Lexicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/photius-of-constantinople" aria-label="More works by Photius of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
712.1.1
K.). alpha. 2364 Ἀπεσσύα (Xen. HG. 1, 1, 23)· ἐξέλιπεν. alpha. 2365 Ἀπεσκελετεύθη· Πλάτων (fr. novum). alpha. 2366 Ἀπεσκληκώσ· ἀναισθήτως ἔχων καὶ ἀπεσκληρυμμένος. alpha. 2367 Ἀπεστλεγγισμένον· ἀπεξυσμένον. οὕτως Ἀριστοφάνης (Equ. 580)· στλεγγὶς γὰρ ἡ ξύστρα. alpha. 2368 Ἀπεσταλμένην καὶ πεπεμμένην ἑκατέρως λέγουσιν. alpha. 2369 9Ἄπεστιν· ἀντὶ τοῦ ἀφέστηκεν. alpha. 2370 Ἀπεστομάτισαν· ἀπεφθέγξαντο. alpha. 2371 Ἀπέσφηλεν· ἀποτυχεῖν ἐποίησεν. alpha. 2372 Ἀπεσφακέλισεν· οἱ μὲν ἰατροὶ ἐσάπη. λέγεται δὲ καὶ ἀντὶ τοῦ† ἀπεσφενδόνησεν†. ἔτι τὸ ἐξαίφνης ἀπέθανεν. ὁ δὲ Ἀριστοφάνης (fr. 424 K.) καὶ ἀντὶ τοῦ ἀπεσπάσθη. alpha. 2373 Ἀπέσχαζεν· Πλάτων Πρέσβεσιν (fr. 127 K.). καὶ σχᾶν τὸ σχάζειν. alpha. 2374 Ἀπεσχεδιάζετο· ἡτοιμάζετο. alpha. 2375 Ἀπεσχοινισμένοσ· ἀντὶ τοῦ† ἀποκεκλιμένος†. alpha. 2376 Ἀπετείχιζον· ἀπεχώριζον, ἀπεκώλυον. alpha. 2377 Ἀπετίννυον· ἀπεδίδουν. alpha. 2378 Ἀπετίμησεν καὶ ποτίμησισ καὶ ποτίμημα· εἰώθασιν οἱ τῇ γυναικὶ γαμουμένῃ προῖκα διδόντες αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἀντάξιον, ὃ νῦν 9ὑπάλλαγμα λέγεται. ἐκλήθη δὲ τὸ ὑπάλλαγμα ἀποτίμημα, διότι ἐτιμᾶτο πρὸς τὴν προῖκα, ἵνα μὴ ἔλαττον ᾖ, ἀλλὰ καὶ πλέον αὐτῆς. alpha. 2379 Ἀπετύλουν· ἀπέσυρον τὸ αἰδοῖον. alpha. 2380 Ἀπέτισα· ἀπέδωκα. alpha. 2381 9† Ἀπεύρα† 9· ἀπέλαυσεν. ἢ ἀφείλετο. alpha. 2382 Ἀπέφησεν· ἀντὶ τοῦ ἀντεῖπεν. Μένανδρος (fr. 824 K.. TH). alpha. 2383 Ἀπευθύνει· κολάζει. alpha. 2384 Ἀπευκτόν· μισητόν. alpha. 2385 Ἀπευήκασιν· ἀπεξηρασμέναι εἰσίν. alpha. 2386 9† Ἀπεφρούρησαν† 9· ἀπέθηκαν. alpha. 2387 Ἀπέφρησαν· ἀφεῖσαν. alpha. 2388 9Ἄπεφθον χρυσίον· ἐν τῷ π· χρύσ' ἄπεφθα τοῖς Παταίκοις ἐμφερῆ (com. adesp. fr. 423 K.). alpha. 2389 Ἀπεχρᾶτο· Ἡρόδοτος μὲν (1, 102, 1) ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδης δὲ (3, 81, 2) πεχρῶντο ἀντὶ τοῦ ἀνῄρουν. alpha. 2390 Ἀπεχρήσαντο· διεχρήσαντο, ἀπέκτειναν. Ἀριστοφάνης Λημνίαις (fr. 358 K.)· τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους. alpha. 2391 Ἀπεχθάνοντο· ἐμισοῦντο. λέγουσι δὲ καὶ πεχθάνεσθαι καὶ πέχθεσθαι. alpha. 2392 Ἀπεχοιρίασεν· ἀπεσκίρτησεν. οἱ δὲ ἀπέπληξεν· ἀπὸ τῶν χοίρων. alpha. 2393 Ἀπέχθεια· μῖσος. alpha. 2394 Ἀπεχθήσ· ἐχθρός, μισητός. alpha. 2395 Ἀπεχρήσατο· ἀπέκτεινεν. alpha. 2396 Ἀπέχρησεν· ἐξήρκεσεν. alpha. 2397 Ἀπεώσατο· ἀπετινάξατο. alpha. 2398 Ἀπεωσμένον· ἀπωσμένον. alpha. 2399 Ἀπέωστο· ἐπορθεῖτο. alpha. 2400 9† Ἀπεωρούμενον† 9· κρεμάμενον. alpha. 2401 Ἀπηγορήσομαι· ἀντὶ τοῦ ἀπολογήσομαι. alpha. 2402 Ἀπηδέσθη· ἀπεβρώθη. alpha. 2403 Ἀπῃθάλωται· ἠφάνισται. ἐκ μεταφορᾶς τοῦ πυρός· αἰθάλη γὰρ ἡ τοῦ πυρὸς ἀτμίς. alpha. 2404 9Ἄπηλα πεδία ἄπηλος ὁδὸσ ἐρεῖς, ὡς Σοφοκλῆς (fr. 828β R.). alpha. 2405 Ἀπηλγηκότεσ· ἀποκαμόντες, ἀναισθήτως ἔχοντες. alpha. 2406 Ἀπηλλάγησαν· ἐτελεύτησαν. alpha. 2407 Ἀπηλιώτησ· ἐν τῷ π. καὶ ντήλιοσ καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἔπηλισ. οὕτως Ποσείδιππος (fr. 41 K.). alpha. 2408 Ἀπηλοημένοσ· ὁ ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ὅ ἐστι πατηθῆναι. οὕτως Δημοσθένης (42, 6). alpha. 2409 Ἀπήμαντον· ἀβλαβές. alpha. 2410 Ἀπημείφθη (Xen. An. 2, 5, 15)· ἀντὶ τοῦ ἀπεκρίνατο. alpha. 2411 Ἀπήμονα· ἀβλαβῆ. alpha. 2412 Ἀπηνέμουσ· μὴ ἔχοντας ἀνέμους. alpha. 2413 Ἀπηνέστερον· ἀποτομώτερον. alpha. 2414 Ἀπηνήναντο (H 185)· ἀπηρνήσαντο. alpha. 2415 Ἀπηνέσ· ἀντὶ τοῦ οὐχ ἡδὺ οὐδὲ προσηνές. Πλάτων Φαίδρῳ (257β). alpha. 2416 Ἀπήνθισται· ἀποβέβληκε τὸ ἄνθος καὶ οἷον ἀποκεκόσμηται. οὕτως Αἰσχύλος (fr. novum). alpha. 2417 Ἀπῇξεν· ἀφώρμησεν. alpha. 2418 Ἀπηρείσατο· ἀπετινάξατο, ἔπηξεν, ἀπέθετο. alpha. 2419 Ἀπηρτημένασ· ἀπαιωρουμένας. alpha. 2420 9† Ἄπηστα† 9· Πλάτων Σοφισταῖς (fr. novum). alpha. 2421 Ἀπηχέσ· ψευδές, δύσφορον, ἀηδές, ἐχθρόν. alpha. 2422 Ἀπήχεια· ἀντὶ τοῦ ἀπέχθεια. ἢ δυσοιωνισμός. οὕτω Δείναρχος (fr. 49, 2 C.) καὶ Λυσίας (fr. 168 S.). alpha. 2423 Ἀπηχημένον· ἀπόβλητον, ξένον τοῦ κατὰ πάντων ἤχου. alpha. 2424 Ἀπήχθετο· ἐμισεῖτο. alpha. 2425 Ἀπηχθημένον· ἀπόβλητον. alpha. 2426 Ἀπηχθισμένον· βεβαρημένον. alpha. 2427 9† Ἀπηχθῦς† 9· τοὺς οὐκ ἐσθιομένους ἰχθύας. Ἀριστοφάνης Ὥραις (fr. 564 K.). alpha. 2428 Ἀπίθανον· ἄπιστον. alpha. 2429 9Ἄπιθι· ἄπελθε, ἀναχώρει. alpha. 2430 Ἀπίουσ εἴρηκε Πλάτων (fr. 33 K.). θηλυκῶς Ἀττικοί. alpha. 2431 Ἀπιστεῖν· τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ πιστίαν τὴν ἀπείθειαν. alpha. 2432 9Ἄπιστοσ· ὁ μὴ πειθόμενος. οὕτω Πλάτων (απολ. 26ε). alpha. 2433 Ἀπιὼν ᾤχετο· συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. alpha. 2434 9Ἄπλαστοσ· ἀληθινός, ἄδολος. alpha. 2435 9Ἁπλᾶσ· τὰ τῶν ὑποδημάτων μονόπελμα οὕτως ἐκάλουν. alpha. 2436 9Ἁπλᾶ9 καὶ διπλᾶ9 καὶ πολλαπλᾶ9· πάντα περισπῶσι τὰ τοιαῦτα· ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοινικοῦν. alpha. 2437 Ἀπλάκητον· ἀναμάρτητον. alpha. 2438 9Ἄπλετον· ἄπειρον. λέγουσι δὲ καὶ ἄπλατον. Δίφιλος Λημνίαις (fr. novum, cf. com. adesp. fr. 620 K.)· κυψέλην δ' ἔχεις ἄπλατον ἐν τοῖς ὠσὶν ἐγχέοντί σοι. alpha. 2439 9Ἁπλοΐσ· ἱμάτιον σύμμετρον. alpha. 2440 9Ἁπλοΐδασ· ἁπλᾶς χλανίδας. alpha. 2441 9Ἁπλήγιοσ· δασέως, ἁπλοῦς. Εὔπολις. alpha. 2442 9Ἁπληγίσ· ἱματίδιον σύμμετρον.. alpha. 2443 9Ἄπλοοι· ἀδύνατοι πλέειν. alpha. 2444 9Ἄπλυτον πώγωνα· σκώπτων χρήσῃ τῇ λέξει. alpha. 2445 9Ἄπλωτον· ἄπλευστον. alpha. 2446 9Ἄπο· πόρρω, μακράν. alpha. 2447 Ἀποβαδίζειν· οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ. alpha. 2448 Ἀπόβαθρα· ἀποβατήρια, ἃ ἄν τις ἀποβαίνων εἰς τὴν ἀλλοδαπὴν δοίη, θεῷ θυσίας ἢ ἀνθρώποις δῶρα. πεποίηται δὲ παρὰ τὸ ἀποβαίνειν νεὼς ἢ ὀχήματος. λέγονται δὲ ἀποβάθραι καὶ αἱ κλίμακες, δι' ὧν ἀπὸ τῆς νεὼς ἔξιμεν καὶ εἴσιμεν. Θουκυδίδης δὲ (4, 12, 1) καὶ οὐδετέρως ἀπόβαθρον λέγει. alpha. 2449 Ἀποβάτησ καὶ ποβαίνειν καὶ ποβατικοὶ τροχοί9· ἀποβάτης μὲν ἱππικόν τι ἀγώνισμά ἐστι, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην· ἀποβατικοὶ δὲ τροχοί, οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. alpha. 2450 Ἀποβατῶν ἀγών· οὗτος ὁ ἀγὼν ἤγετο τῇ Ἀθηνᾶ, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα ἅμα θεόντων τῶν ἵππων ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον καὶ πάλιν κατέβαινον. καὶ ἦν τὸ ἀγώνισμα ἱππέως ἅμα καὶ πεζοῦ. καλεῖται δέ τις καὶ ἀποβατικὸς ἡνίοχος, ὁ εἰς τοῦτο δηλονότι ἐπιτήδειος τὸ ἀγώνισμα. alpha. 2451 Ἀποβολεὺς ὅπλων· Πλάτων Νόμων ιβʹ (944b)· ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσι νομίζοιτο ἂν δικαίως, ἀποβολεὺς δὲ ὅπλων. alpha. 2452 Ἀπόβλεπτον· ἔνδοξον. alpha. 2453 Ἀποβλεπόμενοι· ἀντὶ τοῦ θαυμάζοντες. οὕτως Αἰσχίνης (fr. 56 Dittmar). alpha. 2454 Ἀποβλίσαι· ἀποπιέσαι, ἀποθλῖψαι. alpha. 2455 Ἀποβλύζων· ἀναβάλλων. alpha. 2456 Ἀποβουκολήσασ· ἐξαπατήσας. ἢ οὐ θρέψας. alpha. 2457 Ἀποβρίξαι· ἀποκοιμηθῆναι, μετὰ βορὰν ἀπονυστάξαι. alpha. 2458 Ἀποβροχθίσαι· τὸ καταπιεῖν,. Ἀριστοφάνης (fr.