Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
540.1.1
. alpha. 927 Ἀλετρίβανον· Ἀριστοφάνης εἶπεν (Pac. 259). alpha. 928 9Ἁλεσούριον· θαλάσσιον αἰδοῖον. καὶ γένος κογχυλίων. alpha. 929 Ἀλευάδαι· οἱ ἐν Λαρίσσῃ τῆς Θεσσαλίας εὐγενέστατοι, ἀπὸ Ἀλεύου βασιλέως τὸ γένος ἔχοντες. alpha. 930 Ἀλευρόμαντισ· ὁ Ἀπόλλων διὰ τὸ καὶ ἀλεύροις μαντεύεσθαι. alpha. 931 Ἀλευρόττησισ· ᾧ τὰ ἄλευρα διαττῶσιν. οἱ δὲ τηλίαν αὐτὸ καλοῦσιν. ἔνιοι δὲ καὶ σηλίαν αὐτὸ ὀνομάζουσιν, ὃ καὶ κόσκινον. alpha. 932 Ἀλευραττίσ· ἀγγεῖον εἰς ἄλφιτα. alpha. 933 Ἀλεύσω· ἀντὶ τοῦ φυλάξω. alpha. 934 Ἀληθῆ9 καὶ τὰς ἀληθείασ πληθυντικῶς λέγουσι. Μένανδρος Ἀφροδισίῳ (fr. 81 K.. TH)· εἰ τὰς ἀληθείας ἃς ἁπλῶς τίς σοι λέγει. alpha. 935 9Ἄληθεσ· ὅταν ἡ πρώτη ὀξύνηται, σημαίνει τι ἐν ἐπερωτήσει λεγόμενον, οἷον ὄντως, ἀληθῶς. alpha. 936 Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ9· παροιμία ἐπὶ τῶν ἀληθῶν μέν, οὐ πιστευομένων δέ. Σάγρα ποταμὸς τῆς Λοκρίδος. μέμνηται τῆς παροιμίας Μένανδρος ἐν Ἀνατιθεμένῃ (fr. 31 K.. TH). Λοκροὺς δέ φασι τοὺς Ἐπιζεφυρίους πόλεμον ἔχοντας πρὸς τοὺς πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους. τῶν δὲ στρατὸν μὲν οὐκ ἔχειν φησάντων, διδόναι δ' αὐτοῖς τοὺς Διοσκούρους τοὺς {δὲ Λοκροὺς οἰωνισαμένους τὸ κερτομηθὲν τήν τε ναῦν ἀποστρέψαι καὶ δεηθῆναι τῶν Διοσκούρων συμπλεῖν αὐτοῖς. νικησάντων δὲ αὐθημερὸν καὶ τῆς φήμης διαγγελθείσης εἰς Σπάρτην τὸ μὲν πρῶτον ἀπιστηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐπιλέγεσθαι τοῖς ἀληθεστάτοις μέν, οὐ πιστευομένοις δέ. alpha. 937 Ἀλληλίζειν· ἀλλήλους πειρᾶν, {ὅ ἐστι λόγους περὶ συνουσίας προσφέρειν. alpha. 938 Ἀληθέγγυος ὅμηροσ· ὁ τὴν ἀλήθειαν ἐγγυώμενος. alpha. 939 Ἀληλιμμένον· τὰ τοιαῦτα Ἀττικοὶ ἀναδιπλοῦντες λέγουσιν, ἀντὶ τοῦ ἠλειμμένον. οὕτως Θουκυδίδης (4, 68, 6). alpha. 940 Ἀλήπτωσ· ἀκαταγνώστως. alpha. 941 Ἀλητεύω· πλανητεύω. alpha. 942 9Ἄλητον· τὸν ἀληλεσμένον σῖτον. alpha. 943 Ἀλλ' ἤ9· ἀντὶ τοῦ εἰ μή. καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλὰ ἄρα καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων (Gorg. 447a)· ἀλλ' ἢ κατόπιν ἑορτῆς ἥκομεν, ἀντὶ τοῦ ἄρα. alpha. 944 9† Ἀλία† 9· πορεία. alpha. 945 9Ἁλιάδασ· μικρὰ σκαφίδια. alpha. 946 9Ἁλιεύεσθαι· τὸ ἁλιεύειν. λέγουσι δὲ καὶ ὡς ἡμεῖς. alpha. 947 9Ἁλιακή9· ἀντὶ τοῦ ἁλιευτική. alpha. 948 Ἀλίαστον· τὸ μάταιον. Εὐριπίδης (fr. 1123 N. 2). ἔστι δὲ τὸ† ἀνέγκλητον†, ὃ οὐκ ἔστι φυλάξασθαι, κατὰ ἀπόφασιν. alpha. 949 Ἀλίβασ· ὁ νεκρός. ἢ ποταμὸς ἐν Ἅιδου λέγεται. ἢ ἀλίβας καὶ τὸ ὄξος ἀπὸ τοῦ μὴ λείβεσθαι τοῖς θεοῖς. alpha. 950 9Ἄλιμον· βοτάνη δενδροειδὴς ἐσθιομένη. alpha. 951 9Ἁλιμούσιοσ· Ἁλιμοῦς δῆμός ἐστι τῆς Λεοντίδος. alpha. 952 Ἀλίνουσιν· ἀντὶ τοῦ λεπτύνουσι. Σοφοκλῆς (fr. 904 N. 2† 995 R.). alpha. 953 9Ἁλίπαστα· οἴονται οἱ πολλοὶ ἁλίπαστα τὰ ταριχηρά, οὐ χρῶνται δὲ οὕτως Ἀττικοί, ἀλλ' ἐπὶ τῶν ἁλσὶ πεπασμένων κρεῶν ὀπτῶν προσφάτων. alpha. 954 Ἀλινδῆθραι· κυλίστραι. alpha. 955 9Ἁλίπεδον· ὁμαλὸν ἔδαφος παρὰ τῇ θαλάσσῃ. alpha. 956 9Ἁλίπεδον· τινὲς τὸν Πειραιᾶ φασιν. ἔστι δὲ καὶ κοινὸς τόπος, ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ γέγονε πεδίον. διὸ καὶ δασυντέον τὴν πρώτην· ἔστι γὰρ οἷον ἁλὸς πεδίον. οἱ δὲ τὸ παραθαλάσσιον πεδίον οὕτω καλοῦσιν. ἄλλοι δὲ παρὰ τὸ δύνασθαι ἐν αὐτῷ ἵππους ἀλινδεῖσθαι, τουτέστι κονίσασθαι, τὴν ὀνομασίαν λαβεῖν. alpha. 957 9Ἁλίπλοα· ἐν θαλάσσῃ πλέοντα. alpha. 958 9Ἁλιρρόθιον· κῦμα θαλάσσης. alpha. 959 9Ἁλιρρόθιοσ· υἱὸς Ποσειδῶνος. alpha. 960 9Ἅλις ἀφύης μοι, παρατέταμαι γὰρ ἐσθίων· Ἀριστοφάνης Ταγηνισταῖς (fr. 506, 1 K.). alpha. 961 9Ἅλισ· ἱκανῶς, δαψιλῶς. alpha. 962 9Ἅλισ· ἀντὶ τοῦ μετρίως. Εὐριπίδης (Alc. 907). alpha. 963 Ἀλῖσαι· κυλῖσαι τὸν ἵππον. alpha. 964 Ἀλισγηθέν· ἑστιαθέν, μισηθὲν ἢ λυπηθέν. alpha. 965 Ἀλισγημάτων (Act. Ap. 15, 20)· τῶν μιασμάτων ἐκ μιαρᾶς τῶν εἰδώλων θυσίας. alpha. 966 9Ἁλίσκει· νικᾶ. alpha. 967 9Ἁλίσκεται· καταλαμβάνεται, κρατεῖται. alpha. 968 9Ἅλις τοῦδε· οἷον ἀπόχρη καὶ ἱκανῶς ἔχει. εἴρηται δὲ ἀπὸ τῆς ἁλός, ὅτι καὶ αὐτὴ δαψιλὴς καὶ ἱκανή. ἢ ἀπὸ τοῦ ἅλες, ὅπερ ἐστὶν ἀθρόον. alpha. 969 9Ἁλίσπαρτον· κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον. καὶ τὸ ἄλευρον δὲ οὕτως λέγεται. οἱ δὲ ἰδιῶται συνήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ. alpha. 970 Ἀλιτρία· ἀντὶ τοῦ ἁμαρτία. Ἀριστοφάνης (Ach. 907). alpha. 971 Ἀλιτήμων· ἁμαρτωλός. alpha. 972 Ἀλιτήριοσ· ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεούς. Ἀριστοφάνης Ἱππεῦσιν (445)· ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι. alpha. 973 Ἀλιτήριοι· ἁμαρτωλοί. ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκαλοῦντο· λιμὸς κατέλαβέ ποτε τοὺς Ἀθηναίους. ἥρπαζον οὖν τινες ἀλούμενα τὰ ἄλευρα. ἀπὸ γοῦν ἐκείνων καταχρηστικῶς τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. καὶ ἄλλως· λιτήριοσ δὲ λέγεται, ὅτι λιμὸς ἐγένετο ἐν Ἀθήναις καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἐλέχθησαν δὲ οἱ τοὺς ἀλοῦντας τηροῦντες καὶ ἁρπάζοντες ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων ἀπὸ τῆς σιτοδείας τῆς κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένης. ἔστι δὲ καὶ παράγωγον ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν. alpha. 974 Ἀλιτρίασ· ἁμαρτωλίας. Ἀριστοφάνης (Ach. 907). alpha. 975 9Ἁλιῶσ· ἀντὶ τοῦ ἁλιέως. Φερεκράτης (fr. 200 K. alpha. 976 Ἀλκάθω καὶ λκάθειν· Σοφοκλῆς (fr. 905 N. 2† 996 R.) καὶ Αἰσχύλος (fr. 411 N. 2† 754 M.). σημαίνει δὲ τὸ βοηθεῖν. alpha. 977 Ἀλκαία· οὐρὰ ζῴου, κυρίως δὲ τοῦ λέοντος, ἀπὸ τοῦ ἀλαλκεῖν, ὅ ἐστι βοηθεῖν, ὥσπερ οὐρὰ ἀπὸ τοῦ οὐρεῖν, ὅ ἐστι φυλάσσειν. ἔνιοι δὲ ἀλκαίαν διὰ τὸ εἰς ἀλκὴν παρορμᾶν, ἐπεὶ ὁ λέων ἰσχία τε καὶ πλευρὰς μαστίζων τῇ οὐρᾷ εἰς μάχην ἑαυτὸν ἐποτρύνει. καὶ ταῦρος δὲ καὶ κύων καὶ ἄλλα ζῷα πολλὰ τῇ οὐρᾷ πρὸς ἀλκὴν κέχρηται. φασὶ δέ τινες καὶ τὴν οὐρὰν εἰρῆσθαι ἀπὸ τοῦ ὀρίνειν καὶ παρορμᾶν εἰς ἀλκήν. alpha. 978 9† Ἀλκμαίων† 9· ἰσχυρῶν, ἀνδρείων, γενναίων. alpha. 979 Ἀλκμαιωνίδαι· γένος ἐστὶν ἐπιφανὲς Ἀθήνησιν ἀπὸ Ἀλκμᾶνος. alpha. 980 Ἀλκυών· ὄρνεον θαλάσσης, ἥτις τίκτει κατὰ τὸν Ἀριστοτέλην (Hist. an. 542b 4 17) περὶ τροπὰς χειμερινὰς καὶ γίνεται τὸ πέλαγος ἀκίνητον ἐπὶ ἡμέρας ιδʹ. καὶ καλοῦνται αἱ ἡμέραι ἐκεῖναι ἀλκυονίδες. τίκτει δὲ ἡ ἀλκυὼν εʹ καὶ ἐκτρέφει. γίνονται δὲ αἱ ἀλκυονίδες ἡμέραι οὐ πανταχοῦ, ἀλλὰ περὶ τὴν Σικελίαν. δυσοιώνιστον δὲ εἶναι λέγεται τὸ ζῷον. ἐπὶ δὲ τοῦ ἀλκυὼν ὁ μὲν Ποιητὴς (I 563) συστέλλει τὸ υ, ὁ δὲ Εὐφορίων (fr. 143 Powell) ἐκτείνει. λέγεται δὲ παρά τισι καὶ λκυδὼν ἡ ἀλκυών. λέγεται δὲ παρὰ Λάκωσι καὶ δαίμων τις Ἀλκύων. alpha. 981 Ἀλκυονίδες ἡμέραι· περὶ τοῦ ἀριθμοῦ διαφέρονται· Σιμωνίδης γὰρ ἐν Πεντάθλοις (PMG 508 Page) ἕνδεκά φησιν αὐτάς. καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων (542b 4 17). Δημαγόρας δὲ ὁ Σάμιος (FHG 4, 378, fr. 3) ἑπτά. Φιλόχορος ἐννέα (FGrHist 328 F 186). τὸν δὲ ἐπ' αὐταῖς μῦθον Ἀγήσανδρος ἐν τοῖς Περὶ ὑπομνημάτων λέγει οὕτως (FHG 4, 422, fr. 46)· Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δρυμώ, Ἀστερίη. αὗταιμετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δ' αὐτὰς ὄρνι θας ἐποίησε καὶ ἀπὸ τοῦ πατρὸς ἀλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται. alpha. 982 9Ἄλκαρ· βοήθημα, ἀλέξημα. alpha. 983 Ἀλκύωρον· εἶδος μαγγάνου. ἢ λίνον θηρευτικόν. alpha. 984 Ἀλκέτασ· Μολοττῶν βασιλεύς, ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου. alpha. 985 Ἀλκιβιάδησ· ὁ Κλεινίου παῖς, ἀλλὰ καὶ ὁ πρόπαππος αὐτοῦ. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης, οὗ μνημονεύει Ἀντιφῶν (fr. 8 Th.). alpha. 986 Ἀλκίμαχοσ· στρατηγός ἐστιν οὗτος Ἀναγυράσιος τὸν δῆμον. ἕτερος δέ ἐστιν ὁ Μακεδών, οὗ μνημονεύει Ὑπερείδης (fr. 77 J.). alpha. 987 Ἀλλ' ἄναξ· ἐξοδίου κιθαρῳδικοῦ ἀρχή, ὥσπερ κωμικοῦ μὲν (adesp. fr. 48 Dem.) ἥδε καλλιστέφανος, ῥαψῳδῶν δὲ νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε. alpha. 988 Ἀλλὰ† οὐ† 9· ἀντὶ τοῦ ἀλλὰ πάλιν. Πλάτων Νυκτὶ μακρᾷ (fr. 83 K.)· ἀλλὰ† οὐ† γέλοιον ἄνδρα μοι φροντίσαι μηδέν. alpha. 989 Ἀλλὰ γάρ· ἀντὶ τοῦ δέ. Εὔπολις Βάπταις (fr. 68 K.) ἀναρίστητος ὢν καὶ οὐ βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων. alpha. 990 Ἀλλὰ χρή9· ἔστω. alpha. 991 Ἀλλὰ χρή9· τοῦτο δηλοῖ συγκατάθεσιν, οἷον καὶ μάλα. alpha. 992 Ἀλλαχοῖ9 καὶ λλαχόσε· τὸ εἰς τόπον, λλαχοῦ9 δὲ καὶ Ἀλλαχόθι τὸ ἐν τόπῳ. alpha. 993 Ἀλλάχθητε· ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆς (fr. 906 N. 2† 997 R.). alpha. 994 Ἀλληγορία· ἐπειδὰν ἄλλο τὸ γράμμα κατὰ τὸ πρόχειρον δηλοῖ καὶ ἄλλο τὸ νόημα καταλαμβάνηται. alpha. 995 9Ἄλλῃ9· ἀντὶ τοῦ ἄλλως. ἢ κατ' ἄλλο. Θουκυδίδης (6, 96, 2). alpha. 996 Ἀλλογνοεῖν· τὸ μὴ σαφῶς τι γνωρίζειν. ὅμοιον δέ ἐστι τὸ ἀμφιγνοεῖν. alpha. 997 Ἀλλοδαπά9· ξένα, παντοῖα. alpha. 998 Ἀλλήλων· ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης (Suppl. 676). καὶ Θουκυδίδης (2, 70, 1)· καί πού τινες ἀλλήλων ἐγεύσαντο, ἀντὶ τοῦ ἑαυτῶν. alpha. 999 Ἀλλοθρόουσ· ἀλλοφώνους. alpha. 1000 Ἀλλόκοτον· ἄτοπον, ἐναντίον, ξένον, ἀλλοφυές, ἔξαλλον, ἀσυνάρτητον, ἀλλότριον. Πλάτων δὲ καὶ λλοκοτώτατον καὶ λλοκοτώτερον εἶπεν (fr. 228 K.), λλοκότωσ δὲ ἐπιρρηματικῶς Φερεκράτης (fr. 201 K.). alpha. 1001 Ἀλλοπρόσαλλοσ· εὐμετάβλητος. alpha. 1002 Ἀλλοτριόγνωμοσ· σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώμῃ ἔχων καὶ μὴ τὰ ἑαυτοῦ. alpha. 1003 Ἀλλοτρίωσ· πολεμίως. alpha. 1004 9Ἄλλωσ· μάτην. ἢ μάλιστα. ἢ κατ' ἄλλον τρόπον. alpha. 1005 9Ἄλλως τε· μάλιστα. alpha. 1006 Ἀλλοτριονομοῦντεσ (Pl. Theaet. 195a)· ἐναλλαγὴν ὀνομάτων ποιοῦντες. ἢ ὅλως τισί τινα μὴ προσηκόντως διανέμοντες. alpha. 1007 9Ἄλλην δρῦν βαλάνιζε· ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι ἢ παρὰ τῶν αὐτῶν δανειζομένων. alpha. 1008 9Ἄλλος ἄλλον· ἀντὶ τοῦ ἀλλήλους. alpha. 1009 9Ἄλλοσ· ἀντὶ τοῦ ἕτερος. Ὅμηρος (ι 313)· ὅς χ' ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. τάσσεται δὲ καὶ ἀντὶ τοῦ τίς· πότε (λ 127). alpha. 1010 9Ἄλλο ἕτερον· ἐκ παραλλήλου λέγουσιν. Μένανδρος Μέθῃ (fr. 267 K.. TH)· εἶτ' οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ
540.2.1
ὁτιοῦν ἕτερον. Κράτης Παιδιαῖς (fr. K. alpha. 1011 alpha. 1012 alpha. 1013 alpha. 1014 alpha. 1015 alpha. 1016 alpha. 1017 alpha. 1018 fr.

Intertext edge

Open linked passage

Note