειν· ὡς παῖσαι καὶ πατάξαι, τὸ αὐτό· οὕτως Ἀριστοφάνης. Σποδιοῦσιν: ἐν σποδωῖ ὀπτήσουσιν· οὕτως Πλάτων. Σπολάσ: δερμάτιον ἐφαπτῶδες, πρὸς τὰς ἐν πολέμωι μάχας χρήσιμον. Σπονδεῖα: ἀγγεῖα ἐν οἷς σπένδουσιν. Σπονδή: οἴνου ἔκχυσις ἐπὶ τιμηῖ δαιμόνων ἢ φιλίαι. Σπονδόφοροι: οἱ τὰς σπονδὰς φέροντες τοῖς πολε μοῦσιν· ἔθος γὰρ ἦν ἐν ταῖς πανηγύρεσι ταῖς κοι ναῖς, σπονδοφόρους περιερχομένους κελεύειν σπονδὰς ποιεῖσθαι τοὺς πολεμοῦντας. Σποράδα γῆσ: κονιορτὸν ἢ χνοῦν γῆς. Σποράδην: διεσπαρμένως ὧδε κακεῖσε. sigma. 532 Σπόρθυνγεσ: αἱ συνεστραμμέναι μετὰ ῥύπου τρίχες. Σπουδάζω περὶ τὸν ἄνδρα: Δημοσθένης κατὰ Μειδίου· ἐπὶ δὲ τοῦ κατεπείγομαι, Θεόπομπος ἐν ἐπιτομηῖ τῶν Ἡροδότου· ἐπὶ δὲ τοῦ βούλομαι, ὁ αὐτὸς ἐν τηῖ ἐπιτομηῖ· ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ' ἐσπου δασμένως, Πλάτων Πολιτείας γʹ· ἐπὶ δὲ τοῦ λίαν θέλω, Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν· ἐπὶ δὲ τοῦ σεμνολογεῖν, τὸ σπουδαιολογεῖν Ξενοφῶν Συμποσίωι· τίνι σπεύδεις, ἀντὶ τοῦ τίνι σπουδά ζεις· οὕτως καὶ Ἄλεξις. Σπουδαίωσ: σοφῶς. Σπουδαρχιάσασ: ἐπιθυμήσας ἄρξαι· σπουδάσας· ἐπιμεληθεὶς τυχεῖν τῆς ἀρχῆς. Σπουδὴν ποιεῖσθαι: τὸ ὀργίζεσθαι· οὕτως Ἀριστο φάνης ἐν Βατράχοις. Σπυρθίζειν: τὸ ἀνασκιρτᾶν· ἀπὸ τῶν ὄνων· οὕτως Ἀριστοφάνης. Σπυρίζειν: σφαδάζειν· σφύζειν. Σπυρίσ: κυρίως τὸ τῶν πυρῶν ἀγγεῖον. Σποράδες νῆσοι: ἃς ἔνιοι Κυκλάδας λέγουσιν· αἱ ἐν τωῖ Αἰγαίωι· εἰσὶ δὲ δέκα. Στάδια καὶ σταδίουσ: ἑκατέρως λέγουσιν· ὁ Θουκυ δίδης δὲ σταδίους ὡς ἐπὶ τὸ πᾶν· ἅπαξ δὲ μόνον στάδια εἴρηκεν ἐν ζʹ· ἐν γὰρ τωῖ πρόσθεν ἐπὶ πολλὰ στάδια μέλλων ἰέναι. Στάδιον: ὁ τόπος τοῦ ἀγῶνος· καὶ μέρος τί τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι sigma. 533 μίλιον· λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν· Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῶ δὲ δὴ σταδίω τῶν σκαφῶν προδιδόμενοι, δεινῶς ἤσχαλ λον· ἀντὶ τοῦ τηῖ στάσει καὶ ἀκινησίαι τῶν σκα φῶν προδιδόμενοι, σφόδρα ἠνιῶντο. Σταθείσ: ὑφ' ἑτέρου· στὰς δὲ, ἀφ' ἑαυτοῦ· καὶ στα θεῖσα καὶ στᾶσα, ἀνάλογον. Σταθερόν: μόνιμον· στάσιμον. Σταθερόν: ὀξύ· ἰσχυρόν· τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν· καὶ σταθερὰν μεσημ βρίαν ἐν Φαίδρω Πλάτων, τὸ μεσαίτατον καὶ πνι γηρότερον τῆς ἡμέρας δῆλον ὅτι. Σταθερόν: ὀξύ· ἰσχυρὸν ἢ θερμόν· τὸ διὰ τὴν ὀξύ τητα τῆς κινήσεως ἑστάναι δοκοῦν· ἐν Φαίδρωι· μή πως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθη· οὐχ ὁρᾶς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά· δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερὰ, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον ὅτ' ἂν μᾶλλον ἐγκαῆ, ὀξὺν εἰώθασι λέγειν· σημαί νοι δ' ἂν καὶ τὸ στάσιμον, τῶ μέσον τι εἶναι τῆς ἡμέρας καὶ μὴ δὲ ἐφ' ἕτερον κλίνειν· καὶ Κρατῖνος δὲ ἐν Σεριφίοις ἐπὶ τοῦ ὀξέως ἢ ἰσχυροῦ· Οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει· Ἀντίμαχος· θέρεος σταθεροῖο· τινὲς sigma. 534 καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγω γοῖς· σταθεροῦ χεύματος· καὶ Ἀριστοφάνης ἐν Προάγωνι· Στατερὰ δὲ κάλυξ νεαρᾶς ἥβης· ση μαίνει καὶ τὸ μόνιμον. Στάθμη: τὸ σπαρτίον. Σταθεῦσαι: Ἀχαρνεῦσι· (Κατάχει σὺ) τῆς χορδῆς τὸ μέλι· τὰς σηπίας στάθευε· τοῦτέστιν ἡσυχῆ τῶ πυρὶ χλίαινε. Σταθμόσ: οὐ τὸ διάστημα τῆς ὁδοῦ· ἀλλὰ ἡ κατά λυσις. Σταθμούσ: Ἀριστοφάνης Δράμασιν· Αὐτοῖς σταθ μοῖς ἐξέβαλε τὰς σιάγονας· οἷον τοῖς φλειοῖς. Σταθμῶν: τῶν παραστάδων τῆς θύρας. Σταθμώμενον: δοκιμάζοντα. Σταλαγμόν: ὡς ἡμεῖς· Ἀριστοφάνης Ἀχαρνεῦσι· Σὺ δ' ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα. Στάλικασ: πασσάλους. Σταμνία: τὰ Θάσια κεράμια· οἱ δὲ καὶ τὰ Χῖα καὶ τὰ Μενδαῖα. Στατήρ: τετράγραμμον νόμισμα· καὶ τὸ ἐξάγιον· καὶ τὸ ζύγιον. Σταμνίονεσ: τὰ ἐν ταῖς σχεδίαις ὀρθὰ πεπηγότα ξύλα. sigma. 535 Σταυροί: τὰ ὀρθὰ πεπηγότα ξύλα. Στάσ: ἄνευ τοῦ ˉι ὁ Ἀττικὸς λέγει· ὁ δὲ Ἴων σταῖς. Στασιασμόν: τὴν στάσιν· Μένανδρος. Στάσισ: οὐχ ἡ φιλονεικία· ἀλλ' αὐτοὶ οἱ στασιά ζοντες· καλοῦσι δὲ καὶ τὰ πεφυκότα σπέρματα· οὕτως Ἀριστοφάνης. Στασιώτησ: Ἀντιφῶν ἐν τῶ περὶ τῆς μεταστάσεως· περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὁ στασιώ της ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός· ἔοικεν οὖν ἰδίως νῦν ὁ ῥήτωρ ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῶ ὀνό ματι· ἐν γοῦν τοῖς ἑξῆς φησίν· ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι καλέσαι· τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. Στατῆρα: καὶ ἐπὶ τῆς ὁλκῆς λέγουσι καὶ τὸν σταθμὸν ἁπλῶς. Στατήρ: βάρβαρον οἴονται τινὲς εἶναι τὸ ὄνομα· τὸ δὲ τέτραχμον καὶ τετράδραχμον, Ἀττικά. Σταφυλήν: τὸν ἐν τῶ στόματι κίονα· οὕτως Νι κοφῶν. Σταφυλοβολεῖον: οἱ μὲν φασὶ σταφυλοβολεῖον εἶναι, ἐν ωἷ ἀνακόπτουσιν ἐν τῶ ληνωῖ τοὺς βότρυς οἱ πατοῦντες· ἀπὸ τοῦ βάλλειν τὴν σταφυλήν· οἱ δὲ τοὺς κοφίνους φασὶν, ἐν οἷς ἀπὸ τῶν ἀγρῶν φέροντες τὴν σταφυλὴν βάλλουσιν εἰς τὴν ληνόν· ἄλλοι δὲ sigma. 536 λέγουσιν σταφυλοβολεῖον εἶναι ἄγγος τι χωρητικὸν οἴνου. Στέατα: ἄλευρα. Στεγανόμιον: ὁ διδόμενος φόρος ὑπὲρ τῶν στεγῶν. Στεγανώτερον: στερεώτερον· πεπυκνωμένον· συν εχέστερον· στερέμνιον. Στεγανόν: πυκνόν· σφιγκτόν. Στεγναί: στερεαί. Στεγόμενα: κρυπτόμενα. Στείβοντεσ: πατοῦντες. Στειλάμενοι: στείλαντες. Στειλάμενοσ: εὐσταλῶς ἐπελθών. Στείλασθαι: ὁδεῦσαι· πλεῦσαι. Στείχειν: πορεύεσθαι. Στείχοντεσ: πορευόμενοι. Στελεόν: τὸ τοῦ πελέκεως ξύλον. Στέμμα: στεφάνη· πλήρωμα. Στέμφυλον: τὸ ἔκδυμα τῆς σταφυλῆς ἢ τῶν ἐλαῶν· οἷς ἀντὶ ὄψων ἐχρῶντο. Στένει: στενάζει. Στενολεσχία: λεπτολογία. Στενόπρωκτοσ: ἄπυγος. Στενωπόσ: στενορύμη διόδων. Στεργέτω: οἷον στεγέτω, ὑπομενέτω· οὕτως Πλάτων. Στέρεσθαι καὶ στερίσκεσθαι: ἄμφω λέγουσιν Ἀτ τικοί. sigma. 537 Στερέμνιον: στερεόν· ἰσχυρόν. Στερίφη: στεῖρα· μὴ τεκοῦσα· μηδὲ τίκτουσα. Στερκτικόν: τὸ ἔμμονον καὶ βέβαιον καὶ ἀσφαλές. Στέριφοσ: στεῖρος καὶ ἄγονος· παρὰ τὸ στερεὰν ἔχειν τὴν ὑστέραν. Στερίφοισ: στερεοῖς ἢ πικροῖς. Στέρνοισ: στήθεσιν. Στερνοτύπτησ: ὁ τὸ στῆθος τύπτων· καὶ στερνοτυπ τόμενος. [Στερκτικόν: τὸ ἔμμονον καὶ βέβαιον καὶ ἀσφαλές.] Στεροπή: ἀστραπὴ, ἢ λαμπηδών. Στερτοι: στερροί· πεπιλημένοι. Στλεγγίσ: ἡ ξύστρα· καὶ στλεγγιζόμενος, ἀποξυό μενος· Ἀριστοφάνης Γήρα· Εἰ παιδαρίοις ἀκολου θεῖν δεῖ, σφαῖραν καὶ στλεγγίδ' ἔχοντα· Δαιταλεῦ σιν· Οὐδ' ἔστιν αὕτη στλεγγὶς, οὐδὲ λήκυθος· καλεῖται δὲ στλεγγὶς καὶ χρυσοῦν ἔλασμα τὸ περὶ τηῖ κεφαληῖ τῶν γυναικῶν. Στερρόσ: στερεός· ἰσχυρός. Στεφάνη: ὄρους ἐξοχή. Στεφάνη: προκόσμημα γυναικεῖον. Στεφανηφόροσ: Ἀντιφῶν ἐν τῶ πρὸς Νικοκλέα· Στε φανηφόρου ἡρῶον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις· εἴη δ' ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς· τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων· ἢ sigma. 538 μήποτε τοῦ ἀστικοῦ Στεφανηφόρου τὸ ἡρῶον ἦν, ὡς φησὶν Ἑλλάνικος ἐν βʹ Ἀτθίδος. Στεφανῶν τοὺς νενικηκότασ: ἀντὶ τοῦ τιμῶν, ὡς Δημοσθένης· καὶ γὰρ Λυκοῦργος φησίν· ἀλλὰ μὴν καὶ Καλλισθένην ἑκατὸν μνὰς ἐστεφανώσατε. Στήλασ: θεμελίους. Στηλιτεύσασ: δημοσιεύσας. Στημον: ὀξὺ ἢ τραχύ. Στήνια: ἑορτὴ Ἀθήνησιν, ἐν ἧ ἐδόκει ἡ ἄνοδος γενέ σθαι τῆς Δήμητρος· ἐλοιδοροῦντο δ' ἐν αὐτηῖ νυκτὸς αἱ γυναῖκες ἀλλήλαις· οὕτως Εὔβουλος. Στήριγμα: τὸ ὑποτιθέμενον τηῖ ἁμάξηι δίκρουν· οὕτως Νικόστρατος. Στιβάδεσ: τραπέζαι ἢ στρωμναί. Στιβαρόν: ἰσχυρόν. Στιβαί: χαμαικοίτιον ἀκούβιτον ἀπὸ ῥάβδων· καὶ οἱ τῶν δένδρων ἀκρέμονες. Στίγματα: πληγαί· στρώματα ἢ ποικίλματα. Στιγμήν: ὡς ἡμεῖς, τὸ ἐλάχιστον· οὕτως Μένανδρος. Στιγών: ὁ στιγματίας· Βαβυλωνίοις. Στίλβη: λύχνω τί ἐοικός· Ἕρμιππος Θεοῖς· ἐξ ἀγορᾶς δ' ἐγὼ Ὠνησόμαι λύχνον τιν' ἢ στίλβην. Στίλην: τὸ ἐλάχιστον· Ἀριστοφάνης Σφηξίν· Τί οὐ κατεκοιμήθημεν ὅσον ὅσον στίλην. Στίμην καὶ στίμιν: ὅ τινες στίβην· Ἀντιφάνης sigma. 539 Παροιμιαζομένω· Στίμιν, κάτοπτρα, κρωβύλους, κεκρυφάλους. Στίξαι: τὸ ἐγκαῦσαι ἵππον. Στιλπνόν: λαμπρόν· στίλβον. Στιρακη: ἡ ὁδός. Στιριεύσ: δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στιρία. Στῖφοσ: τάξις πολεμική· ἢ φάλαγξ· συστροφή· πλῆθος συστάσεων. Στιφρόν: τὸ πεπηγός· στρυφνὸν δὲ, τὸ πρὸς τὴν γεῦσιν. Στίχοσ: τάξις. [Στοιχειοῦσιν: διατυποῦσιν.] Στλεγγιδοποιόσ: ὁ χαλκεύων τὰς στλεγγίδας· ἃ νῦν ξύστρα καλεῖται. Στοαί: τὰ ταμιεῖα· παραμήκη γὰρ ἦν τοῖς παλαιοῖς. Στοάν: καὶ σὺν τῶ ˉι στοιὰν ἑκατέρως λέγουσιν. Στοιβήν: ὡς ἡμεῖς τὸ ἀναπλήρωμα· καὶ διακόλ λημα τὸ αὐτὸ τοῦτο Εὔπολις. Στοιχεῖον: ἐκάλουν τὴν ναυτῶν σκιὰν, ηἷ τὰς ὥρας ἐσκοποῦντο. Στοιχεῖον: ἡ σκιά· Φιλήμων Ὑποβολιμαίωι. Στοιχειοῦσιν: διατυποῦσιν. Στοιχομυθεῖν ἐφἑξῆς λέγειν. sigma. 540 Στοιχείωσισ: ἀκριβεστάτη ἐπιτομή· ἡ πρώτη μάθη σις, ἤτοι διάταξις. Στοῖχοσ: στίχος· καὶ περιστοίχους ἐλαίας εἴρηκεν Δημοσθένης, οὐχὶ περιστίχους, ἐν τωῖ πρὸς Καλλι κλέα περὶ χωρίου βλάβης· Ἀριστοφάνης Βαβυ λωνίοις· Ἤπου κατὰ στοίχους κεκράξονταί τι βαρ βαριστί. Στόλον: τὰ πλοῖα· Ἄλεξις. Στόλοκρον: κορδύλη· τὸ ἐν τηῖ κεφαληῖ συνεστραμ μένον. Στολήν: μᾶλλον μὲν τὴν ἀποστολὴν καὶ ἔκπεμψιν· λέγουσι δὲ καὶ τὴν ἐσθῆτα ὡς ἡμεῖς. Στόλοκρον: καὶ ἡ ἔσωθεν τῶν κεράτων ἔκφυσις· καὶ τὸ περικεκομμένον τὰς κόμας. Στόμαχοσ: λαιμός. Στόμις ἵπποσ: ἀπειθὴς καὶ βίαιος ὅν τινες ἄστο μον. Στόμφακα: τὸν κομπαστήν· καὶ στομφάσαι, τὸ ἀλαζονεύσασθαι. Στόμωμα: τὸ ὀξύνον τὸν σίδηρον· ἀφ' οὗ καὶ αἱ ἀκ μαὶ γίνονται τῶν μαχαιρῶν. Στοναχασ: στεναγμούς. Στονόεσσα: στεναγμὸν ἔχουσα. Στόνοσ: στεναγμός. Στορέσαι: στρῶσαι. Στόρθυγξ: τὸ ἄκρον τοῦ δόρατος· ἢ τὸ τοῦ βέλους σιδήριον. sigma. 541 Στράβαξ: ὄνομα κύριον. Στράγγα: Μένανδρος Θησαυρωῖ· Ἄσιτος ἐπτὰ μῆ νας, ὕδατος στράγγ' ἔχων. Στραγγαλᾶν: εἴρηκέν που Μένανδρος. Στραγγαλίδεσ: τὰ δύσλυτα ἅμματα· Φερεκράτης Αὐτομόλοις· Ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγ γετε. Στραγγαλιῶδεσ: διεστραμμένον. Στραγγίσ: σταγών. Στραγγεύει: διαβάλλει· οὐκ εὐθὺς πορεύεται· ὥσπερ νεάζει· καὶ χρονίζει· ῥαθυμεῖ. Στραγόσ: ἀναιδής· σκολιός· στρεβλός· δύσκολος. Στραγώτεροσ: ἀναιδέστερος. Στρατήγημα: σόφισμα ἢ τοῦ στρατοῦ ἡγεμονία ἢ κατόρθωσις. Στρατηγίσ: ἡ γυνή· οὕτως Φερεκράτης. Στρατιὰ ἐν τοῖς ἐπωνύμοισ: Αἰσχίνης ἐν τῶ περὶ τῆς παραπρεσβείας· Ἀριστοτέλης τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείαι· τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατιά· εἰσὶν γὰρ, φησὶν, ἐπώνυμοι, δέκα μὲν οἱ τῶν φυλῶν· δύο δὲ καὶ τεσσαράκοντα οἱ τῶν ἡλι κιῶν· οἱ δ' ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκασμένα γραμματεῖα ἐνεγράφοντο· καὶ ἐπε γράφοντο αὐτοῖς, ὅ τε ἄρχων ἐφ' ὃν ἐπεγράφησαν, καὶ ἐπώνυμος ὁ τῶ προτέρωι ἐπιδεδημηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται· καὶ μετ' ὀλίγα· sigma. 542 χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατιάς· καὶ ὅτ' ἂν ἡλικίαν ἐκπέμπωσιν, προσγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρα τεύεσθαι. Στρατιά: τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα. Στρατεία: ἡ ἐνέργεια καὶ ὥσπερ πάλη. Στρατηγιᾶν: ἐπιθυμεῖν τῆς στρατηγίδος. Στρατηγοί: οἱ καθ' ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ δέκα ἦσαν· Δημοσθένης ἐν Φιλιππι κοῖς. Στρατιάν: συστέλλοντες τὴν δευτέραν συλλαβὴν, οὐ μόνον τὸ στράτευμα λέγουσιν, ἀλλὰ καὶ αὐτὴν τὴν στράτευσιν· οὕτως Ἀριστοφάνης. Στράτιοσ: Ἄρης καὶ Ζεύς· ἡ δευτέρα συλλαβὴ βρα χεῖα· καὶ στράτιον, τὸ μέγα καὶ σοβαρόν. Στρατοπεδευσάμενοι: ἀπληκεύσαντες. Στρατόπεδον ἐποιήσαντο: ἀντὶ τοῦ σκηνάς· δύο γὰρ σημαίνει ἡ λέξις· καὶ τὸ στράτευμα, καὶ τὸν τόπον τοῦ στρατεύματος. Στρατόσ: τὸ πλῆθος τῶν πολεμούντων· ὁ δὲ τόπος, στρατόπεδον· λέγεται γὰρ τοῦ στρατοῦ τὸ πέδον. Στρατοφάνη: τὴν κλητικὴν πτῶσιν· Μένανδρος Σι κυωνίω· Στρατοφάνη, λιτόν ποτ' εἶχες χλαμύδιον καὶ παῖδα ἕνα· καὶ ἀεὶ οὕτως λέγει. Στρεβλούμενοσ: δεσμούμενος· μαστιζόμενος. sigma. 543 Στρεβλόν: τὸν στραβὸν λέγουσιν· οὕτως Εὔπολις. Στρέμμα: ἡ τοῦ στρογγύλου ἕλκους οὐλή. Στρεπτά: ψέλια. Στρεπτούσ: πλακούντων εἶδος· ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Στρέφοσ: δέρμα· βύρσα. Στρέψα: πόλις τῆς Θραίκης· καὶ οἱ πολίται Στρε ψαῖοι. Στρεψαίουσ: Ἀριστοφάνης Γεωργοῖς. Στρεψίμαλλος ἄνθρωποσ: ὁ μὴ ἁπλοῦς· ἀπὸ τῶν ἐρίων τῶν συνεστραμμένους τοὺς μαλλοὺς ἐχόν των. Στρῆνον: οἱ μὲν τὸ ὀξὺ καὶ τὸ ἀνατεταμένον· Νικό στρατος δὲ τὸ τραχὺ καὶ πρόσαντες τηῖ ἀκοηῖ φθέγμα. Στριφνόσ: σφιγκτός· στερεός. Στροβεῖ: ταράττει· κινεῖ· περιφοβεῖ· καταπονεῖ. Στρόβιλοσ: καμπύλος. Στρόβιλοι: καὶ οἱ κοχλίαι καὶ οἱ θαλάσσιοι κήρυκες· καὶ στρόβιλος, εἶδος ὀρχησέως· καὶ ἀνέμων εἶδος· καὶ ὁ τοῦ δένδρου καρπός. Στροβῆσαι: συστρέψαι· καὶ στρόβιλος, ἡ συστρο φή· καὶ ὁ λαῖλαψ· Στρόβιλος ἐν ὅσω συστρέφεται· καὶ ὁ καρπὸς τῆς πιτύος· καὶ εἶδος τί ὀρχήσεως. sigma. 544 Στρομβῆσαι: συστρέψαι. Στρόμβοσ: ῥόμβος· ἀπὸ τοῦ περιστρέφεσθαι. Στρομβιχίδησ: ὄνομα κύριον. Στρούθησ: σατράπης τις βασιλικὸς ἦν. Στρουθίζων: τρίζων. Στρουθόσ: ὁ λελοβημένος. Στρομφίδεσ: νῆσοι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι. Στροφάλιγγι: τηῖ συστροφηῖ. Στροφαῖοσ: ὁ παρὰ ταῖς θύραις ἱδρυμένος Ἑρμῆς· παρὰ τὸν στροφέα τῆς θύρας. Στροφάσ: ἀντιλογίας. Στρόφιον: τὸ στρογγύλον ζωνάριον· Ἀριστοφάνης· Τὸ στρόφιον ἤδη λύομαι. Στροφιοπανοῦργοσ: τὸν δεσμὸν Ἡρόδοτος. Στρωματίτησ: ἐν ὧ ἑαυτοῖς στρώματα παρεῖχον· οὕτως Κρατῖνος. Στρωτήρ: τὰ μικρὰ δοκίδια, τὰ ἐπάνω τῶν δοκῶν τιθέμενα, στρωτῆρας ἔλεγον. Στρυφόν: στρυφνόν· σκληρόν. Στρύμη: νῆσος ἄποικος Θασίων· ἔστιν δὲ ἐμπόριον Θασίων. Στρωτήρ: λέγεται μὲν ἐν τηῖ συνηθείαι τὸ πλέγμα sigma. 545 τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πε ποιημένον· οἱ δὲ ῥήτορες στρωτῆρας καλοῦσι τὰ μικρὰ δόκια εἰς στροφὰς πεποιημένα· ἄλλοι δὲ πλέγμα λέγουσι τὸν στρωτῆρα ἀπὸ ῥάβδων εἰς ὀρόφωσιν πεποιημένον. Στυγεῖ: μισεῖ ἢ φοβεῖται. Στυρακίζειν: κεντρίζειν. Στυγερωῖ: μισητωῖ ἢ φοβουμένωι. Στυγητόσ: μισητός. Στύξ: κρήνη ἐν Ἅδου, ὅρκος θεῶν. Στυππεῖον: ἢ στιππεῖον· λίνου εἶδος. Στύραξ: ὁ σαυρωτὴρ καλούμενος· ἡ τοῦ δόρατος ἀρχὴ, ἐφ' ἧ στηρίζεται. Στύραξ: τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ κατα πηγνύειν εἰς τὴν γῆν εἰώθασιν· καὶ Θουκυδίδης φησί· στυρακίωι ἀκοντίου ἀντὶ βαλάνου χρησά μενος εἰς τὸν μοχλόν. Στυφελίξαι: σεῖσαι· κακῶσαι· διῶξαι. Στωΐδιον: καὶ στοίδιον λέγουσιν. Στωμύλοσ: λάλος· πολύκομψος· πιθανολόγος· εὐ τράπελος· ἔφεδρος τῶν λόγων· ἀπατεών· κόλαξ. Συβαριτικαῖσ: καὶ Συβαρικαῖς· τρυφηλαῖς· λαμ πραῖς· πολυτέλεσιν· τρυφηταὶ γὰρ οἱ Συβαρῖται. sigma. 546 Συβαριτικοὶ λόγοι: οἱ Αἰσώπειοι. Συβήνη: ἡ δερματίνη αὐλοθήκη· ἢ ἡ φαρέτρα· Θεσ μοφοριαζούσαις Ἀριστοφάνης· Ἀλλὰ οὐκ ἔχω οὐδὲν, ἀλλὰ συβήνην λάβε. Συβώτησ: χοιροβοσκός. Συβριται: δῆμος Ἐρεχθηΐδος. Συγγαληττοσ: δῆμος Κεκροπίδος. Συγγραφηῖσ: ἄνδρες ἡροῦντο, ἵνα συγγράψωσι τοὺς μεθέξοντας τῆς τῶν υʹ ἀρχῆς· καὶ τῆς τῶν λʹ· ἐκαλοῦντο δὲ οἱ αὐτοὶ καὶ καταλογεῖς. Συγγραφικῶσ: στρογγύλως· ὡς οἱ συγγραφεῖς· περὶ ψυχῆς. Συγχεῖ: ἀφανίζει· συμμιγνύει. Συγχυθείσ: συνταραχθείς. Σύγκεισθε: ὁμονοεῖτε. Συγκλύδων: συμμίκτων· ἐπηλύδων· παρεισάκτων. Συγκαρύγαι: συνταράξαι. Συγκεκορδημένα: συγκεκυφότα· συνεστηκότα. Σύγκρισισ: ὁμοίωσις. Συγκομιδή: ὡς ἐπὶ καρπῶν· Θουκυδίδης ἐν γʹ· καὶ ἐν συγκομιδηῖ καρποῦ ἦσαν· καὶ Λυσίας ἐν τωῖ πρὸς Ξενοφῶντα· συγκομίσας δὲ δῶρα καὶ ἀπο δόμενος τὸ ἀργύριον. Συγκριτικῶσ: ὁμοίως. Συγκροτεῖ: συνάγει· αὔξει· συνιστᾶ· καὶ συνδεῖ· πρὸς ἁρμονίαν ἄγει. sigma. 547 Συγκρούειν: συναθροίζειν. Συγκυκῶν: συνταράσσων. Συγκυροῦντα: διαφέροντα· συνεγγίζοντα. Συηνία: καὶ ὑηνία· ἀμαθία· σκαιότης· παρὰ Φερε κράτει καὶ συηνεῖν, Πλάτων ὁ φιλόσοφος, τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδες τί ποιεῖν. Συκάμινα: τὰ μόρα· Φιλιππίδης Φιλαθηναίωι· Τοῖς συκαμίνοις δ' ἀντὶ τοῦ φύκους ὅλον Τὸ πρόσωπον· τὰ δὲ μόρα, Δώριον μᾶλλον· καὶ Ἐπίχαρμος· Μόρων νέον τὸ φυτόν. Συκίδα: συκίδαφος· ὁ ἐπὶ παντὶ δυσαρεστούμενος καὶ ἀνάγωγος. Συκίνη μάχαιρα: συκοφαντία. Σύκινον: ἀσθενές. Σῦκον ἐφ' Ἑρμηῖ: τὸ ἐγκείμενον εἰς ὠφέλειαν τωῖ βουλομένωι· τὸ γὰρ πρῶτον φανὲν σῦκον Ἑρμηῖ ἐτίθεσαν· οἱ δὲ πάρνοπες ἦρον. Συκάζειν: συκοφαντεῖν. Σῦκον αἰτεῖν: κολακεύειν· νεωστὶ γὰρ τῶν σύκων φαινομένων ὡς ἂν εἰς ὥρας ἥκοντες, ἐλιπάρουν τοὺς συκώρους δοῦναι. Συκοφαντεῖν: τὸ ψευδῶς τινὸς κατηγορεῖν· κεκλῆσ θαι δὲ φασὶ τοῦτο παρ' Ἀθηναίοις, πρῶτον εὑρεθέν τος τοῦ φυτοῦ τῆς συκῆς καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα, τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας συκοφαντῶν κληθέντων· συνέβη καὶ τοὺς ὁπῶς sigma. 548 οὖν κατηγοροῦντας τινων φιλαπεχθημόνως οὕτως προσαγορευθῆναι. Σύλαι: αἱ συλήσεις παρὰ Δημοσθένει. Σύλασ: Δημοσθένης ἐν τῶ περὶ τοῦ στεφάνου· ὁπότ' ἂν μὴ σύλαι ὦσιν Ἀθηναίοις· ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό φησι· σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν, δεδομένων συλῶν Φασηλίταις κατὰ Ἀθηναίων· ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τωῖ τοιούτω, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια· ἀντὶ τοῦ τὰς συλήσεις σύλας ἔλεγον. Συλλήβδην: συλλαβών· ἀθρόως. Συλλήπτορα: βοηθόν. Συλλογῆσ: ὄνομα ἀρχῆς. Σύλλογοσ: ἄθροισις. Συμβαίνοντα: συμφωνοῦντα. Συμβαλεῖν: νοῆσαι· διακρῖναι· συγκρῖναι. Σύμβασισ: φιλία· συντυχία· καταλλαγή· σύμμιξις. Συμβατήριοι: εἰρηνικοί· φιλικοί. Συμβιβασέι: εἰς συμβίβασιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινος. Συμβιβάζων: συλλαλῶν· διδάσκων. Συμβιβῶ: διδάξω· ἐπιστήσω· νοήσω· ποιήσω. Σύμβολα: σημεῖα· μέτρα· οἷον σημεῖον τοῦ φθαρτὸν γενέσθαι τὸν ἄνθρωπον πρὸ τοῦ θανάτου οἱ δερ μάτινοι χιτῶνες. Σύμβολα: τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις sigma. 549 θέμεναι τάττουσι τοῖς πολίταις· ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια· πολλάκις ἐν τῶ ζʹ Φιλιπ πικῶν Δημοσθένης. Συμβόλαια: τὰ συναλλάγματα· οὕτως Μένανδρος. Συμβολοκοπῶν: σύμβολον, ὃ ἐλάμβανον οἱ δικασταὶ, εἰς τὸ δικαστήριον εἰσιόντες, εἶτα τοῦτο δόντες, τὸ δικαστικὸν ἐκομίζοντο. Σύμβολον: οἰώνισμα· σημεῖον· μάντευμα. Σύμβουλοι: συνωμόται. Συμβούλουσ: τοὺς οἰωνοὺς Ἀττικοὶ λέγουσιν. Συμβραβεύσω: συνδιοικήσω. Συμμορία: σύνταγμα ἢ φρατρία. Συμμορία: Δημοσθένης κατὰ Ἀφόβου· οὐχ ἅπαν τὸ πλῆθος ὥσπερ παρ' ἡμῖν διήρητο εἰς τὰς συμμορίας Ἀθήνησιν· ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τηῖ πόλει δυνάμενοι· ὁ γοῦν Δημοσθένης ἐν τῶ περὶ τῶν συμμοριῶν φησὶ περὶ τῶν αʹ καὶ ςʹ ἀνδρῶν λέγων τῶν πλουσιωτάτων· ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας· κʹ ναῦς εἰσὶν, ξʹ σώματα ἑκάστην ἔχουσαν· Ὑπερίδης δὲ ἐν τωῖ πρὸς Πολύ ευκτον φησίν· εἰσὶν γὰρ ἐν τηῖ συμμορίαι ἑκάστη ιεʹ ἄνδρες· οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημο σθένης φησὶ ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν· ὁ δὲ sigma. 550 Ὑπερίδης ιεʹ· ἐν γὰρ τωῖ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν γράφων ταύτην· ἕως μὲν οἱ πλουσιώ τατοι παρακρουόμενοι τὴν πόλιν σὺν εʹ καὶ ʹ τρι ηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδεν Δημοσθένης, νόμους ἔθη κεν τοὺς τʹ τριηραρχεῖν· καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι· ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῶ κατὰ Πολυεύκτου· συμμορῖται δ' εἰσὶν οἱ τὴς αὐτῆς αὐ τοῖς μετέχοντες συμμορίας· διηρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρ χοντος, ὡς Φιλόχορος. Συμπαίστορα: συμπαίζοντα. Συμπαρομαρτῶν: συνακολουθῶν. Συμπεπηγόσ: συνειρημένον· συνεστραμμένον. Συμπλάττεται: ψεύδεται. Σύμπτωμα: συμβεβηκός. Συμφέρεται: συναρμόττει· συμφωνεῖ· ὁμονοεῖ. Σύμφημι: συναινῶ. Συμφορά: ἀτυχία· κακῶν συντυχία. Συμφορῆσαι: συναγαγεῖν. Συμφράδμονεσ: σύμβουλοι. Συμφυλετῶν: ὁμοεθνῶν· συγγενῶν. Συμφυοῦσ: συγγενοῦς. sigma. 551 Συμφύρεται: συμμίγνυται· συνανακρᾶται· συμμι αίνεται. Σύμψηφα: σύμφωνα. Συμψισθείσ: βλαβείς· τρωθείς. Συναγείρων: συνάπτων· συνάγων. Συναγηγερμένοι: συνηγμένοι. Συναγορεύειν: συνηγορεῖν· ὑπὲρ αὐτοῦ λέγειν. Συνάδων: ἁρμόττων· συντρέχων· συμφωνῶν. Σύναιμοσ: ἀδελφός. Συναιρόμενοσ: συμβαλλόμενος· συνερχόμενος· συμ βοηθῶν. Σύναιχμοσ: ὁ σύμμαχος. Συναλίσασ: συνάξας· ἀθροίσας. Συναλισθείσησ: συναχθείσης. Συνανέσχον: συνανέτεινον. Συναπηρτημένοσ: πεπληρωμένος. Συναραμένου: συνεργήσαντος. Συναρτήσαντεσ: συνάψαντες. Συναυλία: συμφωνία. Συνάφεια: σύζευξις. Σύνδειπνα: τὰ συμπόσια· καὶ Λυσίας καὶ ἕτεροι. Συγγραφεῖσ: εἰθισμένον ἦν παρ' Ἀθηναίοις· ὁπότε δέοι πλῆθος τι αἱρεῖσθαι εἰς ῥητὴν ἡμέραν, εἰσέφερον γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί· τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἐγίνετο, καθὰ Θουκυδίδης ἐν τηῖ ηʹ· ἐν δὲ τούτωι τωῖ καιρωῖ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες, εὐθὺς τῶν λοιπῶν sigma. 552 εἴχοντο· καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην δέκα ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας· τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν εἰς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθὅτι ἄριστα ἡ πόλις οἰκήσεται· ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ, οἱ τότε αἱρεθέντες· ὡς φησὶν Ἀν δροτίων καὶ Φιλόχορος· ὁ δὲ Θουκυδίδης τῶν δέκα ἐμνημόνευσεν μόνων τῶν προβούλων. Σύνδικοι: Ἰσαῖος ἐν τῶ κατὰ Ἐλπαγόρου· σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο· καὶ Λυκοῦργος φησίν· ἀνδρεῖός ἐστιν οὗτος, πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συν δίκοις ἀπογραφὰς ἀπογράφων· μήποτ' οὖν ἀρχή τις ἦν καθισταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον οἱ σύνδικοι. Σὺν δορὶ σὺν ἀσπίδι: ἐπὶ τῶν παντὶ τρόπωι πρᾶξαι τι πειρωμένων. Συνδούμενοσ: συνδεδεμένος. Σύνδρομοσ: σύμφωνος. Συνδυάσω: συζευχθῶ· κοινωνήσω· συμπράξω. Συνεδεῖσθαι: συγκαθῆσθαι. Συνέθει: συνέτρεχεν. Συνέδριον: καὶ τὸ χωρίον καὶ τοὺς θώκους ἐν οἷς συνεδρεύουσιν Ἀττικοὶ καλοῦσιν. Συνέλκειν τὰς ὀφρῦσ: ἀντὶ τοῦ συνάγειν· οὕτως Ἀν τιφάνης. Συνέφηβοσ: ὁ μετά τινος τῶν ἡλικιωτῶν ἐφηβεύσας· sigma. 553 τοὺς δὲ ἐφήβους, Ἠλεῖοι μὲν σκύθας καλοῦσιν· Σπαρτιᾶται δὲ σιδεύνας· διέκρινον δὲ αὐτοὺς ἄρα τηῖ ἥβηι, τουτέστιν περὶ πεντεκαίδεκα καὶ ἑξῆσ δεκα ἔτη γεγονότας τῶν νεωτέρων παίδων καὶ καθ' ἑαυτοὺς ἤσκουν ἀνδροῦσθαι. Συνεχῶσ: οὐ πυκνῶς, ἀλλ' ἀδιαλείπτως· οὕτως Εὔπολις. Συνειλεγμένα: συνηγμένα. Συνειλόχασιν: συνήθροισαν. Συνείπετο: συνηκολούθει. Συνειρημένον: συνεστραμμένον. Συνείρει: συνάπτει. Συνεῖρκτο: συνεφυλάττετο· συνεδέδετο. Συνεισέφρησεν: συνεισήνεγκεν. Συνεκδοχικῶσ: συλληπτικῶς. Συνεκόμισαν: συνήγαγον. Συνεκτικώτατα: κεφαλαιωδέστατα· συνέχοντα· δια κρατοῦντα. Συνεκύρησεν: συνέτυχεν. Συνελόντι φράσαι: συντόμως εἰπεῖν. Συνελόχησεν: συνήθροισεν. Συνέμποροσ: συνοδοιπόρος. Συνενηνεγμένοι: συνελθόντες. Συνέπεσε γενέσθαι: ἀντὶ τοῦ συνέβη· οὕτως Ἰσο κράτης. sigma. 554 Συνερανίζεται: συνεισφέρεται. Συνερέσθαι: συνερωτᾶν. Συνέριθοσ: συνεργός· συνυφαίνουσα. Συνεστιᾶται: συναριστᾶ. Συνευνέτησ: σύγκοιτος. Συνεύνιον: σύγκοιτον. Συνεχόμενοσ: ἀρρωστῶν ἢ κρατούμενος. Συνεψήσθη: συνελεπτύνθη. Συνήγοροσ: προστάτης· ὑπέρ τινων λέγων. Συνήγοροι: οὐ μόνον οἱ τοῖς ἰδιώταις συναγορεύοντες· ἀλλὰ καὶ ἄρχοντες Ἀθήνησιν. Συνήγοροι: ἐοίκασιν παρὰ Ἀθηναίοις τινὲς χειροτο νεῖσθαι συνήγοροι· ἐπὶ τῶ συναγορεύειν, ὡς Ἀντι φῶν φησί. Συνήδομαι: συγχαίρω. Συνήεσαν: συνῆλθον. Συνήκμαζεν: συνηύξανεν. Συνήλασεν: συνεχώρησεν· συνεδίωξεν. Συνήμονασ: συνθήκας ἤτοι παρὰ τὸ ἧσθαι, ἵν' ἦ, συνέδρους· ἢ παρὰ τὴν ἕσιν, ἵν' ἦ, συναγωνιστὰς, ὃ καὶ βέλτιον. Συνήθεισ: καὶ ἑταίρους καὶ ὁμοήθεις. Συνήοροσ: συνηρμοσμένη· συνήθης. Συνήρτυεσ: συνήρμοττες. Συνησθέντεσ: συγχαρέντες. Συνησθῶσιν: συγχαρῶσιν. Σύνθακοσ: σύνθρονος. sigma. 555 Σύνθημα: συνθήκη· σύσσημον· λόγος ἐν πολέμω, ἐπὶ γνωρισμωῖ τῶν οἰκείων διδόμενος. Σύνθυμοι: συμπείθεσθαι· οὕτως Ἐπίχαρμος. Συνίημι: συνιῶ· νοῶ. Συνιστορεῖ: σύνοιδεν. Συνίστωρ: συνόμιλος· γνωστός· μάρτυς· συνειδὼς ἐπὶ πράγματι. Συνιστᾶ: ἀντὶ τοῦ συγκροτεῖ. Συγκεκορδυλημένα: κορδύλη γὰρ ἡ συστροφή. Σύγκλητος ἐκκλησία: τῶν ἐκκλησιῶν αἱ μὲν ἔξ ωθεν καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν, ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκα λεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης κατὰ Αἰσχίνου. Συγκόψαι: ἐπὶ τοῦ πληγαῖς αἰκίσασθαι· οὕτως Μετα γένης. Συνοίσει: συνενέγκη. Συνοῖσον: συμφέρον. Συνοιχήσεται: συναναιρεθήσεται. Συνουσία: τὸ συνεῖναι μετ' ἀλλήλων. Συνουσιασμόσ: συμμιξία. Σύνταξισ: βʹ πραγμάτων ἕνωσις· καὶ τὸ λαμβά νειν καὶ ποιεῖν τὰ δέοντα. Σύνταξισ: ἀντὶ τοῦ συντεταγμένη οἴκησις· Δημο σθένης Φιλιππικοῖς· καὶ μίαν σύνταξιν εἶναι τὴν sigma. 556 αὐτὴν, τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα· ἔλεγεν δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χα λεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα· Καλλιστράτου οὕτω καλέσαντος· καὶ Ὑπερίδης δὲ φησί· σύνταξιν ἐν τωῖ παρόντι οὐδενὶ διδόντες· ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. Συντελήσ: χρήσιμος. Συντελεῖσ: ὅτε οἱ τριηραρχοῦντες νεὼς μιᾶς ἅμα ἐπεμελοῦντο, συντελεῖς ἐλέγοντο. Συντελεῖσ: οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται. Συντέρμων: πλησιόχωρος. Συντετάσθαι: διατετάσθαι. Σύντευξισ: συντυχία. Συντεύξομαι: συντύχω. Συντιμηθῆναι: τὸ πολλῆς τιμῆς γενέσθαι τὰ ὤνια, συντιμηθῆναι καλεῖται· οὕτω Δημοσθένης. Συντροχάσαι: καταντῆσαι· πληρωθῆναι· ἐκ μετα φορᾶς τῶν τροχῶν. Σὺν τῶ κυνὶ καὶ τὸν ἱμάντα:*** Συντυχεῖν: οὐ τὸ ἐντυχεῖν, ἀλλὰ τὸ ἐξ αὐτομάτου περιπεσεῖν. Συντύχημα: συντυχία· οὕτως Ἀπολλόδωρος. Συνωδά: σύμφωνα. Συνωθούμενοσ: συνερχόμενος. Συνωμοσία: ἡ μεθ' ὅρκου φιλία. sigma. 557 Συνωρίσ: συζυγία· δυάς. Συοβοιωτοί: σύες γὰρ ἐκαλοῦντο οἱ πάλαι Βοιωτοί. Συοβαύβαλοι: ἐν οἷς οἱ σύες εὐνάζονται. Συοφορβία: ἀγέλη χοίρων. Συρακοσία τράπεζα: ἡ πολυτελής· ἐδόκουν γὰρ οἱ Σικελιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων. Συρβάβυττα: καὶ τὸν τάραχον τύρβη· ὡς Ἀριστο φάνης. Συρβηνεύσ: ὁ ταραχώδης· ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου· ἢ πένης· διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέ τρας κενὰς (ἔχειν·) καὶ συρβηνέων χορός· ὁ τε ταραγμένος καὶ συώδης· ἀπὸ τοῦ τοῖς συσὶν ἐπι φωνουμένου. Σύργαστροσ: ὑφορβός· ἐργάτης. Συρμαία: τὸ καθαρτικὸν δι' ἐμετῶν καὶ κοιλίας· καὶ συρμαΐζειν, τὸ κενοῦσθαι· οὕτως Ἡρόδοτος. Συρμαίαν βλέπων: ἀντὶ τοῦ ναυτιῶν. Σύριγγοσ: αὐλοῦ ἢ δορατοθήκης. Σύρφαξ: ὁ εἰκαῖος· οὕτως Ἀριστοφάνης. Σύρφα: συρφετός· ὄλεφος. Συρφετόσ: ἀγυρτώδης ὄχλος ἢ λόγος· ἢ ἡ ἐξ ἀνέμου συλλεγομένη κόπρος καὶ φρυγανώδης. Σύροι πρὸς Φοίνικασ: ἑκάτερα τὰ ἔθνη διαβέβληται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι' ἔχθρας ἀλλήλοις ὄντα οὐδέποτε πιστῶς διαλλάττεται. sigma. 558 Συσκευάζει: λόγωι ἐπιβουλεύει. Συσπειραθέντεσ: συστραφέντες. Συσσεισμόσ: λαῖλαψ· συστροφὴ ἀνέμου. Συσσιτίαι: τὰ δεῖπνα ἃ κοινὰ ποιοῦνται Λακεδαιμό νιοι· καλεῖται δὲ καὶ φιλίτια· ἐπεὶ καὶ φιλίας ἐστι συναγωγά. Συσσίτιον: εὐωχία· ἄριστον. Συστομώτερον σκάφησ: τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲς σιωπώντων· Θεόφραστος γὰρ ἐν τῶ περὶ Νόμων εἰρῆσθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνησιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶ σαι, ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον· διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι συστομώτερον ποιήσειν ἀπει λεῖν σκάφης. Συστρέμματα: στασιαστῶν πλῆθος. Σῦσ: ὗς τοὺς Ἱπποκράτους υἱοὺς ἔλεγον καὶ τοὺς Παναιτίου καὶ Μέμνονος, εἰς ὑηνίαν κωμωδοῦν τες. Συφεόσ: τόπος ὅπου αἱ σύες τρέφονται. Συχναῖσ: συνεχέσιν. Συχνόν: πολύ· πυκνόν. sigma. 559 Συώδησ: ἀπὸ τοῦ τοῖς συσὶν ἐπιφωνουμένου. Σφαγεῖον: τὸ ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν σφαζο μένων ἱερείων δέχονται· περισπᾶται ἡ δευτέρα συλλαβή. Σφαγάσ: τὰς κατακλείδας· Θουκυδίδης· καὶ τοὺς οἰστοὺς (καθίεσαν ἐς τὰς σφαγάς.) Σφαδάζειν: θράσσειν· δυσθανατεῖν· ματαίως σπᾶσ θαι· χαλεπαίνειν· μετ' ὀργῆς στενάζειν. Σφαδάζοντεσ: σπώμενοι ἢ δυσφοροῦντες. Σφαδάζουσα: πανουργεύουσα. Σφαιρωτήρ: σανδαλίου ζινίχιον· τὸ λωρίον τοῦ ὑπο δήματος. Σφακελίζοντεσ: διασπῶντες· πηδῶντες· ὑποτρέμον τες. Σφακελισμόσ: παραπληξία. Σφακελισμόσ: ἡ σῆψις τοῦ μυελοῦ σφακελισμὸς καλεῖται· γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός· λέγεται δὲ καὶ σφάκελος ὁ μέσος τῆς χειρὸς δάκτυλος· λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός· σφάκελον δ' ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων. Σφαλείσ: ἀποτυχών. Σφάραγον: ὁ Ἀπίων φάρυγγα, ἀπὸ τοῦ περὶ αὐτὸν γενομένου ψόφου. Σφᾶσ: ἑαυτοὺς, ἢ τὰς ἑαυτῶν. sigma. 560 Σφενδαμνίνουσ: τοὺς σκληρούς· Ἀριστοφάνης. Σφενδόνη: ὁ δακτύλιος ἄνευ τῆς σφραγῖδος. Σφενδόνη: τοῦ δακτυλίου ἡ περιφέρεια· ἢ εἰς λίθου βολήν. Σφενδονᾶσθαι: ἀπορρίπτεσθαι. Σφέτερα: τὰ ἑαυτῶν. Σφετερίζεται: λαμβάνει· ἰδιοποιεῖται. Σφέτερον: τὸ ἑαυτῶν ἢ τὸ ἴδιον. Σφετέρω: τωῖ ἑαυτῶν. Σφῆκεσ: οἱ τὴν κοιλίαν ἐπισυνηγμένην ἔχοντες. Σφηκώδεισ: οἱ κάτισχνοι τοῖς σώμασιν. Σφῆκες καὶ σφηκιαί: τὰ μικρὰ καὶ εἰς ὀξὺ συνηγ μένα ξύλα· οὕτως Φερεκράτης. Σφηκῶσαι: τὸ δῆσαι· οὕτως Φρύνιχος. Σφῆλαι: πλανῆσαι· βλάψαι· ἀπατῆσαι. Σφηνούμενοσ: στρεβλούμενος· βασανιζόμενος. Σφήττιοι: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· κωμω δοῦνται δὲ ὡς ὀξεῖς· ὥσπερ Ἀχαρνεῖς ἄγριοι· Πο τάμιοι δὲ ὡς ῥαδίως δεχόμενοι τοὺς ἐγγράφους νόμους. Σφιν: αὐτοῖς. Σφίγκτασ: Κρατῖνος τοὺς κιναιδώδεις καὶ μαλθα κούς. Σφιγανόν: πολεμικόν. Σφίσιν: αὐτοῖς ἢ τοῖς ἑαυτῶν. sigma. 561 Σφραγιδονυχαργοκομῆται: ἐν τοῖς δακτυλίοις σφρα γῖδα ἔχοντες λίθου ὄνυχος. Σφριγῶν: νεάζων· αὔξων· σφύζων· βράζων· εὐσω ματῶν· ἀκμάζων· ἀνθῶν. Σφοδρίασ: στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας ἐστίν· φασὶν δὲ αὐτὸν εὐήθη τε εἶναι λίαν καὶ κοῦ φον πρὸς τὰς ἐλπίδας. Σφυγμόσ: φλεγμονή· παλμός· ζέσις φλεβὸς ἢ ἀρτη ρίας Σφύζει: ἐπείγει· ἢ αἱ φλέβες ἄλλονται. Σφυρά: τὰ περὶ τοὺς ἀστραγάλους. Σφυρήλατοσ: σφύραις ἐληλαμένος. Σφῶν: αὐτῶν· ἢ ὑμᾶς ἰδίους· ἰδίας. Σχάδονασ: τὰ τῶν κηφήνων κηρία· καὶ ζῶον ἄπτε ρον ἄπουν. Σχαλίσαι: θηλάσαι· καὶ ἀνίσχαδον τὴν ἄτοκον καὶ ἀθήλαστον. Σχαστηρία: ἡ ἄφεσις. Σχάσον: κατάπαυσον· μετάβαλε. Σχεδιάζει: ἐκ τοῦ παρατυχόντος λέγει. Σχεδιάζειν: ἐγγίζειν· πλησιάζειν· τὸ εἰκῆ ἀποφαί νεσθαι. Σχεδιασθείσ: παραχρῆμα ῥηθείς. Σχέδιοι: εὐτελεῖς. Σχέδιον: ἐκ τοῦ ἑτοίμου. Σχεδόν: πλησίον· πέλας· ἢ ἐκ χειρός. sigma. 562 Σχελίδεσ: τὰ πλευριαῖα κρέα. Σχέσισ: ὁρμή· συνάφεια. Σχετικῶσ: οἰκειωτικῶς. Σχετλιάζει: δυσχεραίνει· ἢ βλασφημεῖ. Σχέτλιοσ: ὀδυνηρός· χαλεπός· ἀγνώμων· ἀτυχής· δεινοπαθής· ἄδικος· ἄπορος· θλιβόμενος· τλήμων· ἀπεχθής. Σχηματιζόμενοσ: προσποιούμενος ἢ συνταττόμενος. Σχήσειν: ἀνθέξειν. Σχήσεσθαι: ἐπισχεθήσεσθαι. Σχήσουσιν: σχῶσιν· κρατήσουσιν· ἐφέξουσιν. Σχοίητε: νομίσοιτε· ἢ ὑπολάβοιτε. Σχιστὸς ὁδόσ: ἡ μιξοδία. Σχίζα: ἡ λαμπάς. Σχιζίασ: ὁ τετανὸς καὶ ἰσχνός· οὕτως Κρατῖνος. Σχιστὸς χιτών: κατὰ τὸ μέσον πόρπη συνεχόμενος. Σχῖνον: τὴν σκίλλαν, ἐν ἧ διαμασῶνται οἱ καλλω πιζόμενοι ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· ἀφ' οὗ καὶ σχινίζεσθαι. Σχοινίον μεμιλτωμένον: εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκλη σίαν, οἱ τοξόται σχοινίον μιλτοῦντες, συνήλαυνον, καὶ τὰ πρατήρια διέκλειον. Σχοίνισμα: μέτρου μέρος· κληρουχία. Σχοῖνοσ: μέτρον γεωμετρικὸν, ὥς φησιν Ἡρόδοτος ἐν τῆ βʹ τῶν ἱστοριῶν. Σχολάζειν καὶ σχολὴν ἄγειν: οὐκ εὐκαιρεῖν λέγουσιν Ἀττικοί. sigma. 563 Σχολαῖον: ἀργόν· διατρίβειν ποιούμενον· καὶ σχο λαίτερον ἢ σχολαιότερον, τὸ ἠρεμαιότερον· ὁμοίως καὶ σχολαιότης. Σχολή: οὐχὶ ὁ τόπος ἐν ωἷ σχολάζουσι καὶ διατρί βουσι περὶ παιδείαν· οὐδὲ αὐτὴ ἡ ἐν λόγοις (εὐ μουσία) καὶ διατριβή· ἀλλὰ ἣν οἱ πολλοὶ ἀκύρως καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν βάρβαρον· ἀλλ' ἀντὶ μὲν τούτου, σχολὴν ἄγειν λέγουσιν· ἡ δὲ εὐκαιρία βάρβαρον μὲν οὐκ ἔστιν ὄνομα· τάττεται δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλ' ἐπὶ καιροῦ τινὸς εὐφυίας καὶ ἀρετῆς· καὶ (σχοληῖ) ἀντὶ τοῦ οὐδαμῶς. Σχόλια: σεμνολογήματα· ἢ ὑπομνήματα καὶ ἑρ μηνεῖαι. Σχόμενοσ: κατασχὼν ἢ κατασχεθείς. Σχών: κατασχών. Σῶ: μονοσυλλάβως οἱ σῶοι· καὶ παρὰ Θουκυδίδη· οἱ δὲ συνηθέστερον γράφουσιν σῶοι. Σωκεῖν: ἀντὶ τοῦ ἰσχύειν. Σῶμα: πᾶν τὸ τεθνηκός· τὸ δὲ τοῦ ζῶντος δέμας λέγεται· διὰ τὸ συνδεδέσθαι τηῖ ψυχηῖ, ὡς εἶπεν Ὅμηρος. Σωμάτια: τὰ ἀναπλάσματα· οἷς οἱ ὑποκριταὶ δια σάττουσιν αὐτούς· οὕτως Πλάτων. Σωρηδόν: ὁμοῦ. Σωρεία: πλῆθος. Σωρόσ: συναγωγή. sigma. 564 Σῶστρα: σωτήρια· μήνυτρα· λύτρα. Σωτάδεια: τὰ τοῦ Σωτάδου ποιήματα. Σωτὴρ Ζεύσ: ὁ ἐλευθέριος. Σωτέοσ: σωθῆναι ἄξιος. Σωφρονισταί: ἄρχοντες τινες χειροτονητοί· δέκα τὸν ἀριθμὸν ἑκάστης φυλῆς· ἐχειροτόνει μὲν ὁ δῆμος· ἐπεμελοῦντο δὲ οἱ χειροτονηθέντες τῆς τῶν ἐφήβων σωφροσύνης, μισθὸν λαμβάνοντες ἕκαστος παρὰ τῆς πόλεως καθ' ἡμέραν δραχμήν. Ἀρχὴ σὺν Θεῶ τοῦ ˉτ. Τά: ταῦτα. Ταβερνεῖα: καπηλεῖα· πανδοκεῖα. Τάγηνον: τοῦτο Ἰώνων τινες τήγανον λέγουσιν. Ταγηνίασ: πέμματα ἐστὶ τῶν ἀπὸ τηγάνου ἐκ στέατος ὑγροῦ καὶ τυροῦ καὶ μέλιτος καὶ ἀστα φίδος. Τάγυρι: τὸ βραχύτατον καὶ ἐλάχιστον, οἷον ψιλὰ λέγουσιν· Εὔπολις Αἰξίν· Καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς. Τάδε ἐκ τοῦ τρίποδοσ: τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν· Ἀριστοκλεία γὰρ τηῖ Πυθίαι γενομένη μιχθῆναι Πυθαγόραν τὸν Δελφὸν, καὶ τῶν ὑπ' αὐτῆς μαν tau. 565 τευμάτων παρασημειοῦσθαι, ὅσα ἔχρα ἔνθεος γενο μένη· καὶ ταῦτα ὡς ἀληθῆ παρασημειοῦσθαι, ὡς ἐκ τοῦ τρίποδος. Τάδε Μῆδος οὐ φυλάξει: κατὰ τὴν Ξέρξου ἔφοδον τοὺς Ἕλληνας ἀπειρηκότας τὰ ἑαυτῶν ἀνα λίσκειν καὶ δαπανᾶν ἐπιλέγοντας, Τάδε Μῆδος οὐ φυλάξει. Τάδ' οὐ παρὰ Κενταύροισιν: λεγόμενον τί ἦν· Τηλε κλείδης τισί· Τῶν δυνατῶν τί κέλευ'· οὐ γὰρ παρὰ Κενταύροισιν. Τὰ ἐκ τῶν ἁμαξῶν: ἐπὶ τῶν ἀπαρακαλύπτως σκωπ τόντων· Ἀθήνησι γὰρ ἐν τηῖ τῶν Χοῶν ἑορτηῖ οἱ κωμάζοντες ἐπὶ τῶν ἁμαξῶν τοὺς ἀπαντῶντας ἔσκωπτόν τε καὶ ἐλοιδόρουν· τὸ δ' αὐτὸ καὶ τοῖς Ληναίοις ὕστερον ἐποίουν. Τὰ ἐν ποσίν: τὰ παρόντα ἐν μέσωι. Τὰ ἐπίχειρα: τὰ ἐπιχειρήματα. Ταινίαι: ἐπὶ μὲν ἀνθρώπων τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυμάτια. Ταινιοῦντοσ: στεφανοῦντος. Τακερόν: ἐφθόν· τετηκός. Τακτικῶσ: στρατιωτικῶς. Τἄλλα καὶ φιλώμεθα: λεγόμενον τί· οἷον τᾶλλα καὶ φίλοι ὦμεν. Τάλαντα: τὰ ζυγὰ καὶ τὰ ἱστάμενα. tau. 566 Ταλανίζει: θρηνεῖ· ἄθλιον ἀποκαλεῖ. Ταλαντεύει: σταθμίζει. Τάλαντον: πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ' ὃ σημαινόμενον Δημοσθένης φησὶ πεντήκοντα τάλαντα· ἢ σταθμοῦ τι ὄνομα, ὥσπερ Ἀριστοφάνης· Ἀλλ' ἢ ταλάντω μουσικὴ κριθήσεται· καὶ τὸ Ὁμηρικόν· χρύσεια πατὴρ ἐτίταινε τάλαντα· τρίτον σημαινόμενον ἡ ῥοπή· τέταρτον, ἀριθμοῦ τι ὄνομα, ὡς καὶ, πολυ τάλαντος ὁ πλούσιος, καὶ τὸ Ὁμηρικόν· Κεῖτο γὰρ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα· καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται· ἀρ χαία δὲ ἡ χρῆσις· καὶ ἡ τοῦ, τρίτον ἡμιτάλαντον, καὶ, πέμπτον ἡμιτάλαντον, καὶ, ἕβδομον ἡμιτάλαν τον· ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον, δύο ἥμισυ τάλαντα· τὸ δὲ πέμπτον ἡμιτάλαντον, τέσσαρα ἥμισυ· καὶ τὸ ἕβδομον ἡμιτάλαντον, ἓξ ἥμισυ· καὶ ὅλως οὗτινος ἀριθμοῦ παρωνύμωι μέρει ἐπονομάσει τίς τὸ ἡμιτάλαντον· τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον ἂν μὲν ὄγδοον, ἑπτά· ἂν δὲ ἔνατον, ὀκτώ· συναριθμουμένου δῆλον ὅτι καὶ τοῦ ἥμισυ· φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν· ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν. tau. 567 Ταλαντουμένην: ἐν Τιμαίωι· τὴν δὲ γῆν ταλαντου μένην ἀνωμάλως σείεσθαι μὲν ὑπ' ἐκείνων· κινου μένων δ' αὖ πάλιν ἐκεῖνα σείειν· μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται· καὶ ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν. Ταλάντωσισ: στῆσις· στάθμησις. Τάλαροσ: καλαθίσκος· κόφινος. Τάλασ: ἄθλιος. Ταλάσησ: ὑπομείνης. Ταλασίαν: ἐριουργίαν. Ταλάσιον: ἐριούργιον. Ταλασιουργία: ἡ τῶν ἐρίων ἐργασία. Ταλασίφρονα: ὑπομονητικόν. Ταλαιπαθέσ: ταλαίπωρον. Τάλεσιν: ἀναλώμασιν. Ταλαπείριον: οἱ τραγικοὶ τὸν ταλαίπωρον λέγουσιν. Τάλιδοσ: τῆς μελλογάμου· οὕτως Ἀριστοφάνης. Ταμίαι: ἄρχοντές εἰσιν Ἀθήνησιν κληρωτοὶ ἀπὸ τῶν πεντακοσιομεδίμνων, οἳ τὰ ἐν τωῖ ἱερωῖ τῆς Ἀθη νᾶς ἐν ἀκροπόλει χρήματα ἱερά τε καὶ δημόσια φυλάττουσιν· ἀλλὰ καὶ αὐτὸ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς· εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι, ἄρχοντες χειρο τονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις· ὁ μὲν ἐπὶ τὴν πάραλον, ὁ δὲ ἐπὶ τὴν τοῦ Ἄμμωνος. Ταμίαι: ἔφοροι· φύλακες· ταμιοῦχοι· διοικηταί. Ταμίαι: ἀρχή τις παρὰ Ἀθηναίοις ἦν οἱ ταμίαι tau. 568 δέκα τὸν ἀριθμόν· παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας, καὶ τὸν ἄλλον κόσμον, καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης· εἰσὶν δέ τινες καὶ τῶν τριηρῶν ταμίαι, ὡς ὁ αὐτός· ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι, δεδήλωκεν Εὔπολις. Ταμιεῖον: κοιτῶνα. Ταμιεύεται: διοικεῖται· ἀποκρύπτει· φυλάττει. Ταμιευόμενον: φυλάττοντα. Ταμίησ: δεσποίνης. Τάμισοσ: πυτία. Ταναϋφῆ: λεπτοϋφῆ. Ταμύναι: πόλις ἐστιν ἐν Εὐβοίαι ἐν τηῖ χώραι τηῖ Ἐρετριέων· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς Αἰσ χίνης φησὶ, καὶ οἱ τὰ Εὐβοιακὰ γράψαντες. Τᾶν: ἑταῖρε, ἢ σύ. Τανύπεπλοσ: ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ. Τανύποδασ: ταχείας. Τανύμηκεσ: τεταμένην ἔχων τὴν ἀκμὴν ἢ αἰχμὴν ἠκονημένην. Τανύπτεροσ: παρατεταμένα πτερὰ ἔχουσα. Τάξαι: τὸ τιμῆσαι· ἐν Νήσοις Πλάτων. Τάξασθαι: ταχθήσεται ὡς εἰς πόλεμον. Ταξίαρχοσ: ἡγεμών· στρατοπεδάρχης. Τάπητεσ: ἐπιβόλαια ἢ στρώματα· οὕτως Ἀριστοφά νης. tau. 569 Ταονθαρύζειν: τρέμειν. Τὰ πολλά: ἀντὶ τοῦ, ὡς ἐπὶ τὸ πολύ· ὡς ἐπὶ τὸ πλεῖστον. Ταπὶ κοσκίνωι: λεγόμενον ποῖον· τἀληθῆ πάντα. Τὰ πρῶτ' ἀρίστους παῖδας Αἴγινα τρέφει: παροιμία· ἐν ἀκμηῖ γὰρ, φασὶ, μεταβάλλουσιν ἐπὶ τὸ χεῖρον οἱ Αἰγινῆται ἀπὸ Ἀχιλλέως· Πατρόκλου· Αἴαν τος· Νεοπτολέμου. Ταραντῖνον: λεπτὸν καὶ διαφανὲς ἱμάτιον· οὐ πάν τως πορφυροῦν, ὥς τινες ὑπέλαβον· οὕτως Νικό στρατος. Ταραντῖναι βαφαί: παρὰ Ἀχαιωῖ· οἶμαι, τὰ ἀλουρ γὰ ἢ τὰ ἀπὸ τοῦ ὀστρέου. Ταρβεῖ: φοβεῖται. Ταρβεῖ: καὶ τάρβος· εὐλάβεια· φόβος. Ταριχεύειν· ταριχεύσειν: ὥσπερ οἱ τὰ ὄα τέμνοντες καὶ μέλλοντες ταριχεύσειν· σημαίνει δὲ καὶ τὸ ξη ραίνειν. Ταριχεύει: τήκει· ξηραίνει. Ταρροί: τάλαροι καὶ ταρσοί· καὶ τὰ πλατύσματα τῶν κωπῶν· καὶ αὐτὸ τὸ πτέρωμα· καὶ Θουκυδί δης οὕτως. Ταρσοί: τὰ ἀγγεῖα τῶν τυρῶν· καὶ τὰ ἔξω τῶν κωπῶν· καὶ ταρσοῖς· πτεροῖς ἄκροις. Τάρπη: κόφινος. tau. 570 Ταρσόσ: ἐκ μέρους ἢ τὸ πλάτος τοῦ ποδός· ἢ τὸ ἄκρον τῆς χειρός. Τάρρωμα: τὴν κωπηλασίαν· οὕτως Ἀριστοφάνης. Τάρταροσ: ὁ κατώτερος τοῦ Ἅδου τόπος. Τάρταρον: τὸν περὶ τὰ νέφη τόπον οὕτως λέγουσι περὶ ψυχῆς. Ταρτημόριον: δίχαλκον· ὁ γὰρ χαλκὸς ὄγδοον τοῦ ὀβολοῦ· καὶ ταρτημοριαῖον τινὰ καλοῦσιν, οἷον διχάλκου ἄξιον. Ταρτησία μύραινα: ὡς ἐκεῖ γινομένων μεγίστων. Τάσισ: ἔκτασις· καὶ δρόμος. Ταντάλου τάλαντα: πλούσιος ὁ Φρὺξ Τάνταλος δια βεβόητο, Πλουτοῦς καὶ Διὸς λεγόμενος· κέχρηται δὲ τηῖ παροιμία καὶ Ἀνακρέων ἐν γʹ· γέγονε δὲ παρὰ τὸ ὄνομα τάλαντα· ὡς καὶ παρὰ τωῖ κωμι κωῖ εἴρηται· (Τὰ) Ταντάλου τάλαντα ταντα λίζεται. Τὰ Σαμίων ὑποπτεύεισ: αὕτη λέγεται ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν προδοσίας· παρ ῆλθεν δὲ ἀπὸ τῶν γενομένων ὑπὸ Ἀθηναίων εἰς Σαμίους αἰκισμῶν· ἑλόντες γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι, τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἔστιξαν τηῖ καλουμέ νηι Σαμιηῖ, ἥ ἐστιν εἶδος πάθους Σαμιακοῦ· ἀνθ' ὧν καὶ οἱ Σάμιοι τοὺς ἁλόντας μετὰ ταῦτα Ἀθη ναίους ἔστιξαν. Τὰ τῶν φόρων κρείττω: παροιμία ἐστι λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν. tau. 571 Ταυρέασ: ὄνομα κύριον. Ταῦρον: τὸ γυναικεῖον αἰδοῖον. Ταυροπόλον: τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα· ὡς Ἀπολλόδωρος· Ἴστρος δ' ἐν γʹ Ἀτάκ των, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππο λύτωι ταῦρον ἐξώστρησεν ἐπὶ πᾶσαν γῆν· οἱ δ' ὅτι ἔβαλεν, διὸ καὶ ταυροβόλον καὶ Ἀθηνᾶ δὲ Ταυρο βόλος ἐν Ἄνδρωι· ὁ γὰρ Ἄνιος δοὺς ταῦρον τοῖς Ἀτρείδαις, ἐκέλευσεν ὅπου ἂν ἐκ τῆς νεὼς ἅλληται, ἱδρύσασθαι Ἀθηνᾶν· οὕτως γὰρ εὐπλοήσειν· ὁ δὲ ἐν Ἄνδρωι ἐξήλατο. Ταυροφάγον: τὸν Διόνυσον Σοφοκλῆς ἐν Τυροῖ· ἀντὶ τοῦ ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο· ἢ τὸν ὠμηστὴν, ἀφ' οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετή νεγκε τούνομα Ἀριστοφάνης. Ταυτάζειν: στραγγεύεσθαι· ἐπὶ πολὺ διατρίβειν ἐν τωῖ αὐτωῖ· ὁτὲ δὲ φροντίζειν. Ταῦτα πράσσων φάσκ' ἀνὴρ οὐδὲν ποῶν: Κρατῖνος Ὥραις· ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούν των. Ταύτη: τούτου ἕνεκεν ἢ οὕτως. Ταυτοεπεῖν: ταυτολογεῖν. Ταυτότητοσ: ἀπαραλλάκτου φύσεως. Τάφοσ: καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. Ταφρεῦσαι: διορύξαι· περισκάψαι. tau. 572 Τάφροσ: τὸ περὶ τὸ τεῖχος ὄρυγμα. Τάχα: ἀντὶ τοῦ ἔπειτα· οὕτως Ἀναξανδρίδης. Τάχα: ἴσως ἢ ταχέως ἢ τυχόν. Τάχασ: τοὺς καταστοχασμοὺς παρὰ τὸ τάχα· οὕτως Ἀριστοφάνης. Ταχύ: ἀντὶ τοῦ ταχέως· ἔστι παρὰ πολλοῖς τῶν παλαιῶν. Ταχυβάμονας ὅρκουσ: Ἀρίσταρχος κατὰ ἀντίφρασιν ἀκούει· ἀντὶ τοῦ βραδεῖς· βέλτιον δὲ τοὺς ἐν ἑτέ ρωι τινὶ γινομένους νοεῖν· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκή σαντες· ὅθεν καὶ παροιμία· Ἀφροδίσιος (γὰρ) ὅρκος οὐκ ἐμποίνιμος. Ταχυναυτεῖ: ταχέως πλεῖ. Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντεσ: ἐπισείοντες τὴν κεφαλήν· ὃ ποιοῦσιν ἐκλελυμένοι. Τέγγει: βρέχει· μαλάττει. Τέγγεσθαι: εἴκειν· ἐνδιδόναι. Τέγξω: βρέξω. Τεγχθέντων: ἀντὶ τοῦ εἰξάντων· ἔνθεν καὶ ὁ ἄτεγ κτος· Πολιτείας βʹ· τὸ μὴ τέγγεσθαι ὑπὸ κακο δοξίας. Τέγοσ: στέγη ἢ ὑπερῶον· δωμάτιον· οἰκεῖα προσ νοεῖν. Τεθηγμένον: ἠκονημένον. Τεθηλότα: θάλλοντα. tau. 573 Τεθημμένον: συγκεχυμένον· τετυφλωμένον. Τέθηπα: καταπέπληγμαι. Τεθηπότεσ: ἐπτοημένοι· δειλιάσαντες. Τέθμια: νόμος. Τέθνασο: προστακτικόν. Τενθεία: γαστριμαργία πολλή. Τεθολωμένοσ: καὶ ἐπὶ χαρᾶς· Φερεκράτης Μυρμη κανθρώποις· Γελῶντα καὶ χαίροντα καὶ τεθολω μένον· καὶ ἐπὶ λύπης· Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ' ἡ καρδία. Τέθριππον: ἐκ δ' ἵππων ἅρμα. Τεθυκώσ: εὐχαριστήσας. Τεθυμμένοσ: ὑπὸ πυρὸς ἐκκεκαυμένος· ἢ κεκακω μένος. Τεθυωμένοι: τεθυμιαμένοι· εὐώδεις. Τέθωται: τεθοίνηται. Τεικτούσ: χρηστούς. Τείρει: καταπονεῖ. Τειχήρεισ: τετειχισμένους. Τέκεα: τέκνα. Τεκμήριον: ἀληθινὸν σημεῖον. Τέκμωρ: τέλος· μόρον· θάνατον. Τέκοσ: τέκνον. Τεκταινόμενοσ: κατασκευάζων. Τεκτήνατο: κατεσκεύασεν. Τέκτων: κοινὸς τεχνίτης· ὁ λιθοξόος· καὶ ὁ τῶν ξύλων. tau. 574 Τελαμών: ὁ ἀναφορεὺς τοῦ ξίφους (καὶ) τῆς ἀσπί δος. Τελέθει: γίνεται. Τελέθουσι: γίνονται· θάλλουσιν. Τέλλει: ἐπιτέλλει· ποιεῖ. Τελενικίσαι: ἐν Σεριφίοις· τὸ κενῶσαι· ἀπὸ Τελενί κου τινὸς, ὡς τὸ εἰκὸς, πένητος παντελῶς· καὶ λέγεταί τις Τελενίκειος ἠχὼ, ἐκ μεταφορᾶς ἀπὸ τῶν κενῶν ἀγγείων. Τέλεον: καὶ τὸ τέλειον· τελείους τοὺς γεγαμηκό τας καλοῦσιν, καὶ τελεωθῆναι, τὸ γῆμαι. Τελμῖνα καλοῦσι τὸν ἐκ τῶν τελμάτων πηλόν. Τελεσθῆναι: τὸ ἀναλωθῆναι· οὕτως Ἀντιφῶν. Τελεσφόροσ: τέλειος μάντις· ἐγγαστρίμυθος. Τελετή: θυσία μυστηριώδης. Τελευτῆσαι: τελέσαι. Τελθεῖν: ἐν ὠδηῖ τέρπειν. Τελισκόμενοσ: τελειούμενος· πληρούμενος· ἐνθου σιῶν. Τέλμα: τόπος πηλώδης ὕδωρ ἔχων. Τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος ἢ βάθρα· Ἰσαῖος δὲ εἶπεν τὰ γεωργήσιμα χωρία. Τέλοσ: ἀρχή· πρᾶξις· τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσι· τέλος καὶ τὸ δαπάνημα· ὅθεν καὶ πο λυτελὲς, τὸ πολυανάλωτον· τέλος καὶ τὸ πέρας, καὶ ὁ γάμος· ὅθεν καὶ τὰ προτέλεια. tau. 575 Τελμισεῖσ: οἰκοῦσιν ἐν Καρίαι, κατέχοντες ξʹ στά δια Ἁλικαρνασσοῦ, ὡς Πολέμων· Τελμισὸς δὲ πόλις ἐν Λυκίαι, ἀπὸ Τελμισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέρων, ηἷ ἐμίγη εἰς σκύλακα μεταβαλών· διὸ καὶ τερασκόπον αὐτὸν ἐποίησεν, ὡς Διονύσιος ἐν Κτίσεσιν. Τελοῦντα: τεταγμένον. Τελχῖνεσ: πονηροὶ δαίμονες· φθονεροί· βάσκανοι. Τελχιταίνει: ἀντερίζει· σκληροτραχηλεῖ. Τεμένη: ναοί· ἱερά· ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία. Τέμνειν: πείθειν· τιμᾶν· ἡγεῖσθαι. Τέμνουσι φάρμακον: τιμῶσιν· ἡγοῦνται· οὕτως ἄλ λοι τε καὶ Ἱεροκλῆς. Τέμπη: τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι· στενόταται διεκβολαί. Τέμπλα: ἐπίσημα. Τενάγη: διάβροχοι· κάθυγροι τόποι· πηλώδεις· πε λάγη· ἢ ἰλὺς, ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ, καὶ βοτάνης ἐπιφαινομένης τῶ ὕδατι. Τέναροσ: κακοῦργος· συκοφάντης. Τενέδιος ἄνθρωποσ: Κύκνον τὸν Ποσειδῶνος, γενό tau. 576 μενον πατέρα Ἡμιθέας καὶ Τέννου, ἐπιγῆμαι τού τοις· καὶ κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆς μη τρυιᾶς ὡς πειρῶντα αὐτήν· πεισθέντα δὲ Κύκνον εἰς λάρνακα βάλλειν τὸν νεανίαν· ἑλομένης δὲ τῆς Ἡμιθέας συγκινδυνεύειν τωῖ ἀδελφωῖ, ἑκατέρους κατεπόντωσεν ἡ δὲ λάρναξ ἠνέχθη ἐπὶ τὴν πρό τερον καλουμένην Λευκόφρυν, ὕστερον δὲ Τένεδον ἀπ' ἐκείνου· ὃς καὶ βασιλεύσας τῆς νήσου, ἐνομοθέ τησεν τοῖς τὰ ψευδῆ κατηγοροῦσιν ὄπισθεν παρε στάναι τὸν δήμιον πέλεκυν ἐπηρμένον, ὡς ἐλεγχ θέντας παραχρῆμα ἀναιρεῖσθαι· ἀπὸ δὲ τοῦ φοβεροῦ θεάματος ἐκείνου λέγεσθαι, Τενέδιος ἄνθρωπος· εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις. Τενέδιος ξυνήγοροσ: ἀπότομος· δύο γὰρ πελέκεις ἐν ἀναθήμασι τιμῶσι Τενέδιοι· καὶ παροιμία, Τενέδιος πέλεκυς· Ἀριστοτέλης μέντοι, ὅτι βασιλεὺς Τενέ διος μετὰ πελέκεως δικάζων τὸν ἀδικοῦντα εὐθέως ἀνήρει· ἢ ὅτι Ἀσσερῖνα τόπος ἐν Τενέδωι, ἔνθα ποταμίσκος, ἐν ωἷ καρκίνοι τὰ χελώνια διηρθρω μένα ἐπὶ πλεῖον ἔχοντες καὶ πελέκει ἐμφερῆ· ἢ ὅτι βασιλεὺς τίς νόμον θεὶς πελέκει τοὺς μοιχοὺς ἄμφω καρατομεῖν· καὶ ἐπὶ τοῦ υἱοῦ ἐτήρησεν τοῦτο· καθὸ καὶ ἐν τωῖ νομίσματι ἐφ' οὗ μὲν πέλεκυς, ἐφ' οὗ δὲ δύο πρόσωπα ἐξ ἑνὸς αὐχένος· οἱ δ' ὅτι Τέννης, tau. 577 δι' ἃ ἔπαθεν ὑπὸ τῆς μητρυιᾶς, μετὰ πελέκεως τὰς φονικὰς ἔκρινε δίκας. Τενθεύσ: ὁ Πενθεύς· παρ' Ἑκαταίωι. Τένθησ: λίχνος· καὶ τενθεία, ἡ λιχνεία. Τενέδιος πέλεκυσ: ἐπὶ τῶν ἀποτόμων· Τέννης γὰρ, διὰ τὰ τῆς μητρὸς αὐτοῦ ψευδῆ κατηγορηθέντα, ἐνομο θέτησεν ἐξόπισθεν τοῦ θανάτου κατηγοροῦντος ἵσ τασθαι τινὰ ἔχοντα πέλεκυν· τὸν δ' ἀδικεῖν γνωσ θέντα τούτωι παίειν. Ταινίαι: ζῶναι. Τένθησ: ὁ γαστρίμαργος. Τένοντασ: τραχήλους· τὰ διατεταμένα νεῦρα. Τέρασ: παράπλασμα· παρὰ φύσιν τεχθέν· ἢ ση μεῖον. Τεράστια: σημεῖα· θαύματα. Τεραίζεισ: ἀντὶ τοῦ τερατεύη· οὕτως Πλάτων. Τέραμνον: ἁπαλόν· ἑψανόν· καὶ ἀτέραμνον, τὸ δυσέψανον· οὕτως Πλάτων. Τεράμων καὶ ἀτεράμων: καὶ τεράμον τὸ ἑψανόν· λέ γουσι δὲ καὶ ὕδωρ οὕτως· ὡς τὸ τῆς Ἀρεθούσης ἐν Χαλκίδι. Τερμέρια: τὰ μεγάλα· Τέρμερος γὰρ καὶ Λύκος θη ριώδεις καὶ λησταὶ ἐγένοντο· καὶ ὁ Τέρμερος πόλιν ἐν ἄκραι τινὶ τῆς Μυνδίας κτίσας ἑαυτοῦ ἐπώνυμον, ἐντεῦθεν ἐλήστευεν ὁρμώμενος. tau. 578 Τερατία: ψευδολογία. Τερατίαι: ψευδολογίαι· οἱ θαυμαστὰ καὶ παράδοξα μυθεύοντες. Τερατοσκόποσ: μάντις· τερατουργός· θαυματοποιός. Τερατώδη: παράδοξα. Τέρεν: ἁπαλόν. Τερετίζομεν: τὸ αὐτὸ μέλος ἄδομεν. Τερετίσματα: ὠδαὶ ἀπατηλαί· ἢ ἄσματα ἔκλυτα· ἀπὸ μεταφορᾶς τοῦ τέττιγος ἢ τῆς χελιδόνος. Τέρετρον: τρυπάνιον. Τερηδών: σκώληξ ξυλοτρώκτης· οἰκῶν ἐν ξύλωι. Τερθρεία: ἡ λεπτολογία· ἔστιν γάρ τι σχοινίον ἐν τοῖς πλοίοις λεπτὸν, ὃ καλεῖται τέρθρον· φασὶ δέ τινες τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τωῖ ἱστωῖ ὀρ γάνου, ἀφ' οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία· ἄλλοι δὲ τερθρείαν φασὶ τὴν φλυαρίαν τὴν ἐν τοῖς δύο μέρεσι καλουμένην μάχην· οἱ δὲ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους, μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώρας, στρα τεύεσθαι μὲν εἰ συμβαίη πόλεμος· μὴ μέντοι μετὰ τῶν ἄλλων, ἀλλ' ἰδία ἐν μέρεσι τοῖς ἀκινδύνοις τῆς μάχης· δι' ὃ τὴν στρατείαν καλεῖσθαι τὴν ἐν τοῖς μέρεσιν· σημαίνει καὶ ἀπάτηι καὶ περι εργίαι. Τέρμα: τέλος· ὅρος ἢ καμπτήρ. tau. 579 Τερματίζεται: τελειοῖ. Τέρπεσθον: τέρπονται δυικῶ. Τέρμινθοσ: ἐμφερὲς λινωῖ φυτὸν, ἐξ οὗ πλέκεσθαι φασὶν Ἀθήναις ὁρμιὰς χρειώδεις ἐς τὰ πάντα καὶ πρὸς ἀλεξιφάρμακον. Τερπικέραυνοσ: ὁ τοῖς κεραυνοῖς τερπόμενος. Τερπωλήν: τέρψιν. Τερποτράμισ: ἡ τῶν Ἀφροδισίων τέρψις· οὕτως Τη λεκλείδης. Τεταρτημόριον: τὸ δʹ μέρος τοῦ ὀβολοῦ τουτέστι χαλκοῖ δύο· καὶ γὰρ ὁ μὲν ὀβολὸς ὀκτὼ χαλκοῦς ἔχει· τὸ δὲ δʹ αὐτοῦ δῆλον ὅτι δύο χαλκοῖ εἰσιν. Τετάφατε: ἐθάψατε. Τετελεσμένον: μεμιασμένον. Τέτευκται: κατεσκεύασται. Τέτηκα: ἔτηξα· ἢ ἐτάκην. Τέτλαθι: ὑπόμεινον. Τετληκώσ: ὑπομείνας. Τετραβάμων: τετράπους Τετράδι γέγονασ: ἐπὶ τῶν ἄλλοις πονούντων· καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαι πωρῆσαι· Φιλόχορος δὲ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι· διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτηι εἰς θεοὺς μεταστάντι. Τερμέρια κακά: περὶ Καρίαν χωρίον Τερμέριον κα λεῖται ωἷ ἔχρωντο οἱ τύραννοι δεσμωτηρίωι· τὸ δὲ tau. 580 χωρίον ἐρυμνὸν τυγχάνον κεῖται μεταξὺ Μύλου καὶ Ἁλικαρνασσοῦ· τῶν δὲ ἀπ' αὐτοῦ ληϊζομένων δυσαλώτων τυγχανόντων, λεχθῆναι τοῦτο. Τεταμένον φῶς εὐθὺ οἷον κίονα: τὸ οὐράνιον λέγει· τὸ γὰρ συνεχὲς τὴν ὑποφορὰν τὸ ὑπόζωσμα τοῦ κόσμου· κατ' ἄκρα δ' αὖ διήκων ἐπινοεῖται ὁ ἄξων· εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν· τινὲς τὸν ἄξονα τοῦ κόσμου· οἱ δὲ κύλινδρόν τινα πυρὸς αἰθερίου περὶ τὸν ἄξονα ὄντα. Τετρακόσιοι: οἱ τετρακόσιοι πρὸ ἑπτὰ ἐτῶν κατέ στησαν τῶν λʹ τυράννων παρ' Ἀθηναίοις, οἵτινες τέσσαρας μῆνας ἦρξαν τῆς πόλεως. Τετρακτύσ: οἱ τέσσαρες ἠγοῦν ἡ τετράς. Τετραρχία: τεττάρων μερῶν ὄντων τῆς Θετταλίας· ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο· ὄνομα δὲ φησὶν εἶναι ταῖς τέτταρσιν· Θετταλιῶτιν· Φθιῶτιν· Πελασγιῶτιν· Ἑστιαιῶτιν· καὶ Ἀριστοτέλης δὲ ἐν τηῖ κοινηῖ Θετταλῶν πολιτεία ἐπὶ Ἀλεύα τοῦ Πύρρου διηρῆσθαι φησὶν εἰς τέτταρας μοίρας τὴν Θετταλίαν· εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. Τετραχίζειν: οἷον ἐπὶ τετάρτωι μέρει ποιεῖν τι· οὕτως Ἀριστοφάνης. tau. 581 Τετρίγει: ἔτριζεν· ἢ ποιὸν ἦχον ἀπετέλεσεν. Τετριγυῖα: τρίζουσα. Τετρηχυῖα: τεταραγμένη. Τετρυπημένη ψῆφοσ: τῶν ψήφων οὐσῶν χαλκῶν· καὶ καυλίσκον ἐχουσῶν, αἱ μὲν ἦσαν τετρυπημέναι· ὅσαι καὶ κατεψηφίσαντο· αἱ δὲ πλήρεις ἀτρύπητοι, ὅσαι ἠφίεσαν τοὺς κρινομένους. Τετρυπημένη: ψῆφοι εἰσὶν χαλκαῖ αὐλίσκον ἔχουσαι ἐν τωῖ μέσωι· αἱ μὲν ἡμισεῖαι τετρυπημέναι· αἱ δὲ ἡμισεῖαι πλήρεις· οἱ δὲ λαχόντες ἐπὶ τὰς ψή φους, ἐπεὶ δ' ἂν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδό ασιν ἑκάστωι τῶν δικαστῶν δύο ψήφους, τετρυπη μένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρεις μήτε τετρυπημένας λαμβάνωσιν. Τετρύσθαι: καταπεπονῆσθαι. Τετρυχωμένοσ: κεκακωμένος. Τετρωβολίζων: τὸ δικαστικὸν τετρώβολον λαμ βάνων· ἐγένετο γὰρ καὶ τοσοῦτον ποτέ. Τέτρωρον: τέθριππον ἤγουν τετράϊππον. Τετταράκοντα: κληρωτὴ τίς ἦν Ἀθήνησιν ἀρχὴ μετὰ τὸν ἀριθμὸν, οἳ τὰς ἰδιωτικὰς δίκας ἐδίκαζον· ἀλλὰ τὰς μὲν ἄχρι δέκα δραχμῶν αὐτοτελεῖς ἦσαν δικά ζειν· τὰς δὲ ὑπὲρ ταύτας τοῖς διαιτηταῖς παρεδί δουν. Τεττιγοφόροι: οἱ Ἀθηναῖοι· τέττιγας γὰρ ἐφόρουν χρυσοῦς· σύμβολον τοῦ γηγενεῖς εἶναι· Θουκυδίδης tau. 582 αʹ· καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀνα δούμενοι τῶν ἐν τηῖ κεφαληῖ τριχῶν. Τετύκοντο: παρεσκευάζοντο. Τέτυκται: κατεσκεύασται. Τετυρευμένον: συγκείμενον· πεπηγός. Τετύφωμαι: ἀντὶ τοῦ ἐμβεβρόντημαι· ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν· ἢ ἀπὸ τῶν Τυφωνικῶν καλουμένων πνευμάτων· ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα· καὶ γὰρ Ἀλκαῖος φησί· Πάμπαν δ' ἐτύφωσ', ἐκ δ' ἕλετο φρένας Τετυφῶσθαι: μεμηνέναι. Τετύχηκεν: οἷον συμβέβηκεν· τέτευχεν δὲ ἐπιτέ τευχεν· τὸ μέντοι γεγράφηκεν παρὰ Θεοπόμπω καὶ ἑτέροις, βάρβαρον. Τευθίδεσ: σηπίαι. Τευκτῆρι: ποιητηῖ· κατασκευαστηῖ. Τευκτόν: χειροποίητον. Τευμησία: περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγραφηκότες ἱκανῶς ἱστορήκασι, καθά περ Ἀριστόδημος· ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις· διὸ τῆς βασιλείας ἐξέκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας· Κέφαλον δὲ tau. 583 φασὶ τὸν Δηϊόνος Ἀθηναῖον ὄντα καὶ κύνα κεκτη μένον, ὃν οὐδὲν διέφευγεν τῶν θηρίων, ὡς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκριν, καθηράντων αὐτὸν τῶν Καδμείων, διώκειν τὴν ἀλώπεκα μετὰ τοῦ κυνός· καταλαμβανομένους δὲ περὶ τὸν Τευ μησσὸν λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώ πεκα· εἰλήφασι δ' οὗτοι τὸν μῦθον ἐκ τοῦ ἐπικοῦ κύκλου. Τεῦξαι: κατασκευάσαι. Τευτάζειν: πραγματεύεσθαι ἢ σκευωρεῖσθαι· ἢ στρα γεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τωῖ αὐτωῖ· Λυ κόφρων οὕτως καὶ Δίδυμος προσθεὶς ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν· Ἡρακλέων δὲ κατα μεμψάμενος Λυκόφρονα φησὶν εἶναι τὸ ἐπιστρεφῶς τί πράττειν ἢ ἐνεργεῖν· καὶ Ἀρτεμίδωρος τὸ φρον τίζειν· Φρύνιχος Μύσταις· Μάστιγα δ' ἐν χερσὶν ἔχων τευτασθαι· Πλάτων Ξάνταις· Ἦν δὴ θόρυβος τευτάζοντων· ἀντὶ τοῦ πραγματευομένων ἢ δια τριβόντων· καὶ ἐν Τιμαίωι· τῶ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετευτακότι· οἷον διατε τριφότι· γράφεται καὶ τεταυτακότι· Τηλεκλείδης· Πάντες δὲ τευτάζουσιν οἱ διάκονοι· ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται· Φερεκράτης· Ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτω δεῖπνον παρα θεῖναι· σημαίνει δὲ καὶ τὸ σπουδάζειν· Πολιτείας tau. 584 ζʹ· καὶ τὸ ἡσυχάζειν· καὶ τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων· φλυαρῶν. Τευταται: μηχανᾶται. Τεύχεα: ὅπλα· σκεύη. Τεύχοντεσ: κατασκευάζοντες. Τευτάζων: τὸ αὐτὸ ἀεὶ λέγων· φλυαρῶν. Τεῦχοσ: οὐ μόνον τὸ βιβλίον, ἀλλὰ πᾶν ἀγγεῖον. Τέφραν: καὶ σποδὸν λέγουσιν Ἀττικοὶ καὶ Πλάτων εἴρηκεν τέφραν ἐν Λύσιδι. Τεφρώσασ: ἐμπρήσας· σποδώσας. Τεχνηθέντοσ: δημιουργηθέντος. Τέωσ: ἀντὶ τοῦ πρὸ τοῦ· πρίν· ἕως τίνος· ἐπὶ τοσοῦ τον ἕως. Τῆ: ταύτη ἢ δέξαι. Τῆδε: ταῦτα· ἢ ἐνταῦθα· ἢ ὧδε· ἢ ἐνθάδε. Τῆ δ' ἔνι: ἐν ταύτη δ' ἔστιν. Τήβεννα: ἱμάτιον ἢ χλαμὺς ὃ φοροῦσιν τύραννοι. Τηθαλλαδοῦσ: γυναικοτρόφος· ὑπὸ τίτθηι τεθραμ μένος. Τηθαλλαδοῦσ: ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσιν. Τήθεαι: ὄστρεια. Τῆ ἀληθείαι σφραγίζεται: ἀντὶ τοῦ βεβαιοῦται. Τήθη: μάμμη· ἡ πατρὸς ἢ μητρὸς μήτηρ. Τηθίσ: θεία· πατρὸς ἢ μητρὸς ἀδελφή. Τηκεδόνι: τηῖ φθίσει. Τηλαυγέσ: λίαν λαμπρόν. tau. 585 Τηλαύγημα: ἀρχὴ λέπρας ἐν τηῖ τοῦ σώματος ἐπι φανείαι. Τηλεδαπόσ: μακρὰν ἀφεστηκώς. Τηλεκλειτοί: ἄγαν ἔνδοξοι. Τηλεφάνησ: αὐλητής· ὄνομα κύριον. Τηλεφανήσ: μακρόθεν φαινομένη. Τηλία: πῆγμα τετράγωνον, ἐφ' οὗ ἤτοι τὰ ἄλφιτα πιπράσκεται, ἢ ἀλεκτρυόνες συμβάλλονται. Τηλικοῦτοσ: ἐπὶ ἡλικίας τίθεται· οὕτως Μένανδρος. Τήλοθι καὶ τήλοσε: πόρρω· μακράν. Τηλυγέτησ: μονογενής· καὶ τηλύγετον, μονογενῆ. Τημελέσ: ἐπιμελές. Τημελήσ: ἐπιμελής· σπουδαῖος. Τημελῆσαι: ἐπιμελῆσαι· φροντίσαι. Τημελήσαντεσ: θλίψαντες. Τημελούμενον: ἐπιμελούμενον· φιλοκαλούμενον. Τῆ μέν: ὅπου μέν· ἢ ἐν μέρει. Τὴν Ἀκεσαίου σελήνην: ἡ παροιμία· λέγεται δὲ ἐπὶ διαμενόντων καὶ βραδυνόντων· ἦν δὲ Νείλεω κυ βερνήτης ὁ Ἀκεσαῖος. Τηνάλλωσ: μάτην· καὶ οὐ τηνάλλως μετὰ τῆς ἀπο φάσεως λέγεται· ὁ δὲ Φιλήμων Νυκτί· Τὸ κανοῦν δ' ὁ παῖς περίεισι τηνάλλως ἔχων· ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην· καὶ ἐν Θεαιτήτωι Πλά τωνος. tau. 586 Τὴν γλαῦκα τωθάζουσι: παροιμία. Τήνελλα: τοῦ ἐπαυλήματος μίμησις καὶ τοῦ κρού ματος. Τὴν ἐμὴν κάμνειν νόσον: παροιμία, ὡς ἡ τοιαύτη· ταυτὸν ἕλκομεν ζυγόν. Τηνια: ὅτι οἱ ὄφεις ἐν Τήνωι πικροὶ γίνονται. Τηνικαῦτα: τότε. Τὴν κατὰ σαυτὸν ἔλα: τοῦτο οἱ μὲν Πυθικὸν εἶναι φασὶν ἀπόφθεγμα· οἱ δὲ Σόλωνος· ἔνιοι δὲ αὐτὸ Χείλωνα εἰπεῖν συμβουλευομένωι τινὶ, εἰ πλούσιον ἕλοιτο γάμον. Τὴν λεοντῆν ἐνδύου: ἴσον τῶ γενναΐζου. Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν: βοηλάτης ἐκ κώμης ἄμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς κοιλώδη φάραγγα, δέον βοηθεῖν, ἀργὸς ἵστατο, Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων τῶν θεῶν ἀσπαζόμενος ἐτίμα· ὁ δὲ θεὸς ἐπιστὰς εἶπεν· τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας νύττε· καὶ τότε τὸν θεὸν εὔχου, ὅτἂν καὐτὸς τί ποιῆς· μὴ μέντοι γε μάτην εὔχου· ἐκ τούτου εἰς παροιμίαν εἰσήχθη. Τηροῦ: φυλάττου. Τῆς μητρὸς ὡς αἲξ καλεῖται: οἱ γὰρ ἔριφοι ἐν τοῖς αἰπολίοις ἀπὸ τῶν μητέρων γνωρίζονται· ἀπὸ πατέρων γὰρ ἀδύνατον. Τητᾶσθαι: στερίσκεσθαι. tau. 587 Τῆνοσ: μία τῶν Κυκλάδων νήσων. Τήτει: σπάνει. Τῆτεσ: τούτω τωῖ ἔτει· ἐπ' ἔτος. Τητινοί: πυροὶ οἱ τετράμηνοι· οὓς Ἴωνες σητανίους καλοῦσιν. Τήτθη: μαμμή. Τητώμενον: στερισκόμενον. Τιάρα: κόσμος ἐπικεφάλιος· ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις· οἱ δὲ στρατηγοὶ κε κλιμένην· καὶ Δημάρατος ὁ Λακεδαιμόνιος, ὃς δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰς Ἀθήνας, ἐπί τινος εὐη μερίας συγχωρήσαντος αὐτωῖ τοῦ βασιλέως, ὃ θέλει, αἰτήσασθαι, ηἰτήσατο ἐν ὀρθηῖ τηῖ τιάραι εἰς Σάρδεις εἰσελάσαι, ὡς Φύλαρχος ἐν ιʹ· τὸ δ' αὐτὸ φασὶν εἶναι καὶ κίταριν· Θεόφραστος δ' ἐν τῶ περὶ βασιλείας Κυπρίων τὴν κίταριν ὡς διά φορον. Τίβιοι: ἔθνος· Λεύκων ἐν Φράτερσιν· τάχα δὲ οἱ αὐτοὶ τοῖς Τιβαρηνοῖς. Τιαγγάβαρι: τὸ κιννάβαρι· Διοκλῆς. Τιγόνιον: ἐπὶ νηπίου τίθεται. Τί δέ: τί δή· καὶ οὕτως λέγουσι τὸ τί δή. Τί δῆτα ἔχων στρέφη: ἀντὶ τοῦ ἐνδιατρίβεις. Τί δῆτά σοι: τί σοι. tau. 588 Τί ἐστιν τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς, καὶ τὸ θρυλούμενον ποτὲ ἀπόρρητον ἐκεῖνο· Θεόπομπος ἐν λαʹ δεδήλωκε· φησὶ γάρ· καὶ πέμπει πρὸς Φίλιπ πον πρεσβευτὰς, Ἀντιφῶντα καὶ Χαρίδημον, πράξ οντας καὶ περὶ φιλίας· οἳ παραγενόμενοι συμπεί θειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτωι συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν· ὑπισχ νούμενοι Πύδναν· οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων, εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθάνειν τοὺς Πυδναίους ἐκδιδόναι μέλλοντες αὐτούς· ἐν ἀπορρήτω δὲ μετὰ τῆς βουλῆς ἔπρατ τον. Τίζειν: τί λέγειν· οὕτως Ἀριστοφάνης. Τιθασεύει: ἡμεροῖ· πραΰνει. Τιθασόν: ἥμερον. Τιθράσιοσ: δῆμος Αἰγηΐδος. Τιθαιβώσσειν: τιθασεύειν. Τιθέντεσ: ποιοῦντες. Τιθήνασ: τροφούς. Τιθηνούμενοσ: τρέφων· τιθηνὸς γὰρ ἡ τροφός. Τίθησι: ποιεῖ. Τιθύμαλλον: πόα πικρά. Τιθωνόν: τὸν γέροντα· Ἀριστοφάνης· Ἄνδρα Τιθωνὸν ταράττων καὶ σπαράττων καὶ κυκῶν. Τιθωνοῦ γῆρασ: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάσσεται· ἱστορεῖται δὲ ὅτι Τιθωνὸς, ἐπιθυμία τοῦ τὸ γῆρας ἐκδύσασθαι, εἰς τέττιγα μετέβαλεν. Τί ἱκανόν: τί ὄφελος. tau. 589 Τικτικόν: τὸ ταῖς τικτούσαις διδόμενον φάρμακον· Ἀριστοφάνης. Τίλλειν: διαβάλλειν. Τιλφωσσαῖον: ὄρος ἔστι, μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος. Τιμαγόρασ: οὗτος πρεσβευτὴς πεμφθεὶς πρὸς βασι λέα ὑπὸ Ἀθηναίων, οὐ μόνον χρυσίον ἔλαβεν παρ' αὐτοῦ καὶ ἀργύριον· ἀλλὰ καὶ κλίνην πολυτελῆ, καὶ στρωτὰς θεράποντας, καὶ βοῦς πʹ, καὶ κατέβη ἐπὶ θάλασσαν ἐν φορείωι κομιζόμενος· καὶ τοῖς κομίσασι παρὰ βασιλέως ἐδόθη μισθὸς τάλαντα δʹ· τοῦτον οὖν ἀνεῖλον Ἀθηναῖοι. Τοὖψον: ὅπου τὰ ὄψα πιπράσκεται· ὥσπερ τὸ, Παρ ῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα, Καὶ τὸν λιβανωτόν. Τί μαθών: τί βουλόμενος. Τιμαῖοσ: ὁ πολλῆς τιμῆς· οὕτως Διοκλῆς. Τιμαλφούμενοσ: τιμὴν εὑρηκώς. Τιμαλφέστερον: τιμιώτερον· λαμπρότερον· ἄλφειν γάρ ἐστιν τὸ εὑρίσκειν· ὥστε γίνεσθαι τὸ τιμαλ φέστατον τιμὴν εὑρίσκον πλείστην· ὃ δὴ συμβέ βηκεν τωῖ χρυσωῖ. Τίμημα: ἀντὶ τοῦ ἐνέχυρον καὶ οἷον ἀποτίμημα, ὡς Λυσίας φησίν· οὗτοι δὲ φάσκοντες πλείονα μισθώ σασθαι, καὶ τίμημα καταστήσασθαι· τοῦτο δ' ἐν tau. 590 τοῖς ἑξῆς ἀποτίμημα καλεῖ· τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῶ περὶ τῶν Συμμοριῶν Δημοσθένης· λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσ φερόμενον παρ' ἑκάστου τίμημα· ἐν δὲ τωῖ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται. Τιμητικὸν πινάκιον: τὸ τοῖς δικάζουσι διδόμενον, ἐν οἷς γράφουσι τί χρή [....]* Ἀριστοφάνης. Τιμήσεωσ: ζημίας. Τιμιουλκῶν: ἕλκων τὴν τιμήν· τουτέστι βαρυτι μῶν. Τίμιον: ἀντὶ τοῦ ἔντιμον· οὕτως Ἀντιφῶν· ὁ δὲ Δη μοσθένης ἐχρήσατο ἐπὶ τοῦ πιπρασκομένου πολ λῆς τιμῆς. Τί μήν: κατάφασιν δηλοῖ· ἀντὶ τοῦ, πῶς γὰρ οὔ· διὰ τί γὰρ οὔ. Τί μήν: τί γάρ· τί οὖν. Τιμωρεῖν: ἀντὶ τοῦ βοηθεῖν. Τίνειν: διδόναι. Τιννύμενοσ: ἀπαιτούμενος· ἀποδιδόμενος. Τίννυνται: τιμωροῦνται. Τίοντεσ: τιμῶντες. Τί οὐκ ἀπήγξω ἵνα Θήβησιν ἥρως γένη: κέχρηται αὐτηῖ Πλάτων ἐν Μενελάωι· παρὰ δὲ τὴν ἱστο ρίαν· οἱ γὰρ ἐν Θήβαις ἑαυτοὺς διαχειρωσάμενοι, οὐδ' ἧστινος οὖν τιμῆς ἠξιοῦντο. Τίσαι: ἀποδοῦναι. tau. 591 Τίσειαν: ἀποδοῖεν. Τίσισ: τιμωρία· ἀπόδοσις· ἀντέκτισις. Τίσομαι: τιμωρήσομαι· ἀπαιτήσομαι. Τίς ἐν Κύδωνοσ: ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους· ἀπὸ Κύδωνος Κορινθίου φιλοξένως διατεθέν τος. Τίς πατέρ' αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα: ἴσως ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων. Τίς τρόπος ἵππων: παροιμία ἐπὶ τῶν ἀλλοκότων· Μεταγένης Θουριοπέρσαις· Τίς τρόπος ἵππων· ὡς δ' ὀρχοῦνται τὸν βαρβαρικὸν τρόπον οὗτοι. Τίσω: ἀποδώσω. Τίσωσιν: τιμήσωσιν· τιμωρήσονται. Τιταγίδαι καὶ Θυργωνίδαι: φρατρίαι τινὲς καὶ γένη ἄδοξα καὶ οὐδενὸς ἄξια· εἰς γὰρ εὐτέλειαν ἐκωμω δεῖτο· οὐχὶ δὲ δῆμοι, ὥς τινες οἴονται. Τιτακίδαι: δῆμος ἐστι τῆς Αἰαντίδος φυλῆς· μήποτε δὲ ἀπὸ Τιτάκου ὠνομάσθησαν οὗ μνημονεύει Ἡρό δοτος. Τιτανίδα γῆν: οἱ μὲν τὴν πᾶσαν· οἱ δὲ τὴν Ἀττικήν· ἀπὸ Τιτινίου ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου οἰκή σαντος περὶ Μαραθῶνα· ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεοὺς, ὡς Φιλόχορος ἐν τετραπόλει· Ἴσ τρος δ' ἐν αʹ Ἀττικῶν, Τιτᾶνας βοαῖν· ἐβοήθουν tau. 592 γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν
3.3.1
Αἰτωλικῶν· ἐνομίζοντο δὲ τῶν Πριαπωδῶν θεῶν εἶναι. Τίτανον: λευκόν· ἢ γύψον· κονίαν. Τίτθη: τροφός. Τιτθοί: μαστοὶ, ἢ τῶν μαζῶν τὰ ἄκρα. Τιγγάβαρι καὶ κιννάβαρι: τὸ μὲν αὐτοφυὲς περὶ Ἰβη ρίαν καὶ Κόλχους· τὸ δὲ ἐξ ἄμμου λαμπυριζούσης καθάπερ ὁ κόκκος, ὡς Θεόφραστος ἐν τωῖ περὶ λίθων. Τιττιγόνιον: ὅμοιον τέττιγι· Ἐπίλυκος Κοραλίσκω. Τιτίσ: βραχὺ ὀρνίθιον· σημαίνει καὶ τὸ γυναικεῖον αἰδοῖον· τιτὶς καὶ ἡ κέρκος. Τιτυρίδες καὶ τίτυροι: τράγου εἶδος. Τιφύσ: ὁ καλούμενος ἐπιάλτης. Τί φῶ: τί εἴπω. Τίω: τιμῶ. Τλῆθι: ὑπόμεινον. Τλήμονοσ: ἐλεεινοῦ. Τλῆναι: ὑπομεῖναι. Τληπαθήσ: ὑπομένων ἐν τωῖ πάσχειν. Τλήσομαι: ὑπομείνω. Τλητικῶσ: ὑπομονητικῶς. Τμήδην: τμητικῶς. Τὸ ἀπὸ τῆς Παλλαινίδοσ: τὸ φοβερόν· ἀπὸ τῆς ἐπὶ Παλλαινίδι μάχης, ἐν ηἷ ἡττήθησαν Ἀθηναῖοι. tau. 593 Τό γε ἧκον: ὅσον ἐπ' αὐτωῖ· ὅσον δύναται. Τὸ ἐπίπαν: τὸ σύνολον. Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων· ἡ παροιμία ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων· μέμνηται αὐτῆς Σοφοκλῆς. Τοιᾶσδε: τοιαύτης. Τοιγαροῦν: ἀμέλει· ὅθεν δή· οὐκοῦν· διὰ τοῦτο δὴ οὖν. Τοιγάρτοι: τούτου γὰρ ἕνεκεν. Τοίνυν: διὰ γὰρ τοῦτο ἢ οὖν. Τοιχωρύχοσ: κλέπτης. Τοιχωρύκτησ· ληστής. Τοιχωρύχημα τοίχου: γαλῆς ὀπή. Τοκάδα: Εὔβουλος τὸ κηρύκειον ἢ τὴν μάχαιραν· λεγόμενόν τι. Τὸ κατακύλλωμα: τὸ πέρας καὶ ἀνωτάτω τῶν κακῶν. Τοκοφορεῖν: τοκούμενον· γεννώμενον· τικτόμενον. Τοκήων: γονέων ἢ τέκνων. Τολμήεντι: ὑπομονητικωῖ. Τολμῆσαι: ὑπομεῖναι· Νόμων θʹ· εἰ πατέρα ἀπέκτεινε τίς, αὐτὸν τοῦτον ὑπὸ τέκνων τολμῆσαι βία πάσ χοντα· καὶ ἐν βʹ τολμῶ ἀντὶ τοῦ τολμῶν ὑπομένοι. tau. 594 Τολμητίασ: τολμηρός. Τολοται: οἱ δημόσιοι ὑπηρέται· τοὺς δ' αὐτοὺς καὶ Σκύθας ἔλεγον· καὶ σπευσίμους ἀπὸ τοῦ συν τάξαντος αὐτούς. Τολυπεύειν: ἐξεργάζεσθαι· τολύπη γὰρ ἡ ἐργασία. Τολύπη: ἀγριοκολοκύντη. Τολύπευμα: τὸ κατασκευαστὸν καὶ πεφιλοκαλη μένον ἔριον. Τὸ Μηλιακὸν πλοῖον: τοῦτο ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων ἀπὸ ἱστορίας τινὸς εἴρηται· φησὶ γὰρ Ἀρι στοτέλης Ἱππότην εἰς ἀποικίαν στελλόμενον, τοῖς μὴ βουληθεῖσιν αὐτωῖ συμπλεῖν καταράσασθαι· ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον· κατηράσατο μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτε καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί. Τόμιον: τὸ τεμνόμενον ἱερεῖον. Τομόν: τὸ τμητικόν· ὀξυτόνως· οὕτως Πλάτων. Τομίασ: εὐνοῦχος. Τὸν ἀφ' ἱερᾶς γραμμῆσ: ἐν τηῖ τῶν πέττων παιδιᾶ· Μένανδρος Καταψευδομένω. Τοναίαν: Ἄλεξις Παλλακηῖ· οὐκ ἔχω γὰρ ἄλλ' ὅ, τι Εἴπω τοναίας τηλικαύτης ἄξιον· ἡ γὰρ ἐπι πολὺ τῆς φωνῆς ἀπότασις καλεῖται τοναία. Τόνδε: τοῦτον. Τονθορύζει: ὑπόπτως λαλεῖ· ψιθυρίζει· ἠρέμα γογ γύζει. tau. 595 Τόνον: εὔτονον δύναμιν. Τὸ νῦν εἶναι: παρέλκει τὸ εἶναι· Θεόπομπος. Τοξοποιεῖν τὰς ὀφρῦσ: ἀντὶ τοῦ σκυθρωπάζειν. Τοξόται: καὶ Σκύθαι καὶ Σπουσίνιοι· οἱ δοῦλοι οἱ δημόσιοι Ἀθήνησιν, ἀπὸ Σπουσίνου τοῦ πρῶτον κα ταστήσαντος αὐτοὺς ἐπὶ τὴν ὑπηρεσίαν. Τοπάζειν: οἷον στοχάζεσθαι· ἐνθυμεῖσθαι· ὑπονοεῖν· καὶ ἐτόπαζον ὁμοίως· καὶ παρὰ Σοφοκλεῖ ἐν Ἠρι γόνηι· ἃ δὲ Δόξη τοπάζω, ταῦτ' ἰδεῖν σα φῶς θέλω· δι' ὃ καὶ ὑποτοπεῖν, τὸ ὑπονοεῖν λέγου σιν. Τὸ παρὸν εὖ ποιεῖν: παροιμία· Πλάτων Γοργίαι· καὶ ὡς ἔοικεν ἀνάγκη μοι, κατὰ τὸν παλαιὸν λόγον, τὸ παρὸν εὖ ποιεῖν· Κρατῖνος (Πυλαίαι· Ἄνδρας) σο φοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τί θεσθαι. Τόπια: σχοινία. Τόπιον: τὰ σχοινία λέγουσιν τόπια· Στράττις Μα κεδόσι· τὸν πέπλον δὲ τοῦτον ἕλκουσι δεσμεύοντες τοπίοις ἄνδρες. Τὸ πέρα: ἔτι ἐπὶ πλέον· ἢ ἕως τέλους· ἢ ὅλως. Τόρα: ὥσπερ δὴ οὖν· ὅπερ οὖν. Τορεύει: γλύφει· τιτρᾶ. Τόργοσ: ὁ γύψ. Τόρμοσ: ἡ πλήμη εἰς ἣν ὁ ἄξων ἐνήρμοσται. tau. 596 Τόρμοσ: ὁ δρόμος ὁ ἐν τῶ ἱπποδρόμω ἢ ἡ καμπὴ ἢ ἡ ὕσπληξ. Τόρνοσ: ξύλον στρογγύλον. Τορνώσασθαι: κατασκευάσασθαι. Τορώνη: πόλις ἐν Θράκηι. Τόροσ: ἐργαλεῖον φρεωρυχικόν. Τορῶσ: ἰσχυρῶς· τρανῶς· μεγαλοφώνως. Τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθόν: αὕτη δημώδης ἐστι καὶ φανερά· τάττεται δὲ καὶ κατὰ τῶν διά στοφα ξύλα ἢ πράγματα πειρωμένων κατευθύ νειν, μηδὲν ὠφελούντων. Τοῦ: τίνος ἢ ἕνεκα. Τοῦ: καὶ ἐπὶ θηλυκοῦ τάττεται· ὥσπερ τὸ τίνος· Ἀριστοφάνης Ἀμφιαράωι· Ταυτὶ τὰ κρέα αὐτῶ παρὰ γυναικός του φέρω· ἐπὶ δὲ οὐδετέρου Δα ναΐσιν· Ἀλλ' εἴσιθ', ὡς τὸ πρᾶγμα λέξαι βούλο μαι Τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ· ἐπὶ δὲ ἀρρενικοῦ Κοριανοι Φερεκράτης· Πάντως γὰρ εἰσὶ τῶν φίλων ἑνός γέ του. Τοῦ Διὸς τὸ σάνδαλον: ἐπὶ τῶν ὡς μέγα δή τι· Εὔ πολις Χρυσῶ γένει. Τούμπαλιν: ἐς τουπίσω. Τούνεκα: οὗ χάριν· ἢ τούτου χάριν. Τοῦ πάνυ: τοῦ πανυμνήτου. tau. 597 Τουπίπεμπτον: οἱ γὰρ μὴ μεταλαβόντες τὸ εʹ μέρος τῶν ψήφων ἄτιμοι ἦσαν· οὕτως Ἀριστοφάνης. Τοὺς ἑτέρους τραγωδοὺς ἀγωνιεῖται: παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία, ὡς Δίδυμος φησί. Τοὺς χωρὶς οἰκοῦντασ: Δημοσθένης Φιλιππικοῖς· καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε, καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν· οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλού μενον· ὅτι οἱ ἀπελεύθεροι καθ' ἑαυτοὺς ωἴκουν χω ρὶς τῶν ἀπελευθερωσάντων· ἐν δὲ τῶ τέως δου λεύοντες ἔτι συνώκουν. Τόφρα: τέως. Τραγικὴ σκηνή: πῆγμα μετέωρον, ἐφ' οὗ ἐν θεῶν σκευῆ τινὲς παριόντες ἔλεγον· λέγεται δὲ καὶ ἡ τραγικὴ τέχνη σκηνή. Τραγήματα: ὡς ἡμεῖς, τὰ ἐπιφορήματα· Ἀριστο φάνης. Τραγικῆσ: τραγωδεῖν εἰδυίας. Τραγικὸν πάθοσ: συμφορᾶς μεστόν. Τραγικὸς πίθηκοσ: ἔοικεν τοῦτο λέγειν Δημοσθένης, ὡς καὶ περὶ τὴν ὑπόκρισιν ἀτυχοῦντος τοῦ Αἰσχί νου καὶ μιμουμένου μᾶλλον τραγωδοὺς ἢ τραγω δεῖν δυναμένου. tau. 598 Τραγικὸς πίθηκοσ: παροιμία· ἐπὶ τῶν παρ' ἀξίαν σεμνυνομένων. Τραγωδία: δεινοπάθεια. Τραγωδεῖν: χορεύειν· Ἀριστοφάνης. Τράμισ: ὁ ὄρρος· ἢ ἡ διαγραφή· ἢ τὸ τρῆμα τοῦ ἀρχοῦ. Τρανέσ: τὸ σαφὲς οἱ τραγικοὶ λέγουσι. Τραπεζοφόροσ: ἱερωσύνης ὄνομα ἐστίν· καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τηῖ τῆς Ἀθη νᾶς ἱερεία, Λυκοῦργος ἐν τωῖ αὐτῶ λόγωι δεδή λωκεν. Τραπέμπαλιν: ἐπ' ἀριστεραῖ· ὑπεναντίως· οὕτως Φερεκράτης. Τρασιά: οὗ τὰ σῦκα ψύχεται· οὕτως Εὔπολις. Τραπεζοποιόσ: ὁ τῶν περὶ τὸ συμπόσιον πάντων ἐπι μελούμενος· τραπεζῶν· σκευῶν· σπονδῶν· ἀκουσ μάτων· οὕτως Μένανδρος. Τραυματισθῆναι· ἀντὶ τοῦ τρωθῆναι· Θουκυδίδης αʹ. Τραυματίασ: τετρωμένος. Τραύξανα: τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ἵππων· ἢ τῶν βοῶν ἢ τῶν ἄλλων κτηνῶν λείψανα· σημαίνει δὲ καὶ τὰ ἀκανθώδη καὶ ξηρὰ ξύλα· οὕ τως Φερεκράτης. Τραφερή: ἡ ξηρὰ γῆ. Τράχηλοι: τῶν θαλασσίων πορφυρῶν· οὕτως Ποσεί διππος. Τρέσασ: φοβηθείς· δειλιάσας. Τρέφεσθαι: πήγνυσθαι· συνίστασθαι· περὶ ψυχῆς· tau. 599 τότε δὴ τὰ ζῶα συντρέφεται· ἀντὶ τοῦ συνίσταται· πήγνυται· ἥμισυ μὲν θρέψας· Πολλὸν δὲ τρόφι κῦμα· τεθραμμένον· συνιστάμενον. Τρέχειν τὸν περὶ ψυχῆσ: οἷον δρόμον. Τρήρωνα: δειλήν. Τρήρωσι: δειλαῖς. Τριακάσ: τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θανάτου καὶ ἐλέγετο τριακάς· Ὑπερίδης δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν. Τριάκοντα: πρῶτοι μὲν οἱ κατὰ πόλιν δικασταί· δεύ τεροι οἱ κατὰ δήμους τριάκοντα, τῆς ἐκκλησίας ἐπιμελούμενοι μετὰ τῶν ληξιάρχων· οὕτως Φρύ νιχος. Τρία στησιχόρου: στροφήν· ἀντίστροφον· ἐπωδόν· ἐπωδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις· καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν, οὐδὲ τὰ τρία Στησιχόρου εἰδέναι. Τρία καὶ δύο: ἐπὶ τῆς κράσεως τοῦ οἴνου· Ἀριστο φάνης Ἱππεῦσιν· Ἔχε (καὶ) πιεῖν κεκραμένον τρία καὶ δύο· Ἡσίοδος· Τρὶς ὕδατος προχέειν, τὸ δὲ τέ τρατον ἱέμεν οἶνον· Εὔπολις Αἰξίν· Διόνυσε χαῖρε· μήτι πέντε καὶ δύο· τοιοῦτο καὶ τὸ παροιμιακόν· (Ἢ) πέντε πίνειν, ἢ τρί', ἢ μὴ τέτταρα· τὸ μὲν γὰρ εʹ ἐστὶ τρία καὶ δύο· τὸ δὲ γʹ ἥμισυ καὶ διπλάσιον· τὸ δὲ τέτταρα ἴσον ἴσωι. tau. 600 Τριαχθῆναι: λέγουσιν οἱ παλαιστριτικοὶ ἀντὶ τοῦ τρὶς πεσεῖν· ἢ τὸ τρὶς στοχάσαντα νικηθῆναι, στάδιον, δίαυλον, δόλιχον· οὕτως Θουγενίδης ἐν Δικασταῖς. Τριακοντούτησ: προοξυτονεῖται· κοινὸν δὲ ἐστὶν ἀμ φοτέρων τῶν γενῶν· καὶ τὰ πλήθη τριακοντούτεις· καὶ παρὰ Θουκυδίδηι αἱ τριακοντούτεις σπονδαὶ εἴρηται· καὶ Ἀριστοφάνης. Τριβαλλοί: οἱ ἐν τοῖς βαλανείοις ἀναγώγως διατρι βόμενοι· Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος οἰκίας καὶ Τριβάλλους ἐπωνυμίαν ἔχειν· οἱ δὲ τοὺς εἰκαί ους καὶ τοὺς βίους κατατρίβοντας. [Τριβωνευόμενοι: ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες· (ἢ) ἀντὶ τοῦ τρίβωνες εἶναι πραγμάτων.] Τρίβωνα: στολισμόν. Τριβήν: ὑπέρθεσιν. Τριβωνευόμενοι: ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες· (ἢ) ἀντὶ τοῦ τρίβωνες εἶναι πραγμάτων. Τριβώνιον: ἱμάτιον παλαιόν. Τρίβωνοσ: ἐμπείρου. Τριβωνοφόροσ: ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα ὡς γαμμάτια. tau. 601 Τρίγληνα: ὁ μὲν Ἡλιόδωρος τρίκορα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη· ὁ δὲ Ἀπίων πολύγληνα· τὰ θέας ἄξια. Τρίγωνον δικαστήριον: ὄνομα ἐστιν δικαστηρίου· ἴσως καὶ τωῖ σχήματι τριγώνου ὄντος. Τρίγωνον: δικαστήριον Ἀθήνησιν, ὡς παράβυστον καὶ μέσον. Τρίγωνοσ: ἀρρενικῶς· μουσικὸν ὄργανον ψαλτηρίωι τὴν ἐξάρτησιν ὁμοίαν ἔχον. Τριγχόσ: τειχίον· στεφάνη· περίφραγμα. Τριηράρχημα: τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· ἐπιτριηράρχημα δὲ, τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρικαλίνδητοσ: τρικυλίνδητος. Τρικάρανον: φρούριον ἔστι τῆς Ἀργείας οὕτω καλού μενον. Τρικέφαλοι: Ἰσαῖος ἐν τωῖ περὶ Εὐκλείδου· μικρὸν δ' ἄνω τοῦ Τρικεφάλου, παρὰ τὴν Ἑστίαν ὁδόν· τὸ πλῆρες ἔστι, τοῦ τρικεφάλου Ἑρμοῦ. Τρίμμα: δι' ἀρωμάτων πόμα. Τρίμνων: γʹ μνῶν ἄξιον. Τριήρεισ: πλοῖα πολεμικὰ, ἃ καλοῦνται λέβερνοι. Τρικέφαλοσ: ὁ Ἑρμῆς· ὥσπερ διδάσκων τὰς ὁδοὺς, καὶ ἔχων ὑπογραφὴν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός· ποῦ δὲ ἐκείνη· ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν· ἔστιν δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, tau. 602 ὡς Φιλόχορος φησὶ, Προκλείδης Ἱππάρχου ἐραστής. Τριοβολιμαῖοσ: τριῶν ὀβολῶν εὔωνος. Τριοπίσ: ὄρνεόν τι. Τρίορχοσ: ὄρνεον. Τρίπαια: ἡ ἐναντία πνοή· οὕτως Σοφοκλῆς. Τρίποδα: λέβητα ἐν Δελφοῖς· ἐπὶ τρίποδα κείμενον μαντικοῦ Ἀπόλλωνος. Τρὶς ἓξ ἢ τρεῖς κύβοι: οἱ μὲν τρὶς ἓξ νίκην· οἱ δὲ τρεῖς κύβοι κενοί· καὶ τὸ παρ' Εὐριπίδηι τοιοῦτον·
3.4.1
Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα· τριῶν γὰρ ὄντων τῶν ἀναρριπτουμένων βόλων, δύο μὲν κενοὺς αὐτὸν φησὶ βάλλειν· ἕνα δὲ τὸν τέταρτον· διττὸς οὖν ὁ κύβος ὅ, τε ἀναρριπτούμενος, εἴτε κενὸς, εἴτε πλήρης εἴη· καὶ ἰδίως ὁ κενός· ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγα μέμνονι παρίστησι· Τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, Τρὶς ἓξ βαλούσης τῆς ἐμῆς φρυκ τωρίας. Τριστάται: οἱ παρὰ χεῖρα τοῦ βασιλέως, οἷον ἔχοντες λόγχας ἀνατρεῖς κατὰ χεῖρα. Τριτημόριον: τοὺς ἓξ χαλκοῦς εἴρηκεν Φιλήμων τοῦ ὀβολοῦ τριτημόριον· θαυμάζω οὖν ἐγὼ πῶς τεταρτη μόριον εἰσὶ δύο χαλκοῖ, τριτημόριον δὲ ἕξ· εἰ μὴ ἄρα ἐκεῖνο μὲν κυρίως ὠνομάσθη τέταρτον μέρος τοῦ tau. 603 ὀβολοῦ· τὸ δὲ τριτημόριον ὡς ἀπὸ τεσσάρων μερῶν ὄντων ἀνὰ δύο χαλκοῦς, τρία ἔχον μέρη, ἓξ χαλ κοῦς συνάγει. Τριτημόριον: Δείναρχος κατὰ Καλλισθένους· ὅτι δὲ τριτημόριον ἐστὶν ἓξ χαλκοῖ, Φιλήμων διδάσκει. Τριπτῆρα: Ἰσαῖος ἐν τῶ κατὰ Διοκλέους· τριπτήρ ἐστι πιθάκνη ἐκπέταλος, οἷα τὰ ἐπιλήνια· ὡς Νί κανδρος φησίν· ἐπὶ τούτου δ' ἂν τάττοιτο νῦν παρὰ τωῖ ῥήτορι· πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τούνομα. Τριτογενήσ: ἡ Ἀθηνᾶ· ἤτοι ὅτι ἐκ τῆς νηδύος καὶ τῆς μήτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν· ἢ ὅτι παρὰ τωῖ Τρίτωνι τῶ ποταμωῖ Λιβύης ἐγεννήθη φθίνοντος, ὡς καὶ Ἀθηναῖοι ἄγουσιν· ἢ ὅτι τρίτη μετὰ Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγεννήθη· ἢ ἐπεὶ τρίτωνα τὴν κεφαλὴν Ἀθαμᾶνες λέγουσιν· ἢ ἐπεὶ παρὰ Τρίτωνι ἐγένετο· ἢ τοῦ τρεῖν καὶ εὐλαβεῖσθαι αἰτία· ἢ γεννητική· ὅτι ἀπελούσατο τῶ Τρίτωνι τωῖ Λιβύης ποταμωῖ. Τριτογένεια: φοβερά· καταπληκτική. Τριτομηνίσ: τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκά λουν· δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ· Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτὴν φησὶ λέγεσθαι, τὴν αὐ τὴν τηῖ σελήνηι νομιζομένην. Τρίτον ἡμίδραχμον: τὰς δύο ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί. tau. 604 Τριτεύσ: τὸ τρίτον τοῦ μεδίμνου. Τρίτον ἡμίδραχμον: δύο δραχμαὶ καὶ τῆς τρίτης ἥμισυ· ὡς εἶναι δύο δραχμὰς καὶ τριώβολον. Τριτοπάτορεσ: Δήμων ἐν τηῖ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς τριτοπάτορας· Φιλόχορος δὲ τοὺς Τρι τοπάτρεις πάντων γεγονέναι πρώτους· τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησὶν, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὐτῶν ἐπίσταντο οἱ τότε ἄν θρωποι· τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας· Φανό δημος δὲ ἐν ʹ φησὶν, ὅτι μόνοι Ἀθηναῖοι θύουσι καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τωῖ Ὀρφέως φυσικῶ ὀνομάζεσθαι τοὺς τριτοπάτορας, Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα· θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων· ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας, Οὐ ρανοῦ καὶ γῆς φησὶν αὐτοὺς εἶναι· ὀνόματα δὲ αὐτῶν, Κόττον, Βριάρεων καὶ Γύγην. Τρίτην ἐρίων: σταθμόν τινα καλοῦσιν. Τρίτος ἀριστεροῦ: ἐν τοῖς τραγικοῖς χοροῖς τριῶν ὄντων στοίχων καὶ ζυγῶν, ὁ μὲν ἀριστερὸς στοῖχος ὁ πρὸς τωῖ θεάτρωι ἦν· ὁ δὲ δεξιὸς, πρὸς τωῖ προσ κηνίωι· συνέβαινεν οὖν τὸν μέσον τοῦ ἀριστεροῦ στοίχου τὴν ἐντιμοτάτην καὶ τὴν οἷον τοῦ πρωτο στάτου χώραν ἐπέχειν καὶ στάσιν. Τρίτου κρατῆροσ: τοῦ σωτῆρος, ὃν καὶ τέλειον ἔλεγον· τὸν μὲν πρῶτον, Ὀλυμπίων φασί· τὸν δὲ δεύτερον tau. 605 ἡρώων· τὸν δὲ τρίτον Ὀλυμπικῶς τωῖ Σωτῆρι τε καὶ Ὀλυμπίωι. Τρίτος κρατήρ: Διὸς τελείου σωτῆρος· πρῶτος γὰρ τέλειος ἀριθμὸς ὁ τρία· ὅτι ἔχει ἀρχὴν καὶ τέλος καὶ μέσα· ὡς Φιλόχορος ἐν τωῖ περὶ ἡμερῶν. Τριόττησ: περιτραχήλιος κόσμος· ἔχων τρεῖς οἱονεὶ ὀφθαλμούς· καὶ μήποτε παρὰ τοὺς ὄσσους, ὡς ἀμ βλυώττειν ἐν τωῖ ˉτ. Τριτοπάτωρ: τριτοπάτρεις οἱ μὲν ἀνέμους· Φιλόχορος δὲ τοὺς πρώτους ἐκ γῆς καὶ οὐρανοῦ· ἄρξαντας δὲ γενέσεως· ἐν δὲ τοῖς Ὀρφικοῖς, ἀνέμων παῖδας. Τριττύσ: τριάς. Τριττύαν: θυσίαν· Καλλίμαχος μὲν τὴν ἐκ κριοῦ, ταύρου καὶ κάπρου· Ἴστρος δὲ ἐν μὲν Ἀπόλλωνος ἐπιφανείαις, ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀρρένων, πάντων τριετῶν. Τριττύσ: φυλῆς μέρος τρίτον· καὶ τριττύαρχος ὁ ἄρχων. Τριττύσ: τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διήρη ται εἰς τρία μέρη· τριττῦς καὶ ἔθνη καὶ φρατρίας, ὡς Ἀριστοτέλης φησί. Τρίτωι καὶ τετάρτωι ἔτει: ἀντὶ τοῦ πρὸ τριῶν καὶ τεσσάρων ἐτῶν· οὕτως Ἀντιφῶν. Τρίτωι φάει: τρίτηι ἡμέραι. Τρίχα: τριχῶς. tau. 606 Τριχακτόν: κτένιον. Τριχαπτόν: τὸ βαμβύκινον ὕφασμα· ἱμάτιον πολυ τίμητον. Τριχθά: τριχή. Τριχίδεσ: θρίσσαι· διὰ τὸ λεπτὰ ἔχειν ὀστᾶ. Τριχόβρωσ: θηρίον, ὃ τοὺς τῶν περικεφαλαίων λόφους διαβιβρώσκει. Τροπάδια: ἀστραγάλων παιδιά. Τριχολογεῖν: τὰς τρίχας ἀναλέγεσθαι καὶ περὶ αὐ τῶν φροντίζειν.: νικητήρια. Τροπή: δίωξις. Τροπηλίσ: ἡ τῶν σκορόδων δέσμη, ἀπὸ τοῦ εἰλῆσθαι· ἐν δὲ τοῖς Σκίροις τῆ ἑορτηῖ ἤσθιον σκόροδα· ἕνεκα τοῦ ἀπέχεσθαι Ἀφροδισίων, ὡς ἂν μὴ μύρων ἀπο πνέοιεν· ὡς Φιλόχορος ἐν τηῖ πρὸς Ἄλυπον ἐπι στοληῖ. Τροπῆς ἀποσκίασμα: ἀντὶ τοῦ ἀλλοιώσεως καὶ με ταβολῆς ἴχνος· καὶ ὁμοίωμα φαντασίας. Τροπίας οἶνοσ: ὁ τετραμμένος καὶ ἐξεστηκώς· Ἀρι στοφάνης Δαιταλεῦσιν· Ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε. Τροπίδια: τὰ εἰς τρόπιν νεὼς εὐθετοῦντα ξύλα· μετα φορικῶς δὲ καὶ ἐπὶ καταβολῆς τινὸς καὶ ἀρχῆς πράγματος· καὶ ὁ τόπος ἐφ' οὗ τίθεται ἡ τρόπις· οὕτως Πλάτων. tau. 607 Τροπωτῆρεσ: οἱ ἱμάντες οἱ ἐν τοῖς πλοίοις, ἐν οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται. Τρόπον: ἦθος. Τρόπον τινά: ἀντὶ τοῦ καλῶς ἄν. Τροποφορεῖν: Τροπώσομαι: νικήσω· ὑποτάξω. Τροφαλίσ: τυρός· οὕτως Εὔπολις. Τροφή: ἀντὶ τοῦ ἀγωγὴ καὶ παιδεία· καὶ τραφὲν, ἀντὶ τοῦ ἀχθὲν, παιδευθέν· ἐνίοτε δὲ καὶ ὁμοίως ἡμῖν· Πολιτείας· ἐπιθυμοῦμαι δ' αὖ τρίτων τινι τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν· τροφὴν μὲν γὰρ βρῶμα καὶ πῶμα λέγει· γέννησιν δὲ, τὰ Ἀφρο δίσια· ἐν δὲ τρίτωι Πολιτείας· καὶ ὑπὸ τωῖ σοφω τάτω Χείρωνι τεθραμμένος· ἀντὶ τοῦ πεπαιδευ μένος· ἵνα μὴ ἐναντιῶνται Ὁμήρωι, πεπαιδεῦσθαι λέγοντι τὸν Ἀχιλλέα παρὰ Χείρωνι, οὐχὶ τετρά φθαι. Τρόφι κῦμα: τεθραμμένον κῦμα. Τρόφιμοσ: ὁ νεώτερος οἰκοδεσπότης. Τροχάζειν: διατρέχειν. Τροχηλατεῖν: ἐλαύνειν. Τροχίασ: πορείας· τρίβους· ἐργασίας. Τροχίμαλλον: σωρὸς λίθου· οὕτως Ἀριστοφάνης. Τροχισθεῖσα: βασανισθεῖσα· ἀπὸ τοῦ τροχοῦ, ὅπερ ἐστιν ὄργανον βασανιστικὸν, διατεῖνον τὰ σώματα. Τρόχμαλοσ: ἡ ἐκ λίθων στρογγύλων αἱμασιά· ἡ περιωικοδομημένη τοῖς χωρίοις. tau. 608 Τρόχισ: ἄγγελος. Τροχόν: δρόμον· Εὐριπίδης Μηδείαι· Ἀλλ' οἵδε παῖδες ἐκ τροχῶν πεπαυμένοι. Τρύβλιον: ὀξυβάφιον· ἐμβάφιον· πινάκιον· ποτήριον. Τρύγη: παντὸς καρποῦ συγκομιδή. Τρυγόνα ψάλλειν: παροιμία· ἐπὶ τῶν φαύλως πρατ τόντων· ἴσως παρὰ τὸ τρύζειν· Ὡς μή μοι τρύ ζητε. Τρύγοιποσ: ὑλιστήρ· οὕτως Ἀριστοφάνης. Τρυγών: τὸ ζῶον· παίζεται δὲ εἰς τὴν τῶν γυναικῶν συνουσίαν. Τρύζει: ψιθυρίζει· γογγύζει· ἀσήμως λαλεῖ· παρὸ καὶ ἡ τρυγὼν, ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογ γυστικῶς. Τρύμη: πανοῦργος· Ἀριστοφάνης. Τρύξ: καὶ τὸ γλεῦκος καὶ ἡ ὑποστάθμη· Ἀριστο φάνης. Τρυσίππιον: ἔγκαυμα ἵππου γεγηρακότος ἐπὶ τῆς γνάθου· τροχωῖ ὅμοιον· οὕτως Εὔπολις. Τρυσμόσ: γογγυσμός. Τρυτάνη: ὁ ζυγός. Τρυφάλεια: περικεφαλαία. Τρύφος ἄρτου: κλάσμα ἄρτου. Τρύχεται: κακοπαθεῖται· πονεῖται· ταλαιπωρεῖται· ἐκνενεύρισται. tau. 609 Τρυχηρά: ῥακώδη. Τρύχνον: τὴν πόαν θηλυκῶς λέγουσιν τὴν τρύχνον, οὐ τὸν τρύχνον· σὺν τῶ ˉσ δὲ στρύχνον οὐδαμοῦ εὗρον· καὶ παρὰ τὴν παροιμίαν τὴν, ἁπαλώτερος τρύχνου, παρωδῶν ὁ κωμικὸς φησίν· Ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου. Τρύχουσιν: ἐλαττοῦσιν. Τρυχωθείσ: πιασθείς· ἢ φανερωθείς. Τρώγειν: οὐχὶ τὸ ἐσθίειν ἁπλῶς· ἀλλὰ τὰ τραγή ματα καὶ τρωκτὰ καλούμενα· οὕτως Ἀριστο φάνης. Τρῶγεσ: θηρία τὰ ἐν τοῖς ὀσπρίοις· οὕτως Στράτ τις. Τρώκτησ: ἐκ παντὸς κερδαίνων· οἷον ἀποτρώγων. Τρώκτησ: ἀποστερητὴς καὶ ἀπατεών· οἷον ἐπιτρώ γων· Τρώκτης σφόδρ' ἐστιν, ἅμα σεσηρὼς καὶ γελῶν. Τυκτόν: χειροποίητον. Τύλη: τὸ ἐπὶ τῶν τενόντων φῦμα· Ἀριστοφάνης. Τύλοι: σκαλμοὶ πλοίων. Τύλοσ: ὁ ἐξέχων ἥλος, περὶ ὃν δεσμεύεται ὁ τροπω τήρ. Τύλοσ: νενεκρωμένη σάρξ· ἀποσκίρρωμα τῶν γονά των. Τυλοῦται: τραυματίζεται· παχύνεται. tau. 610 Τυμβογέροντεσ: πέμπτη ἡλικία γερόντων· ὡς καὶ Θεόφραστος· παραπλῆγες καὶ τηῖ διανοίαι παρηλ λαγμένοι. Τύμβοσ: τάφος. Τυμβοχοεῖ: θάπτει. Τυμπανίζεται: ξύλωι πλήσσεται· ἐκδέρεται καὶ κρέ μαται. Τύμπανον: τὸ τοῦ δημίου ξύλον, ωἷ τοὺς παραδιδομέ νους διεχειρίζετο· καὶ τὸ ἀποτυμπανίζειν ἐντεῦθεν. Τύμπανον: ἐκ δερμάτων ἐστὶ γινόμενον, καὶ κροῦον· ὃ κατεῖχον αἱ Βάκχαι. Τυννοῦτο: δεικτικῶς τὸ μικρόν. Τυντλάζειν: εἰς πηλὸν ἐμβαίνειν· Ἀριστοφάνης. Τυντλάζειν: ἐπιρραίνειν πηλωῖ· τύντλος γὰρ ὁ πη λώδης τόπος. Τυντλάζειν: αὐτὸ καὶ αὐτὸ λέγειν. Τύντλοσ: πηλὸς καὶ τάραχος· Μένανδρος. Τυντλώδουσ: ἰλυώδους. Τυπαῖσ: πληγαῖς. Τυπείσ: πληγείς· τρωθείς. Τυπεῖσιν: τρωθεῖσιν. Τυπῆσιν: τρώσεσιν. Τυπτήσεισ: οὕτως λέγουσιν τὸ μέλλον· Ἀριστοφά νης. Τύρβη: ἀπόλαυσις ἢ θόρυβος ἢ τάραξις. tau. 611 Τυρευθέντα: κινηθέντα· ταραχθέντα. Τυρεύων: κατασκευάζων. Τυραννεύσασαν: οὐ μόνον τυραννήσασαν· καὶ Πλά των καὶ ἕτεροι τῶν παλαιῶν. Τυρεύεται καὶ τυρεῖται: συνίσταται καὶ συμπήγνυ ται. Τυραννικὰ σανδάλια: πολυτελῆ. Τυρμίδαι: δῆμος τῆς Οἰνηΐδος οἱ Τυρμίδαι. Τυρόκνηστισ: μαχαίριον· καὶ σχῆμα ἀκόλαστον. Τυροκομεῖον: τάλαρος. Τυροφορεῖον: τὸ ἀναφορεῖον περισπῶντες λέγουσιν. Τύρσισ: ὁ περίβολος τοῦ τείχους. Τύρσοσ: τὸ ἐν ὕψει ωἰκοδομημένον. Τυρταῖοσ: ὁ τῶν ἐλεγείων ποιητής. Τυτθήν: ὀλίγην ἢ μικράν. Τυφεδανόσ: τετυφωμένος· καὶ ἀσθενὴς, οἷον καπνός. Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν· καὶ ἴσως περιέπεσεν τοῦτο· Δοιαὶ γάρ τε πύλαι ψευστάων εἰσιν ὀνείρων· ἢ ὅτι μύουσι προσδιαλέγονται. Τύφεται: καίεται. Τυφλοπλαστεῖται: τυφλὸς ἀναπλάττεται. Τυφλότερος λεβηρίδοσ: καὶ κενότερος λεβηρίδος· ἀμ φότερα λέγεται· λεβηρὶς δὲ, οἷον λεπηρίς· καὶ λέπος· τάττεται καὶ ἐπὶ τεττίγων· καὶ πάντων τῶν τὸ γῆρας ἀπολειπομένων. Τυφλότερος σπάλακοσ: τοῦτο τὸ γένος οὐκ ἔχει tau. 612 ὀφθαλμούς· φησὶ δ' αὐτοὺς Στησίμβροτος ὑπὸ τῆς γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς· ἔχει γὰρ ὀδόντας μιαρωτάτους, καὶ ῥύγχος ὡς μαργάλης, καὶ πόδας ὡς ἄρκτου. Τυφομένησ: καπνιζομένης. Τῦφοσ: ἀλαζονεία· μανία. Τυφῶνοσ: πυρώδους δαίμονος. Τυφών: οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος· ἀλλ' ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι· ὡς Πλάτων ἐν Φαίδρω. Τυφῶνος πολυπλοκώτερον: Τυφὼν ὁ λεγόμενος κε ραυνωθῆναι ὑπὸ Διός· τούτου ποικιλώτερον. Τυφώσ: ὁ κατὰ θάλατταν, ὑφ' οὗ τὰ πλοῖα φθείρε ται. Τυχηρότερον: εὐτυχέστερον. Τυχηρῶσ: ἐπιτυχῶς. Τύχην ἁπλῶς τὴν ἀγαθὴν τύχην καλοῦσιν. Τύψασ: ἐκ χειρὸς πατάξας. Τύψον: τρῶσον. Τῶ: χωρὶς τοῦ ˉι· ἀντὶ τοῦ διό· καὶ δυϊκῶς, ἐπὶ θη λυκοῦ καὶ ἀρσενικοῦ καὶ οὐδετέρου. Τῶ: περισπωμένως διό· καὶ οὕτως ἄνευ τοῦ ˉι. Τωθάζει: σκώπτει· χλευάζει· λοιδορεῖ· καυχᾶται. Τῶν γὰρ ὑστάτων χάρισ: Τῶν ὄνων οὔ μοι μέλει: tau. 613 Τῶν δυνατῶν τι κέλευ', οὐ γὰρ παρὰ Κενταύροισι: Τῶν ἑκτικῶν: τῶν περὶ ἕξιν νοσούντων. Τῶν ἐπὶ σκηνῆσ: τῶν θεατρικῶν. Τῶν τριῶν κακῶν ἕν: λεγόμενον τι ἐστί· καὶ Μέ νανδρος δύο προθεὶς, ὡς παροιμιῶδες ἐπιλέγει παί ζων τὸ, Ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν· ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισεν προστιμήματα· Πολύζηλος Δημοτυνδάρεωι· Τριῶν κακῶν γοὖν ἦν ἑλέσθαι αὐτωῖ τί πᾶσ' ἀνάγκη· Ἢ ξύλον ἐφέλκειν, ἢ πιεῖν κώνειον, ἢ προδόντα Τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι· Ταῦτ' ἔστι τρία Θηραμένους, ἃ σοὶ φυλακτέ' ἐσ τιν· Ἀριστοφάνης Τριφάλητι· Ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί. Τῶ ῥα: διὸ δή. Ἀρχὴ σὺν Θεῶ τοῦ ˉυ. Ὑάδεσ: οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες. Ὑακίνθινον: ὑπομελανίζον· πορφυρίζον. Ὑάλη: ὕαλος. Ὑάλιοσ: πολέμιος. Ὑακινθίδεσ: θυγατέρες Ὑακίνθου τοῦ βασιλέως. upsilon. 614 Ὑάλινα: ἀντὶ τοῦ ὑαλᾶ. Ὕαλοσ: διὰ τοῦ ˉαˉ· οὐχὶ ὕελος· καὶ θηλυκῶς ἡ ὕαλος· καὶ ὑάλινον· Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ἐξ ὑαλί νων ποτηρίων καὶ χρυσίδων· πάντα δὲ τὰ τοι αῦτα διὰ τοῦ ˉα λέγεται. Ὑβάδαι: δῆμος ἐστὶ τῆς Λεοντίδος. Ὑβόσ: κυρτός. Ὑβριστοδίκαι: οἱ ἐπὶ τῶν μὴ ἐθελόντων εἰσάγειν τὰς δίκας. Ὕβρισ: ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας καὶ αἰκίας· αἰκία δὲ πληγαὶ μόνον· Λυσίας ἐν τωῖ περὶ αἰκίας πρὸς Ἰσοκράτην· καί τοι τίς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἐστὶ μόνον τιμῆσαι· τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτωι ζημιοῦν. Ὑγεία Ἀθηνᾶ: ἐπώνυμόν ἐστιν Ἀθηνᾶς· καὶ γὰρ Ὑγεία καλεῖται, καὶ Νίκη, καὶ Ἱππεία, καὶ Ἐργάνη. Ὑγιείαν καλοῦσιν Ἀττικοὶ τὴν πεφυραμένα οἴνωι καὶ ἐλαίω ἄλφιτα· καὶ πᾶν ὅτι ἐξ ἱεροῦ φέρει· οἷον θαλλόν τινα ἢ ἄλφιτα. Ὑγιέστερος ὄμφακοσ: παροιμία· ὥσπερ καὶ, ὑγιέσ τερος Κρότωνος· πολλοὶ γὰρ Κροτωνιάται ἀσκη ταί· καὶ ὑγιέστερος κολοκύντης. Ὑγρὰ κέλευθα: τὴν διὰ θαλάσσης ὁδόν. Ὑγρόσ: ὁ εὐκατάφορος εἰς τὰς ἡδονάς· ῥευματιζό μενος. upsilon. 615 Ὑγρότησ: ἀραιότης· καὶ ὠφέλεια. Ὑδατίδεσ: σταγόνες. Ὑδερῶν: ὑδρωπιῶν. Ὕδραν τέμνειν: ἐπὶ τῶν ἀμηχάνων λέγεται· ἱστο ρεῖται γὰρ, Ὕδρα τηῖ ἐν Λέρνηι ἑκατοντακεφάλωι τυγχανούσηι μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμ νομένων αὐτῆς κεφαλῶν ἀνεφύοντο πλείους, κε λεῦσαι Ἰολάωι ἐπικαίειν τὰς τεμνομένας. Ὑδρεύειν: ποτίζειν. Ὑδρηλοί: κάθυγροι. Ὑδριαφόροι: ὥσπερ σκαφηφόροι· αἱ μέτοικοι. Ὕδρου: ὄφεως. Ὑδροφορία: ἑορτὴ πένθιμος Ἀθήνησιν, ἐπὶ τοῖς ἐν τῶ κατακλυσμωῖ ἀπολομένοις, ὡς Ἀπολλώνιος. Ὕδωρ αὐτοπαγέσ: τὸ συνεστηκὸς ἐν τοῖς ἱεροῖς· ἢ τὸ αὐτομάτας πηγὰς ἔχον. Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοισ: τοῦτο ἐξ ἐπιγράμματος εἶναι μέρος, οἱ μὲν Ἀσκληπιάδου, οἱ δὲ Θεαιτήτου φασίν. Ὕδωρ παραρέη: ἐπὶ τῶν ἐπαγγελλομένων παντὶ σθέ νει σπουδάσειν, ὡς κἂν εἰς ῥέοντα πλοῖα ἐμβῆναι οὐκ ὀκνησάντων. Ὗε: ἔβρεχεν. Ὑεικόν: ὑὸς ἴδιον· χοίρου ἔργον· λέγεται τὸν Σωκρά την ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδή upsilon. 616 μου εἰπεῖν· ὅτι ὑεικὸν αὐτῶ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμωι προσκνήσασθαι, ὥσπερ τὰ ὕδια τοῖς λίθοις· Ξενοφῶν φησίν. Ὑηνῶν θρεμμάτων: καὶ ἔδοξέν μοι τοῦτο οὐκ ἀνθρώ πινον, ἀλλ' ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων· Πλάτων Νόμων ζʹ· ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκε φάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν· Πλάτων Θεαιτήτωι. Ὕειον: χοίρειον. Ὕησ: ἐπίθετον Διονύσου, ὡς Κλείδημος· ἐπειδὴ, φησὶν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῶ, καθ' ὃν ὁ θεὸς ὕει χρόνον· ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέ γεσθαι, καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας· Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸν Ὕην. Ὑηνεῖσ: ὑϊκόν τι καὶ ζωῶδες ποιεῖς. Ὑηνῶν: σκαιῶν καὶ ἀμαθῶν· καὶ ὑηνία· σκαιότης καὶ ἀμαθία· οὕτως Καλλίας. Ὕησ: τοῦ Σαβαζίου ἡ ἐπίκλησις. Ὕθλοσ: φλυαρία ἢ μωρία. Υἱωνόσ: ὁ τοῦ υἱοῦ υἱός. upsilon. 617 Υἱῶσαι τὸν παῖδα: υἱὸν ποιῆσαι αὐτὸν θετόν· καὶ υἱώσει, τηῖ υἱοθεσίαι· καὶ υἱώσατο, ἀντὶ τοῦ, υἱὸν θετὸν ἐποιήσατο· καὶ τὰς υἱώσεις καὶ τὰς υἱοθεσίας· ἡ χρῆσις παρ' Αἰλιανῶ πολλή. Ὑλακόμωροι: ὑλακτικοί· οἱ περὶ τὸ ὑλακτεῖν πονού μενοι. Ὕλαν κραυγάζειν: ἱστοροῦσιν Ὕλαν τὸν Θειοδάμαντος, καλὸν τὴν ὥραν, ἐρώμενον Ἡρακλέους, ὅτε συνέπλει τοῖς Ἀργοναύταις· γενόμενον δὲ κατὰ Μυσίαν, ἐξελθεῖν ὑδρευσόμενον, ὑπὸ Νυμφῶν δὲ ἀφανισθῆναι· τούτου δὲ ἐπὶ ζήτησιν Πολύφημον πεμφθέντα κεκραγέναι καὶ ὀνομαστὶ ἀνακαλεῖν τὸν Ὕλαν, μηδὲν περαίνοντα· διὸ καὶ τὴν παροιμίαν ἐπὶ τῶν μηδὲν ἀνυόντων λέγεσθαι· καὶ νῦν δὲ Κιανοὺς ἔτι, ἀπομίμημα τῆς ζητήσεως ποιουμένους, ἑορτά ζειν τῶ ἥρωϊ. Ὕλασ: ὄνομα οἰκέτου βαρβάρου. Ὑλάστριαι: καὶ ὑλαζόμενοι, οἱ ξύλα συλλέγοντες· καὶ ὑληφόροι, οἱ ξυλοφόροι. Ὕλην: τὸ καθίζον τοῦ οἴνου ἢ τοῦ ὕδατος· οὕτως Ἀριστοφάνης. Ὑλήεσσα: σύνδενδρος. Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι, οὔτε τέταρτοι: χρη σμοῦ κομμάτιόν ἐστιν παροιμιαζόμενον οὕτως· Ἵππον Θετταλικὴν, Λακεδαιμονίαν τε γυναῖκα· Ἄνδρας δ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης· Ἀλλ' upsilon. 618 ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἵτε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου· Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο· Ὑμεῖς δ', Αἰγιέες, οὔτε τρίτοι, οὔτε τέταρτοι, Οὔτε δυωδέκατοι, οὔτ' ἐν λόγωι, οὔτ' ἐν ἀριθμωῖ· ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίαι καταναυμαχήσαντες Αἰτω λοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες ἠρώτων τίνες κρείττονες εἶεν τῶν Ἑλλήνων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προ κείμενα· καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησ μὸν ἱστορεῖ· τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν, καὶ προφέρονται· Ὑμεῖς δ', ὦ Μεγαρεῖς, οὔτε τρίτοι, οὔτε τέταρτοι· ὡς καὶ Καλλίμαχος ἐν τοῖς ἐπιγραμματίοις· τῆς δὲ ταλαίνης Νύμφης, ὡς Μεγαρέων, οὐ λόγος, οὐδ' ἀριθμός. Ὑμεναιοῦν: τὸ ἄδειν τὸν ὑμέναιον καὶ συνάπτειν τὸν γάμον. Ὑμένων: γαμικῶν ὕμνων. Ὑμεδαπῶν: τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους· συγγενῶν· ἢ τῆς αὐτῆς χώρας. Ὑμενῶδεσ: λεπτότατον καὶ οἷον εἰπεῖν ἀερῶδες. Ὑμήττιον μέλι: τὸ εὔχρηστον πρὸς ἰατρείαν· Ὑμηττὸς δέ ἐστι τόπος τῆς Ἀττικῆς περὶ τὰς Ἀθήνας. Ὑμνηπολείτω: ὑμνείτω. upsilon. 619 Ὑμνεῖν: ὀδύρεσθαι· μέμφεσθαι· λοιδορεῖν· κατ' εὐφη μισμόν· ὡς ἐν αʹ Πολιτείας. Ὑμνούντων: ὅτι ψιλῶς ἀντὶ τοῦ λεγόντων· Νόμων ʹ Πλάτων· ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούν των. Ὕνιν: ῥόπαλον. Ὑόμενοσ: βρεχόμενος. Ὑοσκυαμᾶν: μεμηνέναι· παραπαίειν· Φερεκράτης Κοριαννοῖ· Ὑοσκυαμᾶς, ἀνὴρ γέρων ὤν. Ὑοσκύαμοσ: ὃν πίνοντες μαίνονται. Ὑπάγει: ἐξαπαταῖ. Ὑπάγουσιν: ἀντὶ τοῦ προάγουσιν· Δημοσθένης Φιλιπ πικοῖς. Ὑπαγωγαί: ἀπάται. Ὑπαγωγάσ: τὰς ἀναχωρήσεις· διώξεις τε καὶ ὑπα γωγὰς, φησὶ Θουκυδίδης. Ὑπάγειν εἰς δίκην: τὸ ἄγειν· καὶ Θουκυδίδης καὶ ἄλλοι. Ὑπαγωγεύσ: ἐργαλεῖον οἰκοδομικόν. Ὑπαγωγή: ἡ ταῖς ναυσὶ σκέπη· καὶ προσόρμησις· οἷον ὕφορμός τις. Ὑπαγωγή: ὑποχώρησις. Ὑπαίθριον: ὑπὸ τὸν ἀέρα· καὶ ὕπαιθρον ὁμοίως. Ὑπακτέον: πορευτέον. Ὑπαλύξασ: ἐκφυγών. Ὑπάλυξισ: ἔκκλισις. upsilon. 620 Ὑπανέντοσ: ἐνδόντος. Ὑπανίσχει: ὑπανατέλλει. Ὑπαντιάζων: ὑπαντῶν. Ὕπαρ: ἀλήθεια· οὐκ ἐν ὀνείρωι. Ὕπαρ: ἐγρήγορος· ὀπτασία ἀληθής. Ὑπαρκτά: μόνιμα ὑπάρχοντα. Ὑπαρξάμενοσ: κατάρξας. Ὑπάρχων: προκατάρχων· Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος· καὶ τὸ ὑπάρχειν οὐχ ἁπλῶς τὸ εἶναι σημαίνει· ἀλλὰ τὸ πάλαι εἶναι· καὶ προϋπεῖναι· φθάνειν· Μένανδρος· Οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν, Ἀλλὰ καὶ ὑπάρχειν. Ὑπασπισταί: δορυφόροι. Ὕπατε κρειόντων: βασιλεῦ βασιλευόντων· ἐξοχώ τατε· μέγιστε. Ὕπατον: ὑψηλόν. Ὑπ' αὐγάσ: ὑπὸ τὸν ὄρθρον· ἢ ὑπὸ τὸν πεφωτισ μένον ἀέρα. Ὕπαφρον: ὕπουλον· φανερόν. Ὑπαχθέντεσ: ἀπατηθέντες. Ὑπειδόμενοσ: ὑφορώμενος. Ὑπέδυ: ὑπεισῆλθεν. Ὑπεζωσμένοσ: περιβεβλημένος· ὑποσυρόμενος. Ὑπειλημμένον: ὑπονενοημένον. Ὑπείξομεν: παραχωρήσομεν. upsilon. 621 Ὑπείπομεν: ἀντὶ τοῦ προείπομεν· καὶ ὑπειπεῖν, ὑπα γορεύειν. Ὑπελθεῖν: ὑποδραμεῖν. Ὑπέμβρυον: τὸ ὑπὸ τηῖ θηλαζούσηι· νεογνόν. Ὑπένερθεν: ὑποκάτωθεν. Ὑπενήνεκται: ὑπεσύρη. Ὑπενόθευσεν: ὑπέφθειρεν. Ὑπενοστήσαμεν: ὑπεχωρήσαμεν· ἐπανήλθομεν. Ὑπέπισα: ὑπεπότισα. Ὑπέρα: τὸ τοῦ κέρως τοῦ ἱστοῦ σχοινίον, ωἷ ἀνίεταί τε καὶ διατείνεται τὸ σχοινίον· γέγονε δὲ ἀπὸ τούτου παροιμία ἐπὶ τῶν, ἃ δεῖ ἔχειν, ἀφιέντων· ἃ δὲ μὴ δεῖ, κρατούντων. Ὑπεράγασθαι: ὑπερθαυμάζειν. Ὑπέρακμοσ: ὑπερδραμὼν τὴν ὥραν. Ὑπεραλεῖται: ὑπερπηδήσει. Ὑπερανάστησ: μετανάστης· μεταβάτης. Ὑπέρβιον: ὑπερβίως· οἷον ἄγαν βιαίως· ἢ ὑπερβαλ λόντως τηῖ βίαι· ὑπερήφανον. Ὑπερβολήν: τὴν ἀναβολὴν καὶ ὑπέρθεσιν· καὶ ἐν τωῖ περὶ τοῦ στεφάνου Δημοσθένης. Ὑπέρβολοσ: δημαγωγὸς ἦν, ὃν Θουκυδίδης ἐν τηῖ ηʹ ἐξωστρακίσθαι φησίν. Ὑπεργαμία: ἡ ὀψιγαμία. upsilon. 622 Ὑπερδέα: ὑπερβαλλόντως ἐνδέα· οἷον πάνυ ἐλάσσονα κατὰ δύναμιν. Ὑπερδέξιον χωρίον: εἶχον δ' ὑπερδέξιον χωρίον, οἷον χαλεπώτατον· Ξενοφῶν φησίν. Ὑπέρδικον: τὸν ἀκροδίκαιον καὶ σφόδρα δίκαιον. Ὑπερείδουσα: ὑποστηρίζουσα. Ὑπερηγάσθην: ὑπερεθαύμασα. Ὑπερημερίασ: ὑπερβαλούσης ἐκπροθεσμίας. Ὑπερήμεροσ: ὑπερπρόθεσμος ἢ ἐκπρόθεσμος. Ὑπερήμεροσ: οἱ δίκην ὀφείλοντες ὁποίαν οὖν, καὶ τὰ ἐπιτίμια τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις, ὑπερήμεροι ἐκαλοῦντο· τὸ δὲ πρᾶγμα, ὑπερημερία. Ὑπερήμεροι: οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέ ρας λαβόντες καὶ μὴ διαλυσάμενοι. Ὕπερθεν: ἐπάνω. Ὑπέρθεον: ὑπὲρ θεῶν βούλησιν. Ὑπερθέοντεσ: ὑπερτρέχοντες. Ὑπερθήσει: οἰκοδομήσει. Ὑπερθορών: ὑπερπηδῶν. Ὑπερίονα: ὑπὲρ ἡμᾶς ἀνατέλλοντα. Ὑπέρινοσ: ὑπερκεκαθαρμένος· οὕτως Δημήτριος. Ὑπὲρ κάρα φοιτῶντα: ὑπὲρ κεφαλῆς ἐρχόμενον. Ὑπερμαζεῖ: ὑπερτρυφαῖ· πλουτεῖ· στρηνιᾶ. Ὑπερμενέα: ἰσχυρότερα λίαν. Ὑπερνήχεται: ὑπερβαίνει. Ὑπεροιαζομένου: ὑπερηφανευομένου. upsilon. 623 Ὑπέροπλον: ὑπερήφανον. Ὑπερορᾶν: ὑπερβλέπειν. Ὑπερόριοσ: ἐκτὸς τῶν ὁρίων· ἐξόριστος. Ὑπέροπτον: μεγάλην. Ὑπέρου περιτροπή: ἐπὶ τῶν ταυτὰ ποιούντων καὶ μηδὲν περαινόντων· καὶ αὗται δὲ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· ὁ Διὸς Κόρινθος· καὶ, αὖθις αὖ Πυθῶδ' ὁδός· καὶ, ὁ τὴν δοκὸν φέρων· καὶ, οὐ τυφλὸς, ἀλλ' ἐξώρυκται· Πλάτων Ἀδώνιδι· Εἶτ' οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται. Ὑπέροφρυσ: ὑπερήφανος. Ὑπεροψίαν: καταφρόνησιν. Ὑπερπαίειν: ὑπερβαίνειν· πλεονάζειν. Ὑπὲρ τὰ Καλλικράτουσ: φησὶ Κλέαρχος ὅτι Καλλι κράτης τις ἐγένετο ἐν Καρύστω πλουσιώτατος· εἴ ποτε οὖν ἐθαύμαζον τινὰ οἱ Καρύστιοι ἐπὶ πλούτω ὑπερβολικῶς, ἔλεγον, ὑπὲρ τὰ Καλλικράτους· Ἀριστοτέλης δὲ φησὶν ἐν τηῖ Ἀθηναίων πολιτείαι Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παρ οιμίαν εἰρῆσθαι. Ὑπὲρ τὰ ἐσκαμμένα: ὑπὲρ τὰ μέτρα· ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά· λέγεται δὲ ἀπὸ Φαΰλλου τοῦ πεντάθλου τοῦ Κροτωνιάτου εἰρῆσθαι· ὃς, πεντή κοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, πρῶτος αὐτὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, upsilon. 624 ὡς τὸ ἐπίγραμμα λέγει τῆς εἰκόνος αὐτοῦ· Πέντ' ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος, Δίσκευ σεν δ' ἑκατὸν, πέντ' ἀπολειπομένων· καὶ Πλάτων ἐν ὧ ἡ ἐπιγραφὴ, Κρατύλος, περὶ ὀνομάτων ὀρθό τητος. Ὕπερθρον: ὁ οὐρανός· ὑπὸ γὰρ τὸν αἰθέρα ὑπάρχει. Ὑπερτέλλον: ὑπερανατέλλον. Ὑπερτενέσ: ὑψηλόν· ὑπερέχον. Ὑπέρτερον: κρεῖττον. Ὑπερτεροῦν: δεσπόζον. Ὑπερτίθεται: ἀναβάλλεται. Ὑπὲρ τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων. Ὑπερφερέσ: μέγα· ὑπερέχον. Ὑπερφυήσ: μεγαλοφυής· μείζων. Ὑπέρχρεωσ: κατάχρεως. Ὑπέρχολος γενόμενοσ: ἀντὶ τοῦ ὑπεραγανακτήσας· οὕτως Ἀντιφάνης. Ὑπερώησαν: ὑπεχώρησαν. Ὑπεστειλάμην: παρητησάμην· ἀπεκρυψάμην. Ὑπέστημεν: ὑπεσχόμεθα. Ὑπετέθυπτο: ὑπεκαίετο· καὶ κέκνιστο· Ἀπολλοφάνης. Ὑπέχει: ὑφίσταται. Ὑπεψηνισμένοι: ἀκμαῖοι πρὸς τόκον· ἀπὸ τῶν σύκων τῶν διὰ τοὺς ψῆνας πεπείρων. Ὑπήγετο: ὑπέπειθεν. Ὑπηνέμια: λέγουσιν ὡς ἡμεῖς· Ἀριστοφάνης Δαιδά upsilon. 625 λωι· Ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίαι Ὑπηνέμια τίκτουσιν ὠὰ πολλάκις· Πλάτων δὲ ὁ φιλόσοφος ἐν Θεαιτήτωι ἀνεμιαῖα· καὶ Μένανδρος Δακτυλίωι· ἀνεμιαῖον ἐγένετο. Ὑπηνέμιοι: ὑπὸ τὸν ἄνεμον. (Ὑπέρπεδον: ὄρος· βουνός· ἔπαρμα γῆς· πέδον γὰρ ἡ γῆ.) Ὑπηνέμια τίκτουσι: τὰ οὔρια· ἀπὸ τοῦ οὐρίου ἀνέ μου λέγουσιν. Ὑπήνη: μύσταξ· τὸ γένειον· πώγων· ἢ ἡ τοῦ ἄνω χείλους τρίχωσις. Ὑπηνήτηι: ἀκμαίωι· ἄρτι γενειῶντι. Ὑπ' ἠοῖ: ὑπὸ τὸν ὄρθρον. Ὑπηρέσιον: ὑπαγκώνιον τῶν ἐρετῶν ἤγουν κωπηλα τῶν, ἐφ' οὗ καθίζουσιν. Ὑπηρέσιον: ὁ διδόμενος μισθὸς τοῖς ὑπηρετοῦσι, τοῖς στρατευομένοις καὶ ἐρέσσουσι καὶ δουλεύουσιν· τοῦ ὀνόματος ἀπὸ τοῦ ὑπηρετεῖν κληθέντος. Ὑπίσχεται: ὑπισχνεῖται. Ὑπό: ὀλίγον. Ὑπόβαθμοσ: ὑπόβαθρον. Ὑποβάθραν: ὑπόβασιν· θεμέλιον. Ὑποβασμόν: ὑποβάθραν. upsilon. 626 Ὑποβιβάζοντεσ: ἐλαττοῦντες. Ὑποβιβάζουσιν: ὑποκαταβαίνουσιν. Ὑποβλεπόμενοσ: ὑπονοῶν· ἐχθραίνων· ἐπιτηρῶν. Ὑποβλήδην: ὑποβάλλων λόγον· ὑποκρουστικῶς ἔτι λέγων. Ὑποβολιμαῖοι: ὑποβαλλόμενοι καὶ εἰσποίητοι, ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλ λουσιν αἱ γυναῖκες. Ὑπόβολον: ὑποκείμενον πρὸς δάνειον καὶ τόκον· Φε ρεκράτης Ἰπνῶ· οὐχ ὁρᾶς τὴν οἰκίαν Τὴν Πολυ τίωνος κειμένην ὑπώβολον. Ὑποβρύχιοι: ὑπὸ τὸ ὕδωρ ποντισθέντες. Ὑπογεγραμμένη: ἐστειβισμένη· Ἀριστοφάνης. Ὑπόγειον: ὑπὸ τὴν γῆν. Ὑπόγειοσ: ὁ ὑποτεταγμένος. Ὑπογενειάζων: λιτανεύων· ὑπὸ τοῦ γενείου ἁπτόμενος. Ὑπὸ γῆν οἰκοῦντεσ: λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶ περίπλω λεγομένους Τρωγλοδύτας· καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ καταλόγου κατουδαίους ὀνομα ζομένους. Ὑποκυδεῖς γὰρ εἰσὶν οἱ τόποι: Δείναρχος ἐν τῶ κατὰ Στεφάνου· ὑποκύδης ἐστὶν ὁ δίυγρος τόπος· ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι. Ὑπογράφεται: δείκνυται. Ὑπογλωττίσ: στεφάνου εἶδος. Ὑπόγραμμα: ωἷ τοὺς ὀφθαλμοὺς ὑπογράφουσιν. upsilon. 627 Ὑπόγυον: ἐγγύτερον· πρόσφατον· νεωστὶ γινόμενον· τὸ πρὸ ὀλίγου καὶ μετ' ὀλίγον. Ὑποδεήσ: ὑπόφοβος. Ὑποδενδρυάσαι: ὑποδῦναί που καὶ πτῆξαι ὑπὸ σκέπην. Ὑποδέξηι: ὑποδέχη τὰ πρὸς ὑποδοχὴν ἐπιτήδεια. Ὑποδέξιοσ: ὑποδοχεύς. Ὑποδέραια: περιτραχήλια. Ὑποδερίδα: ὁρμίσκον· πλόκιον. Ὑποδερίσ: κόσμος γυναικεῖος, οἷον δείραιον. Ὑποδιδάσκαλοσ: ὁ τωῖ χορωῖ καταλέγων· διδάσκα λος γὰρ αὐτὸς ὁ ποιητὴς, ὡς Ἀριστοφάνης. Ὑποδρόμουσ: στόμια. Ὑποδμώσ: δοῦλος. Ὑποδύτην: τὸ ἐσώτερον ἱμάτιον. Ὑποδύσ: ὑπεισελθών. Ὑποζυγιώδης ἄνθρωποσ: ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαι ρέσεως καὶ προθυμίας τί πράττων· ἀλλ' ἐκ τῆς ἑτέρων κελεύσεως· ὥσπερ καὶ τὰ ὑποζύγια· εἴποις δ' ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα· Ἀριστοφάνης. Ὑπόθεσισ: περιοχή· αἰτία. Ὑποθήκαισ: παραινέσεσι. Ὑποθημοσύνη: διδασκαλία. Ὑποθήσομαι: διδάξω. Ὑποικουροῦν λεληθὸς τὶ μῖσοσ: ὑποικουροῦν ἀντὶ τοῦ ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν. upsilon. 628 Ὑποιστόν: φορητόν. Ὑποίσων: ὑπομένων. Ὑποίσω: ὑπενέγκω. Ὑποκαθεῖναι τὰς ὀφρῦσ: οἷον παύσασθαι χαλεπαί νοντα καὶ πραότερον γενέσθαι· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς, ὀργῆς ἐστι σημεῖον. Ὑποκατάβασιν: παραχώρησιν. Ὑποκείσεται: ὑποβληθήσεται. Ὑποκορίζεται: κολακεύει· ὑποκρίνεται. Ὑποκηρυξάμενοι: τὸ ὑπὸ τωῖ κήρυκι τωῖ δημοσίωι στῆναι, καὶ ποιῆσαι τι διὰ τοῦ κήρυκος φανερῶς. Ὑποκοριζόμενοι: διασύροντες· Ξενοφῶν φησίν· οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσιν κακίαν· ὁ δὲ Δημοσθένης ἐχρήσατο τηῖ λέξει ἐπὶ τοῦ εὐφη μοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες· λέγει γὰρ ἐν τῶ παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑται ρίαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. Ὑποκοριστικόν: ἔλαττον. Ὑπὸ κρασίν: ὑπὸ ταῖς κεφαλαῖς. Ὑποκρίνεσθαι: τὸ ἀποκρίνεσθαι οἱ παλαιοί· καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῶ χορῶ· Θου κυδίδης ζʹ· οἱ δ' οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο· καὶ οἱ Ἴωνες οὕτως· Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι, Ἀθηναίων ἀπηλλάττοντο. Ὑποκρίνοντι: ἀποκρίνοντι. upsilon. 629 Ὑποκυσαμένη: ἐγκυμονήσασα. Ὑπολαβών: ὑπονοήσας· ἢ ἀποκριθείς· η ἀντειπών· ἀντικρούσας. Ὑπολαπάξασ: ὑποκενώσας. Ὑπόλογον: Λυσίας φησίν· οὐχ ὑπόλογον ὄντα, ἀντὶ τοῦ, οὐκ ἐν λόγω· καὶ Δείναρχος· οὐδεὶς ὑπόλογος βουληῖ γέγονεν· ἀντὶ τοῦ, οὐδὲ μία συγγνώμη, οὐδὲ μία παραίτησις. Ὑπὸ μάλησ: τὸ ὄνομα μὲν κεῖται παρὰ τοῖς ῥήτορ σιν· ὅταν μὲν οὖν ἑνικῶς λέγουσιν, οὕτως αὐτὸ πάντες τάττουσιν μετὰ τῆς προθέσεως· ὅταν δὲ πληθυντικῶς, οὐ μάλας λέγουσιν, ἀλλὰ μασχά λας· Λυσίας· καὶ τὴν μὲν κόμην ψιλὴν ἔχεις, τὰς δὲ μασχάλας δασείας. Ὑπὸ μάλησ: μάλην δ' οὐ λέγουσιν, ἀλλὰ μασχά λην. Ὑπομηλαφῆσαι: ὑποψηλαφῆσαι. Ὑπονομεύοντεσ: ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες· Δεί ναρχος ἐν τῶ κατὰ Καλλίστου. Ὑπόνομοσ: ὀχετός· διώρυξ. Ὑπονοστῆσαι: ἐπανελθεῖν· ὑποκαταβῆναι. Ὑπόξυλοσ: κίβδηλος· ὡς ὑπόχαλκος· οὕτως Μέναν δρος. Ὑπὸ παντὶ λίθωι σκορπίοσ: ἐλλείπει, ὕπεστι· λέγε ται ἐπὶ τῶν κακοήθων καὶ ἐπὶ ἐριστικῶν. upsilon. 630 Ὑπώπια: ἀπὸ μέρους τὴν ὄψιν. Ὑποπίνειν: ἀντὶ τοῦ μεθύσκεσθαι· οὕτως Νικοφῶν. Ὑπόπλεωσ: μεστός. Ὑποποιεῖσθαι: ὑποτάσσειν. Ὑπόπτεροσ: ταχεῖα. Ὑποπτεύω: ὑπονοῶ. Ὑπ' ὄροφον: ὑπὸ στέγην. Ὑποσκάλλειν: ὑπεργάζεσθαι. Ὑποσακίζειν: ὑπεξαίρειν· ἀναλογοῦν· καὶ ὑποσακί ζειν τῆς ὁδοῦ φασὶ, τὸ προκόπτειν καὶ ἀναλογοῦν. Ὑπὸ σκότω δὲ γεγονώσ: σκότιος· ὅπέρ ἐστι λαθραῖος· παρθένιος, ὁ ὑπὸ παρθένου δοκούσης γεγονώς. Ὕποσμοσ: ὁ ὑπονοῶν τι καὶ ὑποπτεύων. Ὑποσμύχουσα: ἐνδιερεθίζουσα· ὑποκαίουσα· θλί βουσα· καταπονοῦσα. Ὑπόσπονδοσ: ὑπὸ φιλίαν ὑποτεταγμένος. Ὑποσταθμίσ: τρυγίας. Ὑποστειλάμενοσ: ἀποκρυψάμενος· φοβηθείς. Ὑποστρωμνίουσ: τοὺς ἐν τῆ στρωμνῆ κειμένους. Ὑποστέλλεται: ἀναδύεται· ὑποκρίνεται· φεύγει· δολιεύεται. Ὑπόστημα: πλῆθος. Ὑποστήσασ: ἀντὶ τοῦ ὑποβαλλόμενος· Ὑπερίδης. Ὑποστολῆσ: φυγῆς. upsilon. 631 Ὑποσυγχύτωσ: συγκεχυμένως. Ὑποσχεῖν: ὑπολαβεῖν· ἀπαιτηθῆναι· ὑποθεῖναι. Ὑποσχέσθαι: ἐκτεῖναι. Ὑπόσχωμεν: ὑποβάλλωμεν. Ὑποτείνουσιν: ὑποβάλλουσιν· ἢ προτείνονται. Ὑποτείνων: ὑπισχνούμενος. Ὑποτεμέσθαι: ἀφελέσθαι. Ὑποτεμνόμενοσ: ἐκκόπτων. Ὑποτεμνόμενος τὸν πλοῦν: ἀντὶ τοῦ, διὰ τῶν συντο μωτάτων πλέων, ἵνα καταλάβη τὸν διωκόμενον· οὕτως Ξενοφῶν φησίν. Ὑποτίτθια: ὑπομάζια παιδία· καὶ ὑπότιτθον ὁμοίως, τὸ ὑπομάζιον. Ὑποτοπεῖσθαι: ὑπονοεῖσθαι· καὶ καθυποτοπεῖσθαι, τὸ ἐπὶ τὸ χεῖρον ὑπονοεῖν. Ὑποτοπήσασ: ὑπονοήσας. Ὑπὸ τὸν τόνον: ὑφειμένω τωῖ τῆς φωνῆς τόνωι. Ὑπότριμμα: ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων. Ὑποτροπάζει: ὑποστρέφει. Ὑπότροποσ: ἐξ ἀποστροφῆς. Ὑπὸ τοὺς αὐτοὺς χρόνουσ: καὶ κατὰ τοὺς αὐτοὺς χρό νους, καὶ ἐν τοῖς αὐτοῖς χρόνοις, καὶ ἐν τῶ αὐτῶ ἐνιαυτῶ, καὶ κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ὁμοίως· καὶ ἔτει καὶ ἔτος· καὶ χρόνω καὶ χρόνους καὶ χρόνον καὶ χρόνοις· [ὑπὸ τοὺς αὐτοὺς χρόνους·] πάντα ταῦτα χρήσιμα. upsilon. 632 Ὑποτυπώσεων: χαρακτήρων λόγοι. Ὕπουλα ἕλκη: τὰ κρυπτά. Ὕπουλοι: οἱ ἐγγὺς τοῦ κατουλωθῆναι μώλωπες. Ὕπουλα γόνατα: καὶ ὕπουλον πόδα· καὶ ὕπουλον χεῖρα· καὶ σῶμα τὸ φλεγμαῖνον διά τινας πληγὰς, καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν· Κρατῖνος. Ὕπουλοσ: δόλιος· φαινόμενος δῆθεν εἰρηνικὸς, ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς, ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις· ἐξ οὗ ἐπὶ τῶν προσ ποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώπων, ὄντων δὲ μοχθηρῶν, ἐλέχθη οὗτος ὁ λόγος. Ὑπ' οὔρει: ὑπὸ τῶ ὄρει. Ὑποφέρονται: ὑποβάλλονται· καὶ ὑποφέρων, ὑπο βάλλων. Ὑποφῆται: ἱερεῖς· προφῆται· χρησμολόγοι. Ὑποφθάσ: φθάσας· προλαβών. Ὑποφόνια: τὰ ἐπὶ τῶ φόνωι διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος, ἵνα μὴ ἐπεξίωσι· οὕτως Δείναρχος καὶ Θεόφραστος. Ὑπόφοροσ: ὑπεύθυνος· ὑπὸ κίνσον· ὑπὸ τέλος. Ὑποφύσεισ: παραφυάδες φαύλων λογισμῶν ἔξωθεν φυόμεναι. Ὑποχόνδρια: τὰ ἀκροσπάθια· τὰ ὑπὸ τὴν λαγόνα. upsilon. 633 Ὑποχυτῆρεσ: τρύβλια, δι' ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπιχέουσιν. Ὕπτια: ὑψηλά. Ὑπτιάζει: ὑποστρέφει. Ὕπτιοσ: ἐπὶ νῶτον κείμενος. Ὑπωμοσία: τὸ ἀναβάλλεσθαι δίκην τινὰ ἢ τί ἄλλο προφάσει τινι χρώμενον μεθ' ὅρκου. Ὑπωμοσία: σκῆψις καὶ παραίτησις. Ὑπωμοσία: τὸ ὑπερτίθεσθαι δίκην, προφάσει χρώ μενον ἀποδημία ἢ νόσω· ἢ τινὶ τῶν παραπλησίων μεθ' ὅρκου, οὕτως ἐλέγετο· καὶ τὸ ποιεῖν τοῦτο, ὑπόμνυσθαι. Ὑπώπια: τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα· ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πῦα. Ὑπώρεια: ἡ ὑπὸ τὸ ὄρος πεδιάς. Ὑπωρόφιοι: ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι· συγγενεῖς. Ὑπώροφον: ὑπόστεγον. Ὕσ: χοῖρος ἢ σύαγρος. Ὕσασ: βρέξας. Ὓς διὰ ῥόδων: ἐπὶ τῶν σκαιῶν καὶ ἀναγώγων· Κράτης Γείτοσιν. Ὑσμίνησ: μάχης. upsilon. 634 Ὕσπληξ: φραγέλιον· ἀφετηρία. Ὕσθην: ὠμβρίσθην· ἐραντίσθην. Ὕρχαι: τὰ βικώδη κεράμια. Ὑρισοί: ἐρυσοί· σπυρίδες. Ὑσίαι: πόλις τῆς Βοιωτίας. Ὕστατοσ: τελευταῖος· ἔσχατος. Ὑσσάκουσ: τοὺς πασσάλους· Ἀριστοφάνης Λυσιστράτηι· καὶ οἱ Δωριεῖς. Ὑστέρα δεκάτη: ἡ ἐξ εἰκάδος ἡμέρα καλεῖται ὑπὸ τῶν Ἀττικῶν, ἣν ἡμεῖς πρώτην καὶ εἰκάδα κα λοῦμεν. Ὑστέρασ: πληθυντικῶς λέγουσιν, οὐχ ὑστέραν. Ὑστριχίσ: καὶ ὕστριξ· ἡ ἐκ τῶν ὑείων τριχῶν μάστιξ. Ὓς ὑπὸ ῥόπαλον δραμεῖται: παροιμία παρὰ Δει νολόχω, ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλ λόντων. Ὑφαιρεῖται: παρεκβάλλει. Ὕφαλοι: ὑποθαλάσσιοι κεκρυμμέναι πέτραι. Ὑφειμένοι: ὑποχείριοι. Ὑφειμένωσ: ἐνδιδομένως. Ὕφαλος φάτισ: ἡ κρυφία. Ὕφεσισ: ἐλάττωσις. Ὑφεστώσ: ἐνυπόστατος. Ὑφηγήσονται: ὑποδείξουσιν. upsilon. 635 Ὑφηνίοχοσ: ἀντὶ τοῦ ἡνίοχος. Ὑφιέμενον: ἐνδιδόμενον. Ὑφιέναι: ὑπενδοῦναι. Ὑφιζάνει: ὑποκαθέζεται· ἐλαττοῦται. Ὑφιστάσ: ὑποστάς· ὑποτιθείς. Ὑφόλμιον: ἀπὸ τῶν αὐλῶν· Φερεκράτης. Ὑφορμία: κόσμου εἶδος. Ὑφορμοῦν: ἀπαντοῦν· ἐναντιούμενον. Ὕφοσ: ὑφεύς· Φερεκράτης. Ὑφωμαδόν: ὁμοθυμαδόν. Ὑψαγόρασ: ὑψίλογος. Ὑψαυχεῖν: ὑψηλοφρονεῖν. Ὑψηγόρε: μεγαληγόρε. Ὑψιβρεμέτησ: ἐν ὕψει βροντῶν. Ὑψίζυγοσ: ἐν ὕψει θρόνον ἔχων. Ὑψικάρηνε: ὑψηλέ. Ὑψικρατεῖν: τὰ ἐν τῶ ὕψει κρατεῖν. Ὑψιμέδοντεσ: ἐν ὕψει βασιλεύοντες. Ὑψιφοίτησ: ὑψηλοπόρος ἢ ὑψηλόφρων. Ὑψόθι: ἐν ὕψει. Ὑψοῦ διάττει: ἐν ὕψει ὁρμᾶ καὶ τρέχει. Ὕων: βρέχων. phi. 636 Ἀρχὴ σὺν Θεωῖ τοῦ ˉφ. Φαγανθρώπων: ἀκαθάρτων. Φαγέδαινα: νόσος λοιμική. Φαγύλιον: μαρσίππιον. Φαέθοντα τόκον: ἐπιφανῆ καὶ καταπληκτικὸν τὴν πρόσοψιν. Φαέθων: λάμπων· ἥλιος. Φαεινόν: λαμπρόν. Φαεσίμβροτον: ἡ φέρουσα φῶς τοῖς ἀνθρώποις. Φαεσφόρουσ: φωτοφόρους· φωτὸς παρεκτικάς· γνώσει φωτιζούσας. Φάθι: εἰπέ. Φαιδιμόεντεσ: λαμπροί. Φαίδιμοσ: λαμπρός· ἰσχυρός. Φαιδίμων: λαμπρός. Φαιδρόσ: καθαρός. Φαιδρωπόν: τὸ τερπνὸν καὶ χάριεν πρόσωπον. Φαῖεν: εἴποιεν. Φαίημεν: εἴποιμεν. Φαιλόνησ: εἰλητὸν τομάριον μεμβράϊνον· ἢ γλωσ σόκομον, ἢ χιτώνιον. Φαινόλησ: χιτών· οἱ δὲ παλαιοὶ ἐφεστρίδα. Φαίνων: δεικνύων. Φαιδρυντήσ: ὁ φαιδρύνων τὰ ἀγάλματα. phi. 637 Φαικω: ἀκμάζοντι καὶ λαμπρῶ· οὕτως Σοφοκλῆς. Φαιόν: χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ· ἠγοῦν μύϊνον. Φάκελον: φορτίον· ἢ εὐάλωτον. Φαινόμενα: Πλάτων Πολιτείας δεκάτηι ἔφη· φαι νόμενα· οὐ μέντοι ὄντα γε που τηῖ ἀληθείαι· ἀντὶ τοῦ φαντασίαν ἀποτελοῦντα· οὐ μέντοι γε ὄντα. Φάκελοσ: τὸ τῆς κεφαλῆς φόρημα. Φακῆ: τὸ ἕψεμα τοῦ φακοῦ. Φακόσ: τὸ ὄσπριον ὠμόν. Φάλα: κόσμος τῆς περικεφαλαίας. Φάλαγγεσ: στίχες· τάξεις· οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος· λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα· καὶ νεὼς ὑπερείσματα· ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμμετρον, φαλάγγιον· λέγεται καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ· καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα· καὶ ὁ ἀράχνης δὲ, ὃν ἔνιοι φαλάγγιον· καὶ οἱ κόρακες δὲ, παρὰ Ἀττικοῖς φαλάγγια. Φαλάγγια: ζῶόν τι τῶν δακέτων ἐστὶ τὸ φαλάγγιον. Φαλάγγιον: γένος ὄφεως, ὡς φησὶ Νίκανδρος. Φαλλικὸν ποίημα: αὐτοσχέδιον· ἐπὶ τῶ φαλλωῖ ἀδόμενον. Φαλακρόν: ἀντὶ τοῦ κεφαλὴν φαλακράν. phi. 638 Φάλανθοι: φαλακροί· ἄνθος γὰρ ἡ λευκὴ θρίξ. Φάλαρα: τὰς προμετωπίδας· τοὺς ἀσπιδίσκους· τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων· ἢ τὰ τῶν γνάθων σκεπάσματα. Φάλαγξ: θηλυκῶς ὁ ἀράχνης· Πλάτων Ἑλλάδι· ἡμῖν οἱ νόμοι Εἴκασι τούτοις τοῖσι λεπτοῖς ἀραχ νίοις, Ἃ' ν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνεται. Φαληρεύσ: πολίτης. Φαληροῖ: δῆμος τῆς Ἀντιοχίδος, ἀφ' οὗ ὁ δημότης Φαληρεύς. Φαληρυκόν: ἱππόδρομον Ἀθήνησιν. Φαλλοί: μόρια δερμάτινα. Φάλον: τὸ προμετωπίδιον. Φαλακρότερος εὐδίασ: Φάλοσ: βῶλος· ἢ λόφος· ἢ ἡ ὑπερέχουσα πέτρα ἐν θαλάσσηι. Φαμέν: λέγομεν. Φάναι: ἐν αὐτῶ ὑπολαμβάνειν· τὸ δὲ λέγειν, ἑτέρωι δηλοῦν. Φάναι: εἰπεῖν. Φάνασ: τὰς ἐκλάμψεις. Φανίασ: ὄνομα κύριον· τῶν ἐστρατηγηκότων τις οὕ τως ἐκαλεῖτο. phi. 639 Φανίον: τόπος εἰς ὃν τὰ καθάρματα ἐξέβαλον. Φανόν: λευκόν· λαμπρόν· οὕτως Φρύνιχος. Φανότερον: λαμπρότερον. Φανόσ: λαμπὰς ἡ ἐκ κλημάτων· οὕτως Μένανδρος. Φανοτεύσ: ἡ πόλις· οὐχὶ Πανοπεύς. Φαντασία: ἐνύπνιον· ἢ ἴνδαλμα· ἢ ἀποκάλυψις θεία. Φαντασιοκοπεῖσ: Φαντάζομαι: συκοφαντοῦμαι· οὕτως Ἀριστοφάνης. Φανοστράτη: Ἀπολλόδωρος ἐν τῶ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειρο πύλην· ἐπειδὴ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθειρίζετο. Φαντασμάτων: ἀντὶ τοῦ, ψευδῶν φαντασιῶν. Φαρέτρα: βελοθήκη. Φάρκτεσθαι: τὸ φράττεσθαι· καὶ ναύφρακτον· καὶ ναυτικὴν δύναμιν. Φαρμακᾶσ: μυρεψεῖς. Φάρμακον: παραμυθία· ὁμιλία· εἴρηται δὲ ἀπὸ τοῦ φέρειν τὴν ἄκεσιν· εἴρηται δὲ καὶ ἀπὸ τῶν ἀνθέων. Φαρμακόσ: ὄνομα κύριον· Λυσίας φησὶ δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις· ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν· ὅτι δὲ ὄνομα κύριον ἐστὶν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέ ψας, ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσ θη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπο μιμήματά ἐστιν, Ἴστρος ἱστορεῖ· Δημοσθένους δὲ phi. 640 ἐν τῶ κατὰ Ἀριστογείτονος λέγοντος, οὕτως οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισ πᾶν ἀξιοῖ τούνομα· ἀλλ' ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν· φαρμακῶντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη· ἔστιν δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμων ὑποσημαίνει. Φαρμακόσ: τὸ κάθαρμα· βραχέως· οἱ δὲ Ἴωνες ἐκ τείνοντες λέγουσι φάρμακον· οὗτοι γὰρ διὰ τὴν τῶν βαρβάρων παροίκησιν ἐλυμήναντο τῆς διαλέκ του τὸ πάτριον· τὰ μέτρα· τοὺς χρόνους· δηλοῖ καὶ Ἱππώναξ. Φάρμακα: τὰ τῶν ζωγράφων χρώματα· τὰ δὲ τῶν ἰατρῶν, φαρμάκια. Φαρμακτά: λίμνη οὕτως προσαγορευομένη. Φαρμακοτρίβαι: οἱ βαφεῖς οἱ τὰ φάρμακα τρίβοντες· ἢ οἱ τὰ φάρμακα πωλοῦντες. Φαρμακίδα: τὴν ἐκ τοῦ γήρως ῥυτίδα· οὕτω Σοφο κλῆς. Φαρμάξασ: ἀποστήσας· γοητεύσας· ἰατρεύσας. Φάροσ: ἱμάτιον· περιβόλαιον· ἀπὸ τοῦ φέρεσθαι ἢ τηῖ ὑφηῖ ἀρηρέναι· λέγεται δὲ ἐπὶ γυναικός. Φαρυγίνδην: ὡς ἀριστίνδην, σκώπτοντες τὴν γαστρι μαργίαν τῶν χορευτῶν Ἀττικοὶ λέγουσιν. Φάρσοσ: τρύφος· ῥάκος· πτερύγιον· ἀκρωτήριον· κλάσμα. phi. 641 Φάσισ: φάσις ἐστὶν ἣν ποιεῖταί τις πρὸς τὸν δοκοῦν τα ὑπορύττειν δημόσιον μέταλλον· ἢ χωρίον· ἢ οἰκίαν· ἢ ἄλλό τι τῶν δημοσίων· ἔτι δὲ καὶ οἱ τοὺς ἐπιτρόπους τῶν ὀρφανῶν αἰτιώμενοι παρὰ τοῖς ἄρχουσιν, ὡς οὐ δεόντως μεμισθωκότας τὸν ὀρφα νὸν οἶκον προφαίνειν λέγονται. Φασί: λέγουσι. Φάσισ: λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνηι τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον· λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴ κων· ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βου λόμενος πρὸς τὸν ἄρχοντα ἵνα μισθωθηῖ· ἔφαινεν δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο· τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχω καὶ Δημοσθένει· τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίαι πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. Φάσ: εἰπών. Φάσγανον: ξίφος. Φασηλιτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν τίθεται· Φαση λίτας γὰρ τάριχον τῶ Κολάβρωι θύειν· φησὶ Καλλίμαχος ἐν βαρβαρικοῖς Νομίμοις. Φασιανοί: ἀλεκτρυόνες καὶ ὄρνεις τινές. Φασκώλιον: ἱματιοφορεῖον· φάσκωλον δέ ἐστιν μαρ phi. 642 σίππιον· φάσκωλον· πήρα τις οὕτως ἐκαλεῖτο· ὡς Ἰσαῖος καὶ Λυσίας. Φάσκων: λέγων. Φασιανόσ: συκοφάντης· παρὰ τὴν φάσιν ἢ τὸ φαί νειν. Φασίμη κύλιξ: παρὰ τὴν φάσιν, τὴν ἔνδειξιν. Φατέ: λέγετε. Φάτισ: φήμη· λόγος. Φατνώματα: σανιδώματα· στέγη διάγλυφα. Φατνωτόν: σανιδωτόν. Φατρία: σύνταγμα. Φαύζειν: τὸ φρύγειν· Ἀττικοί. Φαύλια μῆλα: εἶδος τι μήλων. Φαυλία: ἡ κότινος· καὶ ἁπλῶς εἶδος ἐλαίας. Φαῦλον: ἡμεῖς μὲν ἐπὶ τοῦ κακοῦ καὶ μοχθηροῦ τάσσομεν· παρὰ δὲ Πλάτωνι καὶ τοῖς ἄλλοις Ἀτ τικοῖς, σημαίνει τὸ ἁπλοῦν καὶ ῥαίδιον, καὶ τοῖς λοιποῖς. Φαῦλον: τὸ ἁπλοῦν· καὶ Εὐριπίδης ἐν τῶ Λικυμνίωι· Φαῦλον, ἄκομψον, τὰ μέγιστ' ἀγαθόν· ἁπλοῦν καὶ ἀπόνηρον λέγων· ἔστι δ' ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος· Πλάτων ἐν τῶ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς· τεθείη δ' ἂν καὶ ἐπὶ τοῦ τυχόντος· οἷον, φαῦλον πρᾶγμα, ἔσται τὸ τυχὸν πρᾶγμα· καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν phi. 643 πρὸς τῶ ουτο τυχόν· Πλάτων· πρᾶγμα δ' ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς· τάττοιτο δ' ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ· ὅτ' ἂν ἀντι διαστέλληται πρὸς τὸ σπουδαῖον, ὡς Πλάτων· δοῦ λοι γὰρ καὶ δεσπόται οὐδέποτ' ἂν γένοιντο φίλοι, οὐδ' ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπου δαῖοι· τεθείη δ' ἂν καὶ ἐπὶ τοῦ μεγάλου· Σοφοκλῆς Αἰχμαλωτίσιν· Εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω· καὶ ἐπὶ τοῦ ῥαιδίου, Πολιτείας αʹ· καὶ φαῦ λόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν· καὶ τούτου δ' ἐγὼ ἔτι φαυλότερον· τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου· ὡς Δημοσθένης· καὶ ἐπὶ τοῦ ταπεινοῦ, ὡς Ἰσαῖος ἐν τῶ περὶ τῶν ἀποφάσεων· καὶ ἐπὶ πένητος, καὶ ἐπὶ τοῦ ἀδόξου, καὶ ἐπὶ τοῦ ἀνοήτου. Φαῦλοσ: εὐτελής· χαλεπός. Φαῦλοσ: Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους· Ὀνόμαρχός τις ἦν Φωκέων τύραννος· τούτω δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φαῦλος. [Φαῦλοσ: εὐτελής: χαλεπός.] Φαυλίζει: εὐτελίζει· χλευάζει. Φαύστιγγεσ: οἱ ἐκ τοῦ πυρὸς ἐν ταῖς κνήμαις σπίλοι· οὕτως Ἀριστοφάνης. Φάων: ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων· τοῦ γὰρ Φάωνος ἐρασθῆναι φασὶ πολλοὶ Σαπφὼ, οὐ τὴν ποιήτριαν, ἀλλὰ Λεσβίαν, καὶ ἀποτυγχάνουσαν ῥίψαι ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας. phi. 644 Φειδήσεται: φείσεται. Φειδώ: πρόνοια· φεισμονή· εὐσπλαγχνία. Φειδωλόσ: φειδόμενος· κνιπός. Φελλέα: τὰ πετρώδη καὶ αἰγίβοτα χωρία· ὡς Ἰσαῖος. Φελλεύσ: σκληρὸς πόσως καὶ πετρώδης τόπος. Φενακίζει: χλευάζει. Φέναξ: χλευαστής· ἀπατεών. Φεννίσ: παιδιὰ διὰ σφαίρας· ὅτ' ἂν ἑτέρω ἀφίωσι τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. Φενάγματα: φενακίσματα. Φεραυγήσ: κατάλαμπρος. Φέρβει: βόσκει· τρέφει. Φέρε: οἷον, ὑπόθου. Φερέγγυοσ: ἀσφαλής· ἀξιόπιστος· ἐγγυητής. Φερέοικοσ: ὁ κοχλίας· ἔνιοι ζῶον λευκὸν, ὅμοιον γαλῆ, ὑπὸ δρυσὶ καὶ ἐλαίαις γιγνόμενον· οἱ δὲ ζῶον σφηκὸς εὐμεγέθους μέγιστον. Φέρειν: λαμβάνειν· Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ἐπέμψαθ' ἡμᾶς ὡς βασιλέα τὸν μέγαν, Μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας· Μένανδρος Ὀλυνθίαι· Μετ' Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας Ὀβολοὺς φέρων· καὶ ὁ μισθοφόρος ἀπὸ τούτου. phi. 645 Φερεσβίουσ: ζωοποιούς. Φερέτρωι: τηῖ τῶν νεκρῶν κλίνηι. Φέριστον: κράτιστον· ἐξοχώτατον· ἢ ἀγαθόν. Φέρνη: ἀμοιβή. Φέρνην: τὴν προῖκα· καὶ Αἰσχίνης ὁ ῥήτωρ καὶ Μέ νανδρος. Φέρνιξ: προῖξ. Φέροικοσ: ἐν Κλεοβουλίναις· ζῶον ὅμοιον γαλῆ, λευ κὸν, φωλεῦον ἐν ταῖς ῥίζαις τῶν δρυῶν, βαλανη φάγον, οὕτω καλούμενον. Φέρτερον: κρεῖττον· ἢ ταχύτερον. Φέψαλοσ: σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Φερώνυμοσ: ἀληθὲς ἔχων τὸ ὄνομα. Φεσκάσιον: μαγγάνιον πλοϊκόν. Φεῦ: σχετλιαστικὸν ἐπίρρημα ἢ ὀδυνηρὸν οἴμωγμα. Φεύγοιεν: κατηγοροῖντο. Φηγαιεῦσι: δῆμος τῆς Αἰαντίδος. Φήγινοσ: δρύϊνος. Φηγόσ: δρῦς ἢ πεύκη. Φηγοῦσ: δῆμος Ἐρεχθηΐδος. Φηγούσιον: Λυσίας ἐν τῶ περὶ τοῦ Βατράχου φόνου. Φηλοῦν: ἀπατᾶν· Μένανδρος Ἁλιεῖ· δύ' οἰκίας Φηλῶν γερόντων, ὡς λέγεις, ἀβελτέρων. Φηλώματα: ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν· οὕτως Ἀντιφῶν. phi. 646 Φημί: λέγω· ὑπολαμβάνω. Φήσεισ: λέξεις. Φθάνει: προλαμβάνει. Φθάνοντος ἔργον γίνεται: Φθέγμα: ῥῆμα. Φθείρ: ὁ τῆς πιτύος καρπός. Φθεῖσθαι: διαφθείρεσθαι. Φθεῖναι: προλαβεῖν. Φθείσεται: καταλήψεται. Φθιάδοσ: Θετταλικῆς. Φθίνει: φθείρεται· λήγει. Φθινύθων: φθειρόμενος. Φθισίμβροτοσ: διαφθείρουσα τὸν ἄνδρα. Φθείσονται: διαφθαρήσονται. Φθογγαῖσ: βουλαῖς. Φθόην: τὴν νῦν φθίσιν λεγομένην οὕτως ἐκάλουν, ὡς Δημοσθένης. Φθόη: φθίσις· ἢ ὄνομα πάθους ἐξ αἵματος ἀναγωγῆς. Φθοῖσ: ὄνομα πλακοῦντος. Φθόνοσ: πάθος λύπης ἐπὶ τηῖ τῶν πέλας εὐπραγίαι. Φιαρόν: λαμπρόν. Φιβαλέωσ: γένος συκῆς· λέγουσι δ' οὕτως καὶ τὰς μυρρίνας· Ἀπολλοφάνης καὶ τὰ σῦκα φιβαλέα· καὶ φιβαλέαι ἰσχάδες. Φιδάκνασ: πιθάκνας· Δημοσθένης. phi. 647 Φίλα: ἴσα· ὅμοια· προσφιλῆ. Φίλαθλοσ: φιλόπονος. Φιλαιτίων: τῶν ἐπιλαμβανομένων. Φιλακίζεται: χαριεντίζεται. Φιλάμμων: Δημοσθένης Φιλάμμονα τὸν Ἀθηναίων πύκτην φησί. Φιλαπεχθήμων: φιλομίσητος· φίλεχθρος· φιλομίσης. Φιλαυτίασ: ὑπερηφανίας. Φιλαργίδησ: ποιητὴς κακός. Φιλεῖ γάρ πωσ: τέρπεται γάρ πως· ἢ ἔθος γάρ πως. Φιλιότητα: φιλίαν. Φίλεργοσ: φιλόπονος. Φιλερισταί: φιλόνεικοι. Φιλεριστῆσαι: φιλονεικῆσαι. Φιλέψιοσ: Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμωδίας ποιηταί· ἐπὶ τωῖ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν· κεκωμώδηται δὲ καὶ εἰς πανουργίαν. Φίλη κεφαλή: προσφιλέστατε. Φιλήκοοσ: φιλομαθής. Φίλιοι: προσφιλέστατοι. Φίλιος Ζεύσ: ὁ τὰ περὶ τὰς φιλίας ἐπισκοπῶν· Μέ νανδρος Ἀνδρογύνωι· Μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία· Φερεκράτης Κραπατάλοις· τοῖς δὲ κριταῖς Τοῖς νυνὶ κρίνουσι λέγω Μὴ' πιορκεῖν, μὴδ' ἀδίκως Κρίνειν, ἢ νὴ τὸν Φίλιον, Μῦθον εἰς phi. 648 ὑμᾶς ἕτερον Φιλοκράτης λέξει πολὺ τού Του κακη γοριστότερον. Φιλίσκοσ: ὄνομα κύριον. Φιλοδεσποτεύομαι: οὕτως ὁ Ἀναξίλας. Φιλόπαισ: οὐχ ὁ παιδεραστὴς ὑπὸ τῶν Ἑλλήνων καλεῖται· ἀλλ' ὁ φιλόπαις. Φιλλεῖδαι: γένος ἐστὶν Ἀθήνησιν· ἐκ δὲ τούτων ἡ ἱερεία τῆς Δήμητρος καὶ Κόρης, ἡ μύουσα τοὺς μύστας ἐν Ἐλευσῖνι. Φιλιππίδησ: τῶν πολιτευομένων παρ' Ἀθηναίοις εἷς ἦν· ἐδόκει δὲ ἰσχνὸς εἶναι τὸ σῶμα· διὸ καὶ Ἄλεξις πεφιλιππιδῶσθαι ἔφη, ἀντὶ τοῦ ἐλεπτύνθαι. Φιλοθεάμονεσ: φιλοθεωρηταί. Φιλοθηρεῖ: φιλεῖ ἀγρεύειν. Φιλοκάλωσ: καθαρῶς. Φιλοκόμπων: μεγαλορήμων· ὁ ἑαυτὸν ὑψῶν. Φιλοκτέανοσ: φιλοχρήματος· φιλοκτήμων. Φιλομειδήσ: φιλογέλως. Φιλοπευστεῖ: φιλοπραγμονεῖ. Φιλόπευστοσ: ἡδέως μανθάνων· περίεργος. Φιλόπονοσ: φίλεργος· περὶ τὸ πονεῖν πρόθυμος. Φιλοσοφεῖν: ἀντὶ τοῦ πονεῖσθαι· φιλοσοφεῖ δὲ τοῦθ' phi. 649 ὅπως Καταπράξεται τὸν γάμον, ἔφη Μένανδρος οὕτως· καὶ Ἰσοκράτης. Φιλοσοφεῖν: σπουδάζειν. Φιλοτέχνημα: κατασκευή· καύχησις. Φιλοτησίαν προπίνειν: ἔστιν ἡνίκα τίς ἐν ἀρίστω ἀπὸ τῆς δοθείσης αὐτῶ φιάλης πιὼν μέρος, τὸ λοιπὸν παράσχηι φίλωι, καὶ τὴν φιάλην χαρι σάμενος. Φιλοτησία: Δημοσθένης ἐν τῶ κατ' Αἰσχίνου· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προύπινον, φιλο τησία ἐκαλεῖτο, ὡς Ὑπερίδης φησὶ καὶ Ἄλεξις. Φιλοτησία: φιλία· δεξίωσις. Φιλότητα: φιλίαν. Φιλοτιμεῖται: ἐπιδαψιλεύεται· μεγαλοφρονεῖ· σπου δάζει· ἀγαπᾶ. Φιλοτιμίασ: δωρεάς· ἢ πλεονεξίας· ἢ κενοδοξίας. Φιλοτησίασ: τὰς δεξιώσεις διὰ τῆς φιάλης. Φιλοτίμωσ: μεγαλοδώρως· ὑπερμέτρως· ἐπιμελῶς. Φιλοφρονέστατα: φιλικώτατα. Φιλοφρονούμενα: παραμυθούμενα. Φιλοφρόνωσ: προθύμως· σπουδαίως. Φιλοφροσύνη: δεξίωσις ἢ προσήνεια. Φιλουργόσ: οὗτος ἐφωράθη τὰ ἱερὰ συλήσας καὶ τὸ Γοργόνιον ὑφελόμενος, ὡς Ἰσοκράτης λέγει. Φίλυδρα: φιλοῦντα τὸ ὕδωρ. Φιλύρα: φυτὸν ἔχον φλοιὸν βύβλωι παπύρωι ὅμοιον· ἐξ οὗ τοὺς στεφάνους πλέκουσιν. phi. 650 Φιλυδρίασ: φιλῶν τὸ ὕδωρ. Φιμοῖ: ἄγχει· ἐπιστομίζει. Φιμοί: Αἰσχίνης κατὰ Τιμάρχου· καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα· φιμὸς δέ ἐστιν ὁ καλού μενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο· Δίφιλος δέ φησιν· Ἕλκ' ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάληι. Φίσκοσ: δημόσιον ταμιεῖον. Φιτρῶν: κορμῶν· ξύλων. Φῖτυ: φυτόν· φύτευμα· Φερεκράτης. Φιτῦσαι: γεννῆσαι· ἐπὶ τοῦ πατρὸς τίθησιν· ἐπὶ δὲ μητρὸς οὐκ ἔτι· ἀλλὰ γεννῆσαι· καὶ φιτύοντος ὁμοίως, τοῦ γεννῶντος· λέγεται δὲ καὶ τὸ γέννημα φῖτυ· Εὔπολις Αὐτολύκωι· Ἀτὰρ ἤγαγες καινὸν (τὸ) φῖτυ τῶν βοῶν. Φλάβιοσ: ὄνομα χρηματισμοῦ. Φλᾶν: θλᾶν· τύπτειν. Φλᾶν: μαλάττειν· καὶ (ἀναφλᾶν) τὸ ἀναμαλάττειν· Ἀριστοφάνης. Φλαῦρον: ἢ κοῦφον κακόν· διαφέρει γὰρ φλαῦρον καὶ φαῦλον· φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν κακόν· φαῦλον δὲ τὸ μέγα. phi. 651 Φλεβάζοντεσ: βρύοντες. Φλεγμαίνουσαν πόλιν: ἡ μεταφορὰ ἀπὸ τῶν ἑλκῶν τῶν διὰ φλεγμονὴν κινδυνευόντων ἐκρήσσειν. Φλεήσιον: τὸ Φλιάσιον πεδίον· Ἀριστοφάνης. Φληναφᾶ: φλυαρεῖ. Φλήναφοσ: μωρολόγος. Φλιει: μιμητικὸς ἦχος τῶν γαμψωνύχων· Ἀριστο φάνης. Φλιοῦντα: ἀρρενικῶς οἱ Ἀττικοί· Ξενοφῶν φησίν· αὖθις δὲ ἐστράτευσαν εἰς τὸν Φλιοῦντα. Φλόγεα: λαμπρά. Φλογμόσ: καῦμα ἐκ πυρακτώσεως. Φλοίσβου: ταράχου. Φλόμοσ: λοχμῶδες φυτόν· ωἷ ἀντ' ἐλλυχνίου ἐχρῶντο. Φλύην: τὴν ἐκ φλοοῦ· Ἡρόδοτος. Φλυκτίδεσ: τὸ ἀπὸ πυρὸς φύσημα· ἢ ὁ καλούμενος ἄνθραξ. Φοβερόσ: ὁ φοβούμενος παρὰ Θουκυδίδηι καὶ Φερε κράτει. Φλυεία: δῆμος τῆς Κεκροπίδος· ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγωδίας ποιητής. Φόβοσ: φυγή. Φοιβάσασα: λαμπρύνασα. Φοιβᾶσθαι: καθαίρεσθαι. phi. 652 Φοῖβοσ: καθαρός· ἁγνός· ἢ μάντις· καὶ ἀμίαντος· καὶ ὁ Ἀπόλλων. Φοινικήϊα γράμματα: Λυδοὶ καὶ Ἴωνες τὰ γράμ ματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος· τού τοις δὲ ἀντιλέγουσι Κρῆτες, ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις· Σκάμων δ' ἐν τηῖ δευτέραι τῶν εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταί ονος ὀνομασθῆναι· μυθεύεται δ' οὗτος ἀρσένων μὲν παίδων ἄπαιδα γενέσθαι αὐτῶ θυγατέρας Ἄγλαυ ρον· Ἔρσην· Πάνδροσον· τὴν δὲ Φοινίκην ἔτι παρ θένον οὖσαν τελευτῆσαι· διὸ καὶ Φοινικήϊα γράμ ματα τὸν Ἀκταίονα, βουλόμενον τιμῆς ἀπονεῖμαι τηῖ θυγατρί. Φοινικικὸν τὸ ψεῦδοσ: ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγο μένων. Φοινικολόφου: ξανθολόφου. Φοινικοῦν: ἐρυθρόν· πυρρόν. Φοινίκων συνθῆκαι: οἱ τὴν Καρχηδόνα κτίσαντες Φοίνικες, ὅτε προσέπλευσαν τηῖ Λιβύηι, ἐδεήθησαν τῶν ἐγχωρίων δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν· ἐπιτυχόντες δὲ τούτου, οὐκ ἐβούλοντο ἀπαλλάσσεσ θαι, ὡς συντιθέμενοι νύκτας καὶ ἡμέρας μένειν· διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθεμένων· τὰ δ' ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ. phi. 653 Φοίνιξ: τὸ μουσικὸν ὄργανον· διὰ τὸ ὑπὸ Φοίνικος εὑρεθῆναι. Φοινίξω: αἱμάξω· βάψω· πυρώσω· ἀπὸ τοῦ φόνου, ἢ τοῦ φοίνικος, ὅτι πυρρός. Φοινίττων: βάπτων αἵματι. Φοινόσ: πυρρός· φόνιος. Φοιτᾶ: παραγίνεται. Φοιτητάσ: μαθητάς· παραγενομένους. Φολίδεσ: αἱ λεπίδες τοῦ ὄφεως· καταχρηστικῶς δὲ τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. Φολιδωτόν: λεπιδωτόν. Φονᾶ: ἀποκτεῖναι ἐπιθυμεῖ. Φόνου πτερόν: διὰ τῶν οἰστῶν· πτερόεντα ἢ ταχύν· βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον. Φολκόσ: στραβός. Φονᾶν: ἑτοίμως πρὸς τὸ φονεύειν (ἔχειν). Φόνος ἔρευσεν: αἷμα ἔρευσεν. Φόξινοσ: ἰχθὺς εὐθέως γενόμενος ἔχων κύημα· τίκτει δὲ ἐν ταῖς προλίμναις τῶν ποταμῶν, ὡς Ἀριστο τέλης. Φοξόσ: ὀξυκέφαλος. Φορά: ἡ καθόλου τόπου ἐναλλαγή· καὶ μάλιστα ἡ μὴ δυναμένη ἐφ' ἑαυτῆς στῆναι ὅτἂν ἐθέλη. Φοράδην: ὁρμητικῶς φερόμενος. Φοράσ: ὁρμάς· ἢ τύχας. Φορβάδασ: τοὺς ἐν τηῖ γηῖ βοσκομένους. phi. 654 Φορβάδων: νομάδων· βοσκομένων. Φορβαντεῖον: Ὑπερίδης ἐν τωῖ κατὰ Πατροκλέους· ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρ βαντος βασιλεύσαντος Κουρήτων, καὶ ὑπ' Ἐρεχ θέως ἀναιρεθέντος· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας. Φορβειάν: περιστόμιον· καπίστριον. Φορβή: τροφή. Φορεῖον: ὁ νῦν ὄκνος λεγόμενος. Φορεῖται: περιφέρεται. Φορέουσιν: φέρουσιν. Φορῆεσ: οἱ φέροντες. Φορητή: βαστακτή. Φορητῶσ: μεγάλως. [....] (Ψιλεύσ: ἐπ' ἄκρου χοροῦ ἱστάμενος· ὅθεν καὶ φι λόψιλος παρὰ Ἀλκμᾶνι, ἡ φιλοῦσα ἐπ' ἄκρου) χοροῦ ἵστασθαι. Ψιλοδαπίδασ: τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δαπίδας λέγουσιν. Ψιλοκόρρησ: φαλακρός. Ψιλὴ γῆ: ἡ μὴ πεφυτευμένη· Πεφυτευμένη δ' αὕτη' στὶν, ἢ ψιλὴ μόνον· Πόλεσιν. psi. 655 Ψιλόν: γυμνόν. Ψιλώεντα: αἰθαλώδη. Ψίμαρον: εὐδιαῖον. Ψινάδεσ: παρὰ Θεοφράστω αἱ ῥυάδες, αἱ ἄμπελοι ἔνιοι τὰς δρυπέπεις ἐλαίας. Ψινάζει: ἀπορρεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ· φυλλορροεῖ. Ψινύθιον: φαῦλον. Ψίσαι: ψωμίσαι. Ψίτται: ἰχθύων εἶδος. Ψιττακίαν: ὑποδήματος γυναικείου γένος. Ψίχεσ: ἀρρενικῶς οἱ ψίχες καὶ τοὺς ψίχας. Ψο: ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος· ἔστι δὲ ἀποκομματικοῦ λεξειδίου· ψόθον γὰρ καλοῦσιν· Ἀριστοφάνης· Πλέω γράσου (τε) καὶ ψοθοίου καὶ ῥύπου [γε] καὶ ψόθου· Αἰσχύλος Θεωροῖς. Ψόθοσ: ἀκαθαρσία· οὕτως Φρύνιχος. Ψόασ: ἢ ψοίας, ἢ ὅπη χρὴ καλεῖν, παρ' οὐδενὶ Ἀτ τικῶν εὗρον· οἱ δὲ παλαιοὶ γυμνασταὶ ἀλώπεκα προσαγορεύουσιν. Ψοίθησ: ἀλαζών. Ψοῖθοσ: σποδός. Ψολόεν: φλογόεν πῦρ. Ψολόεντα κεραυνόν: τὸν ὀξέως φθείροντα. Ψολοκομπία: ἀλαζονεία· Ἀριστοφάνης Ἱππεῦσιν· Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις. psi. 656 Ψούδια: ψευδῆ· Κρῆτες. Ψοφοδεήσ: δειλός· τοὺς ψόφους φοβούμενος. Ψυκτήρ: σκεῦος ἔνθα διανίζουσι τὰ ποτήρια. Ψύλλα καὶ ψύλλαι: θηλυκῶς· παρὰ δὲ Ἡροδότωι Ψύλλοι, ἔθνος Λιβύης· καὶ τὸ ἐν τηῖ Μεσηνίαι Μενάνδρου κύριον ὄνομα· ὅτι δὲ τὸ ζωῖον τὸ μι κρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπεν καὶ ἕτεροι. Ψύξασ: φυσήσας· ἢ ἀμβλύνας. Ψύψαρα τὸν Διόνυσον ἄγοντεσ: ἡ παροιμία παρὰ Κρατίνωι· τὰ δὲ Ψύρα νησίδιον ἔρημον πλησίον Χίου· λέλεκται δὲ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων. Ψυχαγωγεῖ: παραμυθεῖται· τέρπει. Ψύττα: ἐπὶ τοῦ ἀποδραμεῖν. [Ψυρανισ: ϊδιον μικρόν.] Ψυχάζειν: ἀναψύχειν. Ψυχάζουσιν: πρὸς τὸ ψῦχος καὶ τὸ πνεῦμα διατρί βουσιν, ἵνα ἀναψυχήν τινα λάβωσιν· ἔστι δὲ ὅμοιον τὸ χειμάζειν. Ψυχικόσ: σαρκικός· σημαίνει δὲ καὶ τὸν ἀνδρόθυ μον· οὕτως Ἄλεξις. Ψυχορροφεῖν: τὴν ψυχὴν ἐκπίνειν. Ψῦχοσ: τὸ ῥῖγος· Ἡρόδοτος· ἀλλὰ καὶ Ἕρμιππος. Ψυχρὸς ἄνθρωποσ: ἀντὶ τοῦ δυσκίνητος. Ψυχουλκούμενοσ: τὴν ψυχὴν ἑλκόμενος. Ψυχρολογία: ψευδολογία· ἀκαιρολογία. Ψυχρὸν πρᾶγμα: psi. 657 Ψυχρόσ: ἀσθενής. Ψῶζα: νόσος τίς· Εὔπολις Μαρικᾶ· Ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν· οἱ δὲ φασὶ καὶ τὸ τῆς νόσου εἶδος· ὅτι κνησμὸς μετὰ δυσωδίας. Ψώθια: τὸ ὑποκάτω τοῦ ἄρτου. Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου: ἡ παροι μία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν· ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διελκυσμένων· παρὰ δὲ Διφί λωι ἐν τοῖς ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος. Ψωλόσ: ὁ λιπόδερμος· ὀξυτόνως· καὶ ἀκρόψωλος, ὁ ἐπιβραχὺ τοιοῦτος. Ψωμοκόλακεσ: Φιλιππίδης. Ψώμισμα: διάσυρμα. Ψωμόσ: ὡς ἡμεῖς· Ἐπίλυκος. Ψωρᾶν: καὶ βραγχᾶν· δισυλλάβως λέγουσιν. Ψῶχοσ: γῆ ψαμμώδης. Ψώχοντεσ: θρύπτοντες· λεπτύνοντες. Ἀρχὴ σὺν Θεωῖ τοῦ ˉω. Ὤα: μηλωτή· διφθέρα· καὶ τὸ λῶμα τοῦ ἐνδύμα τος περὶ τὴν πέζαν· ἢ τὸ περιστόμιον. omega. 658 Ὠατωθήσομαι: ἀκούσομαι· Δωριεῖς. Ὦ: τὸ μὲν ἄρθρον περισπωμένως· τὸ δὲ σχετλιασ τικὸν ὀξυτόνως. Ὤγνυντο: ἠνοίγοντο. Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ συνέβη Κάδ μον τὸν Ὠγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπε σεῖν· ἄμεινον δὲ λέγειν Ὠγύγια κακὰ τὰ παλαία· τοῦτο γὰρ ἡ λέξις δηλοῖ. Ὠγύγιον: ἀρχαῖον· παλαιόν· ἢ ὑπερμέγεθες· ἢ διὰ τὸ Ὠγύγιον πρῶτον ἄρξαι τῶν Θηβῶν. Ὤγμευον: Ξενοφῶν ἐν βʹ ἀντὶ τοῦ ἐπορεύοντο παρὰ τὸν ὀγμὸν, τὸν σημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων. Ὧδε: οὐ μόνον τὸ οὕτως· ἀλλὰ καὶ τὸ ἐνθάδε ὡς ἡμεῖς· Κρατῖνος Δραπέτισι· Τοὺς ὧδε μόνον στα σιάζοντας καὶ βουλομένους τινὰς εἶναι· Ἀριστοφά νης Κωκάλωι· ἐκδότω δέ τις Καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο· καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς πλείστοις δηλοῖ· Εὔπολις Ταξιάρχοις· Οὐκ, ἢν φυλάττη γ' ὧδ' ἔχων τὴν ἀσπίδα. omega. 659 Ὠδεῖον: Ἀθήνησιν ὥσπερ θεάτρον· ὃ πεποίηκεν, ὡς φασὶ, Περικλῆς εἰς τὸ ἐπιδείκνυσθαι τοὺς μουσικούς· διὰ τοῦτο γὰρ καὶ Ὠδεῖον ἐκλήθη ἀπὸ τῆς ὠδῆς· ἔστι δὲ ἐν αὐτωῖ τὸ δικαστήριον τοῦ ἄρχοντος· διεμετρεῖτο δὲ καὶ ἄλφιτα ἐκεῖ. Ὡδέ πωσ: οὕτω πως. Ὠδηκώσ: οἰδήσας· φυσήσας. Ὠδίσ: ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. Ὤετο: ὑπελάμβανεν. Ὤζειν: θαυμάζειν. Ὤζηκεν λέγουσιν: Ὠ' ζυροί: κρᾶσις Ἀττική. Ὠήθησαν: ἐνόμισαν. Ὦ Ἡράκλεισ: ἐπίφθεγμα θαυμαστικόν. Ὦ Ἥρακλεσ: ἡ κλητικὴ πτῶσις οὕτως διαφέρει· καὶ τὸ, ὦ Δάματερ, τὸ Δήμητερ· φασὶ δὲ καὶ χωρὶς τοῦ ὦ τοῦ θαυμαστικοῦ, Ἡράκλεις· καὶ μᾶλλον ἐν τηῖ χρήσει.