Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1.1
M.)· ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών. Σοφοκλῆς δὲ τὴν εὐθεῖαν ἔφη (fr. 674 N. 2† 740 R.) ἀείζως γενεά. ἀπὸ δὲ τῆς ζωὸς δισυλλάβου εὐθείας φιλόζωος εἶπεν ὁ κωμικὸς Πλάτων (fr. 19 Dem.), ἧς ἡ γενικὴ ζωοῦ, ἣν Αἰσχύλος κατὰ σύνθεσιν προάγει εἰπών (fr. 29 N. 2† 60 M.)· καὶ γεύομαί πως τῆς ἀειζώου πόας. alpha. 410 Ἀείζων πένθοσ ἐρεῖς, ὡς Σοφοκλῆς (fr. 675 N. 2† 741 R.), καὶ Ἀείζωον ἕλκος. alpha. 411 Ἀειλογία· πολυλογία ἢ ταυτολογία. ἔστι δὲ ἡ λέξις παρὰ Δημοσθένει (19, 2) καὶ Ἰσαίῳ (fr. 141 ς.). τὸ μέντοι ῥῆμα, ἤτοι τὸ ἀειλογεῖν, ἀδόκιμον. δηλοῖ δὲ καὶ τὸ ἑκάστοτε διδόναι λόγον καὶ ἀπολογίαν. καὶ ἀειλογία· τὸ διὰ παντὸς ἐξεῖναι λέγειν. καὶ ἀειλογία· τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος. alpha. 412 Ἄειλα· τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος (fr.