Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1.1
. alpha. 2605 Ἀποπεφοίτηκεν· ἀπῆλθεν. alpha. 2606 Ἀποπληξία· μανία, ἄνοια. καὶ πόπληκτοσ Δημοσθένης εἴρηκεν (21, 143 ετ 34, 16). alpha. 2607 Ἀποπομπή9· ἀντὶ τοῦ ἀποτροπή. alpha. 2608 Ἀποπομπαῖοι· θεοί τινες οὕτως ἐκαλοῦντο. alpha. 2609 Ἀποπρεσβεύει· ἀπαγγέλλει πρεσβείαν. alpha. 2610 Ἀποπροσωπίζεσθαι· ἀπονίπτεσθαι καὶ σμᾶσθαι τὸ πρόσωπον. οὕτω Φερεκράτης. alpha. 2611 Ἀπὸ πρώτησ· οἷον ἐξ ἀρχῆς. alpha. 2612 9Ἄποπτον· ἀθεώρητον, ὑψηλόν. alpha. 2613 Ἀποπυρίασ· ἄρτος ἐπ' ἀνθράκων ὀπτώμενος. alpha. 2614 Ἀποπυριάζων· ἀπὸ πυρὸς ἐσθίων. alpha. 2615 Ἀπορέξαι· δοῦναι. alpha. 2616 Ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ9· τὸ μὲν σφακελίζειν φλεγμαίνειν ἐστὶ καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος (fr. 342 K.). alpha. 2617 Ἀπορρέξαντεσ· ἀπομερίσαντες, ἀπόμοιραν δόντες. alpha. 2618 Ἀπόρρησιν· ἀπαγόρευσιν. σημαίνει καὶ ἀποκήρυξιν παιδός. alpha. 2619 Ἀπόρρητα· ἀκατάληπτα, ἀπόκρυφα. ἢ τὰ ἀπειρημένα ἐν τοῖς νόμοις. οὕτως Δημοσθένης (18, 123). alpha. 2620 Ἀπορροῆσ· σταγόνος. alpha. 2621 9† Ἀπορρυή† 9· ἀπόρρυσις. alpha. 2622 9† Ἀπορρύει· ἀπονίπτει, ἀπορρύπτει†. alpha. 2623 Ἀπορρῶγασ· ἐξοχὰς ἀπεσχισμένας. alpha. 2624 Ἀπορρώξ· ἀπόσπασμα ὄρους. alpha. 2625 9Ἄπορος χώρα· ἀντὶ τοῦ ἀπόρευτος. λέγεται δὲ ἄπορος καὶ ὁ μὴ δυνάμενος μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεής. alpha. 2626 Ἀπορησία· ἀντὶ τοῦ ἀπορία. οὕτως Εὔβουλος (fr. 141 K.). alpha. 2627 Ἀπορώτατοσ· ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν. οὕτως Ἰσαῖος (fr. 104 S.). alpha. 2628 Ἀπορρηθῇ9· ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων (φορτ. Leg. 11, 929a). alpha. 2629 Ἀποσαλεῦσαι καὶ ποσαλεύειν· τὸ ἀποφυγεῖν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλῆσαι, τουτέστιν τῷ ἀλιμένῳ τόπῳ, ἔνθα σάλος γίνεται. Θουκυδίδης (1, 137, 2)· ὁ δὲ ναύκληρος ποιεῖ τε ταῦτα καὶ ἀποσαλεύσας ἡμέραν καὶ νύκτα. alpha. 2630 Ἀποσεμνύνει· γεραίρει. alpha. 2631 9 ποσάξαντεσ· Δείναρχος (fr. 13, p. 147, 14 C.) ἀντὶ τοῦ† πράξαντες†. alpha. 2632 Ἀποσημήνασθαι· ἀφομοιοῦσθαι. ἢ σφραγίζειν. alpha. 2633 Ἀπόσιτοσ· ἄσιτος, ἄτροφος. alpha. 2634 Ἀποσκευαζόμενοσ· ἀποβαλλόμενος, ἀπορρίπτων, ἀπογυμνῶν. alpha. 2635 Ἀποσκευάζοντεσ· ἀποφέροντες. alpha. 2636 Ἀποσιμῶσαι· τὸ ἀναχωρήσαντα ἐκ διαστήματος συμβαλεῖν τῇ νηΐ. ἢ τὸ ἐπικύψαι καὶ τὴν πυγὴν† προσθεῖναι† γυμνήν. Θουκυδίδης δὲ (4, 25, 5) τὸ μετεωρίσαι τὰς ναῦς. alpha. 2637 Ἀποσεσύκασται· τετρύγηται. Ἀμειψίας (fr. 33 K.). alpha. 2638 Ἀποσκολύψαι· ἀφελεῖν τὸ δέρμα. ἢ γυμνῶσαι. Σοφοκλῆς εἴρηκεν (fr. 390 N. 2† 423 R.). alpha. 2639 Ἀπόστασισ· ἡ ἐπανάστασις ἔθνους ἢ πόλεως. καὶ ἡ ἀπέλευσις ἢ διάλυσις. καὶ ἡ τοπικὴ διάστασις. καὶ καθ' Ἱπποκράτην (απηορ. 4, 31† 4, 512, 12, 12 L.) ἡ ἐναπόσκηψις, οἷόν τινος συλλογή. alpha. 2640 Ἀποστασίου9 καὶ προστασίου9· δικῶν εἰσιν ὀνόματα. ἀποστασίου μέν, ὅταν δοῦλος† ὑπ'† ἐλευθερίας ἐνίσταται, φάσκων μὴ προσήκειν τοῖς δουλοῦν αὐτὸν ἀντιποιουμένοις, οὗτος ἀποστασίου δίκην λαχεῖν λέγεται. ἀπροστασίου δέ, ὅτι τῶν μετοίκων ἕκαστος προστάτην† ἔχουσι† κατὰ νόμον ἕνα τῶν ἀστῶν, καὶ δι' αὐτοῦ τό τε μετοίκιον τίθεται κατὰ ἔτος καὶ τὰ ἄλλα διοικεῖται. ὅταν οὖν τις δοκῶν εἶναι μέτοικος προστάτην μὴ ἔχῃ ἢ μὴ δῷ τὸ μετοίκιον ἢ ἀστὸς εἶναι φάσκῃ παρεγγεγραμμένος εἰς τὴν πολιτείαν, ὁ βουλόμενος δίκην εἰσάγει πρὸς αὐτόν, ἥτις λέγεται ἀπροστασίου. alpha. 2641 Ἀποστολαί9· ἀποπέμψεις, δῶρα. alpha. 2642 Ἀποσοβεῖ9· διώκει. alpha. 2643 Ἀποσοβῶμεν· ἀντὶ τοῦ ἀποτρέχωμεν. Μένανδρος (fr. 826 K.. TH). alpha. 2644 Ἀποστήσασθαι· ἀποδοῦναι χρέος. alpha. 2645 Ἀποσπουδάζων· παυόμενος τῆς σπουδῆς, ἀμελῶν. alpha. 2646 9† Ἀποστήσονται† 9· οἷον σταθμῷ λάβωσιν ἴσῳ. alpha. 2647 Ἀποστρακισθῆναι· ἐξορισθῆναι· ἐν ὀστράκοις γὰρ τὸ πρὶν ἐγράφοντο αἱ ἐξορίαι. alpha. 2648 Ἀποστοματίζειν· ἀπὸ μνήμης λέγειν. alpha. 2649 Ἀποστυγοῦντεσ (Ep. Rom. 12, 9)· μισοῦντες. alpha. 2650 Ἀποσκλαίη· ἀποθάνοι. alpha. 2651 Ἀποσκλῆναι (αρ. Vesp. 160)· οἷον ἀποθανεῖν. alpha. 2652 Ἀποσκελ ευθῆναι καὶ ποτακῆναι καὶ οὕτως διαφθαρῆναι. alpha. 2653 Ἀποσκιρτᾷ9· ἀποπηδᾷ. alpha. 2654 Ἀπὸ σκοποῦ9· μάτην, ἢ περιττῶς, ἢ ἐναντίως. alpha. 2655 Ἀποσκοπεῖσθαι λέγουσιν, οὐ σκοπεύειν. alpha. 2656 Ἀποσκευάσαι τὴν τράπεζαν· καθαρὰν ποιῆσαι. alpha. 2657 Ἀποσκορακίζειν· ὑβρίζειν, εὐτελίζειν, ἐξορίζειν, διώκειν. alpha. 2658 Ἀποσκυθίσαι· κυρίως μὲν τὸ ἐπιτεμεῖν τὸ ἐν τῇ κεφαλῇ δέρμα σὺν θριξί, καταχρηστικῶς δὲ τὸ ἀποκεῖραι. alpha. 2659 Ἀπόστολοσ· στρατηγὸς κατὰ πλοῦν πεμπόμενος. καὶ αὐτὸς δὲ ὁ τῶν νεῶν στόλος, καὶ οἱ ἐν αὐταῖς ἐμπλέοντες. alpha. 2660 Ἀποστολεῖσ· ιʹ τὸν ἀριθμὸν ἦσαν ἄρχοντες ἐπὶ τῶν ἐκπλεουσῶν τριήρων καὶ τῶν ἀναγομένων στόλων. ἀποστολεῖς δὲ παρὰ τὸ ἀποστέλλειν τὰ πλοῖα. alpha. 2661 Ἀποστησάμενον· ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα. Δημοσθένης (49, 52). alpha. 2662 Ἀπόστοργον· τὸν ἄστοργον. alpha. 2663 Ἀπὸ συμβόλων δικάζειν· Ἀθηναῖοι ἀπὸ συμβόλων ἐδίκαζον τοῖς ὑπηκόοις. οὕτως Ἀριστοτέλης (Ath. Pol. 59, 6). alpha. 2664 Ἀποστάσιον καὶ† λιπόστρατον† καὶ πάντα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν. Εὔπολις (fr. 349 K.)·. alpha. 2665 Ἀπόστα, οὐ μόνον ἀπόστηθι. καὶ παράστα. 9 οὕτω Μένανδρος. alpha. 2666 Ἀπὸ στόματοσ· ὡς ἡμεῖς, τὸ μὴ διὰ γραμμάτων, ἀλλὰ ἀπὸ μνήμης. ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον. Πλάτων Θεαιτήτῳ (142δ)· ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; Οὐ μὰ τὸν Δί', οὔκουν οὕτω γε ἀπὸ στόματος. καὶ ποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. alpha. 2667 Ἀποστροφή9· ἀντὶ τοῦ καταφυγή. alpha. 2668 Ἀποσυστῆσαι· οὐδὲν πλέον τοῦ συστῆσαι. alpha. 2669 9† Ἀποσφύδου† 9· καρτερεῖν. alpha. 2670 Ἀποσχεδιάσασ· ψευσάμενος. alpha. 2671 Ἀπόσχῃ9· ἀποσχέσθαι ποιήσῃ. alpha. 2672 Ἀποσχῆναι· ἀπενεχθῆναι. alpha. 2673 Ἀποσχοινίσαντεσ· ἀποστρέψαντες. alpha. 2674 9Ἄπουργοι γωνίαι· εὐτελεῖς, εἰς ἃς τὰ σαρώματα συνῆγον. alpha. 2675 Ἀπόταξισ· τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν ὡρισμένον φόρον. Ἀντιφῶν (fr. 55 Th. alpha. 2676 Ἀπόταφοσ· ὁ ἀπεστερημένος τῶν προγονικῶν τάφων. alpha. 2677 Ἀποτεθρίακεν (Ar. Ach. 158)· ἀποπεφύλλικεν καὶ διακεκάθαρκεν. alpha. 2678 Ἀποταμιεύεται· ἀποκλείει. alpha. 2679 Ἀποταυρούμενοσ· θρασυνόμενος. alpha. 2680 Ἀποτεθρυωμένοσ· ἀπηγριωμένος. εἴρηται δὲ κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν† τεθρύων†, ἅπερ ἐστὶν ἄγονα καὶ ἄγρια φυτά. alpha. 2681 Ἀποτείνεται· ἐκτείνεται, φιλονεικεῖ. alpha. 2682 Ἀποτιμηταὶ9 καὶ ποτίμημα καὶ ποτιμᾶν καὶ τὰ ἀπ' αὐτῶν· οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα πέμπειν τινὰς τιμησομένους τὰ ἐνέχυρα. καὶ ἐλέγοντο τὰ μὲν ἐνέχυρα ἀποτιμήματα, οἱ δὲ ἀποτιμησάμενοι ἀποτιμηταί, τὸ δὲ ἔργον ἀποτιμᾶν. alpha. 2683 Ἀποτίσεις χοῖρε γίγαρτα· οἷον ἃ κατέφαγες ἀποδώσεις πλείονα. alpha. 2684 Ἀποτειχίζων· ἀποφράσσων. alpha. 2685 Ἀποτεμεῖται· ἀποχωρίσειεν. alpha. 2686 Ἀποτεύξασθαι· ἀποτυχεῖν. alpha. 2687 Ἀποτειχίσαι· τὸ† βαλεῖν† τειχίον καὶ ἀποτειχίσαι καὶ alpha. 2687 ἀποκλεῖσαι τῆς ἐξόδου. καὶ ποτετειχισμένοσ· ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει. οὕτως Ἀντιφῶν (fr. 9 Th.). alpha. 2688 Ἀποτίμησιν· τέλος ἢ φόρον. alpha. 2689 Ἀποτιμήματα· τὰ νῦν ἀντίπροικα. alpha. 2690 9Ἄπο τοῦ πράγματοσ· ἀντὶ τοῦ ἄποθεν. alpha. 2691 Ἀπότριψισ· μελέτησις, ἀπάγγελσις, ἀγώνισις, προάγγελσις, τέκμαρσις, κάθεξις, διάφευξις, ἄνοιξις, ἐφόρμησις, ὅπλισις, ξένισις, πλάνησις, κούφισις, βλάψις, ἐπαίνεσις, ψόφησις, διάρπασις, γυναίκισις, λάλησις. alpha. 2692 Ἀποτραχύνεται· θρασύνεται. alpha. 2693 Ἀποτρόπαιοι· φευκτοί, μισεῖσθαι ἄξιοι. alpha. 2694 Ἀποτροπίασμα· ἐξίλασμα. ἢ τὸ ἀποτροπῆς ἄξιον, οἷον ἀποτρόπαιον. alpha. 2695 Ἀποτρώγειν· ἀφαιρεῖν. οὕτως Μένανδρος. alpha. 2696 Ἀποτυμπάνισον· ἄνελε, ὅ ἐστι φόνευσον. alpha. 2697 Ἀποτυμπανίσαι· οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνοις ἀποκτεῖναι. τύμπανον δέ ἐστι ξύλον σκύταλον· τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς κατακρίτους, ὕστερον δὲ ἔδοξε τῷ ξίφει. alpha. 2698 Ἀποτυχίσαι· ἀποπελεκῆσαι. καὶ ποτυχισθείσ· ἀποτιλθείς ἢ ἀποπελεκηθείς. alpha. 2699 Ἀποφανῶσαι· εἰς τὸ φανερὸν καταστῆσαι. οὕτω Σοφοκλῆς (fr. 919 N. 2† 1023 R.). alpha. 2700 Ἀποφαίνει· φανεροποιεῖ. alpha. 2701 Ἀποφαντικόσ· σημαίνει κυρίως τὸν ἐκφαίνοντά τι νόημα, εἴτε διὰ καταφάσεως εἴτε δι' ἀποφάσεως. σημαίνει δὲ ἰδικῶς καὶ τὸν μὴ συγκατατιθέμενον. alpha. 2702 Ἀποφάσκει· ἀπαγορεύει ἢ ἀποφαντικῶς λέγει. alpha. 2703 Ἀπόφασισ· Δημοσθένης (42, 1) τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος ὁπόσην οὐσίαν ἔχει,. καλεῖται δὲ αὐτὸ καὶ ἀπογραφή. alpha. 2704 Ἀποφεύγειν καὶ ποφυγγάνειν· Δημοσθένης (23, 74). alpha. 2705 Ἀπόφημι· ἀποφαίνομαι. alpha. 2706 Ἀποφηληκίσαι· ἀποπλανῆσαι. alpha. 2707 Ἀποφῆναι· ἀποδεῖξαι. alpha. 2708 Ἀποφύλιοι· ξένοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος (fr. 287 N. 2† 493 M.). alpha. 2709 Ἀποφθεγγόμενοσ· μαντευόμενος. alpha. 2710 Ἀποφέρει· οἷον παρασύρει καὶ ἄγει. ἡ μεταφορὰ ἀπὸ τοῦ ποταμοῦ. Ἀριστοφάνης (fr. novum). alpha. 2711 Ἀπόφυξισ· Λυσίας ἐν τῷ κατὰ Ἱππονίκου εἴρηκεν (fr. novum) ἀπόφυξιν δίκης. ἡ δὲ ἀποφυγὴ ἐπὶ τούτου τοῦ σημαινομένου πάνυ σπάνιος. alpha. 2712 Ἀποφλεγμήναντασ· Πλάτων Νυκτὶ μακρᾷ (fr. novum)· ἥξειν ἀποφλεγμήναντας εἰς διαλλαγάς. alpha. 2713 Ἀπ' ὀφθαλμῶν ἀπορρῖψαι· τὸ ἐξ ὄψεως ἐκβαλεῖν. Σοφοκλῆς (fr. 828c R.). alpha. 2714 Ἀποφράδες ἡμέραι· ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσιν. ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. καὶ ποφρὰς ἄνθρωποσ· ἀντὶ τοῦ ὁ διὰ τὴν βαρύτητα τῶν ὑπ' αὐτοῦ φραζομένων ἀπρόσδεκτος. alpha. 2715 Ἀποφοράν· ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξύ. οὕτως Ἰσαῖος (fr. 113 S.). alpha. 2716 Ἀποφοιβάζων· ἀποκαθαίρων. alpha. 2717 Ἀποφοιτᾶν· ἀποπηδᾶν, ἀναχωρεῖν. alpha. 2718 Ἀποφυσήσασ τὴν σποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων. Ἀριστοφάνης (330)· κἄπειτ' ἀνελών μ' ἀποφυσήσας. alpha. 2719 Ἀποφώλιον· ὀλίγου ἄξιον, ἀπαίδευτον, ἄτεχνον, μάταιον. οἱ δὲ ἄγριον ἢ ἀδόκιμον ἢ θηριώδη, ἀπὸ τῶν φωλεῶν. ἔνιοι δὲ φωλεόν φασι τὸ λαμπρὸν δεῖπνον. alpha. 2720 Ἀποχετεύονται· μεταφέρονται. alpha. 2721 Ἀπόχρη· ἐξαρκεῖ. alpha. 2722 Ἀποχρήσασ· ἀντὶ τοῦ ἱκανὸς γενόμενος. Πλάτων Πολιτείας βʹ. alpha. 2723 Ἀποχώρησισ· ἀντὶ τοῦ ἀποστροφή. alpha. 2724 9† Ἀπόχραε† 9· ἐξαρκεῖ. Ἡρόδοτος (9, 79, 2). alpha. 2725 Ἀποχρώσησ· ἀρκούσης. alpha. 2726 Ἀποχοιριάσαι· ἀποσκιρτῆσαι, ἀπολακτίσαι. καὶ ποχοιριάζειν· ἀποσοβεῖν, ἐξελαύνειν ὡς χοῖρον. ἔνιοι δὲ διὰ τοῦ κ ποκυριάζειν. 9 alpha. 2727 Ἀποχρώντωσ· ἱκανῶς. Ἀριστοφάνης Ταγηνισταῖς (fr. 489 K.)· ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη. alpha. 2728 Ἀποχωροῦντα· ἀντὶ τοῦ ἀποπατούμενα. Ξενοφῶν (Mem. 1, 4, 6). alpha. 2729 9† Ἀπόψας† 9· ἀδελφοῦ ἢ ἀδελφῆς ὑποκόρισμα. alpha. 2730 Ἀποψηφίζονται· ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. οὕτω Δείναρχος (fr. 56, 2 C.). καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ (57, 2). alpha. 2731 Ἀπόψηφοι ἐγένοντο τοῦ ἀποκτεῖναι· οἷον οὐκ ἐπήνεγκαν ψῆφον τοῦ ἀτιμῶσαι ἢ ἀποκτεῖναι. οὕτως φησὶ Φρύνιχος (Praep. soph. 13, 1). alpha. 2732 Ἀποψοφεῖν· τὸ πέρδεσθαι, εὐσχήμως λέγων. εὐσχημονέστερον δὲ διαπνεῖν καὶ ποπνεῖν. 9 alpha. 2733 Ἀποψύχει· ὃ οἱ πολλοὶ καταψύχει λέγουσιν, ὅταν τὸ καῦμα λήγῃ καὶ εἰς {τὸ ψῦχος τρέπηται. οὕτω Πλάτων (Phaedr. 242a). alpha. 2734 Ἀποψύχειν· τὸ ἀποθνῄσκειν ἐν αʹ (134, 3) Θουκυδίδης. alpha. 2735 Ἀπριάτην (A 99)· ἄνευ πράσεως. alpha. 2736 Ἀπρίξ· ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς. alpha. 2737 9Ἄπροικον· τῇ προσωδίᾳ ὡς ἄνθρωπον οἱ Ἀττικοί. alpha. 2738 Ἀπροόπτωσ· ἀπροοράτως, ἀπροσδοκήτως. alpha. 2739 Ἀπρόσβλητον· ᾧ οὐδεὶς δύναται προσβαλεῖν. alpha. 2740 Ἀπροσδεήσ· μὴ χρῄζων. alpha. 2741 Ἀπροσήγορος ἄνθρωποσ· ὃν οὐχ οἷόν τε προσαγορεῦσαι διὰ τρόπου τραχύτητα. alpha. 2742 Ἀπρόσιτοσ· ἀπροσπέλαστος. alpha. 2743 Ἀπρόσκλητον· τὴν οὐ προσκεκλημένην. alpha. 2744 Ἀπρόσειλοσ· ᾧ οὐδεὶς προσειλεῖται. οὕτως Εὐριπίδης (fr. 845 N. 2). alpha. 2745 9 προβουλία καὶ προβουλεύτωσ· Πλάτων εἴρηκεν (Leg. 9, 867b). alpha. 2746 Ἀπροβούλευτον· τὸ μὴ πρότερον εἰς τὴν βουλήν, ἀλλ' εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψήφισμα. alpha. 2747 9† Ἄπροτον† 9· οἱ μὲν εἶδος εἶναι κογχυλίου φασίν, οἱ δὲ ἀκρίδων, οἱ δὲ μελιττῶν. ἕκαστον δὲ τούτων ἀγεληδὸν νέμεται. καὶ οἱ μὲν τὰ ἄνθη, οἱ δὲ τοὺς καρπούς, οἱ δὲ τὰ ποώδη σίνουσιν. ἀφ' ὧν καὶ τοὺς κατὰ συμμορίαν κακούργους† ἀπρότους† ὠνόμασαν. alpha. 2748 9Ἅπτεσθαι· λαμβάνεσθαι. alpha. 2749 9 πτέρωσ· ἀντὶ τοῦ ταχέως, ἑτοίμως ἢ ἐλαφρῶς. Ἴων εἴρηκεν (fr. novum). alpha. 2750 9Ἁπτόν· ψηλαφητόν. alpha. 2751 9Ἅπτων· δεσμεύων. alpha. 2752 9Ἄπυστα· ἀνήκουστα. alpha. 2753 9† Ἄπυτοι† 9· οἱ Ἀθηναῖοι ἀπὸ Θησέως. alpha. 2754 9Ἄπυρον πινακίσκον ἰχθυηρόν· μηδέπω πυρὶ προσενηνεγμένον. Ἀριστοφάνης εἴρηκεν (fr. 532 K.). alpha. 2755 Ἀπῳδόν· τὸ τῆς ᾠδῆς ἀλλότριον. alpha. 2756 9Ἄπωθεν· χωρὶς ἢ πόρρωθεν. alpha. 2757 Ἀπωτέρω· πόρρω. alpha. 2758 Ἀπώμοτον· ἀπηγορευμένον, φευκτὸν καὶ ἀποίητον. Εὔπολις (fr. 217 K.). alpha. 2759 9Ἄπφα· ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα. alpha. 2760 9† Ἀπώναται† 9· ὠφελεῖται, εὐεργετεῖται. alpha. 2761 Ἀπωνηθήσεται· περιπραθήσεται. alpha. 2762 Ἀπῴχοντο· ἀπεφέροντο. alpha. 2763 9Ἄρα· συλλογιστικὸς σύνδεσμος. καὶ ἀντὶ τοῦ δή καὶ ὡς ἔοικεν καὶ ὡς φαίνεται. οὕτω Πλάτων (Reip. 2, 358c, al.). alpha. 2764 Ἀράβιος αὐλητήσ· ἐπὶ τῶν ἀκαταπαύστων. Κάνθαρος Μηδείᾳ (fr. 1 K.)· κιθαρῳδὸν ἐξηγείρατε Ἀράβιον τὸν χορὸν τοῦτον. καὶ ἡ παροιμία· Ἀράβιος αὐλητὴς δραχμῆς μὲν αὐλεῖ, τεττάρων δὲ παύεται. alpha. 2765 Ἀράττων· κρούων. alpha. 2766 Ἀρᾶται· εὔχεται, ἢ καταρᾶται, ἢ ἐπιθειάζει. Φερεκράτης (fr. 118 K.)· τῷ πατρί. alpha. 2767 Ἀραῖσ· κατάραις. alpha. 2768 Ἀργᾶσ· οἱ μέν φασι τοῦτον κακὸν ποιητὴν γεγονέναι, οἱδὲ τὸν ἀργᾶν ὄφεως εἶδός φασι. alpha. 2769 Ἀργαλέωσ· χαλεπῶς. alpha. 2770 Ἀργιόδοντα· λευκὸν ἢ ὀξυόδοντα. alpha. 2771 Ἀργᾶ 9· πονηρὸς ποιητὴς κατὰ τὴν σύνθεσιν. μέμνηται τούτου Φανίας ἐν τῷ πρὸς τοὺς σοφιστάς (fr. 10 Wehrli). ἢ ὄφεως εἶδος. alpha. 2772 Ἀράκουσ· τὰ ὄσπρια ἐν τῷ κ λέγουσιν, οὐκ ἐν τῷ χ ἀράχους. alpha. 2773 9Ἄρρατον· ἰσχυρόν, ἢ δυσκίνητον. ἢ σκληρὸν καὶ ἀμετάστροφον. alpha. 2774 Ἀργέλοφοι· ποδεῶνες μηλωτῆς καὶ τῶν ἀσκῶν. δοκεῖ δὲ Ἰώνων εἶναι καὶ {ἡ φωνὴ οὐκ Ἀττικῆς συγγραφῆς ὁ ποδεών. τῷ μέντοι ἀργέλοφοι Ἀριστοφάνης (Vesp. 672) καὶ Ἕρμιππος (fr. νοῃυμ) κέχρηνται, τῷ δὲ ποδεὼν Αἰσχίνης (Socrat. fr. novum)· φησὶ γάρ· καὶ τοὺς ποδεῶνας οἷς ἀφῆπτον τὸ κῴδιον ἀπὸ τοῦ ἀριστεροῦ ὤμου. alpha. 2775 Ἀργυρίου δίκη· ὅταν τις προσήκειν αὑτῷ παρά τινος ἀργύριον ᾤετο, δίκην αὐτῷ ἀργυρίου ἐλάγχανεν· καὶ ἐκαλεῖτο ἀργυρίου δίκη. alpha. 2776 Ἀργυρίσ· ἀργυρᾶ φιάλη, ὡς χρυσὶς ἡ χρυσῆ. alpha. 2777 Ἀργυραμοιβόσ· ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλασσόμενος. alpha. 2778 Ἀργιλώδης γῆ9· λευκὴ καὶ καθαρά. alpha. 2779 Ἀργίποδεσ· ταχεῖς, ὀξύποδες. alpha. 2780 9Ἄργεμα {τα9· τὰ τῶν ὀφθαλμῶν λευκώματα. alpha. 2781 Ἀργέμων· Σοφοκλῆς (fr.