Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1.1
K.)· ἰοὺ γὰρ σύ γε πρῶτον ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. alpha. 1941 9Ἄννηττον· τὸ ἄνησσον ἐν τοῖς δύο νν καὶ ἐν τοῖς δύο ττ. alpha. 1942 Ἀνήχθημεν (Act. Ap. 27, 2)· ἀνεπλεύσαμεν. alpha. 1943 Ἀνῆψεν· ἀνεκρέμασε θεοῖς. alpha. 1944 Ἀνθέμιον· τὸ χρυσίον τὸ ἐκλεκτόν. alpha. 1945 Ἀνθεμόεντα· ἀναθεματικόν, διηνθισμένον, ποικίλον. alpha. 1946 9Ἄνθεια· ὄνομα ἑταίρας. τινὲς δὲ ἀντὶ τοῦ θ διὰ τοῦ τ Ἄντειαν γράφουσιν. alpha. 1947 Ἀνθεμόκριτοσ· Ἀθηναῖος μὲν ἦν κῆρυξ, ἀπεσφάγη δὲ ὑπὸ Μεγαρέων ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ὀργάδα μὴ ἐργάζεσθαι. alpha. 1948 Ἀνθεῖν κακοῖσ· Αἰσχύλος Ἀγαμέμνονι (659)· ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς. alpha. 1949 Ἀνθεμόστρωτον· Εὐριπίδης Αἰγεῖ (fr. 11a Snell)· κρήνης πάροιθεν ἀνθεμόστρωτον λέχος. alpha. 1950 Ἀνθεμόρρυτον· Εὐριπίδης Ἰφιγενείᾳ (Taur. 634)· ἀνθεμόρρυτον γάνος. alpha. 1951 Ἀνθέξεται· ἀντιλήψεται. alpha. 1952 Ἀνθερεών· ὁ ὑπὸ τὸ γένειον τόπος, ὁ λάρυγξ. alpha. 1953 Ἀνθέρικεσ· αἱ τῶν σταχύων προβολαί. καὶ νθερίσκοσ ὁ καυλὸς τοῦ ἀσφοδελοῦ. alpha. 1954 Ἀνθερίκων· ἀνθηρῶν ἢ λαμπρῶν. alpha. 1955 Ἀνθεστηριών· μὴν ὄγδοός ἐστι παρ' Ἀθηναίοις, ἱερὸς Διονύσου. κεκλῆσθαι δὲ αὐτὸν οὕτως διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε. alpha. 1956 Ἀνθέων· τὴν γενικὴν ὁμοίως τοῖς Ἴωσιν οἱ Ἀττικοί. Ἕμιππος Ἀθηνᾶς γοναῖς (fr. 5. 6 K.)· κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν. καὶ ἐν τοῖς ἑξῆς· λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντας. οὕτως δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείω Ξενοφῶν διαιρεῖ (An. 1, 2, 25). alpha. 1957 Ἀνθήλιοσ· ἡ σελήνη. καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου ἀνταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡς Θεόπομπος (fr. 83 K.). σημαίνει δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ ἀνθήλια καλεῖται. alpha. 1958 Ἀνθῃρημένοσ· ἀντιλαμβανόμενος. alpha. 1959 9Ἄνθησ (Pl. Phaedr. 230b)· τῆς ἀνθήσεως. alpha. 1960 Ἀνθηρὸς ποιητής, ἢ κιθαρῳδός, ἢ ᾠδὸσ ἐρεῖς, ὡς Εὐριπίδης ἐπὶ Ὀρφέως (fr. 955γ Snell). alpha. 1961 Ἀνθηρόν· Δημοσθένης ἐν τῷ Ἐρωτικῷ (61, 11)· πρὸς μὲν τὴν εὐπρέπειαν ἀνθηρόν. alpha. 1962 9Ἄνθινον· ἀνθηρόν, βαπτόν. alpha. 1963 Ἀνθίσασθαι μουσικῆσ καὶ 9ἠνθισμένοι μουσικῆσ· οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς. alpha. 1964 Ἀνθοσμίασ· εὐωδίας. ἢ οἶνος εὐώδης. alpha. 1965 9Ἄνθοσ· τὸ χρῶμα καὶ τὸ βάμμα τοῦ ἐρίου. Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 46 K.)· ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κατάγωμεν. alpha. 1966 Ἀνθ' ὅτου9· ἀνθ' οὗτινος. alpha. 1967 Ἀνθοφορηθέντοσ· ἀποτεχθέντος, ἀποκυηθέντος. alpha. 1968 9Ἄνθρακες ὁ θησαυρὸς ἦσαν· ἐπὶ τῶν ἐλπιζόντων μὲν ἀγαθά, κακουμένων δὲ ἀφ' ὧν ἦν αὐτοῖς ἡ τῶν ἀγαθῶν ἐλπίς. alpha. 1969 Ἀνθράκιον· βραχὺ τριποδίσκιον παρὰ Ἀλέξιδι (fr. 134 K.). alpha. 1970 Ἀνθρήνη· σφηκὶ παραπλήσιον. καὶ τὸ πλάσμα ἀνθρήνιον. alpha. 1971 9Ἄνθροισκα· ἄγρια λάχανα παραπλήσια ἀνήθοις, οἷα καὶ τὰ μάραθα. alpha. 1972 9Ἄνθρηκον· ἄνθους τι γένος. alpha. 1973 Ἀνθιππασία· ἵππων ἅμιλλα, ἢ ἱππικὸς ἀγών. alpha. 1974 9Ἄνθρωπος πρόδοξοσ· ὁ πρὶν ἢ σαφῶς ἐξετάσαι δοξάζων. alpha. 1975 9Ἄνθρωπος λυπησίλογοσ· σημαίνει τὸν λυποῦντα διὰ τοῦ λέγειν τοὺς πέλας. οὕτως Κρατῖνος (fr.