Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
D.. K)· ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον. alpha. 171 Ἀγησίλαοσ· ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος βασιλεύς, καὶ ᾄδεται παρὰ πολλοῖς τῶν ῥητόρων. alpha. 172 Ἁγιάσαι· καρπῶσαι, καῦσαι ἁγίως. alpha. 173 Ἁγιάσατε· προευτρεπίσατε, κηρύξατε. alpha. 174 Ἅγιοσ· ὁ σεβάσμιος. καὶ ἅγιον τὸ σεβάσμιον καὶ τίμιον. λέγοιτο δ' ἂν καὶ ἅγιοσ ὁ μιαρός, ἀπὸ τοῦ ἄγους, ὡς Κρατῖνος (fr. 373 K.). alpha. 175 Ἀγηοχώσ· ἐνέγκας. alpha. 176 Ἁγιστείασ· ἁγιωσύνης, καθαρότητος, λατρείας. alpha. 177 Ἁγιστεύειν· ἁγιάζειν. καὶ ἁγιασθέντων· ἀφιερωθέντων. alpha. 178 Ἁγιστεύσαντεσ· τὰ τῆς θυσίας ἐπιτελέσαντες. alpha. 179 Ἀγκαλι αγωγοί· οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες, ἢ οἱ παῖδες οἱ ἀκολουθοῦντες τοῖς ἀγκαλι αγωγοῖς ὄνοις. λέγονται δὲ καὶ οἱ πιπράσκοντες τὰς ἀγκαλίδας ἀγκαλιδοπῶλαι. εἰσὶ δὲ ἀγκαλίδεσ αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι. alpha. 180 Ἀγκαλίδα· μερίδα. alpha. 181 Ἄγκαθεν· κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως Αἰσχύλος (Ag. 3). alpha. 182 Ἄγκιστρον· τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτω Πλάτων Πολιτείας ιʹ (616c). alpha. 183 Ἀγκιστρεύει· δελεάζει. alpha. 184 Ἀγκράτος ἐλαύνω εἶπε Ξενοφῶν (An. 1, 8, 1) κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δὲ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει. alpha. 185 Ἀγκύλη· ἀκόντιον, καὶ τοῦ ἀγκῶνος ἡ καμπή. λέγεται δὲ καὶ ἡ δεξιὰ χεὶρ ἀγκύλη· ὅθεν καὶ τὰ δόρατα ἀγκυλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται δὲ καὶ ἀγκύλη εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοττάβων παιδιάν. ἀγκύλη οὖν καὶ ἡ δεξιὰ χείρ, ἀλλὰ καὶ ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει· ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. ἔστι δὲ ἀγκύλη καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαΐδι (fr. 31 K.)· ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας λυθεῖσαν. ἐχρήσαντο καὶ ἄλλοι τῇ λέξει. alpha. 186 Ἀγκύλη καὶ ἀράφη· δῆμος Αἰγηΐδος. alpha. 187 Ἀγκύλια· οἱ κρίκοι τῶν ἁλύσεων. alpha. 188 Ἀγκυλομῆται· σκολιόβουλοι. alpha. 189 Ἀγκύλον· καμπύλον, ἐπικαμπές. alpha. 190 Ἀγκυλόχειλοσ· σκολιόχειλος. alpha. 191 Ἄγκυραι· ἐκ μεταφορᾶς αἱ ἀσφάλειαι. Σοφοκλῆς (fr. 623 N. 2† 685 R.)· ἀλλ' εἰσὶ μητρὶ παῖδες ἄγκυραι βίου. alpha. 192† Ἄγλαι†· ὄμμα. Εὐριπίδης (fr. 1122 N. 2). alpha. 193 Ἀγλαΐα· λαμπρότης. alpha. 194 Ἀγλαΐαισ· λαμπρότησιν. alpha. 195 Ἀγλαόκοιτοσ· πάνυ τίμιος. alpha. 196 Ἀγλαότιμον· λαμπρόν, τετιμημένον. alpha. 197 Ἄγλαυροσ· ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς. alpha. 198 Ἄγλαυροσ· μία τῶν Κέκροπος θυγατέρων, ἣν διὰ τιμῆς ἔχουσι καὶ ὀμνύουσιν αἱ γυναῖκες· εἰς γὰρ τὴν τοῦ πατρὸς αὐτῆς Κέκροπος τιμὴν ἀπονεῖμαί τινα γέρα τὴν θεὸν τῇ Ἀγλαύρῳ. οὕτω Βίων ὁ Προκοννήσιος (FGrHist 332 F 1). alpha. 199 Ἀγλευκέστερον· ἀντὶ τοῦ ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι (1, 21). alpha. 200 Ἀγλευκέσ· τὸ ἀηδές. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ (8, 3). δοκεῖ δὲ ξενικὸν εἶναι τὸ ὄνομα, Σικελικόν· πολὺ γοῦν ἐστι πάλιν παρὰ Ῥίνθωνι (fr. 28 Kaibel). alpha. 201 Ἄγλιθεσ· τὸ δὲ αὐτὸ καὶ γέλγιθες· ἐξ ὧν ἡ τοῦ σκορόδου κεφαλὴ σύγκειται. alpha. 202 Ἀγλωττία· ἡσυχία, σιωπή. alpha. 203 Ἄγμασι· κλάσμασι, τροπαῖς. alpha. 204 Ἁγνεία· καθαρότης. alpha. 205† Ἁγνεύεται τὴν πόλιν· ἀντὶ τοῦ ἐκ κατηγορίας παρασήμου, ἀντὶ τοῦ ἁγνίζεται†. alpha. 206 Ἁγνίασ· ὄνομα κύριον. alpha. 207 Ἁγνίσαι· τὸ διαφθεῖραι κατ' ἀντίφρασιν. καὶ τὸ ἀποθῦσαι. οὕτως Σοφοκλῆς (fr. 112 N. 2† 116 R.). alpha. 208 Ἁγνίτησ· ἱκέτης καὶ καθάρσιος· καὶ γὰρ ὁ μύσους ἁγνισθεὶς καὶ ὁ καθήρας οὕτως λέγονται. alpha. 209 Ἄγναπτοσ· καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ κ ἔλεγον τοὔνομα. σημαίνει δὲ τὸ μὴ ἐγναμμένον. λέγεται δὲ καὶ ἀρρενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀρρενικῶς μὲν ἄγναπτος χιτών, θηλυκῶς δὲ ἄγναπτος χλαῖνα, οὐδετέρως δὲ ἄγναπτον ἱμάτιον. Πλάτων μέντοι ὁ κωμικὸς (fr. 18 Dem.) τὴν ἄγναπτον καὶ χλαῖναν καλεῖ· οὐ μέντοι γε πᾶσα χλαῖνα καὶ ἄγναπτος. ἔστι δὲ χλαῖνα ἱμάτιον παχύ, εἴτε ἄγναπτον εἴτε ἐγναμμένον. alpha. 210 Ἄγνοσ· φυτόν, ὃν καὶ λύγον καλοῦσιν. alpha. 211 Ἀγνόδικοσ· ἀγνοοῦσα τὸ δίκαιον. alpha. 212 Ἁγνοδικεῖσ· οἱ θεοί. alpha. 213 Ἄγνοια· ὀλιγωρία. alpha. 214 Ἀγνοίη· λύπη. καὶ τὸ ἀγνοεῖν λυπεῖσθαι. alpha. 215 Ἁγνοπολεῖσθαι· τὸ σφαγίοις καθαίρεσθαι. alpha. 216 Ἁγνούσιοσ· Ἁγνοῦς δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος, ἧςὁ φυλέτης Ἁγνούσιος. alpha. 217 Ἀγνωμόνωσ· ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονεσ οἱ ἀμαθεῖς (ρειπ. 5, 450δ). alpha. 218 Ἀγνωμόνωσ· Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (Ol. 2, 26) ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως. alpha. 219 Ἀγνῶτασ· μὴ ἐπιγινωσκομένους· ἀγνῶτα δέ μοι προεκόμιζεν ἄνθρωπον, ὃς καὶ ἑαυτῷ ἀγνὼς ἐτύγχανεν ὤν (incerti auctoris). alpha. 220 Ἄγνον, οὐχὶ λύγον καλοῦσι. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι (fr. 2 K.)· καὶ μὴν μὰ τὸν Δί' οὐθὲν ἔτι γέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότος. Πλάτων (Phaedr. 230b)· ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τε τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον. alpha. 221 Ἀγορά· τόπου ὄνομα. καὶ τὰ ἀγοραζόμενα. Θεσσαλοὶ δὲ καὶ τὸν λιμένα ἀγορὰν καλοῦσι. Κρῆτες τὴν ἐκκλησίαν. παρ' Ὁμήρῳ (A 54) πᾶς ἀθροισμός. Σόλων δὲ (1, 2 West) ἀγορὰν καλεῖ τὸ πεζῷ λόγῳ ἀγορεύειν. καὶ ὁ τόπος παρ' Ὁμήρῳ (H 382) ἢ ἡ ἐκκλησία ἢ τὸ συναμφότερον. alpha. 222 Ἀγορὰ θεῶν· Ἀθήνησι τόπος ἐκαλεῖτο. alpha. 223 Ἄγοι· πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν (fr. 67 S.)· ἔβλαψε γάρ με, φησί, Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγοῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ Περὶ ἀληθείας (87 B 44 A 1, 18 D.. K)· τοὺς νόμους μεγάλους ἄγοι. alpha. 224 Ἀγομένων τῶν ἡμετέρων· ἀντὶ τοῦ ἁρπαζομένων καὶ λῃστευομένων. alpha. 225 Ἀγοράσω λέγουσι, τὸ δὲ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δ' ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος (fr. 2 K.)· ἀλλ' ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἅπαξ ἅπανθ', ὅσα κελεύεις, ὦ γύναι. καὶ ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα. alpha. 226 Ἀγοράσ· Ὑπερείδης ἀντὶ τοῦ συνόδους· λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου (fr. 150 J.)· οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. δηλοῖ δὲ καὶ ἄλλα τοὔνομα. alpha. 227 Ἀγοράζειν· τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορᾷ διατρίβειν. alpha. 228 Ἀγορανομίασ· λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. alpha. 229 Ἀγορανόμοι· οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦντες ὤνια ἄρχοντες. δέκα δὲ ἦσαν, ὧν πέντε μὲν τὰ κατὰ τὸ ἄστυ, πέντε δὲ τὰ κατὰ τὴν χώραν διέταττον. alpha. 230 Ἀγοράσαι· τὸ ὠνήσασθαι. alpha. 231 Ἀγοραίαν· τὴν δικαιολογίαν. alpha. 232 Ἀγοραῖοι· οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι. alpha. 233 Ἀγοραῖος νοῦσ· ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος· οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοί εἰσιν. οὕτως Εὐριπίδης (fr. 1114 N. 2). alpha. 234 Ἀγοραῖος Ζεύσ· βωμὸς Ἀθήνησιν, ὃς ἐκαλεῖτο ἀγοραίου Διός. alpha. 235 Ἀγοραῖος Ἑρμῆσ· ἐν Ἀθήναις ἵδρυτο κατὰ τὴν ἀγοράν. alpha. 236 Ἀγορὰ Κερκώπων· Ἀθήνησι πλησίον τῆς Ἡλιαίας, ἐν ᾗμάλιστα τὰ κλοπιμαῖα πιπράσκονται καὶ ὠνοῦνται· τοιούτους γὰρ καὶ τοὺς Κέρκωπας παρειλήφαμεν, κλέπτας καὶ πανούργους. alpha. 237 Ἀγορὰ ἐφορεία· οὕτως ἐλέγετο ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς ὅροις τῶν ἀστυγειτόνων γινομένη· ἐνταῦθα γὰρ συνιόντες οἱ ὅμοροι περὶ τῶν κοινῶν ὁμοῦ ἐβουλεύοντο. alpha. 238 Ἀγορᾶς ὥραν· οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πράξεων τῶν κατ' ἀγοράν· ἕωθεν ἧκε πρὶν ἀγορὰν πεπληθέναι. Φερεκράτης (fr. novum). καὶ ἐν Αὐτομόλοις (fr. 29 K.)· πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι. alpha. 239 Ἀγοραστήν· τὸν τὰ ὄψα ὠνούμενον, ὃν Ῥωμαῖοι ὀψωνιάτορα καλοῦσιν. alpha. 240 Ἀγοράσματα· τὰ ὤνια λέγουσι. καὶ ἀγορασμάτων· καὶ Ἀγοράσεωσ τῆς ὠνήσεως. alpha. 241 Ἀγορήν· ἐκκλησίαν. alpha. 242 Ἀγορηταί· σύμβουλοι, φρόνιμοι. alpha. 243 Ἄγοσ· κατ' ἀντίφρασιν τὸ μύσος. καὶ ἐναγὴσ ὁ ἐνεχόμενος τῷ μύσει. καὶ ἀγηλατεῖν τὸ τοὺς ἐναγεῖς ἐλαύνειν. ὁ δὲ παναγὴσ τὸν ἁγνὸν καὶ καθαρὸν σημαίνει. καὶ παρωνόμασται ὁ μὲν ἐναγὴς ἀπὸ τοῦ ἄγους, ὁ δὲ παναγὴς ἀπὸ τοῦ ἁγνοῦ καὶ καθαροῦ. σημαίνει δὲ καὶ ἅγνισμα καὶ θυσίαν. alpha. 244 Ἄγοσ· μίασμα ἢ ἀγκών. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ ἄξιον σεβάσματος, ἐξ οὗ καὶ ἱέρειαι παναγεῖσ καὶ ἄλλα τινά. alpha. 245 Ἀγόσ· ἡγεμών. alpha. 246 Ἄγοσ· ὁ Ζεὺς παρὰ Τροιζηνίοις. alpha. 247 Ἀγόμφιος αἰών· οὕτως ἔλεγον τὸν χρόνον, ἐν ᾧ τις ἑωρᾶτο γεγηρακώς, παρὰ τὸ μὴ ἐνεῖναι τοῖς γηρῶσι τοὺς γομφίους. Διοκλῆς (fr. 14 K.)· μηδείς ποθ' ὑμῶν, ἄνδρες, ἐπιθυμησάτω γέρων γενέσθαι, προνοησάτω δὲ ὅπως νέος ὢν ἀγαθόν τι τῇ ψυχῇ παθὼν εἰς ὥραν καταλύσῃ μηδ' ἀγόμφιόν ποτε αἰῶνα τρίψῃ. alpha. 248 Ἄγουσιν ἑορτὴν οἱ κλέπται· χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδικὴν χάριν. σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. οὕτως Κρατῖνος (fr. 18 Dem.). alpha. 249 Ἄγρα· Δήμητρος ἱερὸν ἔξω τῆς πόλεως πρὸς τῷ Εἰλισσῷ. alpha. 250 Ἄγραυλοι· οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζόμενοι. alpha. 251† Ἀγραπτότατος† αὖος βάτοσ· ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον. alpha. 252 Ἄγραφα ἀδικήματα· οἷον ὑπὲρ ὧν νόμος οὐ κεῖται. alpha. 253 Ἀγραφίου· εἶδος δίκης ἐστὶ κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ ἐγγεγραμμένων ὥστε ὀφείλειν, ἀπαλειφθέντων δὲ πρὶν ἀποδοῦναι. ἐνίοτε δὲ τάττεται καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας. ὁ δὲ τοῦτο πράξας καὶ ἁλοὺς αὐτὸς μὲν ἐνεγράφετο ὀφείλειν, ὁ δὲ μὴ δεόντως ἐγγραφεὶς ἠφίετο τῆς ἀδίκου ἐγγραφῆς. alpha. 254 Ἀγραφίου δίκη· τῶν ἐκ καταδίκης ὠφληκότων τῷ δημοσίῳ γράφουσι τὰ ὀνόματα ἐν σανίσιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦντες, προστιθέντες ἀνὰ πόσον ἐστὶ τὸ ὄφλημα. ὅταν δὲ ἀποδιδῷ ἕκαστος, ἐξαλείφεται τῆς σανίδος τὸ ἐπίγραμμα. ἐὰν οὖν τις ἀναγραφῇ μὲν ὠφληκέναι, δόξῃ δὲ μὴ ἀποδεδωκέναι, καὶ τὸ ὄνομα αὐτοῦ ἐξηλειμμένον ᾖ ἐκ τῆς σανίδος, συγκεχώρηται τῷ βουλομένῳ τῶν ἀστῶν εἰσάγειν κατ' αὐτοῦ δίκην ἀγραφίου. alpha. 255 Ἀγράφου μετάλλου δίκη· οἱ τὰ ἀργύρεια μέταλλα ἐργαζόμενοι, ὅπου βούλοιντο καινοῦ ἔργου ἄρξασθαι, φανερὸν ἐποιοῦντο τοῖς ἐπ' ἐκείνοις τεταγμένοις ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τῷ δήμῳ εἰκοστὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἴ τις οὖν ἐδόκει λάθρα ἐργάζεσθαι μέταλλον, τὸν ἀπογραψάμενον ἐξῆν τῷ βουλομένῳ γράφεσθαι καὶ ἐλέγχειν. alpha. 256 Ἀγρευτικὴ στολή· ἡδεῖα ἡ λέξις καὶ ἀστεία. alpha. 257 Ἀγρεύματα· τὰ ἐπὶ τῆς ἀγροικίας κτήματα Σόλων εἶπε (fr. 511 M.). σημαίνει δὲ καὶ σκῦλα. alpha. 258 Ἀγριόθυμοσ· ἄγριος τῇ ψυχῇ. alpha. 259 Ἄγριοι· τοὺς παιδεραστὰς οὕτως ἐκάλουν, ἤτοι ὅτι ἄγριον τὸ πάθος, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις. καλοῦσι δὲ αὐτοὺς καὶ Κενταύρους. δῆλον ὅτι καὶ τὰ ἀνήμερα τῶν ζῴων ἄγρια καλεῖται. καὶ Ἄγριοσ ὁ τὸ ἦθος δύσκολος καὶ ὀργίλος. alpha. 260 Ἀγρίουσ· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (52) τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ (fr. 705 K.. TH) ἄγριον εἶπε κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα. alpha. 261 Ἄγριος ἔλαιοσ· ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν Ὕμνοις (fr. 46 Snell). alpha. 262 Ἀγροικεῖν· καὶ ἀγροίκων· τῶν σωφρόνων. παρὰ δὲ τὸ ἀγροῖκος γέγονε τὸ ῥῆμα ἀγροικεῖν. alpha. 263 Ἄγροικοι· γένος Ἀθήνησιν, ὃ ἀντιδιέστελλον πρὸς τοὺς εὐπατρίδας. ἦν δὲ τὸ τῶν γεωργῶν· καὶ τρίτον τὸ τῶν δημιουργῶν. alpha. 264 Ἄγροικοσ· σκληρός, ἀσκιατρόφητος, οἷον ἐργάτης. alpha. 265 Ἄγροικος ὀπώρα· ἀπεναντίως τῇ γενναίᾳ. ἐγένετο δὲ ὡς ἐν διαφορᾷ, τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπόθεσιν καὶ οἰνοποιΐαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλάτων σαφῶς ἐν Νόμοις (8, 845 ab)· ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται. καὶ πάλιν· τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται, τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω. alpha. 266 Ἄγροικοσ· ἄφρων, δύσκολος. ἢ ὁ ἐν ἀγρῷ κατοικῶν. alpha. 267 Ἀγροβόας ἀνήρ· ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ ἀστείως οὐδὲ ἐμμελῶς. οὕτως Κρατῖνος (fr. 374 K.). alpha. 268 Ἀγρόμενοι· συναθροίζοντες. alpha. 269 Ἀγροιλῆθεν· Ἀγροίλη δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὁδὲ δημότης πάλαι ἐλέγετο Ἀγροιλεύς. alpha. 270 Ἀγρονόμοι· οἱ ἐν ἀγροῖς διάγοντες. alpha. 271 Ἀγρότασ· ἀγροίκους. alpha. 272 Ἀγροῦ πυγή· τὸ πιότατον. οἱ δὲ ἐπὶ τῶν προσκαθημένων τινὶ λιπαρῶς. οἱ δὲ ὑπερβολικῶς λέγουσιν ἐπὶ τῶν ἐν ἀγρῷ καθημένων. ἢ ἐπὶ τοῦ σφόδρα ἀγροίκου. alpha. 273 Ἄγρυκτα καὶ ἄλεκτα πέπονθα· τὸ μὲν ἄγρυκτά ἐστιν ὥστε μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν· γρύξαι δέ ἐστι τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστι, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον. κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης (fr. 157 K.)· τί δ' ἔπαθες; ἄγρυκτα καὶ ἄλεκτα· ἀλλὰ βούλομαι μόνῃ αὐτὴ φράσαι σοι. alpha. 274 Ἀγρῶσται· οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμηρος (ε 53)· ἰχθῦς ἀγρώσσων. alpha. 275 Ἀγυιαί· ἄμφοδα, ῥῦμαι. ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. alpha. 276 Ἀγυιάν· τὸν στενωπὸν Ξενοφῶν (Cyr. 2, 4, 3). καὶ ὅλως πολλὰ τὰ γλωσσηματικὰ παρ' αὐτῷ. alpha. 277 Ἀγυιεύσ· ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης Κραπατάλοις (fr. 87 K.)· ὦ δέσποτ' Ἀγυιεῦ, ταῦτα συμμέμνησό μοι. καὶ τὸ κνισᾶν Ἀγυιᾶς (Dem. 21, 51) τοὺς ἀγυιέας δηλοῖ συνῃρημένως, οὐ τὰς ἀγυιὰς καὶ τὰς ὁδούς. alpha. 278 Ἀγυιάτιδεσ· παρ' Εὐριπίδῃ (Ion. 186) οἱ πρὸ τῶν θυρῶν βωμοί. alpha. 279 Ἀγυιᾶσ· ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺσ δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δὲ αὐτούς φασιν εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ κατὰ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ' ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοί, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί (fr. 341 N. 2† 370 R.)· λάμπει δ' ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμούς, βαρβάρους εὐοσμίας. alpha. 280 Ἀγύρτησ· ἐπαίτης, φιλοκερδής. καὶ ἀγύρτησ· εἶδος βόλου. alpha. 281 Ἀγύρτησ· ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἤ τινι ἑτέρῳ τοιούτῳ σεμνύνειν. ὁ δὲ ἀγύρτης καὶ κυβευτικοῦ βόλου ἐστὶν ὄνομα. alpha. 282 Ἀγυρτικά· χυδαῖα ψεύσματα. alpha. 283 Ἀγυρμόσ· ἐκκλησία, συναγωγή. alpha. 284 Ἀγυρτώδη· συρφετώδη. alpha. 285 Ἀγύρριοσ· δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής. alpha. 286 Ἄγχαζε· ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς (fr. 886 N. 2† 973 R.). alpha. 287 Ἄγχασκε· ἀντὶ τοῦ ἀνάχασκε. οὕτως Φερεκράτης (fr. 196 K.). alpha. 288 Ἀγχέμαχοσ· ἐγγύθεν μαχόμενος. alpha. 289 Ἄγχι· ἐγγύς. alpha. 290 Ἀγχίθυροσ· γείτων. alpha. 291 Ἀγχίμολον· ἐγγὺς ἐλθόν. alpha. 292 Ἄγχιμοσ· ἀντὶ τοῦ πλησία. Εὐριπίδης (fr. 867 N. 2)· ἀλλ' ἄγχιμος γὰρ ἥδε Φοιβεία γυνή. alpha. 293 Ἀγχίνοια· σύνεσις. alpha. 294 Ἀγχίνουσ· συνετός, ὀξὺς τὸν νοῦν. alpha. 295 Ἄγχιστα· ἔγγιστα. alpha. 296 Ἀγχιστεία· συγγένεια. καὶ ἀγχιστεῖσ· οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖσ μόνον. οἱ δὲ κατ' ἐπιγαμίαν μιχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται. alpha. 297 Ἀγχίσποροι· ἐγγὺς γένους. alpha. 298 Ἀγχιστίνδην· τὸ κατὰ ἀγχιστείαν, ὥσπερ ἀριστίνδην καὶ πλουτίνδην, ἐπιρρηματικῶς. alpha. 299 Ἀγχίστροφοι· συστραφέντες ἢ ταχὺ ἐπιστρεφόμενοι. alpha. 300 Ἀγχιτέρμων· ὁ γείτων, ὁ ὅμορος. alpha. 301 Ἀγχοῦ· ἐγγύς. alpha. 302 Ἀγχωμάλου· τῆς ἴσης, τῆς ἐγγὺς τοῦ ὁμαλοῦ. alpha. 303 Ἀγωγή· ἀναστροφή, τρόπος. ἢ ἡ κομιδή. καὶ τὸ ἀγόμενον βάρος. alpha. 304 Ἀγωγεῖ· τῷ ἱμάντι, ᾧ ἄγεται ὁ ἵππος, ὃς καὶ ῥυτὴρ καλεῖται. alpha. 305 Ἀγωγεύσ· ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν. οὕτως Σοφοκλῆς (fr. 887 N. 2† 974 R.). alpha. 306 Ἀγώγιον· τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξενοφῶν (Cyr. 6, 1, 54). alpha. 307 Ἀγώγιμοσ· ἄγων, ἀγόμενος. alpha. 308 Ἀγωγίμων· φορτίων ἐμπορικῶν. alpha. 309 Ἀγωγόν· ἐπακτικόν. alpha. 310 Ἀγωγούσ· προπομπούς. alpha. 311 Ἀγωνία· ὁ ἀγωνισμός. καὶ ἀγών. λέγεται δὲ οὕτως καὶ ἡ ἀγωνιστική. alpha. 312 Ἀγωνίᾳ· Ξενοφῶν (Cyr. 2, 3, 15) ἀντὶ τοῦ ἀγῶνι. alpha. 313 Ἀγῶνα· καὶ τὴν πρὸς τοὺς ἀγῶνας ἄσκησιν. alpha. 314 Ἀγωνιῶ· κινδυνεύω. alpha. 315 Ἀγών· ὄνομα κύριον δηλοῖ, ὡς Δοῦρις ἱστορεῖ (FGrHist 76 F

Intertext edge

Open linked passage

Note