Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
576.1.1
K.)· ἐν συνουσίᾳ. alpha. 671 Αἰτιαζομένουσ· τοὺς ἐν αἰτίᾳ ὄντας. alpha. 672 Αἴτιον γενέσθαι· ἀντὶ τοῦ ἐν αἰτίᾳ. Θουκυδίδης (8, 56, 4). alpha. 673 Αἰτναῖον πῦρ· τὸ Σικελικὸν πῦρ· ἐκ τοῦ ὄρους τοῦ λεγομένου Αἴτνη καὶ ἀτμίζοντος. alpha. 674 Αἰχμάσουσι· δορατομαχήσουσιν. alpha. 675 Αἰχμή· ἡ ἐπιδορατίς, ὁ σίδηρος τοῦ δόρατος. alpha. 676 Αἰχμητήσ· πολεμικός. alpha. 677 Αἰών· μυελός, ὡς Ἱπποκράτης (Epid. 7, 122† 5, 468, 1 L.), ἢ βίος, ἢ ζωή. ἢ χρόνος ἀΐδιος. alpha. 678 Αἰῶ· τὸν αἰῶνα κατὰ ἀποκοπὴν Αἰσχύλος (Ag. 229. Ch. 350). alpha. 679 Αἰωνίζει· διὰ παντός ἐστιν. alpha. 680 Αἰώρα· ἡ μετέωρος κίνησις. alpha. 681· ἀγχόνη, ὕψος, ἔπαρσις. alpha. 682 Αἰωρήσεισ· κρεμάσεις. alpha. 683 Αἰωροῦνται· κρέμανται. alpha. 684 Αἰτούμενοσ· κιχράμενος. Μένανδρος Ὕμνιδι (fr. 410 K. Th.)· οὐ πῦρ γὰρ αἰτῶν οὐδὲ λοπάδα αἰτούμενος. alpha. 685 Αἰνίζομαι·, ἐπαινῶ. ἢ καταπλήσσομαι, παρὰ τὸ αἰνόν, ὅ ἐστι δεινόν. τινὲς δὲ τὸ εἰς αἶνον καὶ παραβολὴν ἄγω, οἷον αἰνιγματοῦμαί σε. alpha. 686 Αἶρα· σφῦρα, ἢ ἀξίνη. alpha. 687 Αἱρεῖν· κατὰ κράτος τι λαμβάνειν καὶ καταλαμβάνειν. alpha. 688 Αἴρειν· αὔξειν. alpha. 689 Αἱρεῖσ· δοξάζεις, ἡγῇ. alpha. 690 Αἴρειν· τράπεζαν παρατιθέναι. δηλοῖ καὶ τὸ προσφέρειν· αἶρ' αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Ἀριστοφάνης (Pac. 1). καὶ μετὰ τῆς πρός προθέσεως πρόσαιρε (Pherecr. fr. 137 K.). καὶ ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. alpha. 691 Αἰρόπινον· σκοτεινόν. καὶ κόσκινον, ἐν ᾧ πυροὶ σήθονται ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν. alpha. 692 Ἀΐσθων· αἰσθανόμενος. καὶ βασανιζόμενος. ἢ ἐκπνέων. alpha. 693 Αἴσιμα· τὰ προσήκοντα· παρὰ τὴν αἶσαν. ἐνίοτε δὲ τὰ καθήκοντα ἢ τὰ ἀγαθά. ἔσθ' ὅτε δὲ τὰ εἱμαρμένα. alpha. 694 Αἴσιον· μέτριον, δίκαιον. καὶ ὑπεραίσιον· τὸ ὑπὲρ τὸ μέτριον. alpha. 695 Αἰσυμνῆται· οἱ τοῦ ἀγῶνος προεστῶτες. ἢ οἱ νεανίαι. ἢ νεμηταί, ὅ ἐστι βραβευταί. alpha. 696 Αἰσυμνήτην· βασιλέα, ἐπιστάτην, ἄρχοντα. οἱ δὲ τύραννον καὶ βραβευτὴν καὶ πάρεδρον. alpha. 697 Αἰσχύνει· αἰκίζεται, λυμαίνεται, αἶσχος περιτίθησι. alpha. 698 Αἰτήσασθαι· τὸ χρήσασθαι. Μένανδρος Τίτθῃ (fr. 396 K. Th.)· ἢ ἄν τις ὑμῶν παιδίον ᾐτήσατο ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι. καὶ ἐν Ὕμνιδι (fr. 410 K.. TH)· οὐ πῦρ γὰρ αἰτῶ οὐδὲ λοπάδα αἰτούμενος. alpha. 699 Ἀκαδημία· τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδημία. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου. alpha. 700 Ἀκάθεκτοσ· ἀκατάσχετος. alpha. 701 Ἀκαθοσίωτον· ἄνομον, ἄκοσμον, ἀπόβλητον. alpha. 702 Ἄκαινα· ἄκαινά ἐστι μέτρον δεκάπουν. ἔστι δὲ ῥάβδος, ἐν ᾗ κεντοῦσι τοὺς βόας, ὡς τῶν Πελασγῶν τοῦτο εὑρόντων. alpha. 703 Ἄκακοσ· ὁ κακοῦ μὴ πεπειραμένος, οὐχ ὁ χρηστοήθης. οὕτως Σαπφώ (fr. 171 L. P.). λέγεται δὲ καὶ ὁ χρηστὰ ἤθη ἔχων, εἰ καὶ ἐπ' ἔλαττον. alpha. 704 Ἀκακία· ἀντὶ τοῦ ἁπλότης. alpha. 705 Ἀκαλήφη· κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις (fr. 560 K.)· εἰκὸς δήπου πρῶτον ἁπάντων ἀναφῦναι καὶ τὰς κραναὰς ἀκαλήφας. Φερεκράτης Αὐτομόλοις (fr. 24 K.)· νὴ τὴν Δήμητρ', ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν· βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων (487a 25) καὶ Θεόφραστος ἐν ἑβδόμῳ Φυσικῶν (Hist. pl. 7, 7, 2). alpha. 706 Ἀκάλανθοσ· ὄρνεόν τι. alpha. 707† Ἀκάλλειν†· ἰδίως τὸ τῇ οὐρᾷ σαίνειν. alpha. 708 Ἀκαμαντὶσ καὶ ἀκάμασ· μία τῶν δέκα φυλῶν, ἀπὸ Ἀκάμαντος τοῦ Θησέως. alpha. 709 Ἀκάμπιον· ἀντὶ τοῦ ἀκαμπές. Σοφοκλῆς (fr. 988 R.). alpha. 710 Ἀκάμπιοσ· ὁ ἐπ' εὐθείας δρόμος καὶ περίπατος. alpha. 711 Ἄκανοι· οὕτως αἱ ἄκανθαι λέγονται. alpha. 712 Ἀκαπήλευτον· ἄδολον, καθαρόν, ἀρᾳδιούργητον. alpha. 713 Ἀκαρῆ· βραχύ, ὀξύ, ὃ οὐχ οἷόν τε κεῖραι. alpha. 714 Ἀκαρήσ· ὀξύς, βραχύς. διττῶς δὲ λέγεται παρὰ τοῖς Ἀττικοῖς· καὶ ὀνοματικῶς, οἷον ἀκαρὴς χρόνος, καὶ τῷ ἀκαρεῖ καὶ τὸν ἀκαρῆ· καὶ ἐπιρρηματικῶς ἀκαρῆ, ἀντὶ τοῦ βραχέως καὶ συντόμως. alpha. 715 Ἀκαριαῖον· μικρόν, βραχύ. ῥοπή. alpha. 716 Ἀκαρ· ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτως Ἀντιφῶν (fr. 146 Th.). alpha. 717 Ἄκασκα· ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις (fr. 126 K.)· ἢ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντες. alpha. 718 Ἀκαταλήκτωσ· ἀκαταπαύστως. alpha. 719 Ἀκαταλλήλωσ· ἀναρμοδίως. alpha. 720 Ἀκάτιον· μικρὸν πλοῖον. alpha. 721 Ἀκάτια· ὑποδημάτων εἶδος. alpha. 722 Ἄκατοσ· φιάλη, διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος (fr. 3 K.). alpha. 723 Ἀκατεύναστοσ· ἀκοίμιστος. alpha. 724 Ἀκεανοί· τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκατάκοπτα ὄσπρια. alpha. 725 Ἀκέραιον· ἄκακον, ὁλόκληρον, καθαρόν. σημαίνει καὶ τὸν ἔξω κήρας. alpha. 726 Ἀκερδὴς χάρισ· ἡ μὴ δεόντως διδομένη. alpha. 727 Ἀκειρεκόμησ· τὴν κόμην μὴ κειρόμενος. alpha. 728 Ἀκέραιοσ· ὁ μηδὲν κακὸν πεπονθώς. alpha. 729 Ἀκέσασθαι καὶ ἀκέσαι· ἰάσασθαι. ὅθεν καὶ Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέστριαν καλοῦσιν. alpha. 730 Ἀκεῖσθαι· λέγειν, θεραπεύειν. παραιτεῖσθαι, ἰᾶσθαι. καὶ ἀπάγειν ἐπαγωγὰς ἐκ γοητείας καὶ μαγγανείας ἐπηγμένας τισί. Πλάτων ἐν δευτέρῳ Πολιτείας (364ξ). Σοφοκλῆς δὲ ἐν Ἀντιγόνῃ (1027) ἐκλαμβάνει τὸ ἀκεῖσθαι ἐπὶ τοῦ ἁμαρτίαν ἐπανορθοῦσθαι κατὰ μεταφοράν. alpha. 731 Ἄκεσιν· ἴασιν. alpha. 732 Ἀκεσίπονον· θεραπευτικόν. alpha. 733 Ἀκέσματα· ὑγιάσματα, ἰάματα. alpha. 734 Ἀκεσμόν· ἰατρείαν. alpha. 735 Ἀκεσίασ· ἀντὶ τοῦ ἰατρός. alpha. 736 Ἀκεστάσ· ἰατρούς. καὶ ἀκέστωρ· ὁ ἰατρός. alpha. 737 Ἀκεσταί· οἱ τὰ ἱμάτια ἀκούμενοι. Ξενοφῶν (Cyr. 1, 6, 16)· ὥσπερ ἱματίων ῥαγέντων εἰσί τινες ἀκεσταί. alpha. 738 Ἀκέφαλον· ἀντὶ τοῦ ἀτελείωτον. Πλάτων Νόμων ἕκτῳ (752α)· μῦθον ἀκέφαλον ἑκὼν καταλείπομαι. alpha. 739 Ἀκή· ἀκμὴ σιδήρου. καὶ ἡ ἡσυχία. alpha. 740 Ἀκήδεστοι· μηδεμιᾶς φροντίδος τυχόντες. ἢ ἀκήδευτοι καὶ ἄταφοι. alpha. 741 Ἀκηδήσ· ὁ μὴ φροντίζων. alpha. 742 Ἀκηδήσ· ἄταφος. alpha. 743 Ἀκήματα· ἰάματα. alpha. 744 Ἄκη· πόλις ἐν Φοινίκῃ, ἣν οἱ μὲν τὴν νῦν Πτολεμαΐδα καλουμένην οὕτω πάλαι φασὶν ὀνομάζεσθαι, Δημήτριος δὲ (Sceps. fr. novum) οὐ τὴν πόλιν, ἀλλὰ τὴν ταύτης ἀκρόπολιν. alpha. 745 Ἀκηλίδωτον· ἄσπιλον, ἀκήρατον. alpha. 746 Ἀκήρατοσ· ἄφθαρτος, ἀπαθής, ἀκέραιος. alpha. 747 Ἀκηράσιοσ· ἀκέραιος. alpha. 748 Ἀκίβδηλον· καθαρόν. alpha. 749 Ἀκίβδηλος ἀνήρ· ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. οὕτω Φρύνιχος (Praep. soph. fr. 12). alpha. 750 Ἀκίδασ· τοῦ βέλους τὰς ὀξύτητας. alpha. 751 Ἀκιδωτὸς ὅρμοσ· συγκείμενος ἐκ πολλῶν ἀκίδων. alpha. 752 Ἀκιδνότερον (σ 130)· ἀσθενέστερον, μεταφορικῶς ἀπὸ τοῦ μὴ κίειν, τουτέστι μὴ ἰσχύειν, ἢ κίκυν μὴ ἔχειν, οἷον ἰσχύν, διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν. Δίδυμος δὲ (fr. novum) ταλαιπωρότερον καὶ ἀθλιώτερον ἔφη. alpha. 753 Ἄκικυσ· ἀσθενής, ἀδύνατος. κατὰ στέρησιν ἤτοι τοῦ κίειν ἢ τῆς κίκυος, ἥτις παρὰ τὴν κίνησιν λέγεται ἰσχὺς οὖσα. alpha. 754 Ἀκινάκησ· μικρὸν δόρυ Περσικόν. alpha. 755 Ἀκκιζόμενοσ· θρυπτόμενος, προσποιούμενος, γυναικιζόμενος. ἢ μωραίνων, ἀπό τινος γυναικὸς μωρᾶς, ἥτις ἐκαλεῖτο Ἀκκώ. σημαίνει δὲ καὶ τὸν θέλοντα μέν, προσποιούμενον δὲ μὴ θέλειν. alpha. 756 Ἀκκισμούσ· προσποιήσεις, ὑποκρίσεις. alpha. 757† Ἀκιόμενοι†· ἐπισκευάζοντες. μεταφορικῶς ἀπὸ τοῦ θεραπεύειν. alpha. 758 Ἀκίονεσ· ἀστήρικτοι. alpha. 759 Ἀκληρεῖ· οὐ μετέχει, οὐ κεκλήρωται. alpha. 760 Ἄκληροι· ἔξω τοῦ κεκληρῶσθαι. Εὐριπίδης (Troad. 32). alpha. 761 Ἀκληρία· ἀντὶ τοῦ ἀτυχία. Σοφοκλῆς (fr. 898 N. 2† 989 R.). alpha. 762 Ἀκλήρῳ (λ 490)· κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν, πτωχῷ· κλῆρος γὰρ ἡ οὐσία, ὅθεν καὶ ἐπίκληρος. alpha. 763 Ἄκλυτον· ἀνώνυμον. alpha. 764 Ἀκλητί· ἄνευ κλήσεως. alpha. 765 Ἀκλόνητον· ἄσειστον, ἀδόνητον. alpha. 766 Ἀκμάζει· νεάζει. alpha. 767 Ἀκμάζεισ· τὰ νέων πράττεις. οὕτως Ὑπερείδης (fr. 122 J.) καὶ Λυσίας (fr. 188 S.). alpha. 768 Ἀκμαῖοσ· νεανίσκος σφριγῶν. alpha. 769 Ἀκμή· ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως. καὶ ἡ δύναμις. καὶ ἡ νεότης. ἀκμὴ δὲ καιροῦ ἡ εὐτυχία. οὕτως καὶ Ἰσοκράτης (2, 33)· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερείδης (fr. 116 J.). alpha. 770 Ἀκμὴ καλεῖ (Eur. Hec. 1042)· καιρὸς καλεῖ. alpha. 771 Ἀκμῆτεσ· μὴ κάμνοντες. alpha. 772 Ἀκμητί· ἀκαμάτως. alpha. 773 Ἀκμοθέτῳ· τῷ κοιλώματι, ἐν ᾧ ὁ ἄκμων τίθεται. alpha. 774 Ἀκμονίδησ· ὁ Χάρων. καὶ ὁ Οὐρανός· Ἄκμονος γὰρ παῖς. alpha. 775 Ἀκνίσωτος οἶκοσ· ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος (fr. 292 N. 2† 751 M.). alpha. 776 Ἄκοιτισ· γαμετή. alpha. 777 Ἀκολασία· ἀκρασία. alpha. 778 Ἀκόλαστον· ἀκρατῆ, θρασύν. alpha. 779 Ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα ἢ ἄνθρωποσ· λέγοι δ' ἄν τις καὶ ὑβριστικόν. alpha. 780 Ἀκόλαστος ὄχλοσ· Εὐριπίδης ἔφη (Hec. 607), ἀκόλαστον δὲ σῶμα Σοφοκλῆς (fr. 678 N. 2† 744 R.). ἀκολαστήμτα δὲ λέγουσι μὲν κατακόρως οἱ Ἐπικούρειοι, πλὴν καὶ Ἀναξανδρίδης κέχρηται τῇ λέξει (fr. 73 K.) καὶ Ἀριστοφάνης (Lys. 398). alpha. 781 Ἀκολασία· Θουκυδίδης ἔφη (3, 37, 3)· ἀκολαστία δὲ Ἄλεξις (fr.