Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
καὶ Τίμαιος (FGrHist 566 F 76) καὶ Εὔδοξος (fr. 346 Lasserre). alpha. 631 Αἱμασιώδεισ· Πλάτων εἶπε (Leg. 3, 681a)· περιβόλους τινὰς αἱμασιώδεις. ἤτοι τοὺς ἐκ λίθων ἄνευ πηλοῦ κατεσκευασμένους, ἢ τοὺς ἀπό τινων ἀκανθῶν περιπεφραγμένους. alpha. 632 Αἱμασιολογεῖν· Θεόπομπος (fr. 73 K.)· ὃς αἱμασιολογεῖν ἄριστ' ἠπίστατο. alpha. 633 Αἱμυλίοισι (a 56)· τοῖς μετ' ἐμπειρίας συνετοῖς καὶ προσηνέσι καὶ οἱονεὶ δολίοις τισὶ καὶ παραλογιστικοῖς, μεθ' ἡδονῆς καὶ κολακείας ἀκουομένοις. alpha. 634 Αἱμύλοσ· ὁ ἔμπειρος. ἢ ἡδὺς ἐν τῷ ἀπατᾶν καὶ κόλαξ. Πλάτων (Leg. 7, 823e) αἱμύλος ἔρως φησί· καὶ Σοφοκλῆς (fr. 1015 N. 2† 816 R.). Εὐριπίδης δὲ (fr. 1095 N. 2) καὶ αἱμύλην εἶπε θηλυκῶς. Σοφοκλῆς δὲ (Ai. 389) καὶ αἱμυλώτατον. Κρατῖνος δὲ αἱμυλόφρων εἶπε (fr. 379b K.). καὶ αἱμυλοπλόκοσ ὁ αὐτός (fr. 379a K.). alpha. 635 Αἰπόλια· αἰγονόμια. alpha. 636 Αἰπόλοσ· ὁ ἑρμαφρόδιτος ὑπὸ Σινωπέων οὕτω καλεῖται alpha. 637† αἴρασθαι†· προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ (fr. 218 K.)· οὐ σῖτον ἄρασθαι, οὐχ ὕπνου λαχεῖν μέρος. alpha. 638 Αἱρεθέν· θεληθέν. alpha. 639 Αἱρησαμένων· βουλευσαμένων. alpha. 640 Αἶρε μασχάλην· οὕτως εἰώθασι λέγειν ἀντὶ τοῦ ὀρχήσασθαι ἢ κωθωνίζεσθαι. alpha. 641 Αἱρεῖ· καταλαμβάνει. alpha. 642 Αἱρετίζειν· οἱ περί τι σπουδάζοντες λέγονται. πολὺ τοῦτο παρὰ τοῖς νεωτέροις τῶν κωμικῶν (fr. novum). alpha. 643 Αἱρήσειν· συλλαβεῖν, ἑλκύσαι, χειρώσασθαι, πορθῆσαι. alpha. 644 Αἱρήσασθαι· λαβεῖν. alpha. 645 Αἱρήσομαι· λήψομαι, σκέψομαι, βουλεύσομαι, ἐκλέξομαι. alpha. 646 Αἶρε δάκτυλον· τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ· ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι. alpha. 647 Αἱρεῖσθαι· ἐργάζεσθαι. alpha. 648 Αἴρειν· καὶ τὸ προσφέρειν δηλοῖ· αἶρ' αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Ἀριστοφάνης Εἰρήνῃ (1). καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ (fr. 137 K.)· πρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσφερε. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ (fr. 239 K. Th.)· εἶτ' εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει. καὶ Συναριστώσαις (fr.
4.1.2
Dem.) καὶ Φερεκράτης (fr. 14 Dem.) καὶ Ἄρχιππος (fr. 5 Dem.). alpha. 1681 Ἀνασυντάξασ· ἀντὶ τοῦ ἄνωθεν συντάξας. Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου (fr.
4.1.3
K.). alpha. 3140 Ἀτύραννος πόλισ· ἡ μὴ τυραννουμένη. Δημήτριος ἐν τῇ Σικελίᾳ (fr. novum)· τὸν δῆμον ἀνασῶσαι μὲν [...] κατοικίσαι ἐλεύθερον ἀτύραννον. οὕτως Φρύνιχος (Praep. soph. 30, 15). alpha. 3141 Ἀτυφία· τὸ περὶ μηδὲν σπουδάζειν, ἀλλὰ πάντων προσποιεῖσθαι καταφρονεῖν καὶ εἶναι ὑπερόπτην, ἀφιλότιμον καὶ ἄσπουδον. alpha. 3142 Ἀτύφου μοίρασ (Pl. Phaedr. 230a)· τῆς ἀβλαβοῦς ὑπὸ τύφου. alpha. 3143 Ἀτυφία· ταπεινοφροσύνη. alpha. 3144 9Ἄτυφον· ἀβλαβές, ἐπεὶ τὸ τῦφον βλάπτει. καὶ 9ἐπιτεθυμμένον (Pl. Phaedr. 230a). ὁμοίως· τὸ γὰρ θύψαι ἐπικαῦσαι. καὶ θυμάλωπεσ οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες, οἱ ἡμίκαυστοι. alpha. 3145 Ἀτυχεῖν· τὸ μὴ τυγχάνειν τινός, ἀλλὰ διαμαρτάνειν. Εὔπολις Δήμοις (fr. 114 K.)· λέγ' ὅτου' πιθυμεῖς· οὐ γὰρ ἀτυχήσεις ἐμοῦ. alpha. 3146 Ἀτυχῆσαι· μὴ τυχεῖν. alpha. 3147 αὖ9· ποτὲ μὲν ἀντὶ τοῦ πάλιν, ποτὲ δὲ ἐκ περιττοῦ τιθέασιν. alpha. 3148 αὑαίνεται· ξηραίνεται· αὗοι γὰρ οἱ ξηροί. καὶ αὑασμόσ· ξηρασία. ἡ πρώτη δασεῖα. Ἀριστοφάνης (fr. 612 K.)·. alpha. 3149 αὑάνθη· ἐξηράνθη. alpha. 3150 αὐγῶ9· ἀντὶ τοῦ αὐγάζομαι. alpha. 3151 αὔδα· λέγε. alpha. 3152 αὐδή9· φωνή. alpha. 3153 αὐδήεσσα· ὀνομαστή, ἔνδοξος. αὐδωμένη, εἰς ὁμιλίαν καὶ φωνὴν ἀνθρώπων ἀφικνουμένη. alpha. 3154 αὐδήσασ· φωνήσας, βοήσας. alpha. 3155 αὔεσθαι πῦρ καὶ 9ἐναύεσθαι· Ὅμηρος εἶπεν (cf. e 490) καὶ Ἀριστοφάνης (fr. 750 K.) καὶ Κρατῖνος (fr. 409 K.). alpha. 3156 αὐθάδησ· αὐτάρεσκος, θυμώδης, θρασύς, ὑπερόπτης. alpha. 3157 αὐθαίρετοσ· αὐτεπάγγελτος. alpha. 3158 αὐθέκαστα· αὐτὰ τὰ γενόμενα, οἷον ἀκριβῶς καὶ συντόμως. καὶ λόγοι αὐθέκαστοι οἱ σαφεῖς καὶ σύντομοι· ἢ οἱ ἀληθεῖς. Ἡρόδοτος δὲ διαλύων φησὶν (5, 13,