Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
· Λακεδαιμονίων ὀργώντων. σημαίνει δὲ τὸ ὀργᾶν πάνυ ἐπαίρεσθαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι. καθόλου δὲ ποικίλως χρῶνται τῷ ὀνόματι· καὶ γὰρ ἐπὶ τοῦ βρέξαι, ὡς Ἀρχίλοχος (fr. 277 West). Αἰσχύλος δὲ (fr. 765 M.) ἐπὶ τοῦ παίοντα ἐξελαύνειν καὶ μαλάττειν τίθησι. Σοφοκλῆς δὲ ἐν Αἰγεῖ (fr. 25 R.) τὸν Θησέα στρέφοντα καὶ μαλάττοντα τὰς λύγους ποιῆσαι δεσμὰ τῷ ταύρῳ. λέγει δὲ οὕτως· κλωστῆρσι χειρῶν ὀργάσας κατήνυσε σειραῖα δεσμά. καὶ Ἡρόδοτος δὲ ἐν τετάρτῳ (64, 2) ἀντὶ τοῦ μαλάξας τῷ ὀργάσας κέχρηται. οὐκοῦν ἐπεὶ τὸ μαλάξαι καὶ βρέξαι σημαίνει ἡ φωνή, ὀργᾶν λέγεται τὸ σπαργᾶν καὶ μετεωρίζεσθαι· καὶ γὰρ τὰ βρεχόμενα ὑποιδεῖ. θεατέον δὲ καὶ οὕτω τὴν δύναμιν τῆς φωνῆς· ὀργάδες καλοῦνται πάντα τὰ ἀνειμένα εἰς ὕλην καὶ ἀνημέρωτα καὶ ἀργά, ὡς καὶ Σόλων φησίν (fr. 91 R.). ἀπὸ τούτου οὖν τὸ ὀργᾶν εἴρηται ἐπὶ τοῦ ἀνεῖσθαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι. ἢ ἐπεὶ αἱ ὀργάδες ἄτμητοι οὖσαι αὔξουσιν εἰς ὕψος, διὰ τοῦτο καὶ τὸ ὀργᾶν ὑψοῦσθαι καὶ ἐπαίρεσθαι πρὸς τὸ ἀκοῦσαί τι ἢ πρᾶξαι σημαίνει. δοκεῖ δέ μοι καὶ τὸ 9ὀριγνᾶσθαι καὶ ἡ 9ὀργή9 ἐντεῦθεν γεγονέναι, οἷον ὄρεξίς τις καὶ ἔφεσις καὶ αὔξησις καὶ μετεωρισμὸς οὖσα τῆς ψυχῆς. συγγραφικὴ μέντοι ἡ φωνὴ ἡ κοῦσαι ὀργῶ9. alpha. 809 Ἀκούειν· ἐπὶ τοῦ πείθεσθαι. Δημοσθένης (20, 68) καὶ Ἡρόδοτος (3, 61, 3) καὶ πρὸ αὐτῶν Ὅμηρος (η 11). alpha. 810 Ἀκούοντα ἄριστα· ἀντὶ τοῦ εὐφημούμενος. Ἡρόδοτος (6, 86, 2. 8, 93, 1) καὶ Εὔπολις (fr. 375 K.). alpha. 811 Ἀκούων διατεθρύληται· τούτῳ προστιθέντες ἐνίοτε καὶ τὰ ὦτα χρῶνται (Pi. Lys. 205b. Reip. 2, 358c). alpha. 812 9Ἄκουε τὰς ἐμὰς ἐπιστολάσ· ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. Αἰσχύλος εἶπεν (fr. 293 N. 2† 752 M.). alpha. 813 9Ἄκουε σίγα· Κρατῖνος (fr. 284 K.)· ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ' ὅρα. καὶ Σοφοκλῆς (fr. 1014 N. 2† 815 R.)· ἄκουε, σίγα, τίς ποτ' ἐν δόμοις βοή; alpha. 814 Ἀκουσέτην· Σοφοκλῆς ἔφη (fr. 900 N. 2 991α ρ.), ἀκούσεσθαι δὲ Ἀριστοφάνης (fr. 38 Dem.). alpha. 815 9Ἄκουσμα, οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀττικούς, διαμαρτάνουσι δέ· καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροάματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (241)· βαρύτερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνεται. καὶ Ξενοφῶν δὲ χρώμενος τῷ ἀκούσματι οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται ἀλλαχοῦ τε λέγων (Hier. 1, 14) καὶ ἐν τῷ Συμποσίῳ (2, 2) τὸν Σωκράτην εἰσάγων λέγοντα· νὴ Δία, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον τὸ δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεις. Δίφιλος δὲ ἐκ παραλλήλου τέθεικε τὰς λέξεις (fr. 122 K.)· μόνος γὰρ ἦν λέγων, ἄκουσμα καὶ ἀκρόαμα. alpha. 816 Ἀκούεις ἃ λέγει σε· οὕτω Φερεκράτης ἔφη λέγων (fr. 73 K.)· ὦ Ζεῦ πολυτίμητε, ἆρα ἀκούεις ἅ σε λέγει ὁ πανοῦργος υἱός; alpha. 817 Ἀκουσίμη· ἀντὶ τοῦ ἀκουστή. Σοφοκλῆς (fr. 679 N. 2† 745 R.)· σπουδὴ γὰρ ἡ κατ' οἶκον ἐγκεκρυμμένη οὐ πρὸς θυραίων οὐδαμῶς ἀκουσίμη. δύναται καὶ φωνὴ ἀκουσίμη λέγεσθαι. alpha. 818 Ἀκουστά9· ὡς ἐν τῇ Κρεούσῃ (fr. 330 N. 2† 357 R.)· ἄπελθ' ἄπελθε, παῖ· τάδ' οὐκ ἀκουστά σοι. καὶ Εὐριπίδης δὲ πολλάκις (Andr. 1084. Hel. 663). ὁ μέντοι Σοφοκλῆς ἀκούσιμά φησι (fr. 991b R.). πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος (Praep. soph. fr. 13) τὸ ἀκουστὰ μᾶλλον ἢ τὸ ἀκούσιμα. alpha. 819 Ἀκούσασ ἥκειν, οὐχ ἥκοντα. Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἔφη (3, 1, 1). καὶ Μένανδρος δὲ (fr. 817 K.. TH) καὶ ἄλλοι πολλοί. alpha. 820 Ἀκούμενοσ· θεραπευόμενος ἢ θεραπεύων. alpha. 821 Ἀκουσία· τὸ πρᾶγμα. Σοφοκλῆς (fr. 680 N. 2† 746 R.)· ἐξαίρετον τίθημι τὴν ἀκουσίαν. alpha. 822 Ἀκοινώνητοσ· Πλάτων ἐν Νόμων Σ2ʹ (768β). καὶ ἀκοινώνητα. καὶ Ἀντιφῶν δὲ (87 B 93a D. K. et fr. 144 Th.) καὶ Εὐριπίδης (Andr. 470). alpha. 823 Ἀκοινώνητα καὶ ἀκοινωνία· Πλάτων ἐν ταῖς πρὸς τὸν Διονύσιον ἐπιστολαῖς (3, 318e). alpha. 824 Ἀκοίτιδοσ· Εὐριπίδης ἔφη (fr. novum). alpha. 825 Ἀκονῶν· Δημοσθένης ἐν Ἐπιστολαῖς (2, 11)· ἀκονῶν τὴν πόλιν. alpha. 826 Ἀκόρεστα· Εὐριπίδης ἔφη (Med. 638), κορεστότερα δὲ Ξενοφῶν (Symp. 8, 15). alpha. 827 Ἀκοσμοῦντεσ· Σοφοκλῆς (Ph. 387 cf. Ant. 730). ἀκοσμεῖ δὲ Πλάτων ἔφη (Leg. 6, 764b). καὶ κόσμουσ ὁ αὐτός. καὶ κοσμήτωσ ἀντὶ τοῦ ἀτάκτως ἐν Νόμων Σ2ʹ (781b)· τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον. alpha. 828 Ἀκοσμεῖν· τὸ μηδὲν ἐν κόσμῳ καὶ τάξει ποιεῖν, ἀλλ' ἀκολασταίνειν. Σοφοκλῆς (Ant. 730. Ph. 387). alpha. 829 Ἀκοσμία· Εὐριπίδης (Iph. A. 317)· τίς ποτ' ἐν θύραισι θόρυβος καὶ λόγων ἀκοσμία; alpha. 830 9Ἄκος περίαπτον· Ἀττικῶς εἴρηται. κέχρηται τῇ συνθήκῃ Κρατῖνος (fr. 22 Dem.). alpha. 831 Ἀκραγγέσ· ἀκρόχολον, ἀσθενές, χαλεπόν. alpha. 832 Ἀκράδαντον· ἀσάλευτον, ἀκίνητον. alpha. 833 Ἀκραιφνέσ· καθαρόν, ὑψηλόν, τέλειον. ἢ κραιφνοῦσ· οἷον ἀκηροφανοῦς, ἀβλαβοῦς· κὴρ γὰρ ὁ θάνατος. alpha. 834 9Ἄκρα κόρυμβα (I 241)· τὰ ἀκροστόλια τῶν νεῶν τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρῷραν. alpha. 835 Ἀκρέμονεσ· βλαστοί, κλάδοι. alpha. 836 Ἀκρασίασ· ἀνωμαλίας. παρὰ τὸ μὴ συγκεκρᾶσθαι. alpha. 837 Ἀκράτισμα· ἔμβρωμα. alpha. 838 Ἀκρατὴς γάμων· σεμνὸς καὶ εὐπρεπὴς ὁ λόγος ἐπὶ γυναικὸς τιθέμενος ἀκολάστου καὶ μοιχικῆς. οὕτως Φρύνιχος (Praep. soph. 50, 11. 23). alpha. 839 Ἀκρατὴς χειρόσ· ὁ κλέπτης. ὅμοιον τῷ ἀκρατὴς γάμων. alpha. 840 Ἀκρατῆ γίνεσθαι τοῦδε· οἷον μὴ κατακρατεῖν διὰ τὸ πλῆθος τῶν ἐπιρρεόντων πραγμάτων ἢ λόγων. alpha. 841 9Ἄκρατοσ· κατὰ τὸ ἐναντίον τὸ πολύκρατος. alpha. 842 Ἀκρατίσασθαι· τὸ μικρὸν ἐμφαγεῖν πρὸ τοῦ ἀρίστου. alpha. 843 Ἀκριβοῦν· ἐγνωκέναι τὸ ἀκριβές. alpha. 844 Ἀκριτί9· ἄνευ κρίσεως. alpha. 845 9Ἄκριτοσ· ἀντὶ τοῦ ἀδιάκριτος. οὕτω Δημοσθένης (18, 18). alpha. 846 9Ἄκριτα· ἀχώριστα. alpha. 847 Ἀκριτόμυθοσ· πολύλογος, ἀδιακρίτους ἔχων τοὺς λόγους. alpha. 848 Ἀκριτόφυλλον· σύμφυτον πολλοῖς δένδροις, ὥστε μὴ διακρῖναι αὐτῶν τὰ φύλλα, ἃ φέρει. ἢ κατάσκιον. alpha. 849 Ἀκροᾶσθαι· ἀντὶ τοῦ ὑπακούειν. οὕτως Ἀντιφῶν (fr. 62 Th.). alpha. 850 Ἀκροβολίζεται· τὸ ἐν πολέμῳ προκατάρχεσθαι τῆς συμβολῆς. ἢ τὸ ἄκραις συμπλέκεσθαι χερσίν. ἢ καὶ τὸ διὰ βελῶν μάχεσθαι. καὶ τὸ ἐπιδείκνυσθαι τὸν πόλεμον. alpha. 851 Ἀκροβελίδασ· τὰ ἄκρα τῶν ὀβελίσκων. Ἄρχιππος Ἡρακλεῖγαμοῦντι (fr. 10 K.)· τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβελίδας. alpha. 852 Ἀκροβολίζεται· τὰ ἄκρα τοῦ σώματος [...]. alpha. 853 Ἀκροβόλοι· ἀκοντισταί, τοξόται. alpha. 854 Ἀκροβολισμόσ· ἐρεθισμός. alpha. 855 Ἀκρόδρυα· καρποὶ δενδρικοί. alpha. 856 Ἀκροδίκαιοσ· ὁ εἰς ἄκρον δίκαιος. alpha. 857 Ἀκροθίνια· τὰς τῶν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς. ἀκροθίνια δὲ κυρίως καλεῖσθαι τὰς ἀπαρχάς φασιν, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ τοῦ θινός, τουτέστιν τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτέστι βλάπτεσθαι. ἢ τὰ ἄκρα τῶν σωρῶν. alpha. 858 Ἀκροκώλια δίεφθα· Τηλεκλείδης (fr. 48 K.). alpha. 859 Ἀκρόκομοι (Δ 533)· μετρίως κομῶντες ἢ λίαν. ἢ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες. alpha. 860 Ἀκρωνία· τὰ ἀθροίσματα. καὶ ἡ ἀκρότης. καὶ ἡ ἀκμή. καὶ τὸ ἐπίλεκτον σύστημα. alpha. 861 Ἀκρομανήσ· ὁ φρενήρης. alpha. 862 Ἀκρόνυξ· οἷον ἀρχὴ νυκτός. Σοφοκλῆς (fr. 991c R.). alpha. 863 9† Ἀκροπόλισιν† 9· ἀκρωρείαις. alpha. 864 9Ἄκρον φρονεῖν, ἄκρον δρᾶν· οἷον ἐξέχων ἐν τῷ φρονεῖν καὶ πράττειν. οὕτως Σοφοκλῆς (fr. 818 R.). alpha. 865 Ἀκροσφαλεῖσ·† ἀκροσφαλισμένους†. alpha. 866 Ἀκρότομοσ· σκληρός, ὑψηλός. alpha. 867 Ἀκροσφαλέσ· σημαίνει τὸ ἄκρως σφαλερὸν καὶ μὴ δυνάμενον παγίως ἐν ἀσφαλείᾳ εἶναι. οὕτως Φρύνιχος (Praep. soph. 32, 15. 25). alpha. 868 Ἀκρώρεια· ἐξοχή, κορυφή· εἰς τρία γὰρ διῄρηται τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὰ τελευταῖα. alpha. 869 Ἀκροτελεύτιον ἔπουσ· τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικοῦ· κυρίως γὰρ ἀκροτελεύτια ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοί. οὕτως Φρύνιχος (Praep. soph. fr. 14). alpha. 870 Ἀκροφύσιον· τὸ τῇ χώνῃ προστιθέμενον. Σοφοκλῆς (fr. 901 N. 2† 992 R.). alpha. 871 Ἀκροχειρίζεσθαι· πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς. ἢ ὅλως ἄκραις ταῖς χερσὶ μετ' ἄλλου γυμνάζεσθαι. alpha. 872 Ἀκροχόρδων· ἐξοχή τις περὶ τὴν ἕδραν καὶ περὶ ἄλλα μέρη τοῦ σώματος. alpha. 873 Ἀκταινῶσαι· ἀντὶ τοῦ ὑψῶσαι καὶ ἐξᾶραι καὶ μετεωρίσαι. alpha. 873 πεποίηται δὲ οὕτως· ἔστι δένδρον, ὃ καλεῖται ἀκτῆ, ἀφ' οὗ τὰ ἀκόντια τέμνεται. οὕτως Ἀνακρέων (PMG 466 Page). alpha. 874 Ἀκταίνειν· γαυριᾶν καὶ ἀτάκτως πηδᾶν. ἢ πρὸς συνουσίαν ὁρμᾶν. alpha. 875 Ἀκτή9· αἰγιαλὸς παραθαλάσσιος. alpha. 876 Ἀκτή9· ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς· ὅθεν καὶ ὁ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτως καὶ τὴν Ἀττικήν, οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι. alpha. 877 9Ἄκτια· ἀγὼν παλαιός, ὡς Καλλίμαχος ἐν τῷ Περὶ τῶν ἀγώνων δῆλον ποιεῖ (fr. 403 Pf.). alpha. 878 Ἀκύκλιοσ· ὁ ἀπαίδευτος παρὰ Πλάτωνι (fr. 227 K.). alpha. 879 9Ἄκυλοσ· ὁ τῆς πρίνου καρπὸς καλεῖται ὑπὸ τῶν παλαιῶν, βάλανος δὲ ὁ τῆς δρυός· καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας περιόντας. Φερεκράτης Ἀγρίοις (fr. 186 K.). alpha. 880 Ἀκύμονα· ἀτάραχον, ἀσάλευτον. alpha. 881 Ἀκύμων· μὴ γεννῶσα, ὡς ἐγκύμων ἡ συνειληφυῖα. λέγεται καὶ κύμων θάλασσα ἡ μὴ ἀνέμοις ταρασσομένη καὶ κυμαινομένη. alpha. 882 Ἀκώπητον· ἀπαράσκευον. μετῆκται δὲ ἀπὸ τῶν νεῶν τῶν μὴ ἐχουσῶν κώπας μηδὲ τὰ πρὸς τὸν πλοῦν εὐτρεπισμένα. alpha. 883 Ἀκωδώνιστον· ἀβασάνιστον, ἀδοκίμαστον. οὕτως Ἀριστοφάνης (Lys. 485). alpha. 884 9Ἅλα· θάλασσαν. ἢ τὰς τῶν ὀνύχων ὀξύτητας. alpha. 885 Ἀλαβαστοθήκασ· τὰς θήκας τῶν ἀλαβάστων Δημοσθένης λέγει (19, 237), ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσιν. ἀλάβαστοι δέ εἰσι λήκυθοι, ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα. alpha. 886 Ἀλάβαστον· Μένανδρος ἄνευ τοῦ ρ Ὀργῇ (fr. 307 K.. TH)· καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων. σημαίνει δὲ μυροθήκην. alpha. 887 Ἀλάβαστρον· ἄγγος μύρου μὴ ἔχον λαβὰς λίθινον. ἢ ψήφινος μυροθήκη. alpha. 888 Ἀλαβαστροθήκασ· ὅπου τίθεται τὰ ἀγγεῖα, τὰ ἀπὸ τῆς ἀλαβάστρου γινόμενα ληκύθια. γράφεται μὲν ἡ λέξις μάλιστα χωρὶς τοῦ ρ, ἔνιοι δὲ αὐτὴν προάγουσι σὺν τῷ ρ. alpha. 889 Ἀλαζών· ὑπερήφανος. κυρίως δὲ ὁ ἀπατεών. alpha. 890 Ἀλαζὼν καὶ κομπόσ· ψεύστης καὶ κομπαστής. οὕτως Κρατῖνος (fr. 380 K.). alpha. 891 Ἀλαζονεύεσθαι· τὸ ψεύδεσθαι λέγουσι. καὶ λαζόνα τὸν ψεύστην καὶ φένακα. alpha. 892 Ἀλαλαγμόσ· ἐπινίκιος ὕμνος. alpha. 893 9Ἁλαιεύσ· ὄνομα δήμου. alpha. 894 Ἀλαλητόν· θόρυβον. alpha. 895 Ἀλαπάξαι· πορθῆσαι, κενῶσαι, ὁμαλίσαι. alpha. 896 Ἀλάστωρ· ὁ ἁμαρτωλός. κατὰ μὲν Χρύσιππον (SVF II p. 47, fr. 157 Arnim) τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον· κατὰ δὲ Ἀπολλόδωρον (FGrHist 244 F 150) ἀπὸ τοῦ ἀλιτεῖν, τοῦτο δέ ἐστιν ἀλιτανεύτως ἀδικεῖν· κατὰ δὲ Δίδυμον (p. 401 Schmidt) ἀπὸ τοῦ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνειν. μήποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγμένων αὐτῷ κακῶν λιτῆς μὴ καταξιούμενος. alpha. 897 Ἀλάστωρ· ὁ ἀλιτὼν εἴς τινα, ὅπερ ἐστὶ τοιοῦτόν τι διαπραξάμενος, ὃ μὴ λιταῖς ἀναλύσῃ. ἤ, ὡς ὁ Χρύσιππος (fr. 157 Arnim), ἐλάστωρ τις ὢν καὶ ἄξιος τοῦ ἐλαύνεσθαι. μήποτε δὲ ὁ αὐτός ἐστι τῷ ἀλιτηρίῳ καὶ ἀλιτρῷ. Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 305)· βάρβαρον πολλάκις καὶ ἀλάστορα τὸν Φίλιππον δημηγορῶν ἀπεκάλει. λέγουσι δὲ ἀλάστορα καὶ τὸν Δία, ὡς οὐδὲν αὐτὸν τῶν τολμωμένων παρὰ ἀνθρώποις λαθεῖν δυνάμενον. alpha. 898 Ἀλάστωρ· θηλυκῶς Νικοχάρης τὴν ἀλάστορα Σφίγγα ἔφη (fr. 18 K.). alpha. 899 Ἀλάστωρ· καὶ δαίμων τις καλεῖται ἐπεξιὼν τοὺς ἄλαστα εἰργασμένους. καὶ αὐτὸς ὁ πράξας τι τοιοῦτον, μάλιστα δὲ φόνον αὐτοχειρίᾳ. Περικειρομένῃ Μένανδρος (986/ 7)· ὁ δ' ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωπος. ἐν Ὀργῇ (fr. 308 K.. TH) ἐμφαίνεται ὅτι προσφάτως ἦν ἐπιχωρία· καὶ τοὔνομα τί λέγεις ἀλάστωρ; φησί. τοῦτο δὴ τοίνυν καινὸν λεγόμενον, εἰ μὴ πρὸς τραγῳδιοποιούς τινας λέγει κατακόρως χρωμένους τῷ ὀνόματι. alpha. 900 Ἀλάστορον· ἀντὶ τοῦ ἀλάστορα, ἀπὸ εὐθείας τῆς ἀλάστορος. Αἰσχύλος μέγαν ἀλάστορον εἶπεν (fr. 294 N. 2† 753 M.). alpha. 901 Ἀλάστορα προσβαλεῖν· οἷον μύσος καὶ ἀνοσιουργίαν. Εὐριπίδης (fr. 874 N. 2)· οὔ σοι παραινῶ μηχανωμένῃ κακὰ ἐχθροῖσι, σαυτὴν προσβαλεῖν ἀλάστορα. alpha. 902 Ἀλάστωρ· ὁ τοιαῦτα τολμήσας, ὧν μὴ ἔστιν ἐπιλαθέσθαι. alpha. 903 Ἀλάστωρ· φονικὸς δαίμων τιμωρῶν καὶ ἀνεπίληστα ποιῶν. alpha. 904 Ἀλάστωρ· ὁ πάντα ποιῶν τὰ κακά. alpha. 905 Ἀλᾶται· πλανᾶται, ῥέμβεται. alpha. 906 9Ἄλγεα· κακά, λυπηρά. alpha. 907 Ἀλδαίνων· αὐξόμενος. alpha. 908 Ἀλέα· θέρμη, ἔλλαμψις. alpha. 909 Ἀλεεινόσ· θερινός, θερμός. alpha. 910 9Ἁλεῖται (Ies. 35, 6)· πηδήσει. alpha. 911 Ἀλείτησ· ἁμαρτωλός, πλανήτης. alpha. 912 Ἀλείφατι· ἐλαίῳ, ἢ ἑτέρῳ ἀλείμματι. alpha. 913 9† Ἀλειφοίβιον† 9· τὸν περὶ παλαίστραν ἀναστρεφόμενον καὶ ὑπηρετοῦντα. Ἀριστοφάνης (fr. 740 K.). alpha. 914 Ἀλείψασ· διεγείρας, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν. alpha. 915 Ἀλέασ· πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἀλεῖς. alpha. 916 Ἀλέξανδροσ· οὗ μνημονεύει Δημοσθένης ἐν ἕκτῳ Φιλιππικῶν (6, 11), ὁ καλούμενός ἐστι Φιλέλλην, υἱὸς μὲν Ἀμύντου τοῦ βασιλέως, πατὴρ δὲ Περδίκκα. ἕτερος δέ ἐστιν Ἀλέξανδρος ὁ ἀδελφὸς Φιλίππου, οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας (19,